ἵνα κειμένους ἀναστήσωμεν· τοιοῦτος γὰρ ἡμῶν ὁ πόλεμος· οὐκ ἀπὸ ζώντων νεκροὺς ἐργάζεται, ἀλλ' ἀπὸ νεκρῶν ζῶντας κατασκευάζει, ἡμερότητος γέμων καὶ πολλῆς τῆς ἐπιεικείας. Οὐ γὰρ ἐλαύνω πράγματι, ἀλλὰ τῷ λόγῳ διώκω, οὐ τὸν αἱρετικὸν, ἀλλὰ τὴν αἵρεσιν, οὐ τὸν ἄνθρωπον ἀποστρέφομαι, ἀλλὰ τὴν πλάνην μισῶ, καὶ ἐπισπάσασθαι βούλομαι· οὐκ ἔχω πόλεμον πρὸς οὐσίαν· Θεοῦ γὰρ ἔργον ἡ οὐσία· ἀλλὰ τὴν γνώμην διορθώσασθαι βούλομαι, ἣν διέφθειρεν ὁ διάβολος. Οὕτω καὶ ἰατρὸς ἄρρωστον θεραπεύων, οὐ τῷ σώματι πολεμεῖ, ἀλλὰ τοῦ σώματος τὴν κακίαν ἀναιρεῖ. Κἀγὼ τοίνυν ἐὰν πολεμήσω αἱρετικοῖς, οὐκ αὐτοῖς τοῖς ἀνθρώποις πολεμῶ, ἀλλὰ τὴν πλάνην ἐκβαλεῖν βούλομαι, καὶ τὴν σηπεδόνα ἐκκαθᾶραι. Ἐμοὶ ἔθος ἐστὶ διώκεσθαι καὶ μὴ διώκειν, ἐλαύνεσθαι καὶ μὴ ἐλαύνειν. Οὕτω καὶ ὁ Χριστὸς περιεγένετο, οὐ σταυρώσας, ἀλλὰ σταυρωθεὶς, οὐ ῥαπίσας, ἀλλὰ ῥαπισθείς. Εἰ μὲν κακῶς ἐλάλησα, φησὶ, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Ὁ Δεσπότης τῆς οἰκουμένης τῷ δούλῳ τοῦ ἀρχιερέως ἀπολογεῖται, καὶ ῥαπισθεὶς τὸ στόμα, ὅθεν ἐξῆλθε ῥῆμα, καὶ τὴν θάλατταν ἐχαλίνωσε, καὶ τετραήμερον Λάζαρον ἐκ νεκρῶν ἤγειρεν· ὅθεν κακία ἐδραπέτευσεν, ὅθεν νοσήματα καὶ ἁμαρτήματα ἐλύετο· τοῦτο τοῦ σταυρωθέντος τὸ θαῦμα. Καὶ γὰρ δυνάμενος κεραυνὸν ἀφεῖναι, καὶ τὴν γῆν σεῖσαι, καὶ τὴν χεῖρα τοῦ δούλου ξηρᾶναι, οὐδὲν τούτων ἐποίησεν, ἀλλὰ καὶ ἀπολογεῖται, καὶ πραότητι περιγίνεται, σὲ παιδεύων ἄνθρωπον ὄντα μηδέποτε ἀγανακτεῖν· κἂν σταυρωθῇς, κἂν ῥάπισμα λάβῃς, τὰ αὐτὰ ἵνα λέγῃς ὡς ὁ Δεσπότης σου· Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Καὶ ὅρα αὐτοῦ τὴν φιλανθρωπίαν, πῶς τὰ μὲν τῶν δούλων ἐκδικεῖ, τὰ δὲ ἑαυτοῦ παρατρέχει. Ἐγένετό τίς ποτε προφήτης, καὶ βασιλέα ἀσεβοῦντα διήλεγχε, καὶ ἐλθών φησι· Θυσιαστήριον, θυσιαστήριον, ἄκουσον. Ἐπειδὴ γὰρ ὁ βασιλεὺς Ἱεροβοὰμ εἱστήκει τοῖς εἰδώλοις ἀναφέρων θυσίαν, ἐλθὼν ὁ προφήτης τῷ θυσιαστηρίῳ διαλέγεται. Τί ποιεῖς, ὦ προφῆτα; τὸν ἄνθρωπον ἀφῆκας, καὶ τῷ θυσιαστηρίῳ διαλέγῃ; Ναὶ, φησί. Διὰ τί; Ἐπειδὴ λίθου ἀναισθητότερος ὁ ἄνθρωπος ἐγένετο, ἐκεῖνον ἀφίημι, καὶ τούτῳ διαλέγομαι, ἵνα μάθῃς, ὅτι ὁ λίθος ἀκούει, καὶ ὁ ἄνθρωπος οὐκ ἀκούει. Ἄκουσον, θυσιαστήριον, ἄκουσον, καὶ εὐθέως ἐρράγη τὸ θυσιαστήριον. Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ὁ βασιλεὺς, πιάσαι τὸν προφήτην βουλόμενος, καὶ οὐκ ἠδύνατο συστεῖλαι αὐτήν. Ὁρᾷς ὅτι μᾶλλον τὸ θυσιαστήριον ἤκουσεν, ἢ ὁ βασιλεύς; ὁρᾷς ὅτι τὸν λογικὸν ἀφῆκε, καὶ τῷ ἀλόγῳ διαλέγεται, ἵνα διὰ τῆς τούτου ὑπακοῆς τὴν ἐκείνου ἀναισθησίαν καὶ κακίαν διορθώσηται; Ἐρράγη τὸ θυσιαστήριον, καὶ ἡ κακία τοῦ βασιλέως οὐκ ἐρράγη. Ἀλλ' ὅρα τὸ γεγενημένον· ἐξέτεινε τὴν χεῖρα ὁ βασιλεὺς λαβεῖν τὸν προφήτην, καὶ εὐθέως ἐξηράνθη ἡ χεὶρ αὐτοῦ. Ἐπειδὴ τῇ τιμωρίᾳ τοῦ θυσιαστηρίου οὐκ ἐγένετο βελτίων, τῇ οἰκείᾳ κολάσει παιδεύεται τοῦ Θεοῦ τὴν ὑπακοήν. Ἐγὼ μὲν γάρ σου φειδόμενος εἰς λίθον ἠθέλησα ἀφεῖναι τὴν ὀργήν· ἐπειδὴ δὲ οὐκ ἐγένετό σοι διδάσκαλος ὁ λίθος, λάμβανε σὺ τὴν τιμωρίαν. Καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ, καὶ παραυτίκα ἐξηράνθη. Εἱστήκει λοιπὸν τὸ τρόπαιον τοῦ προφήτου, καὶ συστεῖλαι αὐτὴν ὁ βασιλεὺς οὐκ ἠδύνατο. Ποῦ τὸ διάδημα; ποῦ αἱ πορφυρίδες; ποῦ οἱ θώρακες; ποῦ αἱ ἀσπίδες; ποῦ τὸ στρατόπεδον; ποῦ τὰ δόρατα; Ὁ Θεὸς ἐκέλευσε, καὶ
