Migne Reading Room

PG 50 · cols. 713–714 bis · Read from the page

Post Terrae Motum Homilia (Μετὰ τὸν σεισμὸν λόγος)

Post Terrae Motum Homilia (Μετὰ τὸν σεισμὸν λόγος)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 50:713Read from the page
ΟΜΙΛΙΑ ΜΕΤΑ ΤΟΝ ΣΕΙΣΜΟΝ.
HOMILY AFTER THE EARTHQUAKE.
Εἰ καὶ ἡμᾶς ἡ ἀῤῥωστία ἐκώλυσε χορεῦσαι μεθ' ὑμῶν τὴν χορείαν τὴν πνευματικὴν, ἀλλ' ὑμᾶς ὁ κόπος τῆς ὁδοιπορίας οὐκ ἐξέλυσεν. Εἰ γὰρ καὶ ὁ κόπος πολλῷ ἱδρῶτι περιῤῥεομένους ὑμᾶς ἐνταῦθα ἤγαγεν, ἀλλ' ἡ τοῦ λόγου διδασκαλία καὶ τὴν ἀῤῥωστίαν τὴν ἡμετέραν εἰς ὑγείαν μετέβαλε, καὶ τὸν ὑμέτερον πόνον διὰ τῆς ψαλμῳδίας παρεμυθήσατο. Διὰ δὴ τοῦτο οὔτε αὐτὸς ἀῤῥωστῶν τῇ σιωπῇ τὴν γλῶτταν κατέδησα, οὔτε ὑμεῖς κεκοπωμένοι τῆς ἀκροάσεως ἀπέστητε· ἀλλ', ὁμοῦ τε ὁ λόγος ἐφάνη, καὶ ὁ πόνος ἀνεχώρησεν, ὁμοῦ τε ἡ διδασκαλία ἐφάνη, καὶ ὁ κόπος ἐδραπέτευσεν. Ἡ μὲν γὰρ ἀῤῥωστία καὶ ὁ πόνος σώματος, ἡ δὲ διδασκαλία τῆς ψυχῆς ἐστι κατόρθωμα καὶ ἰατρεία. Ὅσῳ δὲ ψυχὴ σώματος ἀμείνων, τοσοῦτον ἐκείνης τὰ κατορθώματά ἐστι προτιμότερα. Διὰ γὰρ τοῦτο οὐ μόνον ἀῤῥωστίας κωλυούσης, ἀλλὰ καὶ μυρίων ἑτέρων κωλυμάτων γινομένων, οὐκ ἀπέστην τοῦ περιπλέκεσθαι ὑμῶν τῇ ἀγάπῃ. οὐκ ἀπεστερήθην οὐδὲ σήμερον τῆς καλῆς ταύτης ἑορτῆς. Ἀλλ' ἕως μὲν ἄρτι τῇ κλίνῃ ἦμεν προσηλωμένοι, ὁ δὲ Θεὸς ἡμᾶς οὐ συνεχώρησε τέλεον τῷ λιμῷ διαφθαρῆναι. Ὥσπερ γὰρ ὑμῖν λιμὸς τὸ μὴ ἀκούειν, οὕτω καὶ ἐμοὶ λιμὸς τὸ μὴ λέγειν. Οὕτω καὶ μήτηρ πολλάκις ἀσθενοῦσα ἕλοιτο ἂν ὑπὸ τοῦ παιδὸς κατατείνεσθαι τὸν μαζὸν, ἢ ὁρᾷν αὐτὸν λιμῷ τηκόμενον· συντεινέσθω καὶ ἐμοὶ τὸ σῶμα. Τίς γὰρ οὐκ ἂν ἡδέως ὑπὲρ ὑμῶν καὶ τὸ αἷμα ἐκχέοι, ἀνδρῶν οὕτω τῇ εὐλαβείᾳ, οὕτω τῇ φιληκοΐᾳ ζεόντων, οὕτως ἀπὸ μικρᾶς καιροῦ ῥοπῆς τὴν μετάνοιαν ἐπιδειξαμένων; Οὐκ οἴδατε ἡμέραν καὶ νύκτα, ἀλλ' ἑκάτερον τὸν καιρὸν ἡμέραν ἐργάζεσθε, οὐ τὸν ἀέρα μεταβαλόντες, ἀλλὰ ταῖς παννυχίσι τὰς νύκτας φωτίζοντες· νύκτες ὑμῖν ἄϋπνοι, καὶ τοῦ ὕπνου ἡ τυραννὶς καταλέλυται· ὁ γὰρ τοῦ Χριστοῦ πόθος τὸ ἐλάττωμα τῆς φύσεως ἐνίκησεν. Ἀπηλλάγητε τοῦ εἶναι ἄνθρωποι τὰ σώματα τῷ μιμεῖσθαι δυνάμεις, ἀγρυπνίαν ἐπιδεικνύμενοι, νηστείαν συντεταμένην, κάματον τοσοῦτον ὁδοιπορίας, κάματον κατὰ τὴν φύσιν, ἄνεσιν κατὰ τὴν προαίρεσιν. Οὗτος τῶν φόβων ὁ καρπὸς, αὕτη τοῦ σεισμοῦ ἡ πρόοδος, πρόοδος μηδέποτε δαπανωμένη, πρόοδος καὶ τοὺς πένητας εὐπορωτέρους ἐργαζομένη, καὶ τοὺς πλουσίους πλουτίζουσα· οὐκ οἶδε πενίαν, οὐκ οἶδε πλοῦτον. Ἦλθεν ὁ σεισμὸς, καὶ τὴν ἀνωμαλίαν τοῦ βίου ἔξω πεποίηκεν. Ποῦ νῦν οἱ τὰ σηρικὰ περιβεβλημένοι; ποῦ ὁ χρυσός; Πάντα ἐκεῖνα οἴχεται, καὶ ἀράχνης εὐτελέστερον διεσπάσθη, καὶ τῶν ἀνθῶν τῶν ἐαρινῶν μᾶλλον ἠλέγχθη. Ἀλλ' ἐπειδὴ παρεσκευασμένην ὁρῶ τὴν διάνοιαν τὴν ὑμετέραν, δαψιλεστέραν παραθεῖναι ὑμῖν τράπεζαν βούλομαι. Ὁρῶ ὑμῶν τὰ σώματα κεκμηκότα, ἀλλὰ τὴν ψυχὴν νεάζουσαν. Πολλαὶ τοῦ ἱδρῶτος αἱ πηγαὶ, ἀλλ' ἀποσμήχουσι τὸ συνειδός. Εἰ γὰρ ἀθληταὶ καὶ αἷμα περιῤῥέονται διὰ φύλλα δάφνης, σήμερον διδόμενα, καὶ αὔριον μαραινόμενα, πολλῷ μᾶλλον ὑμᾶς εἰς τὸν ἀγῶνα τῶν κατορθωμάτων εἰσελθόντας δεῖ μὴ ἐνδοῦναι τῶν πόνων τῶν ὑπὲρ τῆς ἀρετῆς, μηδὲ καταμαλακίζεσθαι. Τὸ θέατρον τὸ ὑμέτερον ἐμοὶ στέφανος,
