Migne Reading Room

PG 50 · cols. 723–724 · Read from the page

Opera Dubia: De S. Basso Martyre (Εἰς τὸν ἅγιον μάρτυρα Βάσσον)

Opera Dubia: De S. Basso Martyre (Εἰς τὸν ἅγιον μάρτυρα Βάσσον)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 50:723Read from the page
παρεῖχον ὑπὲρ αἰχμαλώτων εἰς μάστιγας. Τί δὲ τὸ μεῖζον οὐ λέγω; εἰ μὴ πρᾶος ἤμην, ἄλλων τὸ παθεῖν χρεωστούντων, οὐκ ἂν ὁ μηδὲν ὀφείλων ἐγὼ τὸ τοῦ θανάτου χρέος ὑπὲρ ἐκείνων κατέβαλον. Κατεβαλόμην δὲ ἵνα καὶ τοῖς ἐν ᾅδῃ κάτω κατεχομένοις τῆς καταδίκης διαλύσω τὸ πρόστιμον· οὐ γὰρ μόνον ζώντων εἰμὶ βασιλεὺς, ἀλλὰ καὶ γεκρῶν Δεσπότης. Τούτου χάριν ἑκατέραν ἦλθον τῆς οἰκονομίας ὁδόν. Ἐφάνην ἄνθρωπος, γέγονα καὶ πρὸς ὀλίγον νεκρὸς, ἵνα πᾶσι καὶ τοῖς ὑπὸ γῆν τῆς ἐμῆς ἀφθαρσίας διανείμω τὸ χάρισμα. Δεῦτε, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Γνώμης, οὐ φύσεως ἡ εὐτέλεια· οὐσίαν ἀπρόσιτον ἔχω, διάνοιαν δὲ πρὸς πάντας βαδίζουσαν. Δεῦτε, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, οὐ τῇ ἀξίᾳ· μέτριος τὴν γνώμην, οὐ τὴν ῥώμην ὑπάρχω· διὰ τὴν ῥώμην ἀγγέλοις φοβερός εἰμι, διὰ τὴν γνώμην ἀνθρώποις ταπεινὸς ἐγώ· Δεῦτε, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ. Οὐκ ἀφ' ὧν ὑπάρχω, λαλῶ, ἀλλ' ἀφ' ὧν ἐλεῶ, διαλέγομαι. Ὑπὲρ τὴν ἐξουσίαν φιλῶ τὴν χρηστότητα. Βαπιλεὺς ὁ ταῦτά σοι λέγων εἰμί· μέγεθος ἔστι μοι δυνάμεως, ἀλλ' οὐ καταπλήττω σου τῷ παρόντι μοι δυνατῷ τὴν ἀσθένειαν. Οὐ λέγω, Δεῦτε, μάθετε ἀπ' ἐμοῦ ὅτι Δεσπότης εἰμὶ, ὁ τῆς κτίσεως Κύριος, ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ τὸν οὐρανὸν μετρήσας σπιθαμῇ, καὶ τὴν γῆν κατέχων δρακί· ἀλλὰ, Δεῦτε, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ. Οὕτως εἰμὶ πρᾶος, ἥμαρτες σὺ, καὶ ἐμαστιγώθην ἐγώ· οὕτως ἑκών εἰμι ταπεινὸς, ἦλθον ὁ Δεσπότης ἐλευθερῶσαι τοὺς δουλεύοντας, καὶ αὐτοί με τὸν ἐλευθερωτὴν ἐῤῥάπισαν ὁμοῦ καὶ ἐσταύρωσαν οἱ δουλεύοντες, καὶ πρὸς τούτοις πρὸς τὸν ἐμὸν Πατέρα ὑπὲρ αὐτῶν πρεσβεύων ἔλεγον· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Δεῦτε οὖν, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· δεῦτε, ἱκετεύω δεόμενος, ἱκετεύειν οὐκ αἰσχύνομαι, τοὺς ἐμοὺς δούλους αἱροῦμαι παρακαλεῖν, ἵνα μὴ κολάζειν ἀναγκασθῶ· δεῦτε, μάθετε ἀπ' ἐμοῦ τὸ πρᾶον πρὶν ἢ θεάσησθέ μου τὸ φοβερόν· δεῦτε νῦν, ἰατρεύω, μετὰ βραχὺ λογιστεύω· νῦν φείδομαι, μετὰ μικρὸν ἀποφαίνομαι· νῦν φιλάνθρωπος, μετ' ὀλίγον δικαιοκρίτης φανήσομαι. Δεῦτε, μάθετε, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Ἢ τὸ πρᾶον τιμήσατε, ἢ τὸ δυνατὸν εὐλαβήθητε. Δεῦτε, φθάσατέ μου τὸ πρόσωπον ἐν ἐξομολογήσει· καιρῷ γὰρ τὰ τῆς τοιαύτης παρ' ἐμοῦ διώρισται μετριότητος.
for captives unto scourges. And why do I not state what is greater? Unless I were meek, when others owed it to suffer, I Who owed nothing would not have paid down the debt of death on behalf of them. Yet I paid it down so that even for those held fast below in Hades I might discharge the penalty of condemnation; for not only of the living am I King, but also Master of the dead. For this sake I came by either way of the dispensation. I appeared as man, I became also dead for a little while, so that to all even to those under the earth I might distribute the grace of My incorruption. Come, learn from Me, for I am meek and lowly in heart. Of purpose, not of nature, is