μονες ἀντιφθέγγωνται, καὶ ἀξιοπιστότερα δόξῃ παρὰ τῶν οἰκείων τοῦ Θεοῦ τὰ παρ' ἐκείνων λεγόμενα; Μὴ γὰρ λογισμοὺς κινοῦμεν νῦν, ἀλλὰ τέως τὴν ἰταμότητα τῶν ἐκείνοις πειθομένων δείξομεν. Ὁ Θεὸς λέγει, Παρέθηκά σοι πῦρ καὶ ὕδωρ, τὴν ζωὴν καὶ τὸν θάνατον, οὗ ἐὰν θέλῃς ἔκτεινόν σου τὴν χεῖρα· ὁ δαίμων λέγει, ὅτι οὐκ ἔστιν ἐν σοὶ τὸ ἐκτείνειν τὴν χεῖρα, ἀλλ' ἀνάγκῃ τινὶ καὶ βίᾳ. Καὶ ἀξιοπιστότερα εἶναί σοι δοκεῖ, καὶ οὐ τὸ μέσον τῶν συμβουλευόντων νοεῖς, ὅτι ὁ μὲν Θεὸς, ὁ δὲ δαίμων· οὐ τῆς συμβουλῆς τὸ διάφορον ἐξετάζεις, ὅτι τὸ μὲν σωτήριον καὶ πρὸς ἀρετὴν καλεῖ, τὸ δὲ ὄντως καὶ δαιμονικὸν καὶ πρὸς κακίαν καὶ πονηρίαν· οὐ τὰ παρὰ τοῦ Θεοῦ σοι γεγενημένα, καὶ τὰ παρὰ τοῦ δαίμονος σκοπεῖς, ὅτι ὁ μὲν οὕτω σε ἐφίλησεν, ὡς καὶ τὸν Μονογενῆ δοῦναι ὑπὲρ σοῦ, οὗ τιμιώτερον οὐδὲν ἦν τῷ Πατρὶ, καὶ ἔτι φιλεῖ, ὡς καὶ παρακαλεῖν σε διὰ τῶν ἀποστόλων ὑπὲρ τῆς σῆς σωτηρίας, καὶ πάντα ποιεῖ· ὁ δὲ οὕτως ἐμίσησε καὶ μισεῖ, ὡς διὰ πάντων σοι πολεμεῖν καὶ μὴ μόνον οὐδὲν διδόναι χρηστὸν, ἀλλὰ καὶ ὧν ἔλαβες παρὰ τοῦ Θεοῦ, καὶ τούτων πειρᾶσθαι ἐκβάλλειν· ὁ μὲν ἀγγέλοις σε ἴσον ποιῆσαι ἐσπούδασεν, ὁ δὲ τῶν χαμαὶ βαδιζόντων ἀτιμότερόν σε κατέστησεν, αὐτούς τε σὲ προσκυνεῖν ἀντέπεισεν· ὁ μὲν εἰς βασιλείαν οὐρανῶν ἕλκει καὶ τὰς ἄλλας τιμὰς, ὁ δὲ καὶ τῆς ἐνταῦθά σοι δοθείσης ἐφθόνησε, καὶ οὐ πρότερον ἀπέστη, ἕως ἐξέβαλεν. Εἰ γὰρ καὶ τὰ δόγματα οὐ δύνασθε αὐτοῦ συνορᾷν, καίτοι ἡλίου σαφέστερα τοῖς μὴ νωθεστέροις ἐστίν· οὕτω καὶ ταῦτα τὰ τοῦ Θεοῦ πρόδηλον ἔχει τὴν ἀρετὴν καὶ τὴν σωτηρίαν, κἀκεῖνα τὴν κακίαν· ἀλλ' ὅμως εἰ πρὸς αὐτὰ μὴ δύνασθε συνιδεῖν, κἂν ἀπὸ τῶν συμβουλευόντων μάθετε τὸ σωτήριον καὶ τὸ βλαβερόν. Πῶς γὰρ οὐκ ἄτοπον ἐπὶ μὲν τῶν ἄλλων πραγμάτων ταύτῃ κεχρῆσθαι τῇ γνώμῃ, κἂν μὲν ἰατρὸς δώσῃ τινὶ σιτίον, μὴ περιεργάζεσθαι, ἀλλ' ὡς ὑγιείας ποιητικὸν δέχεσθαι, ἂν δὲ φαρμακὸς καὶ γόης, μὴ πολυπραγμονεῖν, ἀλλ' ὡς δηλητήριον καὶ βλαβερὸν ἀποστρέφεσθαι· ἐπὶ δὲ τοῦ Θεοῦ μηδὲ τούτῳ κεχρῆσθαι τῷ μέσῳ; καίτοι τοσούτῳ πλέον τὸ μέσον Θεοῦ καὶ δαίμονος, ἢ ἰατροῦ καὶ φαρμακοῦ, ὅσον οὐδὲ ἔξεστιν εἰπεῖν, οὐδὲ νῷ παραστῆσαι καὶ λόγῳ. Πῶς οὖν οὐκ ἐσχάτης ἀτοπίας, ἔνθα μὲν ἐλάχιστον τὸ διάφορον τῶν παρεχόντων τὰ σιτία, μὴ πολυπραγμονεῖν, ἀλλὰ τῇ ποιότητι τῶν προσώπων ἀντὶ πάσης κεχρῆσθαι διδασκαλίας· ἔνθα δὲ τοσοῦτον τὸ μέσον τῶν συμβουλευόντων, λόγου χρείαν ἔχειν πρὸς τὸ μαθεῖν, ὅτι τὸ μὲν σωτήριον, τὸ δὲ βλαβερόν; Μὴ, παρακαλῶ, μὴ τῶν ἀλόγων ὦμεν ἀλογώτεροι, ἀλλ' ἀποπηδῶμεν, καὶ μὴ ἐπικλίνωμεν τὰς ἀκοάς· Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί· καὶ συγγνώμης οὐκ ἔστι τυχεῖν τοὺς ἀπατηθέντας. Τίνος γὰρ ἕνεκεν, ἂν μὲν λοιμικὸν χωρίον ἴδῃς καὶ ἐπίνοσον, φεύγεις τὴν ἐκεῖ διατριβὴν, κἂν μυρία σε ἕλκῃ πρὸς τὴν οἴκησιν ἐκείνην, πάντων τὴν τοῦ σώματος ὑγίειαν προτιθείς· ὅταν δὲ λόγου τοῦ λοιμώδους τινὲς ὦσιν ἐμπεπλησμένοι, καὶ νοσήματος, οὐχὶ σῶμα διαφθείροντος μόνον, ἀλλὰ καὶ ψυχὴν ἀπολλύντος, καὶ χείρω καὶ φαυλοτέραν ἐργαζομένου, οὐκ ἀποπηδᾷς; Ἄκουσον, φησί τις σοφὸς ἀνὴρ, μὴ στήσῃς, ἀλλ' ἀποπήδησον, μὴ ἐγγρονίσῃς, καὶ τὴν βραχυτάτην ἐν τούτοις δεδοικὼς διατριβήν. Ταῦτα δὲ λέγομεν, οὐ τὴν ἰσχὺν τῶν παρ' ἐκείνοις δογμάτων δεδοικότες, ἀλλὰ