Even if infirmity hindered us from dancing with you the spiritual dance, yet the fatigue of the journey did not unstring you. For even if the fatigue brought you here bathed in much sweat, yet the teaching of the word both turned our infirmity into health, and consoled your toil through psalmody. On this account indeed neither did I myself, though sick, bind my tongue in silence, nor did you, though wearied, stand aloof from hearing; rather, no sooner did the word appear than the toil withdrew, no sooner did the teaching appear than the fatigue ran away. For infirmity and toil belong to the body, whereas teaching is an achievement and healing of the soul. And by so much as soul is better than body, by so much are its achievements more precious. For on this account, not only when infirmity hindered, but even when myriad other hindrances arose, I did not stand aloof from embracing your love; I was not deprived even today of this fair feast. Yet until just now we were nailed fast to our bed, but God did not suffer us to be utterly destroyed by famine. For just as not hearing is famine to you, so too not speaking is famine to me. So also a mother, often when weak, would choose to have her breast drawn tight by her child rather than see him wasting away with famine; let my body also be strained tight. For who would not gladly pour out even his blood on your behalf, men so fervent in reverence, so fervent in love of hearing, who from a brief turn of time have displayed such repentance? You do not know day and night, but make both seasons day, not changing the air, but illumining the nights with all-night vigils; your nights are sleepless, and the tyranny of sleep has been overthrown, for the longing for Christ has conquered the defect of nature. You have been freed from being human in your bodies by imitating heavenly powers, displaying wakefulness, intent fasting, so great a labour of journeying — a labour according to nature, relief according to purpose. This is the fruit of the fears, this the revenue of the earthquake, a revenue never expended, a revenue making the poor better supplied and enriching the rich; it knows not poverty, it knows not wealth. The earthquake came, and cast the inequality of life outside. Where now are those clad in silken garments? Where is the gold? All those things are gone, and were torn apart more cheaply than a spider's web, and were proved frailer than spring flowers. Yet since I see your mind prepared, I wish to set before you a more bountiful table. I see your bodies wearied out, yet your soul renewing its youth. Many are the fountains of sweat, yet they wipe clean the conscience. For if athletes are bathed even in blood for laurel leaves, given today and withering tomorrow, much more must you, who have entered into the contest of virtuous deeds, not give way in the toils on behalf of virtue, nor grow soft. Your assembly is a crown to me,
