καὶ εἷς ὑμῶν ἀκροατὴς ἀντίῤῥοπος τῇ πόλει. Τινὲς μὲν γὰρ κρατῆρας ἐστέψαντο, ἄλλοι δὲ συμπόσια συνήγαγον Σατανικὰ, ἄλλοι δὲ δαψιλῆ παρεσκεύασαν τράπεζαν· ὑμεῖς δὲ παννυχίδα τοσαύτην ἐπετελέσατε, καὶ τὴν πόλιν πᾶσαν τῇ βάσει τῶν ἁγίων ὑμῶν ποδῶν ἐξεκαθάρατε, τῷ περιπάτῳ τὴν ἀγορὰν ἀναμετρήσαντες, καὶ τὸν ἀέρα ἅγιον ἐργασάμενοι. Γίνεται γὰρ καὶ ὁ ἀὴρ ἅγιος ἀπὴ ψαλμῳδίας, ὡς ἠκούσατε σήμερον λέγοντος τοῦ Θεοῦ τῷ Μωϋσῇ· Ὁ γὰρ τόπος ἐν ᾧ ἕστηκας γῆ ἁγία ἐστίν. Ἡγιάσατε τὸ ἔδαφος, τὴν ἀγορὰν, τὴν πόλιν ἡμῖν ἐκκλησίαν ἐποιήσατε. Καὶ καθάπερ χείμαῤῥος παραῤῥέων καὶ πολλῷ τῷ ῥείθρῳ φερόμενος ἅπαντα ἀνατρέπει, οὕτω δὴ καὶ ὁ χείμαῤῥος ὁ πνευματικὸς, ὁ ποταμὸς τοῦ Θεοῦ, ὁ εὐφραίνων τὴν πόλιν τοῦ Θεοῦ, ἐπληρώθη ὑδάτων, καὶ τὸν βόρβορον τῆς ἀσεβείας ἐξεκάθαρεν. Οὐδεὶς ἀσελγὴς, μᾶλλον δὲ καὶ εἴ τις ἀσελγής ἐστι μεταβάλλεται. Ἀκούει τῆς φωνῆς, καὶ μεταῤῥυθμίζεται ἡ διάνοια, εἰσέρχεται ἡ μελῳδία, καὶ μεταβάλλεται ἡ ἀσέβεια, δραπετεύει τῆς πλεονεξίας τὰ πάθη. Εἰ γὰρ καὶ μὴ δραπετεύει, ἀλλὰ καθάπερ τὰ θηρία τὰ ἄγρια χειμῶνι φωλεύει, οὕτως ἡ διάνοια ἡ ἀσελγοῦσα κατορύττεται, καὶ καθάπερ οἱ ὄφεις, τοῦ κρυμοῦ πηγνύντος αὐτῶν τὰ σώματα ἐπὶ τὰ κάτω δύνουσιν, οὕτω δὴ τὰ πάθη ταῦτα, τὰ ἀνελεύθερα καὶ ἀνδραποδώδη, καθάπερ εἰς βυθόν τινα οὕτω συγκαλύπτεται. Ἀμέλει καὶ αὐτοὶ αἰσχύνονται οἱ περιφέροντες αὐτά· περιφέρουσι μὲν γὰρ, νεκρὰ δέ. Ἀντὶ γὰρ χειμῶνος αὐτοῖς ἡ μελῳδία ὑμῶν γίνεται. Εἰσέρχεται εἰς ἀκοὴν τοῦ πλεονέκτου ἡ φωνὴ, κἂν μὴ ἐκβάλλῃ τὸ πάθος, ἀλλὰ νεκροῖ τὸ πάθος· εἰσέρχεται εἰς τὴν ἀκοὴν τοῦ ἀσελγοῦς καὶ ὑπερηφάνου, κἂν μὴ ἀποκτείνῃ τὴν ἀσέλγειαν καὶ τὴν ὑπερηφανίαν, κατορύττει τὴν ἀσέλγειάν τε καὶ τὴν ὑπερηφανίαν. Οὐ μικρὸν δὲ τὸ μὴ παῤῥησιάζεσθαι τὴν κακίαν. Εἶπον καὶ χθὲς ὅτι μέγας ὁ καρπὸς ὁ ἀπὸ τῶν σεισμῶν. Εἴδετε Δεσπότου φιλανθρωπίαν σείοντος πόλιν καὶ στηρίζοντος διάνοιαν; σαλεύοντος θεμέλια, καὶ πηγνύοντος φρονήματα; σαθρὰν ἐργαζομένου τὴν πόλιν, καὶ ἰσχυροποιοῦντος τὴν γνώμην; Ἐννόησον αὐτοῦ τὴν φιλανθρωπίαν· ἔσεισεν ὀλίγον, καὶ διηνεκῶς ἔπηξεν· ὁ σεισμὸς εἰς δύο ἡμέρας, ἡ δὲ εὐλάβεια μενέτω εἰς πάντα τὸν χρόνον· πρὸς ὀλίγον ἐλυπήθητε, ἀλλὰ διηνεκῶς ἐῤῥιζώθητε. Εὖ γὰρ οἶδα ὅτι τῷ φόβῳ τοῦ Θεοῦ ἡ εὐλάβεια ὑμῶν ῥίζαν ἔλαβε· κἂν γένηται ἄνεσις, μένει ὁ καρπός. Οὐκέτι ἄκανθαι αἱ πνίγουσαι, οὐδὲ βροχὴ ἐπικλύζουσα ἀποπλύνει· καλῶς ἐγεώργησεν ὑμᾶς ὁ φόβος, σύμμαχός μου τῶν λόγων γέγονεν. Ἐγὼ σιγῶ καὶ τὰ θεμέλια φθέγγεται· ἐγὼ σιωπῶ καὶ ὁ σεισμὸς σάλπιγγος λαμπροτέραν ἀφίησι φωνὴν, ταῦτα λέγων· Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος· παρεγενόμην, οὐχ ἵνα ὑμᾶς καταχώσω, ἀλλ' ἵνα ὑμᾶς νευρώσω. Ταῦτα ὁ σεισμὸς λέγει, καὶ φωνὴν ἀφίησιν· ἐφόβησα ὑμᾶς, οὐχ ἵνα λυπήσω, ἀλλ' ἵνα ἀκριβεστέρους ἐργάσωμαι. Προσέχετε μετὰ ἀκριβείας τῷ λόγῳ· ἐπειδὴ ἠτόνησεν ὁ λόγος, ἐβόησεν ἡ τιμωρία, ἐπεὶ ἔκαμεν ἡ διδασκαλία,