the lowliness; I have an unapproachable substance, yet a mind walking towards all. Come, learn from Me, for I am meek, and lowly in heart, not in dignity; moderate in purpose, not in might, do I subsist; on account of might I am fearful to angels, on account of purpose I am lowly to men: Come, learn from Me, for I am meek, and lowly in heart. Not from what I am do I speak, but from what I pity do I converse. Above authority I love kindness. A King am I Who say these things to you; greatness of power is Mine, yet I do not terrify your weakness by the might present with Me. I do not say, Come, learn from Me for I am Master, the Lord of creation, He Who looks upon the earth and makes it tremble, He Who measured the heaven with a span, and holds the earth in a handful; but, Come, learn from Me, for I am meek, and lowly in heart. Thus am I meek: you sinned, and I was scourged; thus willingly am I lowly: I the Master came to set free those in bondage, and they themselves who were in bondage at once slapped Me the Liberator and crucified Me, and besides these things, interceding with My Father on their behalf, I said: Father, forgive them; for they know not what they do. Come therefore, learn from Me, for I am meek and lowly in heart; come, I supplicate beseeching, I am not ashamed to supplicate, I choose to exhort My own slaves, lest I be compelled to punish; come, learn from Me My meekness before you behold what is fearful in Me; come now, I heal, after a brief while I reckon accounts; now I spare, after a little I pronounce sentence; now a Lover of mankind, soon I shall appear a righteous Judge. Come, learn, for I am meek and lowly in heart. Either honour the meekness, or revere the might. Come, come before My face in confession; for by season have the matters of such moderation from Me been bounded.
γʹ. Ὁ παρὼν μόνος ἐστὶ βίος τῆς ἐμῆς μακροθυμίας ἐπίδειξις· ἥξει καιρὸς, ὅτε ταύτης μου τῆς χρηστότητος ἡ θύρα κλεισθήσεται· ἥξει καιρὸς, ὅτε δάκρυον τῶν ἁμαρτωλῶν οὐκ ὠφελήσει σταζόμενον· ἥξει καιρὸς, ὅτε σάλπιγγες πανταχόθεν κτυποῦσαι τὴν δευτέραν μου παρουσίαν δηλοῦσιν, ὅτε τὴν γῆν ὅλην διατρέχοντες ἄγγελοι τῶν νεκρῶν τὰς μυριάδας παριστῶσιν εἰς κρίσιν, ὅτε μοι βῆμα τεθῇ, καὶ ταῖς ἄνω δυνάμεσιν ἐπιβῶ, ὅτε ἀρχαὶ καὶ ἐξουσίαι δορυφοροῦσιν ἐρχόμενον, ὅτε μου τῆς βασιλείας οἱ φωστῆρες τὸν πάντα καταλάμπουσι κόσμον, ὅτε βίβλοι τῶν ἑκάστῳ βεβιωμένων ἀνοίγονται, ὅτε νόμων ἀκρίβεια, καὶ δαιμόνων ἀκριβὲς λογοθέσιον, ὅτε ὁ κρινόμενος
3. The present life alone is a display of My long-suffering; a season will come, when the door of this My kindness will be shut; a season will come, when the dropping tear of sinners will not profit; a season will come, when trumpets sounding from every side show forth My second coming, when angels running through the whole earth present the myriads of the dead unto judgement, when a judgement-seat is set for Me, and I mount upon the powers above, when principalities and authorities escort Me as I come, when the luminaries of My kingdom illumine the whole world, when the books of the things lived by each are opened, when exactness of laws and an exact reckoning of demons, when he who is judged
Notes, col. 723

On the reading

Printed γεκρῶν, for νεκρῶν.