PG 50:714Read from the page
καὶ εἷς ὑμῶν ἀκροατὴς ἀντίῤῥοπος τῇ πόλει. Τινὲς μὲν γὰρ κρατῆρας ἐστέψαντο, ἄλλοι δὲ συμπόσια συνήγαγον Σατανικὰ, ἄλλοι δὲ δαψιλῆ παρεσκεύασαν τράπεζαν· ὑμεῖς δὲ παννυχίδα τοσαύτην ἐπετελέσατε, καὶ τὴν πόλιν πᾶσαν τῇ βάσει τῶν ἁγίων ὑμῶν ποδῶν ἐξεκαθάρατε, τῷ περιπάτῳ τὴν ἀγορὰν ἀναμετρήσαντες, καὶ τὸν ἀέρα ἅγιον ἐργασάμενοι. Γίνεται γὰρ καὶ ὁ ἀὴρ ἅγιος ἀπὴ ψαλμῳδίας, ὡς ἠκούσατε σήμερον λέγοντος τοῦ Θεοῦ τῷ Μωϋσῇ· Ὁ γὰρ τόπος ἐν ᾧ ἕστηκας γῆ ἁγία ἐστίν. Ἡγιάσατε τὸ ἔδαφος, τὴν ἀγορὰν, τὴν πόλιν ἡμῖν ἐκκλησίαν ἐποιήσατε. Καὶ καθάπερ χείμαῤῥος παραῤῥέων καὶ πολλῷ τῷ ῥείθρῳ φερόμενος ἅπαντα ἀνατρέπει, οὕτω δὴ καὶ ὁ χείμαῤῥος ὁ πνευματικὸς, ὁ ποταμὸς τοῦ Θεοῦ, ὁ εὐφραίνων τὴν πόλιν τοῦ Θεοῦ, ἐπληρώθη ὑδάτων, καὶ τὸν βόρβορον τῆς ἀσεβείας ἐξεκάθαρεν. Οὐδεὶς ἀσελγὴς, μᾶλλον δὲ καὶ εἴ τις ἀσελγής ἐστι μεταβάλλεται. Ἀκούει τῆς φωνῆς, καὶ μεταῤῥυθμίζεται ἡ διάνοια, εἰσέρχεται ἡ μελῳδία, καὶ μεταβάλλεται ἡ ἀσέβεια, δραπετεύει τῆς πλεονεξίας τὰ πάθη. Εἰ γὰρ καὶ μὴ δραπετεύει, ἀλλὰ καθάπερ τὰ θηρία τὰ ἄγρια χειμῶνι φωλεύει, οὕτως ἡ διάνοια ἡ ἀσελγοῦσα κατορύττεται, καὶ καθάπερ οἱ ὄφεις, τοῦ κρυμοῦ πηγνύντος αὐτῶν τὰ σώματα ἐπὶ τὰ κάτω δύνουσιν, οὕτω δὴ τὰ πάθη ταῦτα, τὰ ἀνελεύθερα καὶ ἀνδραποδώδη, καθάπερ εἰς βυθόν τινα οὕτω συγκαλύπτεται. Ἀμέλει καὶ αὐτοὶ αἰσχύνονται οἱ περιφέροντες αὐτά· περιφέρουσι μὲν γὰρ, νεκρὰ δέ. Ἀντὶ γὰρ χειμῶνος αὐτοῖς ἡ μελῳδία ὑμῶν γίνεται. Εἰσέρχεται εἰς ἀκοὴν τοῦ πλεονέκτου ἡ φωνὴ, κἂν μὴ ἐκβάλλῃ τὸ πάθος, ἀλλὰ νεκροῖ τὸ πάθος· εἰσέρχεται εἰς τὴν ἀκοὴν τοῦ ἀσελγοῦς καὶ ὑπερηφάνου, κἂν μὴ ἀποκτείνῃ τὴν ἀσέλγειαν καὶ τὴν ὑπερηφανίαν, κατορύττει τὴν ἀσέλγειάν τε καὶ τὴν ὑπερηφανίαν. Οὐ μικρὸν δὲ τὸ μὴ παῤῥησιάζεσθαι τὴν κακίαν. Εἶπον καὶ χθὲς ὅτι μέγας ὁ καρπὸς ὁ ἀπὸ τῶν σεισμῶν. Εἴδετε Δεσπότου φιλανθρωπίαν σείοντος πόλιν καὶ στηρίζοντος διάνοιαν; σαλεύοντος θεμέλια, καὶ πηγνύοντος φρονήματα; σαθρὰν ἐργαζομένου τὴν πόλιν, καὶ ἰσχυροποιοῦντος τὴν γνώμην; Ἐννόησον αὐτοῦ τὴν φιλανθρωπίαν· ἔσεισεν ὀλίγον, καὶ διηνεκῶς ἔπηξεν· ὁ σεισμὸς εἰς δύο ἡμέρας, ἡ δὲ εὐλάβεια μενέτω εἰς πάντα τὸν χρόνον· πρὸς ὀλίγον ἐλυπήθητε, ἀλλὰ διηνεκῶς ἐῤῥιζώθητε. Εὖ γὰρ οἶδα ὅτι τῷ φόβῳ τοῦ Θεοῦ ἡ εὐλάβεια ὑμῶν ῥίζαν ἔλαβε· κἂν γένηται ἄνεσις, μένει ὁ καρπός. Οὐκέτι ἄκανθαι αἱ πνίγουσαι, οὐδὲ βροχὴ ἐπικλύζουσα ἀποπλύνει· καλῶς ἐγεώργησεν ὑμᾶς ὁ φόβος, σύμμαχός μου τῶν λόγων γέγονεν. Ἐγὼ σιγῶ καὶ τὰ θεμέλια φθέγγεται· ἐγὼ σιωπῶ καὶ ὁ σεισμὸς σάλπιγγος λαμπροτέραν ἀφίησι φωνὴν, ταῦτα λέγων· Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος· παρεγενόμην, οὐχ ἵνα ὑμᾶς καταχώσω, ἀλλ' ἵνα ὑμᾶς νευρώσω. Ταῦτα ὁ σεισμὸς λέγει, καὶ φωνὴν ἀφίησιν· ἐφόβησα ὑμᾶς, οὐχ ἵνα λυπήσω, ἀλλ' ἵνα ἀκριβεστέρους ἐργάσωμαι. Προσέχετε μετὰ ἀκριβείας τῷ λόγῳ· ἐπειδὴ ἠτόνησεν ὁ λόγος, ἐβόησεν ἡ τιμωρία, ἐπεὶ ἔκαμεν ἡ διδασκαλία,