mons speak against Him, and the things spoken by them seem more worthy of credence among God's own household? For let us not stir up reasonings just now, but for the present we shall show the effrontery of those who obey them. God says, I have set before you fire and water, life and death; stretch forth your hand to whichever you will; the demon says that stretching forth your hand does not lie in you, but comes by some necessity and compulsion. And do these things seem to you more worthy of credence, and do you not perceive the interval between the counsellors, that the One is God, and the other a demon? Do you not examine the difference of the counsel, that the one is saving and calls towards virtue, while the other is truly demonic and calls towards vice and wickedness? Do you not consider the things done for you by God and the things done by the demon: that the One so loved you as even to give the Only-begotten on your behalf, than Whom nothing was more precious to the Father, and still loves you, so as even to exhort you through the apostles on behalf of your salvation, and does all things; whereas the other so hated and hates you as to wage war against you in all things, and not only to give nothing good, but even to endeavour to cast you out of the things you received from God; the One was eager to make you equal to angels, while the other rendered you more dishonoured than things that creep upon the ground, and persuaded you in turn to worship them; the One draws you to the kingdom of the heavens and the other honours, while the other begrudged even the honour given to you here, and did not desist before he had cast you out? For even if you cannot discern its doctrines—although they are clearer than the sun to those who are not too sluggish, so manifestly do these teachings of God possess virtue and salvation, and those ones wickedness—nevertheless, if you are unable to see into them, at least from the counsellors learn what is saving and what is harmful. For how is it not absurd in other matters to employ this judgement—that if a physician gives someone food, one does not pry curiously, but receives it as productive of health, whereas if a poisoner and sorcerer does so, one does not meddle, but turns away from it as deadly and harmful—yet in the case of God not even to employ this mean? And yet the interval between God and a demon is so much greater than that between a physician and a poisoner, as it is not even possible to utter, nor to present in mind and speech. How then is it not of the utmost absurdity, where the difference between those who supply food is very slight, not to meddle, but to employ the quality of the persons in place of all instruction; yet where the interval between the counsellors is so great, to have need of argument in order to learn that the one is saving and the other harmful? Let us not, I beseech you, let us not be more senseless than the irrational beasts, but let us leap away, and not incline our ears: Evil companies corrupt good morals; and it is impossible for those who have been deceived to obtain pardon. For on what account, if you see a plague-stricken and diseased place, do you flee from lingering there, even if ten thousand things draw you towards that dwelling, setting bodily health before all things; yet when some men are filled with the plague-stricken speech and with a disease that does not destroy the body alone, but also ruins the soul and renders it worse and viler, you do not leap away? Hear, says a certain wise man: do not stand, but leap away, do not linger, fearing even the briefest stay among these things. And we say these things, not fearing the strength of the doctrines held among them, but