πεφραγμένα, ἀπολάμποντα τοῖς ὅπλοις, καὶ τὴν γῆν καταυγάζοντα, νέφη βελῶν ἀφίεται πανταχόθεν ἀποκρύπτοντα τὸν ἀέρα τῷ πλήθει, ῥύακες αἱμάτων ἐπὶ τῆς γῆς φέρονται, καὶ πολλὰ πανταχοῦ τὰ πτώματα καθάπερ ἐν ἀμητῷ ἀσταχύων, οὕτω τῶν στρατιωτῶν ἐπαλλήλων καταφερομένων. Φέρε οὖν ἀπ' ἐκείνων ἐπὶ ταύτην ἀγάγω σε τὴν μάχην. Καὶ ἐνταῦθα δύο παρατάξεις, ἡ μὲν τῶν μαρτύρων, ἡ δὲ τῶν τυράννων· ἀλλ' οἱ μὲν τύραννοί εἰσι καθωπλισμένοι, οἱ δὲ μάρτυρες γυμνῷ τῷ σώματι μάχονται, καὶ ἡ νίκη τῶν γυμνῶν, οὐ τῶν καθωπλισμένων γίνεται. Τίς οὐκ ἂν ἐκπλαγείη, ὅτι ὁ μαστιζόμενος περιγίνεται τοῦ μαστίζοντος, ὁ δεδεμένος τοῦ λελυμένου, ὁ κατακαιόμενος τοῦ καίοντος, ὁ ἀποθνήσκων τοῦ ἀναιροῦντος; Εἶδες πῶς ταῦτα ἐκείνων φρικωδέστερα; Ἐκεῖνα μὲν εἰ καὶ φοβερὰ, ἀλλὰ κατὰ φύσιν γίνεται· ταῦτα δὲ πᾶσαν ὑπερβαίνει φύσιν, καὶ πᾶσαν πραγμάτων ἀκολουθίαν, ἵνα μάθῃς ὅτι τῆς τοῦ Θεοῦ χάριτός ἐστι τὰ κατορθούμενα. Καίτοι τί τῆς μάχης ταύτης ἀδικώτερον; τί τῶν παλαισμάτων παρανομώτερον; Ἐν μὲν γὰρ τοῖς πολέμοις ἀμφότεροι φράττονται οἱ μαχόμενοι· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ' ὁ μὲν γυμνὸς, ὁ δὲ καθώπλισται· ἐν τοῖς ἀγῶσι πάλιν ἀμφοτέροις ἔξεστι τὰς χεῖρας ἀνταίρειν, ἐνταῦθα δὲ ὁ μὲν δέδεται, ὁ δὲ μετ' ἐξουσίας ἐπάγει τὰς πληγὰς, καὶ καθάπερ ἐκ τυραννίδος τινὸς ἑαυτοῖς μὲν τὸ κακῶς ποιεῖν ἀποκληρώσαντες οἱ δικάζοντες, τοῖς δικαίοις δὲ μάρτυσι τὸ πάσχειν κακῶς ἀπονείμαντες, οὕτω συμπλέκονται τοῖς ἁγίοις, καὶ οὐδὲ οὕτως αὐτῶν περιγίνονται, ἀλλὰ μετὰ τὴν ἀνώμαλον ταύτην μάχην ἡττηθέντες ἀναχωροῦσι· καὶ ταυτὸν γίνεται οἷον ἂν εἴ τις πολεμιστὴν ἄνθρωπον εἰς πόλεμον εἰσαγαγὼν, καὶ τοῦ δόρατος τὴν αἰχμὴν ἀποκόψας, καὶ τὸν θώρακα ἀποδύσας, οὕτω κελεύῃ γυμνῷ τῷ σώματι μάχεσθαι, ὁ δὲ πληττόμενος καὶ παιόμενος καὶ πάντοθεν μυρία δεχόμενος τραύματα τρόπαιον στήσειε. Καὶ γὰρ τοὺς μάρτυρας γυμνοὺς ἄγοντες, καὶ τὰς χεῖρας ὀπίσω δήσαντες καὶ πάντοθεν παίοντες καὶ καταξαίνοντες, οὕτως ἡττῶντο· οἱ δὲ τὰ τραύματα δεχόμενοι, τὸ κατὰ τοῦ διαβόλου τρόπαιον ἔστησαν. Καὶ καθάπερ ἀδάμας πληττόμενος αὐτὸς μὲν οὐκ ἐνδίδωσιν, οὐδὲ μαλάσσεται, τὸν δὲ παίοντα διαλύει σίδηρον· οὕτω δὴ καὶ αἱ ψυχαὶ τῶν ἁγίων, τοσούτων ἐπαγομένων βασάνων, αὐταὶ μὲν οὐδὲν ἔπασχον δεινὸν, τῶν δὲ παιόντων τὴν δύναμιν καταλύουσαι, αἰσχρῶς καὶ καταγελάστως ἡττηθέντας ἐκ τῶν ἀγώνων ἐξέπεμπον μετὰ πολλὰς καὶ ἀφορήτους πληγάς. Καὶ γὰρ προσέδησαν αὐτοὺς τῷ ξύλῳ, καὶ τὰς πλευρὰς διώρυττον, ἐμβαθύνοντες αὔλακας, καθάπερ γῆν ἀροτριῶντες, ἀλλ' οὐ σώματα σχίζοντες· καὶ ἦν ἰδεῖν λαγόνας ἀναπεπετασμένας, πλευρὰ ἀνεῳγότα, στήθη διεῤῥηγμένα, καὶ οὐδὲ ἐνταῦθα τῆς μανίας ἔστησαν οἱ αἱμοβόροι θῆρες ἐκεῖνοι, ἀλλὰ ἀπὸ τοῦ ξύλου καθελόντες ὑπὲρ τῶν ἀνθράκων ἐπὶ σιδηρᾶς κλίμακος ἔτεινον· καὶ ἦν ἰδεῖν πάλιν πικρότερα τῶν προτέρων θεάματα, διπλᾶς καταφερομένας σταγόνας ἐκ τῶν σωμάτων, τὰς μὲν τοῦ αἵματος ῥέοντος, τὰς δὲ τῶν σαρκῶν τηκομένων· οἱ δὲ ἅγιοι καθάπερ ἐπὶ ῥόδων κείμενοι τῶν ἀνθράκων, οὕτω μεθ' ἡδονῆς τὰ γινόμενα ἐθεώρουν.
