Migne Reading Room

PG 50 · cols. 717–718 bis · Read from the page

In Proditionem Judae Homilia (Εἰς τὴν προδοσίαν τοῦ Ἰούδα)

In Proditionem Judae Homilia (Εἰς τὴν προδοσίαν τοῦ Ἰούδα)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 50:717Read from the page
παροῦσαν πανήγυριν· ἡ μὲν γὰρ πανήγυρις πρὸς κατηγορίαν τοῦ Ἰούδα τὴν ἐμὴν γλῶσσαν κινεῖ, ἡ δὲ φιλανθρωπία τοῦ Σωτῆρος ἐπιστρέφει μου τὸ στόμα πρὸς αὐτήν. Καὶ δύο τούτοις συνέχομαι, μίσει προδότου, πόθῳ Δεσπότου· νικᾷ δὲ πόθος τὸ μῖσος, μείζων ὑπάρχων καὶ δυνατώτερος. Διὸ τὸν προδότην καταλιπὼν τὸν εὐεργέτην ὑμνῶ, οὐχ ὅσον ἐστὶν ἄξιος, ἀλλ' ὅσον εἰμὶ δυνατὸς ἀνυμνῶ. Πῶς ἔκλινεν οὐρανοὺς καὶ κατέβη πρὸς τὴν γῆν; πῶς ὁ πᾶσαν κτίσιν πληρῶν ἦλθε πρός με, γενόμενος δι' ἐμὲ, κατ' ἐμέ; πῶς ὃν ᾔδει προδότην ἐσόμενον τοῦτον ἔλαβεν μαθητὴν, καὶ τὸν πολέμιον ὡς φίλον ἐνεκελεύσατο ἀκολουθεῖν αὐτῷ; πῶς οὐκ ἔμελεν αὐτῷ περὶ τῆς προδοσίας, ἀλλὰ περὶ τῆς τοῦ προδιδόντος σωτηρίας ἐφρόντιζεν; Ὀψίας γὰρ, φησὶ, γενομένης, ἀνέκειτο ὁ Ἰησοῦς μετὰ τῶν δώδεκα μαθητῶν αὐτοῦ, καὶ ἐσθιόντων αὐτῶν εἶπεν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. Προεῖπεν τὴν προδοσίαν, ἵνα κωλύσῃ τὸ παρανόμημα· ἀπρόσωπον τὴν πρόῤῥησιν ἐποιήσατο μὴ δυναμένην θριαμβεῦσαι τοῦ μαθητοῦ τὴν παρανομίαν τοὺς συνανακειμένους λανθάνουσαν. Τίς Δεσπότου τοιαύτην φιλανθρωπίαν ἐθεάσατο; Καὶ προδίδοται καὶ τὸν προδότην φιλεῖ. Τίς καταφρονεῖται καὶ ἐλεεῖ; πιπράσκεται καὶ λαμβάνει τὸν κακὸν ἔμπορον ὁμοτράπεζον, καὶ τοῦ ἐπιβουλεύσαντος φείδεται; Καὶ ἐσθιόντων αὐτῶν εἶπεν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. Ὡς ἄνθρωπος ἤσθιεν, καὶ ὡς Θεὸς τὸ μέλλον ἐφώνει· τὰ τῇ ἐμῇ φύσει πρέποντα μετέρχεται δι' ἐμέ. Πάντων δὲ των μαθητῶν πληγέντων ὑπὸ τοῦ ῥήματος, καὶ τὰς ἑαυτῶν συνειδήσεις μαστιζόντων δεινῶς, καὶ τὸν τοῦ δείπνου καιρὸν ποιουμένων ἀθυμίας καιρὸν, ἑκάστου λέγοντος, Μήτι ἐγώ εἰμι, Κύριε; καὶ βουλομένων τῷ διὰ τῆς ἐρωτήσεως ῥήματι τὴν ἀμεριμνίαν τῆς κακῆς ὑπονοίας εὑρεῖν, θεραπεύων τὰς τῶν ἀκαίρως πληττομένων ψυχὰς ὁ Σωτὴρ, φανερὸν τὸν ἀγνοούμενον διὰ τῆς ἀποκρίσεως καθίστησιν· Ὁ ἐμβάψας μετ' ἐμοῦ, φησὶν, τὴν χεῖρα ἐν τῷ τρυβλίῳ, οὗτός με παραδώσει· καὶ ὁ μὲν Υἱὸς τοῦ ἀνθρώπου ὑπάγει, καθὼς γέγραπται περὶ αὐτοῦ. Οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι' ὃν ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. Ἐλεεῖ τὸν ἑαυτοῦ ἐλεεῖν μὴ ἐθέλοντα, φείδεται τοῦ μὴ φεισαμένου τῆς οἰκείας ψυχῆς. Παρῃτεῖτο γυμνῶσαι τὸν ἑαυτὸν πάλαι γυμνώσαντα, κἀκείνῳ καιρὸν μετανοίας διδοὺς, καὶ τοὺς λοιποὺς μαθητὰς ἀθυμοῦντας ἰώμενος· ἀλλ' οὐδὲν ἐκ τούτων βελτίων ὁ προδότης ἐγένετο. Δέον γὰρ ἦν αὐτῷ εὐθέως ἐξαναστῆναι τοῦ δείπνου μετ' ἐκεῖνα τὰ φρικωδέστατα ῥήματα, δέον τοὺς συμμαθητὰς παραλαβεῖν πρεσβευτὰς, δέον περιπλακῆναι τοῖς γόνασι τοῦ Σωτῆρος, καὶ τοιούτοις αὐτὸν ἐκμειλίξασθαι ῥήμασιν. Ἥμαρτον, φιλάνθρωπε, ἥμαρτον, ἠνόμησα, τοῖς