Migne Reading Room

PG 50 · cols. 733–734 bis · Read from the page

Opera Dubia: In Petrum Apostolum et Heliam Prophetam Sermo (Λόγος εἰς Πέτρον τὸν ἀπόστολον καὶ Ἠλίαν τὸν προφήτην)

Opera Dubia: In Petrum Apostolum et Heliam Prophetam Sermo (Λόγος εἰς Πέτρον τὸν ἀπόστολον καὶ Ἠλίαν τὸν προφήτην)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 50:733Read from the page
ἐκάλεσε τοὺς ἱερεῖς τῆς Βαὰλ τῆς αἰσχύνης λέγων, Εὐξώμεθα, καὶ εἶπε· Ποιήσατε ὑμεῖς θυσιαστήριον καταμόνας, καὶ ἐκλέξατε δύο βόας, καὶ ἐπίθετε ξύλα κατὰ τὸν ἕνα βοῦν, καὶ πῦρ μὴ ἐπίθετε, κἀγὼ ποιήσω οὕτω· καὶ ἐπικαλεῖσθε ἐν ὀνόματι θεῶν ὑμῶν, κἀγὼ ἐν ὀνόματι τοῦ Θεοῦ μου, καὶ ἔσται, ὃς ἂν θεὸς ἐπακούσῃ ἐν πυρὶ, οὗτος θεὸς ἀληθινός. Εἶτα ἐποίησαν οἱ ἱερεῖς τῆς αἰσχύνης θυσιαστήριον, καὶ ἤρξαντο ἐπικαλεῖσθαι τὴν Βαὰλ λέγοντες· Ἐπάκουσον ἡμῶν, Βαὰλ, ἐπάκουσον ἡμῶν. Ὡς δὲ πολλῆς εὐχῆς γενομένης οὐδεὶς ἦν ὁ ἐπακούων (Οὐκ ἦν γὰρ φωνὴ, καὶ οὐκ ἦν ἀκρόασις), εἶτα ἐξεδέχετο ὁ Ἠλίας μακροθυμῶν εὐχομένων ἐκείνων· ὡς δὲ εἶδεν ὅτι πολλὴ μὲν αὐτῶν ἡ διάτασις, οὐδεὶς δὲ ὁ ὑπακούων, κωμῳδεῖ αὐτοὺς λέγων· Βοήσατε μέγα, μή ποτε καθεύδῃ ὁ θεὸς ὑμῶν. Εἶτα ὡς μεσημβρία γέγονε, καὶ προέκοψεν ἡ ὥρα, λέγει αὐτοῖς· Μετάστητε ἀπὸ τοῦ νῦν, ἵνα ποιήσω κἀγὼ τὸ ὁλοκαύτωμά μου· καὶ ἐποίησε θυσιαστήριον, καὶ ἐπέθηκε τὰ ξύλα, καὶ εἶπε· Φέρετε ὕδωρ κύκλῳ τοῦ θυσιαστηρίου, καὶ ἔφερον· Δισσώσατε, καὶ ἐδίσσωσαν· Τρισσώσατε, καὶ ἐτρίσσωσαν. Ἀλλ' ὅρα καὶ τοῦτο διὰ τί ποιεῖ ὁ Ἠλίας. Ἐπειδὴ ἔθος τῇ πλάνῃ τῇ ἀληθείᾳ τὰ ἴδια προσάπτειν, ὅπερ αἱ γυναῖκες αἱ πόρναι ποιοῦσι, καὶ προλαμβάνουσι, καὶ τὰς ἐλευθέρας πόρνας καλοῦσιν, ἵνα μὴ ἔχωσιν ἐκεῖναι τὶ ἀνθυβρίσωσιν.