round, flashing with weapons, and illuminating the earth, clouds of darts are discharged from every side, hiding the air by their multitude, streams of blood flow upon the earth, and many everywhere are the corpses, just as in a harvest of ears of corn, as the soldiers fall one upon another. Come then, let me lead you from those to this battle. Here too there are two battle-lines, the one of the martyrs, the other of the tyrants; yet the tyrants indeed are fully armed, whereas the martyrs fight with naked body, and the victory belongs to the naked, not to the fully armed. Who would not be astounded that he who is scourged prevails over him who scourges, he who is bound over him who is loose, he who is burned up over him who burns, he who dies over him who slays? Did you see how these things are more awful than those? Those, even if fearful, yet take place according to nature; whereas these surpass all nature and every sequence of affairs, so that you may learn that the achievements belong to the grace of God. And yet what is more unjust than this battle? What more unlawful than these wrestlings? For in wars both combatants are fenced in armour; but here it is not so, rather the one is naked while the other is fully armed; in the games again both are permitted to raise their hands against each other, whereas here the one is bound while the other with authority inflicts the blows, and as though out of some tyranny the judges, having allotted to themselves the doing of ill, and having assigned to the righteous martyrs the suffering of ill, thus grapple with the saints, and not even so do they prevail over them, but after this unequal battle they withdraw defeated; and the same thing happens as if someone, having led a warrior into war, and having cut off the point of his spear, and stripped off his breastplate, should thus bid him fight with naked body, while he, being struck and beaten and receiving myriad wounds from every side, should set up a trophy. For indeed, leading the martyrs naked, and binding their hands behind them, and beating and lacerating them from every side, they were thus defeated; while those who received the wounds set up the trophy against the devil. And just as adamant when struck does not itself give way or soften, but shatters the iron that strikes it, so too the souls of the saints, when so many tortures were brought upon them, suffered nothing dreadful themselves, but undoing the strength of those who beat them, sent them away from the contests shamefully and ludicrously defeated after many and unbearable blows. For they bound them fast to the wood, and dug through their sides, deepening furrows, just as though ploughing earth rather than cleaving bodies; and one might see flanks laid wide open, sides gaping, breasts torn apart; and not even here did those bloodthirsty beasts stay their madness, but taking them down from the wood they stretched them out over the coals upon an iron ladder; and one might see again spectacles bitterer than the former ones, double drops coursing down from their bodies, the one of blood flowing, the other of flesh melting away; while the saints, just as though lying upon roses rather than coals, thus with pleasure beheld what was taking place.