Printed Βαπιλεὺς, for Βασιλεὺς.

PG 50:724Read from the page
ἵσταται, μόνα ἔχων αὐτῷ παρεστῶτα τὰ ἔργα, ὅτε λογισμοὶ κατηγοροῦσι, καὶ ἐλέγχει συνείδησις, ὅτε πνεύματα πονηρὰ τοῖς τοῦ δικάζοντος προσέχοντα ῥήμασιν, ὅτε κάμινος τοῦ κριτοῦ περιμένουσα τὴν ἀπόφασιν, ὅτε τὸ, Ἐλέησον, ῥῆμα τῷ βοῶντι λοιπὸν ἀνωφέλητον. Δεῦτε οὖν, πρὶν ἀποκλείσω μου τὰς θύρας τῶν οἰκτιρμῶν, πρὶν φθάσῃ λυθῆναι τῆς ζωῆς ἡ πανήγυρις, πρὶν παρέλθῃ τοῦ βίου τὸ θέατρον· ἐπὶ θύραις γὰρ ἡ προθεσμία τοῦ τέλους. Δεῦτε πρὶν ἄρξωμαι κρίνειν· ἂν γὰρ φθάσω καθίσας δικάζειν, οὐκέτι χαρίζομαι. Διὰ ταῦτα κατάδηλον ἐποιησάμην τὸ τῶν μωρῶν παρθένων ὑπόδειγμα, ὧν αἱ λαμπάδες τῆς ζωῆς μὴ ἔχουσαι δικαιοσύνης ἔλαιον ἀπεσβέσθησαν, καὶ ὅπως ἀπεκλείσθησαν αὐταῖς τοῦ νυμφῶνος αἱ θύραι, ὅπως τε κρουούσαις ἀντέλεγον ἔνδοθεν, Οὐκ οἶδα ὑμᾶς τὴν πρὸς τοὺς ἁμαρτωλοὺς ἐν τῇ κρίσει φωνὴν αἰνιττόμενος. Εἰ ἐδιδάχθημεν τοιγαροῦν, ἀδελφοὶ, ἐκ τῶν τοῦ Σωτῆρος λόγων Δεσποτικὴν ἀγαθότητα, μὴ καταφρονήσωμεν δικαστοῦ πρὸ τῆς κρίσεως φθεγγομένου φιλάνθρωπα, μὴ ἀπολέσωμεν μεταμελείας καιρόν· ἀγαθαῖς πράξεσι καὶ ἐλεημοσύναις τὰς ἑαυτῶν ψυχὰς ἀμφιάσωμεν· ἕκαστος ἡμῶν ἤδη πραγματευσάσθω τὰ πρὸς τὴν αἰώνιον ζωὴν ἐπιτήδεια, τῶν χαλεπῶν πράξεων ἑαυτοὺς ἀποστήσωμεν. Ἐὰν γὰρ ἡμεῖς τὴν πίστιν ἀσάλευτον ἐν ἀγαθοῖς ἔργοις φυλάξωμεν, ἔσται σὺν ἡμῖν καὶ ἡ κτίσις ἀσάλευτος. Σωφροσύνῃ κοσμήσωμεν τὰς ψυχὰς ἡμῶν, καὶ τῆς καθαρᾶς πίστεως τὸν ἀτίμητον μαργαρίτην βεβαίως ἐπικτησώμεθα· πρὶν ὁ χρόνος τῆς ζωῆς σβεσθῇ τῆς ἡμετέρας, πρὶν τὸ σχῆμα τοῦ κόσμου, καὶ τὸ ἄνθος τῆς δόξης, καὶ πάντα τὰ τῆς ὕλης τερπνὰ διαφθαρήσηται, τὸν ἀδέκαστον κριτὴν θεραπεύσωμεν. Αὐτὸς γάρ ἐστιν ὁ λέγων· Ζῶ ἐγὼ, λέγει Κύριος, οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Εἰ ἐφίετο τιμωρεῖσθαι τὸν ἁμαρτωλὸν, ἐσιώπα· ἐλεεῖν θέλει, διὰ τοῦτο παρακαλεῖ· φείδεται, διὰ τοῦτο προτρέπεται· φοβεῖ σε τῷ προειπεῖν, ἵνα τοῦ κινδύνου προαναστείλῃ τὴν πεῖραν. Θεὸς γὰρ ἀπειλῶν μὲν σώζειν βούλεται, σιωπῶν δὲ προαιρεῖται κολάζειν. Ἔχομεν ἀπὸ τῶν πραγμάτων τὴν μάθησιν. Ἠπείλησεν ἐπὶ Νινευϊτῶν, καὶ ἐφείσατο· ἐσίγησεν ἐπὶ Σοδομιτῶν, καὶ ἐκόλασεν· ατεφάνους ηὐτρέπισεν, ἐὰν μὴ καθ' ἑαυτῶν βασάνους ἐνέγκωμεν. Θέλει ἀργῆσαι τὴν γέενναν, θέλει τοῦ σκότους τὸ δεσμωτήριον κλεῖσαι, θέλει πᾶσαν αὐτοῦ τὴν ὀργὴν μόνῳ τῷ διαβόλῳ φυλάττεσθαι, θέλει καθίσαι κριτὴς, οὐχ ἵνα κολάζῃ τινὰς, ἀλλ' ἵνα στεφανώσῃ πάντας. Ἔχοντες τοίνυν τοιοῦτον Δεσπότην, ἁρπάσωμεν φωνὴν ἀγαθότητος γέμουσαν, ὑπακούσωμεν λέγοντι· Δεῦτε, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, ἵνα καὶ τῆς εὐκταίας ἐκείνης καὶ μακαρίας φωνῆς ἀξιωθῶμεν ἀκοῦσαι τῆς λεγούσης· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν· ἧς πάντες ἐν ἀπο-