ἀνθρώποις πωλήσας ὀλίγου τιμήματος τὸν ἀτίμητον μαργαρίτην, ἠνόμησα τὸν ἀδαπάνητον πλοῦτον ὀλίγων χρημάτων προϊέμενος. Συγχώρησόν μοι τῷ τῆς ζημίας καὶ τῆς ἀπωλείας ἐμπόρῳ, συγχώρησόν μοι τῷ παρὰ τοῦ χρυσοῦ κλαπέντι τὸν λογισμόν· σύγγνωθι τῷ παρὰ τῶν Φαρισαίων ἐξαπατηθέντι κακῶς. Τούτων μὲν τῶν ῥημάτων οὐκ εἶπεν οὐδὲν, οὔτε ἐνενόησεν, διὰ δὲ ταχυτέρας φωνῆς ἐδήλου τὴν τῆς ψυχῆς ἰταμότητα βοῶν· Μήτι ἐγώ εἰμι, Κύριε; Ὢ γλώττης ἀναιδοῦς! ὢ ψυχῆς ἀτεράμονος! Ὡς ἀγνοῶν ἐρωτᾷ περὶ ὧν ἡ μελέτη, καὶ λανθάνειν ἐνόμιζεν τὸν ἀκοίμητον ὀφθαλμόν. Ἐπὶ τῆς ψυχῆς τὸν δόλον ἐβάσταζεν, καὶ διὰ
present festival; for the festival stirs my tongue to the accusation of Judas, whereas the loving-kindness of the Saviour turns my mouth back towards itself. And by these two things I am held fast: hatred of a traitor, longing for the Master; yet longing conquers hatred, being greater and more powerful. Wherefore, leaving the traitor aside, I hymn the Benefactor — not so much as He is worthy, but so much as I am able I hymn Him. How did He bow the heavens and come down to the earth? How did He Who fills all creation come to me, having become for my sake according to my likeness? How did He take as a disciple this man whom He knew would be a traitor, and bid His foe follow Him as a friend? How did He take no care for the betrayal, but took thought for the salvation of him who betrayed Him? For when evening had come, it says, Jesus was reclining at table with His twelve disciples, and as they were eating He said: Amen, amen I say to you, that one of you will betray Me. He foretold the betrayal in order to hinder the transgression; He made the prediction impersonal, unable to expose in triumph the disciple's transgression which lay hidden from those reclining with Him. Who has beheld such loving-kindness in a Master? He is both betrayed and loves the traitor. Who is despised and yet shows mercy; is sold and yet receives the wicked merchant as a table-companion, and spares him who plotted against Him? And as they were eating He said: Amen, amen I say to you that one of you will betray Me. As man He ate, and as God He uttered what was to come; the things befitting my nature He undergoes for my sake. And when all the disciples were struck by the word, and were scourging their own consciences dreadfully, and making the season of supper a season of despondency, each one saying, Surely it is not I, Lord? and wishing by the word of inquiry to find freedom from the anxiety of wicked suspicion, the Saviour, healing the souls of those unseasonably stricken, renders manifest through His answer him who was unknown: He who dipped his hand with Me in the dish, He says, this man will betray Me; and the Son of Man indeed goes His way, even as it is written concerning Him; but woe to that man