and a single hearer among you is an equipoise to the city. For some crowned mixing-bowls, others gathered Satanic banquets, others prepared a lavish table; whereas you accomplished so great an all-night vigil, and cleansed the whole city by the tread of your holy feet, measuring out the market-place by your procession, and rendering the air holy. For the air too becomes holy from psalmody, as you heard today God saying to Moses: For the place whereon you stand is holy ground. You sanctified the ground, the market-place, you made the city a church for us. And just as a winter torrent rushing past and swept along in a mighty stream overturns all things, so indeed the spiritual torrent also, the river of God, which gladdens the city of God, was filled with waters, and cleansed out the mire of impiety. No one is licentious, or rather even if anyone is licentious he is transformed. He hears the voice, and his mind is refashioned; the melody enters, and impiety is transformed, the passions of covetousness run away. For even if they do not run away, yet just as wild beasts lurk in dens in winter, so the licentious mind is buried deep, and just as serpents, when frost congeals their bodies, sink down below, so indeed these passions, illiberal and slavish, are thus covered up as though in some abyss. Doubtless even those who carry them about are themselves ashamed; for they carry them about, yet dead. For in place of winter your melody comes upon them. The voice enters into the hearing of the covetous man, and even if it does not cast out the passion, yet it deadens the passion; it enters into the hearing of the licentious and arrogant man, and even if it does not slay licentiousness and arrogance, it buries deep both licentiousness and arrogance. And it is no small thing that wickedness does not speak boldly in public. I said yesterday too that great is the fruit that comes from the earthquakes. Did you see the Master's loving-kindness shaking a city and making firm its mind; rocking foundations, and fixing fast resolves; rendering the city unsound, and strengthening its purpose? Consider His loving-kindness: He shook a little, and fixed fast perpetually; the earthquake was for two days, but let reverence remain for all time; for a little while you were grieved, but perpetually you took root. For I know well that in the fear of God your reverence took root; even if relief comes, the fruit remains. No longer do the choking thorns, nor rain deluging, wash it away; nobly has fear tilled you, it has become an ally to my words. I keep silent and the foundations speak out; I hold my peace and the earthquake sends forth a voice clearer than a trumpet, saying these things: Compassionate and merciful is the Lord, long-suffering and plenteous in mercy; I came, not to bury you under earth, but to brace your sinews. These things the earthquake says, and sends forth a voice: I frightened you, not to grieve you, but to render you more exact. Give heed with exactness to the word; since the word grew faint, punishment cried out; since teaching grew weary,