stands, having his works alone standing beside him, when thoughts accuse, and conscience convicts, when wicked spirits give heed to the words of Him Who judges, when the furnace awaits the sentence of the Judge, when the word, Have mercy, is henceforth unprofitable to him who cries out. Come therefore, before I shut up My doors of compassions, before the festival of life is already dissolved, before the theatre of this life passes by; for the appointed term of the end is at the doors. Come before I begin to judge; for if I once sit down to judge, I no longer grant favour. On account of these things I made manifest the example of the foolish virgins, whose lamps of life, not having the oil of righteousness, were quenched, and how the doors of the bridal chamber were shut to them, and how as they knocked I answered from within, I know you not, intimating the voice towards sinners in the judgement. If then we have been taught, brethren, from the words of the Saviour the Master's goodness, let us not despise a Judge Who before the judgement utters humane things, let us not lose the season of repentance; with good deeds and almsgivings let us clothe our own souls; let each of us already traffic in the things suitable towards eternal life, let us withdraw ourselves from grievous deeds. For if we guard our faith unshaken in good works, the creation also will be unshaken with us. With sobriety let us adorn our souls, and let us surely acquire besides the priceless pearl of pure faith; before the time of our life is quenched, before the fashion of the world, and the flower of glory, and all the pleasant things of matter are corrupted, let us win the favour of the incorruptible Judge. For He Himself is the One Who says: As I live, saith the Lord, I do not wish the death of the sinner, so much as that he should turn and live. If He desired to punish the sinner, He would keep silence; He wishes to have mercy, on this account He exhorts; He spares, on this account He urges on; He frightens you by foretelling, so that He may check beforehand the trial of the danger. For God when threatening indeed wishes to save, whereas when keeping silence He chooses to punish. We have the lesson from events. He threatened the Ninevites, and He spared; He kept silence upon the Sodomites, and He punished; He prepared crowns, unless we bring torments against ourselves. He wishes Gehenna to be idle, He wishes to shut the prison of darkness, He wishes all His wrath to be kept for the devil alone, He wishes to sit as Judge, not that He may punish some, but that He may crown all. Having therefore such a Master, let us seize a voice teeming with goodness, let us obey Him Who says: Come, learn from Me, for I am meek and lowly in heart, so that we may also be counted worthy to hear that wished-for and blessed voice which says: Come, ye blessed of My Father, inherit the kingdom prepared for you; of which may we all in
Notes, col. 724

On the reading

Printed ατεφάνους, for στεφάνους.