and a single hearer among you is an equipoise to the city. For some crowned mixing-bowls, others gathered Satanic banquets, others prepared a lavish table; whereas you accomplished so great an all-night vigil, and cleansed the whole city by the tread of your holy feet, measuring out the market-place by your procession, and rendering the air holy. For the air too becomes holy from psalmody, as you heard today God saying to Moses: For the place whereon you stand is holy ground. You sanctified the ground, the market-place, you made the city a church for us. And just as a winter torrent rushing past and swept along in a mighty stream overturns all things, so indeed the spiritual torrent also, the river of God, which gladdens the city of God, was filled with waters, and cleansed out the mire of impiety. No one is licentious, or rather even if anyone is licentious he is transformed. He hears the voice, and his mind is refashioned; the melody enters, and impiety is transformed, the passions of covetousness run away. For even if they do not run away, yet just as wild beasts lurk in dens in winter, so the licentious mind is buried deep, and just as serpents, when frost congeals their bodies, sink down below, so indeed these passions, illiberal and slavish, are thus covered up as though in some abyss. Doubtless even those who carry them about are themselves ashamed; for they carry them about, yet dead. For in place of winter your melody comes upon them. The voice enters into the hearing of the covetous man, and even if it does not cast out the passion, yet it deadens the passion; it enters into the hearing of the licentious and arrogant man, and even if it does not slay licentiousness and arrogance, it buries deep both licentiousness and arrogance. And it is no small thing that wickedness does not speak boldly in public. I said yesterday too that great is the fruit that comes from the earthquakes. Did you see the Master's loving-kindness shaking a city and making firm its mind; rocking foundations, and fixing fast resolves; rendering the city unsound, and strengthening its purpose? Consider His loving-kindness: He shook a little, and fixed fast perpetually; the earthquake was for two days, but let reverence remain for all time; for a little while you were grieved, but perpetually you took root. For I know well that in the fear of God your reverence took root; even if relief comes, the fruit remains. No longer do the choking thorns, nor rain deluging, wash it away; nobly has fear tilled you, it has become an ally to my words. I keep silent and the foundations speak out; I hold my peace and the earthquake sends forth a voice clearer than a trumpet, saying these things: Compassionate and merciful is the Lord, long-suffering and plenteous in mercy; I came, not to bury you under earth, but to brace your sinews. These things the earthquake says, and sends forth a voice: I frightened you, not to grieve you, but to render you more exact. Give heed with exactness to the word; since the word grew faint, punishment cried out; since teaching grew weary,