Notes, col. 714

On the reading

Printed ἀπὴ, for ἀπὸ.

PG 50:713 bisRead from the page
HOMILIA POST TERRAE MOTUM (a).
HOMILY AFTER THE EARTHQUAKE (a).
Chrysostomi erga gregem caritas; Antiochenorum pietas; calamitatum fructus. — Etsi adversa valetudo impedierit, quominus vobiscum spiritualem chorum ageremus, vos tamen itineris labor non deterruit. Licet enim labor ille vos multo sudore perfusos huc adduxerit, at verbi doctrina cum aegritudinem meam in bonam valetudinem mutavit, tum laborem vestrum per psalmodiam recreavit. Idcirco neque ego ob infirmitatem linguam coercui, neque vos defatigationis ergo audire abnuistis; sed simul atque sermo prodiit, defatigatio abscessit; cum primum doctrina prolata est, lassitudo aufugit. Nam aegritudo et defatigatio corporis sunt, doctrina vero animi opus atque medicina. Quantum autem corpori praestat anima, tantum hujus opera sunt praestantiora. Ideoque non morbo tantum, sed sexcentis etiam aliis ingruentibus obicibus vestram caritatem complecti numquam cessavi : neque hodie ab hac praeclara solemnitate abesse volui. Sed hactenus quidem lecto affixi eramus, Deus tamen non permisit, ut fame penitus deficeremus. Ut enim vobis fames est non audire, sic et mihi fames non concionari. Ad eumdem modum et mater aegrotans extrahi mammam suam ab infante malit, quam ipsum fame tabescentem videre : trahatur et mihi corpus. Quis enim non lubens pro vobis etiam sanguinem fuderit, viris tanta pietate, tanto audiendi studio ferventibus : qui tam exiguo temporis momento poenitentiam exhibeatis? Inter diem et noctem discrimen non nostis, sed utrumque tempus diem facitis, non aerem mutantes sed pervigiliis noctes illustrantes : noctes vobis insomnes, somni tyrannis soluta est : Christi namque amor naturae infirmitatem vicit. Ab humana conditione corpora liberastis, quod virtutes imitemini, dum tantas vigilias suscipitis, diuturnum jejunium, tantum itineris laborem, laborem scilicet si natura, quietem si voluntas spectetur. Hic timoris fructus, hic ex terrae motu proventus, nempe proventus numquam consumendus, proventus qui et pauperum facultates auget, et divitibus divitiarum accessio est : non novit paupertatem, non novit divitias. Venit terrae motus, et vitae inaequalitatem sustulit. Ubi nunc sunt qui sericis induebantur? ubi aurum? Haec omnia evolarunt, facilius, quam araneae tela, dissipata sunt, et fluxa magis quam verni flores deprehensa sunt. At quia paratum vestrum animum video, lautiorem vobis mensam apponere volo. Corpora vestra fessa, sed animum vegetum perspicio. Multi sudorum fontes, sed conscientiam abstergunt. Nam si athletae sanguine perfunduntur, ut lauri foliis donentur, quae hodie data, cras marcescent : multo magis vos, qui bonorum operum certamen iniistis, par est nec succumbere nec emolliri laboribus pro virtute susceptis.