he summoned the priests of Baal, of shame, saying, Let us pray, and said: Make for yourselves an altar apart, and choose two oxen, and lay wood upon the one ox, and put no fire under it, and I also will do thus; and call upon the name of your gods, and I in the name of my God, and it shall be that whatsoever god shall answer by fire, he is the true God. Then the priests of shame made an altar, and began to call upon Baal, saying: Hear us, O Baal, hear us. And when much prayer had been made and there was none that answered (for there was no voice, and there was no hearing), then Elijah waited patiently while they prayed; and when he saw that great indeed was their exertion, yet there was none that hearkened, he ridicules them, saying: Cry aloud, lest peradventure your god be sleeping. Then when noon was come, and the hour had advanced, he says to them: Stand aside from now on, that I also may prepare my whole burnt-offering; and he made an altar, and laid the wood upon it, and said: Bring water round about the altar, and they brought it: Do it a second time, and they did it a second time; Do it a third time, and they did it a third time. Yet see also why Elijah does this. Since it is the custom of error to fasten its own practices upon the truth, even as harlot women do, who anticipate and call freeborn women harlots, so that those may not have wherewith to retort the insult.
Ἀλλ' ὅμως Ἠλίας καὶ ἐν τούτῳ σοφίζεται· διὰ τί; ἀλλ' ὃ μέλλω λέγειν, θεατὴς αὐτὸς γέγονα· Ἐν τοῖς βωμοῖς τῶν εἰδώλων ὀπαί εἰσι κάτωθεν τοῦ θυσιαστηρίου, καὶ ἔστι τις λάκκος κάτωθεν ἀφανὴς, καὶ κατέρχονται οἱ τῆς πλάνης ἐργάται ἐν τῷ λάκκῳ, καὶ οὕτω ταῖς ὀπαῖς ἐκείναις κάτωθεν τὸ πῦρ ἄνω ἐκφυσῶσιν εἰς τὴν θυσίαν, ὡς πολλοὺς ἀπατᾶσθαι, καὶ νομίζειν οὐράνιον εἶναι τὸ πῦρ. Ἵνα οὖν μὴ καὶ ὁ Ἠλίας τοιοῦτόν τι ὑπονοηθῇ ποιεῖν, ἐπέχεε τὸ ὕδωρ, ἵνα τὴν ὀπὴν τὸ ὕδωρ ἐλέγξῃ· ἀνάγκη γὰρ ὅπου ὀπὴν εὑρίσκει τὸ ὕδωρ, οὐ στήκει, ἀλλὰ κατέρχεται. Ἐνέπλησεν οὖν τὸ θυσιαστήριον, καὶ εὔχεται λέγων· Ἐπάκουσόν μου, Κύριε, ἐν πυρὶ σήμερον· ἐπήκουσάς μου ἐν ὕδατι, ἐπάκουσόν μου καὶ ἐν πυρί. Καὶ ἰδοὺ, καλέσαντος αὐτοῦ, ἐν τάχει πῦρ κατέβη ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγε τὴν θυσίαν, καὶ τοὺς λίθους, καὶ τὸ ὕδωρ ἐξέλειξε τὸ πῦρ. Καὶ τί φησι τῷ λαῷ; Συλλάβετε τούς ἱερεῖς τῆς αἰσχύνης· μηδεὶς σωθήτω ἐξ αὐτῶν· καὶ ἔλαβον, καὶ ἀνεῖλον αὐτοὺς, τετρακοσίους τε καὶ πεντήκοντα ἱερεῖς τῆς Βαὰλ, καὶ τετρακοσίους τῶν ὑψηλῶν. Ἤκουσε ταῦτα Ἰεζάβελ ἡ γυνὴ τοῦ Ἀχαὰβ τὰ γεγενημένα, καὶ πέμπει πρὸς τὸν Ἠλίαν λέγουσα· Τάδε ποιησάτωσάν μοι οἱ θεοὶ, καὶ τάδε προσθείησάν μοι, εἰ μὴ αὔριον θήσω τὴν ψυχήν σου ὡς τὴν ψυχὴν ἑνὸς αὐτῶν· καὶ ἀκούσας Ἠλίας ἔφυγε. Ποῦ Ἠλίας ὁ τοσοῦτος καὶ τηλικοῦτος; σκοπὸς γάρ μοι δεῖξαι, ὅτι ἁμαρτίᾳ ὑπέπεσε· λέγω τὴν ἁμαρτίαν οὐ κατηγορῶν τοῦ δικαίου, ἀλλ' ὑπόθεσιν σωτηρίας πραγματευόμενος, ἵν' ὅταν ἴδῃς ἐκείνους ἁμαρτήσαντας, μὴ ἀπογνόντας δὲ ἑαυτῶν, ἀλλὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας τυχόντας, σὺ ἐὰν ἁμαρτήσῃς, περισσοτέραν ἐλπίζῃς τὴν σωτηρίαν. Ἐπειδὴ εἶπεν Ἰεζάβελ, Τάδε ποιήσαιέν μοι οἱ θεοὶ, καὶ τάδε προσθείησάν μοι, εἰ μὴ αὔριον θήσω τὴν ψυχήν σου ὡς τὴν ψυχὴν