through whom the Son of Man is betrayed; it were good for him if that man had not been born. He shows mercy to him who is unwilling to show mercy to himself; He spares him who did not spare his own soul. He declined to strip naked him who had long before stripped himself naked, both giving him a season for repentance and healing the remaining disciples in their despondency; yet from these things the traitor became no whit better. For he ought straightway to have risen up from the supper after those most awful words, he ought to have taken his fellow disciples as ambassadors, he ought to have clasped the knees of the Saviour, and appeased Him with such words as these: I have sinned, O Lover of mankind, I have sinned, I have acted lawlessly, selling to men for a small price the priceless pearl; I have acted lawlessly, flinging away the inexhaustible wealth for a little money. Forgive me, the merchant of loss and perdition; forgive me, whose reasoning was stolen away by gold; pardon him who was wickedly deceived by the Pharisees. Of these words he spoke none, nor even thought them, but with a hastier voice he manifested the effrontery of his soul, crying out: Surely it is not I, Lord? O shameless tongue! O obdurate soul! As though ignorant he asks concerning what he was plotting, and supposed that he escaped the sleepless eye. Upon his soul he carried deceit, and with
Notes, col. 717

On the reading

Printed των, for τῶν.

PG 50:718Read from the page
τῆς γλώττης τὸν τῆς ἀγνοίας λόγον προέφερεν· τῇ διανοίᾳ τὴν προδοσίαν κατειργάσατο, καὶ τῷ στόματι, ὡς ἐνόμισε, τὴν ἁμαρτίαν ἔκρυπτεν. Τοῖς ῥήμασιν ὁμοίως τοῖς ἄλλοις μαθηταῖς ἐχρήσάτο, ὁμοίῳ τρόπῳ μὴ χρώμενος· λύκος ὢν τῇ γνώμῃ, ἀπεκρίνατο τῇ τῶν προβάτων φωνῇ. Τί οὖν πρὸς αὐτὸν ὁ Σωτήρ; Σὺ εἶπας, Μακροθύμῳ φωνῇ διήλεγξεν τοῦ πονηροῦ τὴν σκηνήν. Ἠδύνατο μὲν γὰρ εἰπεῖν πρὸς αὐτόν· Τί λέγεις, βδελυρὲ καὶ πονηρέ; τί λέγεις, δοῦλε χρημάτων καὶ τοῦ διαβόλου γνήσιε κοινωνέ; τολμᾷς ἄγνοιαν ὑποκρίνεσθαι; τολμᾷς κρύπτειν τὰ κρύπτεσθαι μὴ δυνάμενα; μὴ γὰρ οὐ παρήμην κακουργοῦντί σοι τῇ θεότητι; μὴ γὰρ οὐκ εἶδόν σε τῷ τῆς θεότητος ὀφθαλμῷ προσιόντα τοῖς ἀρχιερεῦσιν; μὴ γὰρ οὐκ ἤκουον ἀπὼν λέγοντός σου, Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; μὴ γὰρ οὐκ οἶδα καὶ πόσου πέπρακας; Τί οὖν; μετὰ τὸν ἔλεγχον οὕτως ἀναισχυντεῖς; τί σκέπειν φιλονεικεῖς ἃ βούλει πράττειν; ἐμοὶ γυμνὰ τὰ πάντα. Οὕτως ἀποκριθῆναι δυνάμενος ὁ Χριστὸς οὐχ οὕτως ἐφθέγξατο, ἀλλ' ἁπλῶς καὶ ἀνεξικάκως καὶ πράως· Σὺ εἶπας· διδάσκων ἡμᾶς τοῖς ἐχθροῖς ἡμῶν οὕτω προσφέρεσθαι. Ὅμως, μετὰ τοσαύτην περιοδείαν, ἔμεινεν Ἰούδας νοσῶν, ἀλλ' οὐ παρὰ τὴν τοῦ ἰατροῦ ἀμέλειαν, ἀλλὰ παρὰ τὴν τοῦ κάμνοντος. Ὁ μὲν γὰρ προσήγαγε πάντα τὰ τῆς σωτηρίας φάρμακα, ὁ δὲ ταύτα οὐκ ἠθέλησε δέξασθαι, ἀλλὰ μόνην τὴν φιλαργυρίαν εἰδὼς, ἠγάπησε μᾶλλον τὸν χρυσὸν ἢ τὸν Χριστὸν, καὶ γέγονε περὶ τοὺς μισθωσαμένους εὔνους τε καὶ πιστός. Καὶ προσελθὼν Ἰούδας εἶπε τῷ Χριστῷ· Χαῖρε, Ῥαββὶ, καὶ κατεφίλησεν αὐτόν. Ξένος οὗτος προδοσίας τρόπος, ἀπὸ φιλήματος καὶ προσηγορίας ἐρχόμενος. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἑταῖρε, ἐφ' ᾧ πάρει; τί μοι χαίρειν ἐπιτάττεις, λυπεῖν προαιρούμενος; τί τῷ ῥήματι θεραπεύεις, πλήττων τῷ πράγματι; καλεῖς διδάσκαλον, μὴ ὢν μαθητής; τί παρατιτρώσκεις τῆς ἀγάπης τὰ δίκαια; τί σημεῖον προδοσίας ποιεῖς τῆς εἰρήνης τὸ σύμβολον; τίνα μιμησάμενος τοῦτο πεποίηκας; Οὕτως εἶδες πρώην τὴν πόρνην φιλοῦσάν μου τοὺς πόδας; οὕτως ἐθεάσω γονυπετοῦντα τὸν ἑκατόνταρχον; οὕτως εἶδες τοὺς δαίμονας ὑποπίπτοντας; Οἶδα τίς σου τοῦ δολεροῦ φιλήματος ὑπέδειξε τὴν ὁδόν· ὁ διάβολος τῆς περιπτύξεως ταύτης τὸν τρόπον ὑπέθετό σοι, σὺ δὲ κακῷ συμβούλῳ πεισθεὶς, ἐκείνου τὸ βούλημα πληροῖς. Ἑταῖρε, ἐφ' ᾧ πάρει; πλήρωσον τὰς κακὰς συνθήκας ἃς πρὸς τοὺς Φαρισαίους πεποίησαι· συντέλεσον τὸ γραμματεῖον τῆς πράσεως· ὑπόγραψον ὅπερ ὑπηγόρευσας· παράδος τὸν παραδοθῆναι βουλόμενον· κτῆσαι λοιπὸν μετὰ τοῦ γλωσσοκόμου καὶ τὸ τῆς ἀδικίας βαλάντιον· ὑποχώρησον τῷ λῃστῇ μέλλοντι διὰ τῆς ὁμολογίας λαμβάνειν τὴν τάξιν, ἣν σοι διὰ προδοσίας ἀπώλεσας. Τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν, καὶ ἐκράτησαν αὐτόν. Καὶ τὸ προφητικὸν ἐκεῖνο λόγιον πέρας ἐλάμβανεν· Ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον, καὶ ἐξεκαύθησαν ὡς πῦρ ἐν ἀκάνθαις· καὶ πάλιν, Ἐκύκλωσάν με κύνες πολλοὶ, ταῦροι πίονες περιέσχον με. Ἀλλ' ὢ τῆς ἀνεξικακίας τῆς μόνῳ πρεπούσης αὐτῷ! ἐν οὐρανῷ τὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ μὴ τολμῶντα προσβλέπειν τὴν ὑπερβάλλουσαν δόξαν, αὐτῶν ταῖς πτέρυξι καθάπερ χερσὶ καλύπτει τὰ πρόσωπα, καὶ ἐπὶ τῆς γῆς τῆς σαρκὸς αὐτου κατεχομένης ὑπὸ χειρῶν ἀνόμων, ἠνείχετο. Εἴδετε ποίου μακροθύμου καὶ φιλανθρώπου Δεσπότου καθεστήκατε δοῦλοι; Γίνεσθε οὖν τοιοῦτοι περὶ τοὺς
his tongue he brought forth the word of ignorance; in his mind he wrought out the betrayal, and with his mouth, as he supposed, he hid the sin. He used words in like manner with the other disciples, though not using a like manner of life; being a wolf in purpose, he answered with the voice of sheep. What then did the Saviour say to him? You have said it: with a long-suffering voice He exposed the evil man's stage-play. For He could indeed have said to him: What do you say, O abominable and wicked one? What do you say, slave of money and true partner of the devil? Do you dare to feign ignorance? Do you dare to hide things that cannot be hidden? Was I not present in My Godhead while you were working malice? Did I not see you with the eye of My Godhead approaching the chief priests? Did I not hear you though absent as you said, What are you willing to give me, and I will betray Him to you? Do I not know also for how much