προλαμβάνει καὶ σκιαγραφεῖ ἐν τῇ Σάρρᾳ τὴν ἀλήθειαν, ἵνα ὅταν ἀπορήσωσιν, πῶς ἡ παρθένος ἐγέννησε, μᾶλλον ἀναμνησθέντες εἴπωσι, πῶς ἡ Σάρρα ἐγέννησε; μᾶλλον δὲ ἐκείνῳ τῷ λόγῳ, πῶς ἡ γῆ παρθένος οὖσα ἐγέννησε; Σκαπάνη οὐκ ἦν, ὁ γεωργῶν αὐτὴν οὐχ ὑπῆρχεν, ὑετὸς οὐ κατῆλθε, βοτάνη εἰς αὐτὴν οὐκ ἀνῆλθεν, αὖλαξ αὐτῆς οὐκ ἀνετμήθη, χέρσος ἦν, σπερμάτων καταβολὴν οὐκ ἐδέξατο, ψεκὰς οὐκ ηὔφρανεν αὐτήν. Εἰπέ μοι οὖν, πῶς παρθένος οὖσα τὰ μυρία γένη τῶν βοτανῶν ἐβλάστησεν; Ἀλλ' οὐκ ἔχεις ἑρμηνεῦσαι τὸ γεγενημένον, ἀλλὰ λέγεις, ὡς ἠθέλησεν ὁ Θεός. Τὸν αὐτὸν οὖν τρόπον καὶ ἐπὶ τῆς παρθένου, ἐπειδὴ ἀπορεῖς, μάθε μὴ περιεργάζεσθαι ὅταν Θεὸς ἐργάζηται· μὴ ἐρώτα τὰ κατὰ φύσιν, ὅταν ὁ τῆς φύσεως τεχνίτης ἐργάζηται· μὴ πολυπραγμόνει. Εἶπε, Βλαστησάτω ἡ γῆ, καὶ εὐθέως εἰσῆλθεν ὁ λόγος εἰς τὰς λαγόνας τῆς γῆς, καὶ διήγειρεν αὐτῆς τὰς ὠδῖνας, καὶ ἡ παρθένος ἐγέννα. Λόγος εἷς ἦν ὁ προελθὼν, καὶ μυρία γένη τῶν βοτανῶν ἐβλάστησε, καὶ ἡ γῆ τὸν ἴδιον ἀνελάμβανε κόσμον διὰ τοῦ λόγου· Καὶ ἦν ἰδεῖν τὴν γῆν κυμαινομένην, τὰ πτηνὰ, τὰ ἔνυδρα, τὰ χερσαῖα, τοὺς λειμῶνας, τὰ ἄνθη, τὰ δένδρα, τὴν ἄμπελον, τὴν ἐλαίαν, τὰ μυρία γένη τῶν δένδρων, τὰ ἄωρα, τὰ ὥριμα, τὰ ἐν πεδίοις, τὰ παρὰ θάλασσαν, τὰ παρὰ λίμνας, τὰ παρὰ ποταμοὺς, τὰ παρὰ πηγὰς, τὰ ἐν τοῖς ὄρεσι. Λόγος εἷς ἦν ὁ ἐργαζόμενος, καὶ ἡ γῆ τὴν οἰκείαν εὐπρέπειαν ἀπελάμβανεν. Ἑρμήνευσόν μοι, ὦ Ἰουδαῖε, πῶς τοῦτο· ἀλλ' οὐκ ἔχεις. Ὁρᾷς πῶς ἡ πλάνη παρ' ἑαυτῆς ὑποσκελίζεται; Πρόσεχε ἀκριβῶς. Ὡς γὰρ ἔλεγον, ὅταν μέλλῃ ὁ Θεὸς διοικεῖν τι πρᾶγμα ἄπιστον δοκοῦν εἶναι τοῖς ἀνθρώποις, προλαμβάνει τὸν τύπον καὶ τὴν σκιὰν, ἵνα μὴ αἰφνίδιον ἐλθοῦσα ἡ ἀλήθεια εἰς ἀπιστίαν αὐτοὺς ἐμβάλῃ. Ἔδει κατελθεῖν τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ βαπτίσαι τὸ τῶν ἀνθρώπων γένος, καὶ τὸν παλαιὸν ἄνθρωπον ἀποπνῖξαι, καὶ τὸν ἀνανεῶσαι θέλοντα τὴν ἁμαρτίαν καταποντίσαι, καὶ τὴν εὐλογίαν ἐπαναγαγεῖν, καὶ τὴν κατάραν ἀφανίσαι, καὶ τὴν δικαιοσύνην χαρίσασθαι, καὶ τοὺς ἀνθρώπους ἀγγέλους ποιῆσαι· μοιχὸν ἔμελλε λαμβάνειν, καὶ υἱὸν ποιεῖν· ὅπερ οὖν καὶ ἐποίησε· μὴ ὄντα ἄξιον γῆς ἤμελλε λαμβάνειν, καὶ ἄξιον οὐρανοῦ ποιεῖν. Ἐπεὶ οὖν τοῦτο μέγα ἦν τὸ θαῦμα καὶ ἄπιστον τοῖς πολλοῖς, πῶς ἡ αὐτὴ φύσις τὸν ἕνα ἄνθρωπον πνίγει καὶ δικαιοῖ, τὴν ἁμαρτίαν ἀφανίζει, καὶ τὴν ἀλήθειαν ἐπανάγει· ἵνα οὖν μὴ λέγωσιν Ἰουδαῖοι, μῦθος τὰ τῶν Χριστιανῶν, πῶς οἷόν τε τὸ αὐτὸ ὕδωρ τὸν μὲν πνίγειν, τὸν δὲ ζωοποιεῖν; ἕν ἐστι τὸ ὕδωρ, καὶ πῶς δύναται δύο ἐνεργείας ἔχειν; Τί οὖν προδιοικεῖ ὁ Θεὸς, ἵνα ἡ ἀναισχυντία τῶν Ἰουδαίων ἐλέγχηται; Οἱ υἱοὶ Ἰσραὴλ κατεπονοῦντο ἐν Αἰγύπτῳ, ἐν τοῖς ἔργοις, καὶ τῇ πλίνθῳ προσηλωμένοι καὶ τοῖς ἄλλοις πονήμασι· καὶ ἐβόων κλαίοντες καὶ λέγοντες, τίς ἡμᾶς ῥύσεται ἐκ τῆς δουλείας τῶν Αἰγυπτίων; ἀπολώλαμεν, ἐξολώλαμεν ἐν τοῖς ἔργοις τοῖς πονηροῖς. Τί οὖν; εἰσήκουσεν αὐτῶν ὁ Θεὸς, καὶ πέμπει τὸν Μωϋσέα, σημείοις καὶ τέρασιν αὐτὸν ὁπλίσας. Ἦλθεν ὁ Μωϋσῆς φέρων τὰς κατὰ τοῦ Φαραὼ τιμωρίας· στρατόπεδον πονηρῶν ἀκρίδων ἐπήγαγε, βροῦχον ἐκέλευσε, καὶ παρεγένετο· τὸ ὕδωρ εἰς αἷμα μετέβαλε, φλυκτίδας ἐποίησεν ἀναζέσαι ἐν