Yet nevertheless Elijah acts wisely in this also; wherefore? What I am about to say, I myself have been an eyewitness thereof: In the altars of the idols there are vents beneath the altar, and there is a certain unseen pit below, and the workers of error go down into the pit, and thus through those vents from below they blow the fire upward into the sacrifice, so that many are deceived, and suppose the fire to be from heaven. Lest therefore Elijah also should be suspected of doing some such thing, he poured the water upon it, so that the water might expose the vent; for of necessity, wheresoever the water finds an opening, it does not stand, but runs down. He filled the altar, therefore, and prays, saying: Hear me, O Lord, in fire today; Thou hast heard me in water, hear me also in fire. And behold, when he had called, swiftly fire came down out of heaven, and consumed the sacrifice, and the stones, and the fire licked up the water. And what does he say to the people? Seize the priests of shame; let none of them escape; and they took them, and slew them, four hundred and fifty priests of Baal, and four hundred of the high places. Jezebel the wife of Ahab heard these things that had been done, and she sends to Elijah, saying: So may the gods do to me, and more also may they add to me, if tomorrow I make not thy life as the life of one of them; and when Elijah heard it, he fled. Where is Elijah, so great and so mighty a man? For my aim is to show that he fell under sin; I speak of the sin not accusing the righteous man, but working out a ground of salvation, so that when you see those men having sinned, yet not despairing of themselves, but obtaining the loving-kindness of God, you, if you should sin, may hope the more abundantly for salvation. When Jezebel said, So may the gods do to me, and more also may they add to me, if tomorrow I make not thy life as the life
Notes, col. 733

On the reading

Printed τούς, for τοὺς.

PG 50:734Read from the page
ἑνὸς ἐξ αὐτῶν, ἤκουσεν Ἠλίας, καὶ ἔφυγεν ὁδὸν ἡμερῶν τεσσαράκοντα. Ὢ δειλίας ὑπερβολή! γυναικὸς ἤκουσε ῥῆμα, καὶ τεσσαράκοντα ἡμέρας ὁδῷ βαδίζων ἔφυγεν· οὐ μίαν ἡμέραν, οὐ δευτέραν, οὐ τρίτην, ἀλλ' ἅμα τε ὁ λόγος τῆς γυναικὸς εἰσῆλθεν εἰς τὸν προφήτην, καὶ ἀπὸ τῆς δειλίας οὐκ ο⟨ἶ⟩δε τί ἔπραττε, τοσαύτην φυγὴν ἀπερχόμενος. Τί ἐστί σοι, Ἠλία; σὺ εἶ ὁ τὸν οὐρανὸν κλείσας, καὶ τὴν βροχὴν χαλινώσας, ὁ τῷ ἀέρι ἐπιτάξας, καὶ τὸ πῦρ ἄνωθεν καλέσας, ὁ σφάξας τοὺς ἱερεῖς, ὁ εἰπὼν τῷ βασιλεῖ Ἀχαάβ· Σὺ εἶ ὁ διαστρέφων τὸν Ἰσραὴλ, καὶ ὁ οἶκος τοῦ πατρός σου· ὁ εἰπών· Ζῇ Κύριος, εἰ ἔσται ὑετὸς, εἰ μὴ διὰ στόματός μου· ὁ τὴν οἰκίαν τῆς χήρας ἅλωνα καὶ δράγματα ποιήσας, [ὁ τοῖς στοιχείοις ἐπιτάξας, λόγον πόρνης ἤκουσας, καὶ ἔφυγες, καὶ μία γυνὴ αἰχμάλωτον ἀπάγει; Αἱ δύο ἀκροπόλεις ὑπὸ γυναικὸς ἠλέγχθησαν· Πέτρος κόρην ἐφοβήθη, καὶ οὗτος τὴν Ἰεζάβελ· τοῖς αὐτοῖς περιέπεσον ἁμαρτήμασι. Καὶ ἔφυγεν Ἠλίας ὁδὸν ἡμερῶν