καλῶς εἰρημένα κακῶς ἑρμηνεύουσα. Θέλοντες γαρ δεῖξαι τὸν Υἱὸν ἐλάττονα τοῦ Πατρὸς, περιέρχονται ὀνόματα ξένα περιεργαζόμενοι, καὶ λέγουσιν εἰς τὸ, Θεὸς καὶ Κύριος, ὡς ὁ Πατὴρ Θεὸς, ὁ δὲ Υἱὸς Κύριος, καὶ διαιροῦσι τὰ ὀνόματα, καὶ προσνέμουσι τὸ μὲν Θεὸς τῷ Πατρὶ, τὸ δὲ Κύριος τῷ Υἱῷ, ὡς διαιρέται ὄντες τῆς θεότητος καὶ κληροδόται. Λέγει τῷ Υἱῷ τὸ Κύριος ἡ Γραφή; ταῦτα λέγει; Πῶς οὐκ ἤκουσας τοῦ ψαλμοῦ πρὸς ἓν πρόσωπον λέγοντος σήμερον, Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν ἐδεήθην; Οὐκοῦν καὶ Κύριον καὶ Θεὸν αὐτὸν ὀνομάζει. Τίνα βούλει Θεὸν εἶναι, τὸν Υἱὸν, ἢ τὸν Πατέρα; Πάντως τὸν Πατέρα ἐρεῖς τὰ ὀνόματα ταῦτα. Οὐκοῦν Θεὸς ὁ Υἱὸς, καὶ Κύριος ὁ Πατήρ. Τί οὖν διαιρεῖς τὰ ὀνόματα, καὶ τὸ μὲν ἐκεῖ προσρίπτεις, τὸ δὲ ἐνταῦθα διαιρεῖς; Καὶ ὁ Παῦλος δὲ λέγει (εἴθε ἤκουες Παύλου, καὶ μακάριος ἦς)· Ἀλλ' ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα. Μὴ ἐκάλεσε τὸν Υἱὸν Θεόν; ἀλλὰ τί; Κύριον. Τί γὰρ, εἰπέ μοι, τὸ Θεὸς σεμνότερον τοῦ Κύριος, καὶ τὸ Κύριος ἔλαττον τοῦ Θεός; Συντείνατε ἑαυτοὺς, παρακαλῶ, μετὰ ἀκριβείας· ἐὰν οὖν δείξω, ὅτι ἕν ἐστι τὸ Κύριός καὶ τὸ Θεὸς, τί λέγεις; Λέγεις τὸ Θε⟨ὸ⟩ς μεῖζον, τὸ δὲ Κύριος ἔλαττον; Ἄκουσον τοῦ προφήτου λέγοντος· Οὗτος Κύριος ὁ ποιήσας τὸν οὐρανόν· οὗτος Θεὸς ὁ κατασκευάσας τὴν γῆν· Κύριος τὸν οὐρανὸν, καὶ ὁ Θεὸς τὴν γῆν· οὗτος ἐπὶ τοῦ αὐτοῦ προσώπου καὶ τὸ Κύριος καὶ τὸ Θεὸς τέθεικε. Καὶ πάλιν· Ἄκουε, Ἰσραὴλ, Κύριος Θεός σου, Κύριος εἷς ἐστι. Δεύτερον τὸ Κύριος, καὶ ἅπαξ τὸ Θεός· καὶ πρῶτον τὸ Κύριος, καὶ τότε τὸ Θεὸς, καὶ πάλιν τὸ Κύριος. Εἰ δὲ τοῦτο καταδεέστερον, ἐκεῖνο δὲ μεῖζον, οὐκ ἐπὶ μεγάλης οὐσίας καὶ μείζονος τοῦ λόγου τὸ ἔλαττον τέθεικε πρῶτον, ἀλλὰ τὸ μεῖζον εἰπὼν ἠρκέσθη, καὶ οὐκ ἂν προσέρριψε τὸ ἔλαττον. Ἆρα συνήκατε ὃ εἶπον; Πάλιν παιδεύω· οὐ γὰρ θέατρόν ἐστι πρὸς ἐπίδειξιν, ἀλλὰ διδασκαλία πρὸς κατάνυξιν, οὐχ ἵνα ἄοπλοι ἀπέλθητε, ἀλλ' ἵνα ὁπλισθέντες ἀναχωρήσητε. Τὸ Θεὸς λέγεις, αἱρετικὲ, μεῖζον, καὶ τὸ Κύρισς ἔλαττον; Ἔδειξά σοι τὸν προφήτην λέγοντα· Κύριος ὁ ποιήσας τὸν οὐρανὸν, Θεὸς ὁ κατασκευάσας τὴν γῆν. Δείκνυμί σοι πάλιν τὸν Μωσέα λέγοντα· Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι. Πῶς εἷς, εἰ δύο εἰσὶ τὰ ὀνόματα, τὸ μὲν ἐλάττονος, τὸ δὲ μείζονος οὐσίας; Οὐ γὰρ δὴ ἡ οὐσία μείζων ἑαυτῆς καὶ ἐλάττων, ἀλλ' ἴση καὶ συνημμένη· Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι· καὶ δεικνύω σοι, ὅτι τὸ ὄνομα τὸ Κύριος, τοῦτό ἐστι Θεός· ὅλως δὲ, εἰ καταδεέστερον τὸ Κύριος, τὸ δὲ Θεὸς μεῖζον, ποῖον ὤφειλεν αὐτοῦ ὄνομα εἶναι; Τὸ Κύριος τὸ μικρότερον, ἢ τὸ Θεὸς τὸ μεῖζον; Ἐὰν εἴπῃ· Ποῖον ὄνομά μου; τί λέγεις, ὦ αἱρετικέ; λέγεις ὅτι τὸ Κύριος τοῦ Υἱοῦ, τὸ δὲ Θεὸς τοῦ Πατρὸς, ὡς οἰκειότερον; Ἐὰν οὖν σοι δείξω τὸ Κύριος τὸ μικρὸν γνωριστικὸν αὐτοῦ, τί ποιεῖς; Γνώτωσαν ὅτι ὄνομά σοι Κύριος, ὁ προφήτης λέγει· μὴ εἶπε· Θεός; Καίτοι εἰ μεῖζον τὸ Θεὸς, διὰ τί οὐκ εἶπεν ὁ προφήτης, Γνώτωσαν ὅτι ὄνομά σοι Θεός; Εἰ γὰρ τὸ μὲν ἴδιον αὐτοῦ καὶ οἰκεῖον τὸ Θεὸς, ἀλλότριον δὲ