in Sarah He anticipates and sketches beforehand the truth, so that when they are at a loss how the Virgin gave birth, remembering rather they may say: How did Sarah give birth? Nay rather, by that reasoning, how did the earth, being a virgin, give birth? There was no mattock, there was none tilling it, rain had not come down, no herb had sprung up in it, its furrow had not been cut, it was untilled land, it had received no sowing of seeds, no dropping dew had gladdened it. Tell me, therefore, how, being a virgin, did it sprout forth the ten thousand kinds of herbs? Yet you cannot explain what took place, but you say: As God willed. In the same manner, therefore, in the case of the Virgin also, since you are at a loss, learn not to pry curiously when God is at work; do not ask after the laws of nature when the Artificer of nature is at work; do not meddle. He said, Let the earth sprout forth, and straightway the word entered into the womb of the earth, and stirred up its birth-pangs, and the virgin gave birth. One word it was that went forth, and it sprouted forth ten thousand kinds of herbs, and the earth received its own adornment through the word: And one might see the earth billowing, the winged fowls, the water-creatures, the land-creatures, the meadows, the flowers, the trees, the vine, the olive, the ten thousand kinds of trees, the unseasonable, the seasonable, those in the plains, those beside the sea, those beside lakes, those beside rivers, those beside springs, those in the mountains. One word it was that wrought, and the earth received its own comeliness. Explain to me, O Jew, how this was; yet you cannot. Do you see how error is tripped up by itself? Give heed exactly. For as I was saying, when God is about to dispense some matter that seems to men incredible, He sends beforehand the type and the shadow, so that the truth, coming suddenly, may not cast them into unbelief. The Son of God needs must come down, and baptize the race of men, and drown the old man, and plunge into the deep him who wished to renew sin, and bring back the blessing, and blot out the curse, and bestow righteousness, and make men angels; He was about to take an adulterer, and make him a son — which very thing He also did; He was about to take one not worthy of earth, and make him worthy of heaven. Since, therefore, this wonder was great and incredible to the many — how the same nature both drowns and justifies the one man, blots out sin, and brings back the truth — lest, therefore, Jews should say, The things of the Christians are a fable: how is it possible for the same water to drown the one and make alive the other? One is the water, and how can it have two operations? What then does God dispense beforehand, so that the shamelessness of the Jews may be convicted? The sons of Israel were being worn down in Egypt, nailed fast to the works, and to the brick-making, and to the other toils; and they cried out weeping and saying: Who shall deliver us out of the bondage of the Egyptians? We have perished, we have utterly perished in the evil works. What then? God hearkened to them, and sends Moses, having armed him with signs and wonders. Moses came bringing the punishments against Pharaoh: an army of evil locusts he brought upon them, the cankerworm he commanded, and it came; the water he turned into blood, blisters he caused to boil up