you have sold Me? What then? After reproof are you thus shameless? Why do you strive contentiously to cover what you wish to do? To Me all things are naked. Though able to answer thus, Christ did not utter speech thus, but simply and forbearingly and meekly: You have said it — teaching us so to comport ourselves towards our enemies. Nevertheless, after so great medical care, Judas remained sick, yet not through the negligence of the physician, but through that of the patient. For the One applied all the medicines of salvation, whereas the other was unwilling to receive these things, but knowing only love of money, loved gold more than Christ, and proved himself well-disposed and faithful towards those who had hired him. And approaching, Judas said to Christ: Hail, Rabbi, and tenderly kissed Him. Strange is this manner of betrayal, proceeding from a kiss and a salutation. And Jesus said to him: Comrade, for what are you here? Why do you bid Me rejoice, while purposing to grieve Me? Why do you heal in word, while striking in deed? Do you call Me Teacher, though not a disciple? Why do you wound the rights of love? Why do you make the symbol of peace a sign of betrayal? Imitating whom have you done this? Was it thus that of late you saw the harlot kissing My feet? Was it thus that you beheld the centurion falling on his knees? Was it thus that you saw the demons crouching in submission? I know who pointed out to you the way of your deceitful kiss: the devil suggested to you the manner of this embrace, and you, persuaded by an evil counsellor, fulfil his will. Comrade, for what are you here? Fulfil the evil covenants that you have made with the Pharisees; complete the bond of the sale; subscribe what you have dictated; hand over Him Who wills to be handed over; acquire henceforth along with the money-box the purse of unrighteousness as well; give place to the robber who through confession is about to receive the rank that through betrayal you have lost for yourself. Then approaching they laid hands upon Jesus, and seized Him. And that prophetic oracle received its fulfilment: They encircled Me like bees round a honeycomb, and flared up like fire among thorns; and again, Many dogs encircled Me, fat bulls beset Me round. Yet O the forbearance befitting Him alone! In heaven the Cherubim and the Seraphim, not daring to gaze upon His surpassing glory, cover their faces with their wings as though with hands, and upon earth, while His flesh was held fast by lawless hands, He endured it. Did you see of what a long-suffering and mankind-loving Master you have been appointed servants? Become therefore such towards your
Notes, col. 718

On the reading

Printed ἐχρήσάτο, for ἐχρήσατο.

Printed ταύτα, for ταῦτα.

Printed ἣν σοι, for ἥν σοι.

Printed αὐτου, for αὐτοῦ.