badly interprets the things well spoken. For wishing to show the Son to be less than the Father, they go round busying themselves with strange names, and say with regard to the words God and Lord that the Father is God and the Son is Lord, and they divide the names and assign the name God to the Father and the name Lord to the Son, as though they were dividers of the Godhead and parcellers of an inheritance. Does Scripture apply the name Lord to the Son? Does it say this? How did you not hear the psalm saying today unto one person: With my voice unto the Lord did I cry; with my voice unto God did I make supplication? Accordingly it calls Him both Lord and God. Whom will you have to be God: the Son, or the Father? By all means you will say that these names belong to the Father. Accordingly the Son is God, and the Father is Lord. Why, then, do you divide the names, flinging the one there and sundering the other here? And Paul too says (would that you listened to Paul, and were blessed!): Yet to us there is one God, the Father, of Whom are all things, and one Lord Jesus Christ, through Whom are all things. Did he not call the Son God? Nay, what? Lord. Why, tell me, is the name God more august than the name Lord, and the name Lord less than the name God? Strain your attention, I pray you, with exactness: if, then, I show that the name Lord and the name God are one, what do you say? Do you say that the name God is greater and the name Lord less? Hear the prophet saying: This is the Lord Who made heaven; this is God Who fashioned the earth—the Lord made heaven, and God the earth; he has placed both the name Lord and the name God upon the same person. And again: Hear, O Israel, the Lord thy God is one Lord. A second time the name Lord, and once the name God: first the name Lord, and then the name God, and again the name Lord. Yet if this name were inferior and that one greater, when speaking of a great substance and a greater theme he would not have placed the lesser first, but would have been content after uttering the greater, and would not have tacked on the lesser. Have you understood what I said? Again I instruct you; for this is not a theatre for display, but teaching for compunction—not that you may go away unarmed, but that you may withdraw armed. Do you say, heretic, that the name God is greater and the name Lord less? I showed you the prophet saying: The Lord Who made heaven, God Who fashioned the earth. I show you Moses again saying: Hear, O Israel, the Lord thy God is one Lord. How is He one, if the names are two—the one of a lesser substance, the other of a greater? For surely the substance is not greater and less than itself, but equal and knit together: The Lord thy God is one Lord; and I show you that the name Lord is the very same as God. And in general, if the name Lord were inferior and the name God greater, which ought to have been His name: Lord, the smaller, or God, the greater? If He says, What is My name? what do you say, O heretic? Do you say that the name Lord belongs to the Son, and the name God to the Father as more proper to Him? If, then, I show you that the small name Lord is indicative of Him, what do you do? Let them know that Thy name is the Lord, says the prophet; did he say, God? And yet if the name God were greater, why did the prophet not say, Let them know that Thy name is God? For if the name God were peculiar and proper to Him, while