Chrysostom's love towards his flock; the piety of the Antiochenes; the fruit of calamities. — Although ill health hindered us from keeping the spiritual choir with you, yet the toil of the journey did not deter you. For though that toil brought you hither drenched with much sweat, the teaching of the word both turned my sickness into good health and refreshed your labour through psalmody. Therefore neither did I restrain my tongue on account of infirmity, nor did you refuse to listen because of exhaustion; rather, as soon as speech went forth, exhaustion departed; the moment the teaching was uttered, weariness fled away. For sickness and exhaustion belong to the body, whereas teaching is the work and medicine of the soul. And by so much as the soul excels the body, by so much are its works more excellent. Hence not only when sickness assailed me, but even when countless other hindrances came upon me, I never ceased to embrace your charity; nor did I wish today to be absent from this noble solemnity. Hitherto indeed we were fastened to our bed, yet God did not suffer us to waste away utterly with hunger. For just as not hearing is hunger to you, so not preaching is hunger to me. In the same way an ailing mother would rather have her breast drawn dry by her infant than see him wasting away with hunger: let my body also be drawn out for you. For who would not gladly shed even his blood for you, men glowing with such great piety and such great zeal for hearing, who in so brief a moment of time display repentance? You know no distinction between day and night, but turn both seasons into day, not altering the air, but illuminating the nights by your vigils: your nights are sleepless, the tyranny of sleep has been broken, for the love of Christ has overcome the weakness of nature. You have freed your bodies from the human condition by imitating the angelic powers, while you undertake such great vigils, prolonged fasting, and so great a labour of travel—a labour, that is, if nature be regarded, yet rest if the will be looked at. This is the fruit of fear, this the harvest of the earthquake—a harvest never to be spent, a harvest that both increases the means of the poor and is an addition of riches to the rich: it knows not poverty, it knows not wealth. The earthquake came and swept away the inequality of life. Where now are those who clothed themselves in silks? Where is gold? All these things have flown away, they have been scattered more easily than a spider's web, and have been proved more fleeting than spring flowers. Yet since I see your mind prepared, I wish to set before you a richer table. I perceive your bodies weary, yet your spirit vigorous. Many are the springs of sweat, yet they cleanse the conscience. For if athletes are drenched in blood so as to be presented with laurel leaves, which are given today and wither tomorrow, much more is it fitting that you, who have entered the contest of good works, should neither succumb nor grow soft under the labours undertaken for virtue.
PG 50:714 bisRead from the page
Vestrum theatrum mihi corona est, unusque vestrum auditor perinde mihi est, atque tota civitas. Alii enim crateras potu coronarunt, alii satanica convivia celebrarunt, alii lautam apparavere mensam : vos autem pervigilium tantum peregistis, totamque urbem vestigiis sanctorum pedum vestrorum emundastis, incessu forum emensi estis, et aerem sanctificastis. Aer quippe sanctus efficitur per psalmodiam, ut audistis hodie Deum Moysi dicentem : Locus enim, in quo stas, terra sancta est (Exod. 3. 5). Sanctificastis solum, forum; urbem nobis ecclesiam fecistis. Ac sicut torrens erumpens magno aquarum impetu omnia evertit, sic torrens ille spiritualis, flumen Dei laetificans civitatem Dei (Psal. 45. 5. et 64. 10), repletum est aquis, atque impietatis coenum expurgavit. Nemo impudicus; imo si quis impudicus adhuc est, is transformatur. Vocem audit, et animus transformatur : intrat melodia, et impietas transmutatur : fugantur avaritiae morbi. Etiamsi vero non fugentur; at quemadmodum ferae hyeme se in lustris continent, sic et animus luxurians sese abdit; ac sicut serpentes, frigore eorum corpora congelante in ima se recipiunt, sic et illiberales et serviles animi affectiones ceu in profundum quoddam sese demergunt et abdunt. Utique ii, qui haec circumferunt, pudore afficiuntur : nam ea quidem circumferunt, sed emortua. Ipsis quippe melodia cantusque vester hyemis loco est. In avari aures vox intrat, ac licet morbum non ejiciat, sopit tamen et quasi mortuum reddit : in aures intrat impudici et superbi; etsi non exstinguat impudicitiam et superbiam, utramque