PG 50:717 bisRead from the page
Duobus hisce detineor, odio proditoris et amore Domini : at vincit odium amor, utpote major validiorque. Quamobrem relicto proditore, beneficum celebro, non pro illius dignitate, sed pro facultate mea. Quomodo inclinavit caelos, et descendit in terram? quomodo is, qui totum replet mundum, ad me venit, pro me et secundum me factus? quomodo eum, quem proditorem futurum noverat, discipulum accepit? quomodo inimicum se ut amicum sequi jussit? quomodo non de proditione, sed de proditoris salute fuit sollicitus? Nam Vespere facto, inquit, recumbebat Jesus cum duodecim discipulis suis, et manducantibus illis dixit : Amen, amen dico vobis, quod unus vestrum tradet me (Matth. 26. 20. 21). Proditionem praedixit, ut scelus cohiberet. Neminem indicans praedictionem emisit, quae de discipuli nequitia, recumbentibus occulta, triumphare non potuit. Quis talem umquam Domini benignitatem vidit? Et proditur et proditorem amat. Quis despicitur et misericordia movetur? venditur et nequissimum mercatorem mensae consortem accipit, et insidiatori parcit? Et manducantibus illis dixit : Amen, amen dico vobis, quod unus vestrum tradet me (Ib. v. 21). Ut homo comedebat, et ut Deus futura praedicebat : quae naturae competunt meae, ille mei causa subire dignatur. Omnibusque discipulis de tali dicto stupefactis, et conscientiam suam graviter ferientibus, coenamque in moeroris tempus convertentibus, singulisque dicentibus, Numquid ego sum, Domine (Ib. v. 22)? ut interrogatione illa molestae suspicionis levamen invenirent, animis intempestive percussis remedium adhibens Servator, eum qui hactenus occultus fuerat responsione sua declarat : Qui intingit, inquit, mecum manum in catino, hic me tradet. Et Filius quidem hominis vadit, sicut scriptum est de illo. Vae autem homini illi, per quem Filius hominis tradetur : bonum ei erat si natus non fuisset homo ille (Ib. v. 23. 24). Miseratur eum, qui se miserari noluit; parcit ei, qui animae suae non pepercerat. Palam facere nolebat eum, qui se jam palam fecerat, illi poenitentiae tempus, discipulisque reliquis moeroris medelam suppeditans. Verum nihil hinc melior effectus proditor est. Oportebat enim eum post horrenda hujusmodi verba repente de coena surgere, oportebat condiscipulos deprecatores adhibere, oportebat Servatoris genua complecti, illumque hujusmodi dictis placare : Peccavi, clementissime, peccavi, inique egi, cum hominibus parvo pretio vendidi inaestimabilem margaritam; inique egi immensum thesaurum pro tenui pecunia prodens. Parce mihi, damni et perniciei mercatori : ignosce mihi, cujus animum auri amor corripuit : ignosce ei qui a Pharisaeis nefarie deceptus est. Horum nullum vel protulit, vel cogitavit; sed asperiori voce animi impudentiam patefecit clamando : Numquid ego sum, Domine? O linguam impudentem! o animum indomitum! Interrogat ut ignarus eorum, quae meditabatur, et hoc latere putat oculo numquam sopore clauso. Animo dolum gestat, et lingua ignorantiae verbum profert : mente jam proditionem fecerat, et ore, ut putat, peccatum obtegit.