that we may raise them up where they lie; for of such a sort is our warfare: it does not make dead men out of the living, but fashions living men out of the dead, teeming with gentleness and much forbearance. For I do not harass in deed, but pursue by speech—not the heretic, but the heresy; I do not turn away from the man, but hate the error, and wish to draw him over; I wage no war against substance—for substance is the work of God—but I wish to set right the mind which the devil corrupted. Even so a physician, when healing the sick, does not wage war against the body, but takes away the distemper of the body. I too, therefore, if I wage war against heretics, do not wage war against the men themselves, but wish to cast out the error and purge away the putrefaction. It is my custom to be persecuted and not to persecute, to be harassed and not to harass. Even so Christ also prevailed—not crucifying, but crucified; not striking on the cheek, but struck. If I spoke evilly, says He, bear witness concerning the evil; but if well, why do you strike Me? The Master of the inhabited world makes His defence to the servant of the high priest, even when struck upon the mouth whence went forth the word that bridled the sea and raised four-days-dead Lazarus from the dead—whence wickedness ran away, whence diseases and sins were loosed: this is the wonder of Him Who was crucified. For though able to hurl a thunderbolt, and shake the earth, and wither the hand of the servant, He did none of these things, nay, He both makes His defence and prevails by meekness, teaching you, who are a man, never to be indignant; and even if you be crucified, even if you receive a blow on the cheek, to say the same words as your Master: If I spoke evilly, bear witness concerning the evil; but if well, why do you strike Me? And behold His loving-kindness: how He avenges the wrongs of His servants, while passing over His own. There was once a certain prophet, and he reproved an ungodly king, and coming up he says: Altar, altar, hear! For since King Jeroboam stood offering sacrifice to idols, the prophet comes and converses with the altar. What are you doing, O prophet? Have you left the man and do you converse with the altar? Yes, says he. Why? Since the man has become more insensate than stone, I leave him and converse with this, that you may learn that the stone hears, and the man hears not. Hear, altar, hear!—and straightway the altar was rent. The king stretched forth his hand, wishing to seize the prophet, and could not draw it back. Do you see that the altar heard rather than the king? Do you see that he left the rational being and converses with the irrational, that through its obedience he may set right the other's insensibility and wickedness? The altar was rent, and the wickedness of the king was not rent. Yet behold what came to pass: the king stretched forth his hand to lay hold of the prophet, and straightway his hand was withered. Since he did not grow better through the punishment of the altar, by his own chastisement he is taught obedience to God: Sparing you, I wished to discharge My wrath upon a stone; but since the stone did not become a teacher to you, receive the punishment yourself. And he stretched forth his hand, and on the spot it was withered. Thereafter stood the trophy of the prophet, and the king could not draw it back. Where was the diadem? Where the purple robes? Where the breastplates? Where the shields? Where the army? Where the spears? God commanded, and