τεσσαράκοντα. Ποῦ ἐστιν ὁ ζῆλός σου, Ἠλία, ὅτε ἔλεγες, Ζῇ Κύριος, εἰ ἔσται ὑετὸς, εἰ μὴ διὰ στόματός μου; ὅτε τὸν βασιλέα ἤλεγχες,] ὅτε τὸ πῦρ ἐκάλεσας; τοσαῦτα ἐποίησας, καὶ μιᾶς γυναικὸς λόγον οὐκ ἐβάστασας; Ποῦ ἐστιν ὁ τόνος σου, ὅτε οὐκ ἤθελες τὸν σὸν Δεσπότην ἀξιῶσαι, ἵνα δῷ ὑετὸν ἐπὶ τῆς γῆς; ἔλεγε γάρ σοι δι' ἐναργῶν ἀποδείξεων· Ἀξίωσόν με δυνάμενον καὶ ἄνευ σοῦ δοῦναι, ἀλλ' οὐκ ἠθέλησα, ἵνα ὥσπερ τῶν κακῶν ἐγένου πρόξενος, οὕτω καὶ τῶν ἀγαθῶν ἄρχων γένῃ. Εἰργάσω γὰρ, Ἠλία, ἔργον ἀσπλαγχνίας μεστόν· ὁ δὲ Θεὸς ἠλέει τὴν συμφορὰν, ὅτι πάντων αὐτὸς κτίστης, καὶ πάντων δημιουργός· ὁμοίως δὲ πάντων κηδεμὼν, καὶ ἠθέλησέ σου χαυνῶσαι τὴν ἀπανθρωπίαν, καὶ σὺ ἐπέμενες αὐτῇ. Ἔλεγέ σοι· Ἐγὼ οἶδα τὴν συμφορὰν τὴν γινομένην, οἶδα τοὺς κλαυθμοὺς τῶν μητέρων, οἶδα τῶν παιδίων τοὺς ὀλολυγμούς· βλέπω τὴν γῆν, ἣν ἐποίησα, ἀφανιζομένην, καὶ θέλω φιλανθρωπεύσασθαι, ἀλλ' οὐ θέλω σε ὑβρίσαι, καὶ ἄνευ γνώμης σῆς ὑετὸν πέμψαι, ἵνα μὴ τῶν κακῶν μὲν σὺ αἴτιος ᾖς, τῶν δὲ καλῶν ξένος, ἀλλὰ τιμῶ σε. Ὢ Δεσπότου φιλανθρωπία εὐνοίᾳ δούλου νενικημένη! Ἀλλ' ὅμως πολλὴν αὐτὸς εἶχεν ἀπόνοιαν ὡς ἀναμάρτητος· νῦν δὲ ἐδείχθη καὶ αὐτὸς ἁμαρτίᾳ ὑποπεπτωκὼς, τοῦ Θεοῦ συγχωρήσαντος καὶ ἐπινοοῦντος, ἵνα ἐξ ὧν αὐτὸς φιλανθρωπίας ἔτυχε, καὶ αὐτὸς ᾖ πρὸς τοὺς ἄλλους μὴ ἀπάνθρωπος. Καὶ ἔφυγε, φησὶν, Ἠλίας ὁδὸν ἡμερῶν τεσσαράκοντα. Ποῦ ἐστι τὰ ῥήματα ἐκεῖνα ἃ πρὸς τοὺς πεντηκοντάρχους εἰπὼν, κατέβησε πῦρ, καὶ τούτους κατέκαυσε; θέλων οὖν δεῖξαι ὁ Θεὸς, ὅτι καὶ ὅτε ἐποίει τὰ θαύματα, οὐκ αὐτὸς ἦν ὁ ἐργαζόμενος, ἀλλ' ἡ τοῦ Θεοῦ δύναμις, καὶ βλέπε τί γίνεται. Ὅτε ὁ Θεὸς ἐνήργει, καὶ βασιλεῖς ἔπιπτον καὶ ἄρχοντες καὶ δῆμοι· ὅτε Θεὸς ἀπέστη, καὶ γυνὴ φοβερὰ ἐπέστη· ἀπέστη ὁ Θεὸς, καὶ ἠλέγχθη ἡ φύσις. Ἀλλ' ὅμως μετὰ τὸ φυγεῖν Ἠλίαν ἡμέρας τεσσαράκοντα, ἦλθε καὶ ἐκάθευδεν ἐν τόπῳ τινὶ, καὶ ἔρχεται πρὸς αὐτὸν ὁ Θεὸς, ὁ Δεσπότης πρὸς τὸν
of one of them, Elijah heard it, and fled a journey of forty days. O excess of cowardice! He heard the word of a woman, and walking on the road for forty days he fled: not one day, not a second, not a third, but no sooner had the word of the woman entered into the prophet than out of cowardice he knew not what he was doing, departing on so great a flight. What ails you, Elijah? You are he who shut up the heaven, and bridled the rain, who commanded the air, and called down the fire from above, who slaughtered the priests, who said to King Ahab: You are he who subverts Israel, and the house of your father; who said: As the Lord lives, there shall not be rain, save by my mouth; who made the house of the widow a threshing-floor and sheaves; [who commanded the elements, did you hear the word of a harlot, and flee, and does one woman lead you away captive? The two citadels were convicted by a woman: Peter feared a damsel, and this man Jezebel; they fell into the same sins. And Elijah fled a journey of forty days. Where is your zeal, Elijah, when you said, As the Lord lives, there shall not be rain, save by my mouth? when you reproved the king,] when you called down the fire? So great