By these two things I am held fast: hatred of the traitor and love of the Lord; yet love overcomes hatred, inasmuch as it is greater and mightier. Wherefore, leaving the traitor aside, I extol our Benefactor, not according to His worthiness, but according to my ability. How did He bow the heavens and come down to earth? How did He who fills the whole world come to me, made for me and according to me? How did He receive as a disciple the man whom He knew would be His betrayer? How did He bid an enemy follow Him as a friend? How was He anxious not about the betrayal, but about the betrayer's salvation? For when evening had come, says the text, Jesus was reclining at table with His twelve disciples; and as they were eating, He said: Amen, amen I say to you, that one of you will betray Me (Matt. 26:20–21). He foretold the betrayal so that He might restrain the crime. Pointing out no one by name, He uttered a prediction that refused to triumph publicly over the disciple's wickedness while it remained hidden to those reclining at table. Who ever beheld such kindness in a Master? He is both betrayed and loves His betrayer. Who is despised and yet moved with compassion? Who is sold, and yet receives the vilest merchant as a sharer of His table, and spares the plotter? And as they were eating, He said: Amen, amen I say to you, that one of you will betray Me (Ibid., v. 21). As man He ate, and as God He foretold things to come: the things that belong to my nature He deigns to undergo for my sake. And when all the disciples were stupefied at such a saying, smiting their own consciences severely, turning the supper into a season of grief, and saying one by one, Is it I, Lord? (Ibid., v. 22), so that by that question they might find relief from grievous suspicion, the Saviour, applying a remedy to souls unseasonably stricken, discloses by His answer the one who had hitherto been hidden: He who dips his hand with Me in the dish, says He, will betray Me. The Son of Man indeed goes, just as it is written of Him; but woe to that man by whom the Son of Man will be betrayed: it were good for him if that man had not been born (Ibid., vv. 23–24). He pities the man who refused to pity himself; He spares the one who had not spared his own soul. He was unwilling to expose openly the one who had already made himself known, affording him time for repentance and the remaining disciples a remedy for their grief. Yet the traitor was made none the better thereby. For he ought straightway after such dreadful words to have risen from the supper, he ought to have called in his fellow disciples as intercessors, he ought to have clasped the Saviour's knees and appeased Him with words such as these: I have sinned, O most merciful One, I have sinned, I have acted wickedly in selling the priceless pearl to men for a paltry price; I have acted wickedly in betraying a boundless treasure for scant money. Spare me, a merchant of loss and ruin; pardon me, whose soul the love of gold has seized; pardon one who has been nefariously deceived by the Pharisees. None of these words did he either utter or ponder; rather, with a brasier voice he laid bare the shamelessness of his spirit by crying out: Is it I, Lord? O shameless tongue! O untamed spirit! He asks as though ignorant of the things he was meditating, and supposes that this lies hidden from the eye never closed in slumber. In his heart he harbours deceit, and with his tongue he utters a word of ignorance: in his mind he had already wrought the betrayal, and with his mouth, as he supposes, he cloaks his sin.
PG 50:718 bisRead from the page
Iisdem atque alii discipuli utitur verbis, longe dissimilibus cum sit moribus : lupus animo, ovina respondet voce. Quid ad illum Servator? Tu dixisti. Toleranti voce improbi scenam coarguit. Poterat enim illi dicere : Quid dicis, exsecrande et scelerate? quid dicis, pecuniarum mancipium, et diaboli consors? audesne ignorantiam simulare? audes obtegere quae obtegi nequeunt? annon divinitate adstabam tibi indigna molienti? annon divinitatis oculo te vidi adeuntem principes sacerdotum? annon vel absens audiebam te dicentem, Quid vultis mihi dare, et ego vobis eum tradam (Matth. 26. 15)? an ignoro quanti me vendideris? Quid igitur? itane convictus impudenter agis? quid ea tegere conaris quae facere cupis? mihi omnia nuda et aperta sunt. Haec cum respondere posset Christus, non ita loquutus est; sed simpliciter placideque sine ullo indignationis stimulo, Tu dixisti; ut nos doceret sic cum inimicis esse agendum. Attamen post tantam circuitionem mansit in morbo Judas, non medici, sed aegrotantis incuria. Ille namque omnia ad salutem remedia admovebat, hic vero ea admittere nolebat; sed unam cum nosset avaritiam, aurum Christo anteponebat, eratque iis, qui se conduxerant, benevolus atque fidelis. Accedens vero Judas Christo dixit : Ave, Rabbi; et osculatus est eum (Ib. v. 49). Novus sane proditionis modus, ab osculo et compellatione prodiens. Jesus autem dixit illi : Amice, ad quid venisti (Ib. v. 50)? quid me gaudere jubes, dum mihi malum inferre cogitas? quid me verbo delinis, dum opere percutis? vocas magistrum, cum non sis discipulus? quid caritatis jura confodis? cur pacis symbolum in signum proditionis convertis? cujusnam exemplo hoc peragis? Num sic vidisti nuper meretricem pedes osculantem meos? num sic vidisti centurionem in genua procumbentem? num forte daemonas ita succumbentes vidisti? Novi quis tibi dolosi osculi viam monstraverit : diabolus tibi talis amplexus modum suggessit, tu vero improbo consiliario obtemperans, ejus voluntatem exsequeris. Amice, ad quid venisti? iniqua pacta imple, quae cum Pharisaeis iniisti : venditionis syngrapham absolve : subscribe illi negotio quod pollicitus es : prode eum, qui prodi cupit : jam praeter loculos venditionis marsupium posside : cede latroni, qui per confessionem ordinem adepturus est, quem tu per proditionem amisisti. Tunc accedentes injecerunt manus in Jesum, et tenuerunt eum (Ibid.). Tunc completum est propheticum illud eloquium : Circumdederunt me sicut apes favum, et exarserunt sicut ignis in spinis (Psal. 117. 12); ac rursum : Circumdederunt me canes multi, tauri pingues obsederunt me (Psal. 21. 17). Verum o tolerantiam, quae soli ipsi competit! In caelo Cherubim et Seraphim cum non audeant respicere sublimem ejus gloriam, vultum suum alis ceu manibus operiunt, et in terra dum caro ejus manibus iniquorum teneretur, id ille patiebatur. Videtisne quam patientis et benigni Domini servi sitis?