tamen ceu defodit. Neque vero modica res est, cum nequitia non libere prodire audet. Dicebam et heri, magnum ex terrae motibus emergere fructum. Vidistis Domini clementiam, qui dum urbem concutit, mentem firmat; dum fundamenta commovet, animi sensa constare procurat; dum urbem labefactat, animum roborat? Ejus benignitatem cogita : tantillum exagitavit, et in perpetuum firmavit : bidui terrae motus fuit, at in perpetuum pietas maneat : ad modicum tempus doluistis, at in perpetuum radices misistis. Bene quippe novi ex timore Dei pietatem vestram radices posuisse : etsi remissio sit, manet utique fructus. Non ultra spinae aderunt quae suffocent, neque pluvia exundans obruet : probe vos timor excoluit, doctrinaeque meae opem tulit. Me tacente fundamenta loquuntur : me tacente terrae motus tubae clangore clariorem emittit vocem hujusmodi : Misericors et miserator Dominus; longanimis et multum misericors (Psal. 102. 8. 9) : accessi, non ut vos obruerem, sed ut nervos vobis adderem. Haec terrae motus loquitur, ac vocem emittit : Terrui vos, non ut molestia afficerem, sed ut cautiores praestarem. Dictis, quaeso, animum diligenter advertite. Cum sermo viribus deficeret, clamandi partes poena suscepit, cum doctrina robur amitteret, timor in auxilium venit.
Your theatre is my crown, and a single hearer from among you is as much to me as the whole city. For some crowned their mixing bowls with drink, others celebrated Satanic banquets, and others furnished a sumptuous table; you, however, kept an all-night vigil of such greatness, cleansed the whole city by the steps of your holy feet, measured out the market-place by your procession, and sanctified the air. For the air becomes holy through psalmody, as you heard God saying today to Moses: For the place whereon you stand is holy ground (Exod. 3:5). You have sanctified the soil and the market-place; you have made the city a church for us. And just as a torrent bursting forth sweeps away all things with a mighty rush of waters, so that spiritual torrent, the river of God gladdening the city of God (Ps. 45:5 and 64:10), has been filled with waters and has purged away the mire of ungodliness. No one is shameless—nay rather, if anyone is still shameless, he is transformed. He hears the voice, and his mind is transformed; the melody enters, and ungodliness is changed; the diseases of avarice are put to flight. And even if they are not put to flight, just as wild beasts keep within their dens in winter, so too the wanton mind hides itself away; and just as serpents, when the cold stiffens their bodies, withdraw into the depths, so too the base and slavish passions of the soul plunge and hide themselves as though into some abyss. Assuredly those who carry these things about are put to shame: for carry them about they do, yet deadened. To them indeed your melody and chanting take the place of winter. The voice enters the miser's ears, and though it does not cast out the disease, yet it lulls it to sleep and renders it as it were dead; it enters the ears of the lewd and arrogant man, and though it does not extinguish lewdness and arrogance, yet it buries them both as it were in the earth. Nor is it a small thing when wickedness does not dare to come forth openly. I was saying yesterday also that great fruit arises from earthquakes. Have you seen the clemency of the Lord, who while shaking the city makes firm the mind; while rocking the foundations sees to it that the thoughts of the soul stand fast; while making the city totter braces the spirit? Consider His kindness: He shook it ever so little, and established it for ever; the earthquake lasted two days, yet let piety remain for ever; for a little while you grieved, yet for ever you struck root. For I know full well that out of the fear of God your piety has put down roots: even if relief comes, the fruit assuredly remains. No longer will thorns be present to choke it, nor will an overflowing rain wash it away: fear has tilled you well and brought aid to my teaching. While I keep silence, the foundations speak; while I keep silence, the earthquake sends forth a voice clearer than a trumpet's blast, in such words as these: Merciful and compassionate is the Lord, long-suffering and plenteous in mercy (Ps. 102:8–9): I came, not to overwhelm you, but to put vigour into you. Thus the earthquake speaks and sends forth its voice: I terrified you, not to afflict you with distress, but to render you more wary. Give heed diligently, I pray you, to what is said. When speech failed in strength, chastisement took up the part of crying aloud; when teaching lost its force, fear came to its aid.