things you did, and did you not endure the word of one woman? Where is your vigour, when you were unwilling to entreat your Master that He should give rain upon the earth? For He said to you through manifest proofs: Entreat Me, Who am able to give even without you, yet I willed not to do so, that just as you became the procurer of the ills, so also you may become the author of the good things. For you wrought, Elijah, a deed full of pitilessness; whereas God pitied the calamity, because He Himself is the Creator of all, and the Maker of all, and likewise the Guardian of all, and He wished to soften your inhumanity, and you persisted in it. He said to you: I know the calamity that is taking place, I know the weepings of the mothers, I know the wailings of the little children; I behold the earth, which I made, being destroyed, and I wish to show loving-kindness, yet I do not wish to put you to shame, and to send rain without your consent, lest of the ills indeed you be the cause, while to the good things a stranger; nay, I honour you. O loving-kindness of a Master vanquished by goodwill towards a servant! Yet nevertheless he himself had much haughtiness as though sinless; but now he too was shown to have fallen under sin, God permitting and devising it, so that from the loving-kindness which he himself obtained, he too might not be inhumane towards others. And Elijah fled, it says, a journey of forty days. Where are those words which he spoke to the captains of fifty, and brought down fire, and burnt them up? God, therefore, wishing to show that even when he wrought the miracles, it was not he himself who wrought them, but the power of God — see too what comes to pass. When God was at work, both kings fell down and rulers and peoples; when God departed, even a woman stood forth formidable; God departed, and nature was convicted. Yet nevertheless, after Elijah had fled for forty days, he came and slept in a certain place, and God comes to him, the Master to the
PG 50:733 bisRead from the page
Et erit, qui Deus exaudierit in igne, hic Deus verus (3. Reg. 18. 23. 24). Tum fecerunt sacerdotes infames altare, et coeperunt invocare Baal dicentes, Exaudi nos, Baal, exaudi nos (Ibid. v. 26). Cum autem post multas preces nemo esset qui exaudiret (Non enim erat vox, neque auditio), exspectabat Helias cum patientia illis precantibus: cum autem videret multum esse illorum studium, sed neminem qui exaudiret, irridet illos his verbis: Clamate multum, ne forte dormiat deus vester (Ibid. v. 27). Postea cum meridies esset, et tempus procederet, dixit illis, Discedite nunc, ut faciam et ego holocaustum meum (Ibid. v. 30): et fecit altare, et imposuit ligna, et dixit: Ferte aquam in circuitu altaris, et tulerunt: Duplicate, et duplicaverunt; Triplicate, et triplicaverunt (Ibid. v. 34). Animadverte quare id faciat Helias. Quoniam erroris mos est veritati propria adjungere, quod faciunt et meretrices, quae praeoccupantes, liberas mulieres meretrices vocant, ut non habeant illae quid convicii objiciant.
