παρεῖχον ὑπὲρ αἰχμαλώτων εἰς μάστιγας. Τί δὲ τὸ μεῖζον οὐ λέγω; εἰ μὴ πρᾶος ἤμην, ἄλλων τὸ παθεῖν χρεωστούντων, οὐκ ἂν ὁ μηδὲν ὀφείλων ἐγὼ τὸ τοῦ θανάτου χρέος ὑπὲρ ἐκείνων κατέβαλον. Κατεβαλόμην δὲ ἵνα καὶ τοῖς ἐν ᾅδῃ κάτω κατεχομένοις τῆς καταδίκης διαλύσω τὸ πρόστιμον· οὐ γὰρ μόνον ζώντων εἰμὶ βασιλεὺς, ἀλλὰ καὶ γεκρῶν Δεσπότης. Τούτου χάριν ἑκατέραν ἦλθον τῆς οἰκονομίας ὁδόν. Ἐφάνην ἄνθρωπος, γέγονα καὶ πρὸς ὀλίγον νεκρὸς, ἵνα πᾶσι καὶ τοῖς ὑπὸ γῆν τῆς ἐμῆς ἀφθαρσίας διανείμω τὸ χάρισμα. Δεῦτε, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Γνώμης, οὐ φύσεως ἡ εὐτέλεια· οὐσίαν ἀπρόσιτον ἔχω, διάνοιαν δὲ πρὸς πάντας βαδίζουσαν. Δεῦτε, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, οὐ τῇ ἀξίᾳ· μέτριος τὴν γνώμην, οὐ τὴν ῥώμην ὑπάρχω· διὰ τὴν ῥώμην ἀγγέλοις φοβερός εἰμι, διὰ τὴν γνώμην ἀνθρώποις ταπεινὸς ἐγώ· Δεῦτε, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ. Οὐκ ἀφ' ὧν ὑπάρχω, λαλῶ, ἀλλ' ἀφ' ὧν ἐλεῶ, διαλέγομαι. Ὑπὲρ τὴν ἐξουσίαν φιλῶ τὴν χρηστότητα. Βαπιλεὺς ὁ ταῦτά σοι λέγων εἰμί· μέγεθος ἔστι μοι δυνάμεως, ἀλλ' οὐ καταπλήττω σου τῷ παρόντι μοι δυνατῷ τὴν ἀσθένειαν. Οὐ λέγω, Δεῦτε, μάθετε ἀπ' ἐμοῦ ὅτι Δεσπότης εἰμὶ, ὁ τῆς κτίσεως Κύριος, ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ τὸν οὐρανὸν μετρήσας σπιθαμῇ, καὶ τὴν γῆν κατέχων δρακί· ἀλλὰ, Δεῦτε, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ. Οὕτως εἰμὶ πρᾶος, ἥμαρτες σὺ, καὶ ἐμαστιγώθην ἐγώ· οὕτως ἑκών εἰμι ταπεινὸς, ἦλθον ὁ Δεσπότης ἐλευθερῶσαι τοὺς δουλεύοντας, καὶ αὐτοί με τὸν ἐλευθερωτὴν ἐῤῥάπισαν ὁμοῦ καὶ ἐσταύρωσαν οἱ δουλεύοντες, καὶ πρὸς τούτοις πρὸς τὸν ἐμὸν Πατέρα ὑπὲρ αὐτῶν πρεσβεύων ἔλεγον· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Δεῦτε οὖν, μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· δεῦτε, ἱκετεύω δεόμενος, ἱκετεύειν οὐκ αἰσχύνομαι, τοὺς ἐμοὺς δούλους αἱροῦμαι παρακαλεῖν, ἵνα μὴ κολάζειν ἀναγκασθῶ· δεῦτε, μάθετε ἀπ' ἐμοῦ τὸ πρᾶον πρὶν ἢ θεάσησθέ μου τὸ φοβερόν· δεῦτε νῦν, ἰατρεύω, μετὰ βραχὺ λογιστεύω· νῦν φείδομαι, μετὰ μικρὸν ἀποφαίνομαι· νῦν φιλάνθρωπος, μετ' ὀλίγον δικαιοκρίτης φανήσομαι. Δεῦτε, μάθετε, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Ἢ τὸ πρᾶον τιμήσατε, ἢ τὸ δυνατὸν εὐλαβήθητε. Δεῦτε, φθάσατέ μου τὸ πρόσωπον ἐν ἐξομολογήσει· καιρῷ γὰρ τὰ τῆς τοιαύτης παρ' ἐμοῦ διώρισται μετριότητος.