He uses the same words as the other disciples, though far unlike them in character: a wolf in spirit, he answers in a sheep's voice. What does the Saviour say to him? You have said it. With a forbearing voice He unmasks the wicked man's play-acting. For He might have said to him: What are you saying, accursed and crime-stained wretch? What are you saying, slave of money and partner of the devil? Do you dare to feign ignorance? Do you dare to cloak what cannot be cloaked? Was I not present by My Godhead when you were plotting shameful deeds? Did I not behold you with the eye of My Godhead approaching the chief priests? Did I not, even while absent, hear you saying, What are you willing to give me, and I will deliver Him up to you (Matt. 26:15)? Do I not know for how much you have sold Me? What then? When thus convicted, do you act shamelessly? Why do you strive to conceal what you long to perform? To Me all things are naked and open. Though Christ could have made this reply, He did not speak thus, but simply and gently, without any sting of indignation, You have said it—to teach us that we must deal thus with our enemies. Nevertheless, after so great solicitude Judas remained in his sickness, through the neglect not of the physician, but of the patient. For the One applied every remedy for salvation, whereas the other refused to admit them; knowing avarice alone, he preferred gold to Christ, and was well-disposed and faithful to those who had hired him. And coming up to Christ, Judas said: Hail, Rabbi! and kissed Him (Ibid., v. 49). A strange mode of betrayal indeed, proceeding from a kiss and a salutation! But Jesus said to him: Friend, for what purpose have you come (Ibid., v. 50)? Why do you bid Me rejoice while you plot to do Me harm? Why do you soothe Me with your word while you strike Me by your deed? Do you call Me Master when you are no disciple? Why do you pierce through the laws of charity? Why do you turn the emblem of peace into a token of betrayal? By whose example do you accomplish this? Did you thus see the harlot kissing My feet not long ago? Did you thus see the centurion sinking to his knees? Or perchance did you see the demons yielding thus? I know who showed you the way of this treacherous kiss: the devil suggested to you the manner of such an embrace, and you, obeying an evil counsellor, carry out his will. Friend, for what purpose have you come? Fulfil the unrighteous compacts that you entered into with the Pharisees; complete the bond of the sale; set your hand to that bargain which you promised; betray Him who wills to be betrayed; possess now, besides the money-box, the purse of traitorous sale; give place to the robber, who through confession is about to obtain the rank that you have lost through betrayal. Then they came up and laid hands upon Jesus, and held Him fast (Ibid.). Then that prophetic oracle was fulfilled: They surrounded me like bees around a honeycomb, and blazed up like fire among thorns (Ps. 117:12); and again: Many dogs surrounded me, fat bulls beset me round (Ps. 21:17). Yet O forbearance that befits Him alone! In heaven the Cherubim and Seraphim, not daring to gaze upon His sublime glory, veil their faces with their wings as though with hands, while on earth, when His flesh was held fast by the hands of lawless men, He endured it! Do you see of how patient and kindly a Lord you are the servants?