And it shall be that the God who answers by fire, he is the true God (1 Kgs. 18:23-24). Then the infamous priests made an altar and began to call upon Baal, saying: Hear us, O Baal, hear us (ibid., v. 26). When after many prayers there was no one who answered (for there was neither voice nor hearing), Elijah waited patiently while they prayed; and seeing that their exertion was great, yet there was no one who answered, he mocked them with these words: Cry aloud, lest perhaps your god be asleep (ibid., v. 27). Afterwards, when it was noon and time was advancing, he said to them: Stand aside now, that I also may offer my whole burnt-offering (ibid., v. 30); and he built the altar, laid the wood upon it, and said: Bring water round about the altar, and they brought it; Do it a second time, and they did it a second time; Do it a third time, and they did it a third time (ibid., v. 34). Observe why Elijah did this: because it is the custom of falsehood to impute its own practices to the truth, just as harlots also do, who anticipate freeborn women by calling them harlots first, so that those women may have no reproach to cast back at them.
4. Fraus insignis sacerdotum gentilium. — Attamen Helias hic sapientia utitur: quare? id quod dicturus sum meis ipse oculis conspexi. In idolorum altaribus foramina quaedam sunt in inferiore altaris parte, et infra posita est quaedam fovea occulta: descenduntque erroris artifices in foveam, et sic ex foraminibus deorsum ignem exsufflant sursum ad sacrificium conficiendum, ita ut multi decipiantur et putent caelestem esse ignem. Ne igitur Helias in suspicionem veniret, quod et ipse simile quidpiam machinatus esset, aquam effudit, ut foveam non esse aqua demonstraret: nam ubi aqua foveam reperit, non consistit, sed descendit. Implevit igitur altare, et precatus est his verbis: Exaudi me, Domine, in igne hodie: exaudisti me in aqua, exaudi me et in igne (3. Reg. 18. 37). Et ecce ipso invocante confestim ignis descendit de caelo, et consumpsit sacrificium et lapides, et aquam linxit ignis. Quid autem ait populo? Comprehendite sacerdotes infames, nemo servetur ex illis: et comprehenderunt et occiderunt eos, quadringentos et quinquaginta sacerdotes Baal, et quadringentos sacerdotes excelsorum. Audivit Jezabel uxor Achab ea quae facta fuerant, et misit ad Heliam dicens: Haec faciant mihi dii, et haec addant, nisi cras ponam animam tuam sicut animam unius eorum (3. Reg. 19. 2.): his auditis, Helias fugit. Ubinam est Helias ille talis tantusque? in proposito enim mihi est ostendere, illum in peccatum incidisse: peccatum dico, non accusans justum, sed salutis materiam procurans, ut cum sanctos illos peccantes videris, et de sua salute non desperantes, sed divinae benignitatis compotes factos, tu etiamsi pecces, salutem admodum speres. Cum dixisset Jezabel, Haec faciant mihi dii, et haec addant, nisi cras ponam animam tuam, ut animam unius ex ipsis (3. Reg. 19. 2), audivit Helias, et fugit itinere dierum quadraginta.