for captives unto scourges. And why do I not state what is greater? Unless I were meek, when others owed it to suffer, I Who owed nothing would not have paid down the debt of death on behalf of them. Yet I paid it down so that even for those held fast below in Hades I might discharge the penalty of condemnation; for not only of the living am I King, but also Master of the dead. For this sake I came by either way of the dispensation. I appeared as man, I became also dead for a little while, so that to all even to those under the earth I might distribute the grace of My incorruption. Come, learn from Me, for I am meek and lowly in heart. Of purpose, not of nature, is the lowliness; I have an unapproachable substance, yet a mind walking towards all. Come, learn from Me, for I am meek, and lowly in heart, not in dignity; moderate in purpose, not in might, do I subsist; on account of might I am fearful to angels, on account of purpose I am lowly to men: Come, learn from Me, for I am meek, and lowly in heart. Not from what I am do I speak, but from what I pity do I converse. Above authority I love kindness. A King am I Who say these things to you; greatness of power is Mine, yet I do not terrify your weakness by the might present with Me. I do not say, Come, learn from Me for I am Master, the Lord of creation, He Who looks upon the earth and makes it tremble, He Who measured the heaven with a span, and holds the earth in a handful; but, Come, learn from Me, for I am meek, and lowly in heart. Thus am I meek: you sinned, and I was scourged; thus willingly am I lowly: I the Master came to set free those in bondage, and they themselves who were in bondage at once slapped Me the Liberator and crucified Me, and besides these things, interceding with My Father on their behalf, I said: Father, forgive them; for they know not what they do. Come therefore, learn from Me, for I am meek and lowly in heart; come, I supplicate beseeching, I am not ashamed to supplicate, I choose to exhort My own slaves, lest I be compelled to punish; come, learn from Me My meekness before you behold what is fearful in Me; come now, I heal, after a brief while I reckon accounts; now I spare, after a little I pronounce sentence; now a Lover of mankind, soon I shall appear a righteous Judge. Come, learn, for I am meek and lowly in heart. Either honour the meekness, or revere the might. Come, come before My face in confession; for by season have the matters of such moderation from Me been bounded.
γʹ. Ὁ παρὼν μόνος ἐστὶ βίος τῆς ἐμῆς μακροθυμίας ἐπίδειξις· ἥξει καιρὸς, ὅτε ταύτης μου τῆς χρηστότητος ἡ θύρα κλεισθήσεται· ἥξει καιρὸς, ὅτε δάκρυον τῶν ἁμαρτωλῶν οὐκ ὠφελήσει σταζόμενον· ἥξει καιρὸς, ὅτε σάλπιγγες πανταχόθεν κτυποῦσαι τὴν δευτέραν μου παρουσίαν δηλοῦσιν, ὅτε τὴν γῆν ὅλην διατρέχοντες ἄγγελοι τῶν νεκρῶν τὰς μυριάδας παριστῶσιν εἰς κρίσιν, ὅτε μοι βῆμα τεθῇ, καὶ ταῖς ἄνω δυνάμεσιν ἐπιβῶ, ὅτε ἀρχαὶ καὶ ἐξουσίαι δορυφοροῦσιν ἐρχόμενον, ὅτε μου τῆς βασιλείας οἱ φωστῆρες τὸν πάντα καταλάμπουσι κόσμον, ὅτε βίβλοι τῶν ἑκάστῳ βεβιωμένων ἀνοίγονται, ὅτε νόμων ἀκρίβεια, καὶ δαιμόνων ἀκριβὲς λογοθέσιον, ὅτε ὁ κρινόμενος
3. The present life alone is a display of My long-suffering; a season will come, when the door of this My kindness will be shut; a season will come, when the dropping tear of sinners will not profit; a season will come, when trumpets sounding from every side show forth My second coming, when angels running through the whole earth present the myriads of the dead unto judgement, when a judgement-seat is set for Me, and I mount upon the powers above, when principalities and authorities escort Me as I come, when the luminaries of My kingdom illumine the whole world, when the books of the things lived by each are opened, when exactness of laws and an exact reckoning of demons, when he who is judged