καὶ στρατιάν; Καθάπερ βασιλεὺς κελεύει τὰ στρατόπεδα ἐν ἑκάσταις καθέζεσθαι πόλεσι, μήποτε βαρβαρικὸς πόλεμος ἐπαναστὰς καταδράμῃ τὰς πόλεις· οὕτω δὴ καὶ ὁ Θεὸς, ἐπειδὴ καὶ δαίμονές εἰσιν ἐν τῷ ἀέρι τούτῳ βάρβαροι καὶ ἄγριοι, καὶ πολέμους ἐγείροντες ἀεὶ καὶ τῆς εἰρήνης ἐχθροὶ, ἀντικατέστησεν αὐτοῖς τὰ στρατόπεδα τῶν ἀγγέλων, ἵνα φαινόμενοι μόνον αὐτοῖς καταστέλλωσιν, ἵνα τὴν εἰρήνην ἡμῖν ἀεὶ πρυτανεύσωσι. Καὶ ἵνα μάθῃς ὅτι ἄγγελοι εἰρήνης εἰσὶν, ἄκουσον ἐν ταῖς προσευχαῖς ἀεὶ λεγόντων τῶν διακόνων· Τὸν ἄγγελον τῆς εἰρήνης αἰτήσατε. Ὁρᾷς ὅτι καὶ ἄγγελοι πάρεισι καὶ μάρτυρες; Τί οὖν ἀθλιώτερον τῶν ἀπολειφθέντων σήμερον; τί μακαριώτερον ἡμῶν τῶν παραγενομένων καὶ ἀπολαυόντων τῆς πανηγύρεως ταύτης; Ἀλλ' οἱ μὲν περὶ τῶν ἀγγέλων λόγοι ἐν ἑτέροις ἡμᾶς ἀναμεινάτωσαν καιροῖς· ἡμεῖς δὲ ἐπὶ τὴν ὑπόθεσιν τῆς παρούσης ἑορτῆς τὸν λόγον ἀγάγωμεν.
and an army? Just as a king commands his camps to be stationed in every city, lest perchance a barbarian war rising up should overrun the cities; just so God also, since there are demons in this air, barbarous and savage, ever stirring up wars and enemies of peace, arrayed against them the camps of the angels, so that merely by appearing they may quell them, so that they may ever administer peace for us. And so that you may learn that they are angels of peace, hear the deacons ever saying in the prayers: Ask for the angel of peace. Do you see that both angels and martyrs are present? What therefore is more wretched than those left behind to-day? what more blessed than we who have come and are enjoying this festal assembly? Yet let the discourses concerning the angels await us at other seasons; and let us bring our discourse to the subject of the present feast.
βʹ. Τίς οὖν ἐστιν ἡ παροῦσα ἑορτή; Σεμνὴ καὶ μεγάλη, ἀγαπητὲ, καὶ τὸν τῶν ἀνθρώπων ὑπερβαίνουσα νοῦν, καὶ τῆς μεγαλοδωρεᾶς ἀξία τοῦ ποιήσαντος αὐτὴν Θεοῦ. Σήμερον γὰρ καταλλαγαὶ τῷ Θεῷ πρὸς τὸ τῶν ἀνθρώπων γεγόνασι γένος· σήμερον ἡ χρονία ἔχθρα κατελύθη, καὶ ὁ μακρὸς πόλεμος ἀνῃρέθη· σήμερον εἰρήνη θαυμασία τις ἐπανῆλθεν, οὐδέποτε προσδοκηθεῖσα πρότερον. Τίς γὰρ ἂν ἤλπισεν ὅτι Θεὸς ἀνθρώπῳ καταλλάττεσθαι ἔμελλεν; οὐχ ὅτι ἀπάνθρωπος ὁ Δεσπότης, ἀλλ' ὅτι ῥάθυμος ὁ οἰκέτης· οὐχ ὅτι ὠμὸς ὁ Κύριος, ἀλλ' ὅτι ἀγνώμων ὁ δοῦλος. Βούλει μαθεῖν πῶς παρωξύναμεν τὸν φιλάνθρωπον τοῦτον, τὸν ἥμερον ἡμῶν Δεσπότην; Καὶ γὰρ δίκαιον μαθεῖν τῆς προτέρας ἡμῶν ἔχθρας τὴν ὑπόθεσιν, ἵν', ὅταν ἴδῃς τιμηθέντας ἡμᾶς, τοὺς ἐχθροὺς καὶ πολεμίους, θαυμάσῃς τοῦ τιμήσαντος τὴν φιλανθρωπίαν, ἵνα μὴ νομίσῃς ἐξ οἰκείων κατορθωμάτων γεγενῆσθαι τὴν μεταβολὴν, ἵνα μαθὼν αὐτοῦ τῆς χάριτος τὴν ὑπερβολὴν, μὴ παύσῃ διαπαντὸς εὐχαριστῶν αὐτῷ ὑπὲρ τοῦ μεγέθους τῶν δωρεῶν. Βούλει τοίνυν μαθεῖν, πῶς παρωξύναμεν ἡμῶν τὸν Δεσπότην, τὸν φιλάνθρωπον, τὸν ἥμερον, τὸν ἀγαθὸν, τὸν πάντα ὑπὲρ τῆς ἡμετέρας σωτηρίας οἰκονομοῦντα; Ἐβουλεύσατό ποτε περὶ παντελοῦς ἀφανισμοῦ τοῦ γένους ἡμῶν, καὶ οὕτως ἡμῖν ὠργίσθη, ὡς ἀπολέσαι ἡμᾶς μετὰ γυναικῶν καὶ παίδων καὶ θηρίων καὶ κτηνῶν καὶ τῆς γῆς ἁπάσης. Καὶ εἰ βούλει, ἐγώ σε ποιήσω καὶ τῆς ἀποφάσεως αὐτῆς ἀκοῦσαι· Ἐξαλείψω γὰρ, φησὶ, τὸν ἄνθρωπον, ὃν ἐποίησα, ἀπὸ προσώπου πάσης τῆς γῆς, καὶ τὰ θηρία, καὶ τὰ κτήνη, ὅτι ἐνεθυμήθην, ὅτι ἐποίησα τὸν ἄνθρωπον. Καὶ ἵνα μάθῃς ὅτι οὐ τὴν φύσιν ἡμῶν ἐμίσει, ἀλλὰ τὴν κακίαν ἀπεστρέφετο, ὁ εἰπὼν, ὅτι Ἐξαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, λέγει τῷ ἀνθρώπῳ· Καιρὸς παντὸς ἀνθρώπου ἥκει πρός με. Εἰ δὲ τὸν ἄνθρωπον ἐμίσει, οὐκ ἂν ἀνθρώπῳ διελέχθη. Νῦν δὲ ὁρᾷς αὐτὸν οὔτε βουλόμενον ποιῆσαι, ὅπερ ἠπείλησε ποιῆσαι, ἀλλὰ καὶ ἀπολογούμενον τῷ δούλῳ τὸν Κύριον, καὶ ὡς ὁμοτίμῳ φίλῳ διαλεγόμενον καὶ λέγοντα τὰς αἰτίας τῆς μελλούσης ἀπωλείας ἔσεσθαι, οὐχ ἵνα μάθῃ τὰς αἰτίας ὁ ἄνθρωπος, ἀλλ' ἵνα τοῖς ἄλλοις εἰπὼν, σωφρονεστέρους αὐτοὺς ἐργάσηται. Ἀλλ' ὅπερ ἔλεγον, οὕτω κακῶς ἡμῶν ἔπραττε τὸ γένος ἔμπροσθεν, ὡς κινδυνεῦσαι καὶ τῆς γῆς αὐτῆς ἐκπεσεῖν. Ἀλλ' ἡμεῖς.
2. What therefore is the present feast? Reverend and great, beloved, and surpassing human mind, and worthy of the munificence of God Who made it. For to-day reconciliation with God has come to pass towards the race of men; to-day the long-standing enmity was dissolved, and the long war was taken away; to-day a wondrous peace returned, never expected before. For who would have hoped that God was about to be reconciled to man? — not that the Master is inhuman, but that the domestic is slothful; not that the Lord is harsh, but that the slave is ungrateful. Do you wish to learn how we provoked this man-loving, gentle Master of ours? For indeed it is just to learn the ground of our former enmity, so that when you see us, the enemies and foes, honoured, you may marvel at the loving-kindness towards man of Him Who honoured us, so that you may not suppose the change to have come to pass from our own right achievements, so that having learned the surpassingness of His grace, you may never cease continually giving thanks to Him on behalf of the greatness of His gifts. Do you wish therefore to learn how we provoked our Master, the man-loving, the gentle, the good, Who dispenses all things on behalf of our salvation? He once took counsel concerning the utter obliteration of our race, and was so wroth with us as to destroy us together with wives and children and wild beasts and cattle and all the earth. And if you wish, I will make you hear the sentence itself as well: For I will blot out, He says, man whom I made, from the face of all the earth, and the wild beasts, and the cattle, because I have bethought me that I made man. And so that you may learn that He did not hate our nature, but turned away from wickedness, He Who said, I will blot out man whom I made from the face of the earth, says to the man: The time of every man is come before Me. Yet if He had hated man, He would not have conversed with a man. Now, however, you see the Lord neither willing to do what He threatened to do, nay, even defending Himself to His slave, and conversing as with a friend of equal rank and telling the causes of the destruction about to be, not so that the man might learn the causes, but so that by telling the others he might render them more sober-minded. Yet, as I was saying, so badly was our race faring beforehand as to run the risk of falling even from the earth itself. Yet we.