4. A notable fraud of the pagan priests. — Yet Elijah employs wisdom here — why so? What I am about to relate I have beheld with my own eyes. In the altars of idols there are certain apertures in the lower part of the altar, and beneath lies a hidden pit; the artisans of deceit go down into the pit and from below blow fire upward through the apertures to consume the sacrifice, so that many are deceived and suppose the fire to be from heaven. Lest Elijah, therefore, should fall under suspicion of having contrived something of the same sort himself, he poured out water so that the water might prove there was no pit; for wherever water finds a pit, it does not stand still, but runs down. Accordingly he filled the altar and prayed in these words: Hear me, O Lord, by fire today; you have heard me in water, hear me also in fire (1 Kgs. 18:37). And behold, as he called upon him, fire came down at once from heaven and consumed the sacrifice and the stones, and the fire licked up the water. And what did he say to the people? Seize the infamous priests; let none of them escape; and they seized and slew them, four hundred and fifty priests of Baal and four hundred priests of the high places. Jezebel the wife of Ahab heard what had been done and sent to Elijah, saying: So may the gods do to me, and more also, if tomorrow I do not make your life like the life of one of them (1 Kgs. 19:2); hearing this, Elijah fled. Where is that Elijah, so great and so renowned? For it is my purpose to show that he fell into a fault — I speak of his fault not to accuse the righteous man, but to furnish matter for salvation, so that when you see those saints sinning and yet not despairing of their salvation, but made partakers of divine kindness, you too, even if you sin, may earnestly hope for salvation. When Jezebel had said, So may the gods do to me, and more also, if tomorrow I do not make your life as the life of one of them (1 Kgs. 19:2), Elijah heard and fled a journey of forty days.
Notes, col. 733 bis

On the reading

Printed Tripticate, for Triplicate.

PG 50:734 bisRead from the page
O timoris excessum! mulieris vocem audivit, et quadraginta dierum spatio fugit: non uno die, non duobus, non tribus; sed cum primum mulieris sermo venit ad prophetam, prae metu nesciens quid ageret, tantam fugam fecit. Quid hoc est, Helia? tune ille es, qui caelum clausisti, pluviam frenasti, aeri imperasti, ignem ex alto evocasti, sacerdotes interfecisti, regi Achab dixisti, Tu es qui subvertis Israelem, et domus patris tui (3. Reg. 18. 17. et 18); qui dixisti, Vivit Dominus, si erit pluvia, nisi per os meum; qui viduae domum aream et manipulorum copiam effecisti, [qui elementis imperavisti, sermonem meretricis audivisti et fugisti, et una mulier te captivum abducit? Duas arces (Ecclesiae) una fregit muliercula: Petrus puellam veritus est, et ille Jezabel; in eadem peccata prolapsi sunt. Et fugit Helias viam quadraginta dierum. Ubi est zelus tuus, Helia, quando dicebas, Vivit Dominus, si erit pluvia, nisi per os meum? quando Achab regem vituperabas,] quando ignem vocasti? Tanta operatus, et mulieris unius vocem non tulisti? Ubi est illa tua constantia, cum Dominum rogare noluisti, ut pluviam daret terrae? clare enim subindicabat tibi, ac si diceret: Roga pro pluvia, licet ego sine te dare possim, sed nolui, ut quemadmodum malorum conciliator fuisti, ita et bonorum dux et auctor sis. Fecisti enim, Helia, rem inhumanitate plenam; Deus vero ex calamitate misericordia motus erat, quia omnium ipse creator et opifex est; omnium pariter curator est, voluitque inhumanitatem tuam emollire, et tu in illa perseverabas. Dicebat tibi, Novi calamitatem quae accidit, novi matrum fletus, novi puerorum ululatus: video terram, quam feci, deletam, et volo benigne cum illa agere; sed nolo tamen te probro afficere, neque sine tuo nutu pluviam mittere, ne malorum tu causa sis, bonorum vero non item; sed te in honore habeo. O Domini humanitatem benevolentia erga servum superatam! Helias tamen multae erat arrogantiae, quasi impeccabilis: nunc autem in peccatum lapsus ostensus est, Deo permittente ac providente, ut humane habitus, erga alios et ipse non inhumanus esset. Et fugit, inquit, Helias viam dierum quadraginta (3. Reg. 19. 8). Ubinam sunt illa verba, quae cum ad quinquagenarios dixisset, descendit ignis, et illos combussit? Cum igitur declarare vellet Deus, quando miracula ipsa fierent, non Heliam, sed Dei virtutem illa fecisse, vide quid faciat. Quo tempore Deus operabatur, reges, principes et populi cadebant; cum vero Deus abscessit, vel mulier terribilis visa est: abscessit Deus, et humana natura superata est. Attamen cum fugisset Helias diebus quadraginta, venit dormivitque quodam in loco, venitque ad illum Deus, Dominus ad servum; ille, inquam, curator et amans hominum: et quid ait?
Oh, the excess of fear! He heard a woman's voice and fled for the space of forty days — not for one day, not for two, not for three; rather, as soon as the woman's message reached the prophet, not knowing through fear what to do, he undertook so great a flight. What is this, Elijah? Are you the man who shut up heaven, bridled the rain, commanded the air, called down fire from on high, slew the priests, said to King Ahab, It is you who subvert Israel, and your father's house (1 Kgs. 18:17-18); who said, As the Lord lives, there shall not be rain save by my mouth; who made the widow's house a threshing-floor and an abundance of sheaves, [who commanded the elements, yet heard the speech of a harlot and fled, and a single woman leads you off captive? Two citadels of the Church one frail woman shattered: Peter feared a maidservant, and that prophet feared Jezebel; they slipped into the very same faults. And Elijah fled a journey of forty days. Where is your zeal, Elijah, when you said, As the Lord lives, there shall not be rain save by my mouth? when you rebuked King Ahab,] when you called down fire? Having wrought such great deeds, did you not endure the voice of a single woman? Where is that steadfastness of yours, when you refused to ask the Lord to give rain to the earth? For he plainly hinted to you, as though saying: Ask for rain, even though I am able to give it without you, yet I was unwilling, so that just as you were the procurer of ills, so too you might be the leader and author of blessings. For you wrought a deed, Elijah, full of pitilessness; whereas God was moved with compassion at the calamity, because he himself is the Creator and Maker of all, and alike the Guardian of all, and he wished to soften your pitilessness, while you persisted in it. He said to you: I know the calamity that has befallen, I know the weeping of mothers, I know the wailing of children; I behold the earth which I made being destroyed, and I wish to deal kindly with it; yet I am unwilling to put you to shame, or to send rain without your nod, lest you be the cause of ills and yet not of blessings; rather, I hold you in honour. Oh, the loving-kindness of the Lord, surpassed by his goodwill towards his servant! Yet Elijah was of great presumption, as though incapable of sin; now, however, he was shown to have lapsed into a fault by God's permission and providence, so that having been treated humanely, he himself might likewise not be pitiless towards others. And Elijah fled, he says, a journey of forty days (1 Kgs. 19:8). Where are those words which he spoke to the captains of fifty, whereupon fire came down and consumed them? When God therefore wished to make plain that when those miracles took place, it was not Elijah, but the power of God that wrought them, behold what he did. While God was at work, kings, princes, and peoples fell; whereas when God withdrew, even a woman appeared terrible: God withdrew, and human nature was overcome. Nevertheless, after Elijah had fled forty days, he came and slept in a certain place, and God came to him, the Master to his servant — he, I say, the Guardian and Lover of mankind — and what did he say?