Migne Reading Room

PG 50 · cols. 687–690 bis · Read from the page

In S. Magnam Martyrem Drosidem et de Memoria Mortis (Εἰς τὴν ἁγίαν μεγαλομάρτυρα Δροσίδα)

In S. Magnam Martyrem Drosidem et de Memoria Mortis (Εἰς τὴν ἁγίαν μεγαλομάρτυρα Δροσίδα)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 50:687Read from the page
γʹ. Ἀλλ' ἐντεῦθεν μὲν, ὅτι τῆς ἀσθενείας τῶν δαιμόνων ἔλεγχος ὁ τῶν μαρτύρων ἐστὶ θάνατος, ἀποδέδεικται· ὅτι δὲ καὶ τῆς ἀναισθησίας αὐτῶν ἐστι κατηγορία τὸ πρᾶγμα, δῆλον ἐκεῖθεν. Ὅταν γὰρ οὗτοι μὲν, οἱ μάρτυρες λέγω, σώματι καὶ φυσικαῖς ἀνάγκαις ὑποκείμενοι, καὶ πολὺν ὀδυνῶν ὄχλον καὶ ἀλγηδόνων ἔχοντες περιεστῶτα, καὶ τὸν ἐπίκηρον ζῶντες βίον, καὶ διατρίβοντες ἐπὶ γῆς, οὕτω φαίνωνται τῆς παρούσης ὑπερορῶντες ζωῆς διὰ τὴν περὶ τὸν πεποιηκότα αὐτοῖς Θεὸν ἀγάπην· ἐκεῖνοι δὲ καὶ σαρκὸς ἀπηλλαγμένοι καὶ πάσης ταύτης ὀδύνης καὶ ἀλγηδόνος οὕτω φαίνωνται ἐξυβρικότες, καὶ ἀγνώμονες περὶ τὸν εὐεργέτην γεγενημένοι, ποίαν ἕξουσιν ἀπολογίαν; τίνα συγγνώμην; Οὐδεμίαν οὐδαμόθεν, τῆς τούτων ἀρετῆς τὴν ἐκείνων κακίαν ἐκ πολλοῦ τοῦ περιόντος κατακρινούσης. Οὐ γὰρ δὴ μόνον ἀνθρώπους ἄνθρωποι, οἱ σπουδαιότεροι τοὺς ῥᾳθυμοτέρους κατακρίνουσιν, ἀλλ' ἤδη καὶ αὐτοὺς τοὺς δαίμονας ἡ τούτων καταδικάζει σπουδή. Καὶ ταῦτα Παῦλος ἐδήλωσε λέγων· Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν; μήτι γε βιωτικά; τοὺς τοῦ διαβόλου λέγων ἀγγέλους, τοὺς ἀποστάτας. Καὶ πῶς κρινοῦμεν αὐτοὺς, φησίν; Οὐχὶ καθήμενοι καὶ εὐθύνας αὐτοὺς ἀπαιτοῦντες, ἀλλὰ δι' ἡμετέρας σπουδῆς τὴν ἐκείνων κατακρίνοντες ῥᾳθυμίαν. Ὅπερ οὖν καὶ αὐτὸ δηλῶν ἔλεγε· Καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος· οὐκ εἶπεν ἐφ' ὑμῶν, ἀλλὰ δι' ὑμῶν. Ὥσπερ ὅταν λέγῃ· Ἄνδρες Νινευῖται ἀναστήσονται, καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην, οὐχ ὡς τῶν Νινευϊτῶν λόγον ἀπαιτούντων τοὺς τότε ἀπιστοῦντας τῶν Ἰουδαίων, ἀλλ' ὡς τῆς ἐκείνων πίστεως τὴν τούτων ἀπιστίαν καταδικαζούσης. Ἔστι καὶ εἰς ἀρετὴν μέγιστα ἀπόνασθαι καὶ εἰς ὑπεροψίαν τῶν παρόντων πραγμάτων ἀπὸ τῶν μαρτύρων. Ὅταν γὰρ ἴδῃς τούτους ἁπάσης καταφρονοῦντας τῆς ζωῆς, κἂν ἁπάντων ἀναισθητότερος ᾖς καὶ νωθρότατος, ὑψηλότατον δέξῃ φρόνημα, καὶ καταγελάσῃ τρυφῆς, ὑπερόψει χρημάτων, καὶ ἐπιθυμήσεις τῆς ἐκεῖ διατριβῆς· κἂν ἐν ἀῤῥωστίαις ᾖς, εἰς ὑπομονὴν ἀφορμὴν λήψῃ μεγίστην, τὰ τῶν μαρτύρων παθήματα· κἂν πενία πιέζῃ, κἂν ὁτιοῦν ἕτερον τῶν χαλεπωτάτων, πρὸς τὸ μέγεθος τῶν ἐκείνοις ἐπαχθεισῶν βασάνων βλέπων ἀρκοῦσαν ἕξεις παραμυθίαν τῶν κατειληφότων ἁπάντων δεινῶν. Διὰ τοῦτο μάλιστα φιλῶ τῶν μαρτύρων τὰς μνήμας, καὶ φιλῶ καὶ ἀσπάζομαι, πάσας μὲν, μάλιστα δὲ ὅταν γυναῖκες ἀγωνιζόμεναι τύχωσιν. Ὅσῳ γὰρ τὸ σκεῦος ἀσθενέστερον, τοσούτῳ μείζων ἡ χάρις, τοσούτῳ λαμπρότερον τὸ τρόπαιον, τοσούτῳ περιφανεστέρα ἡ νίκη, οὐ διὰ τὴν ἀσθένειαν τῆς φύσεως τῶν ἀθλητῶν, ἀλλ' ὅτι καὶ οἷς ἐκράτησεν ὁ ἐχθρὸς, τούτοις ἑάλω νῦν. Διὰ παρθένου γοῦν ἀπέκτεινε πρώην τὸν Ἀδὰμ ὁ διάβολος, διὰ παρθένου μετὰ ταῦτα κατηγωνίσατο τὸν διάβολον ὁ Χριστὸς, καὶ τὸ ξίφος ὅπερ ἦν ἠκονημένον αὐτῷ καθ' ἡμῶν, τοῦτο τὴν τοῦ δράκοντος ἀπέτεμε κεφαλὴν, ὅπερ καὶ ἐπὶ τοῦ Δαυῒδ γέγονε. Καθάπερ γὰρ τότε τοῦ Γολιὰθ τὴν κεφαλὴν ὁ δίκαιος ἐκεῖνος αὐτῷ τῷ βαρβαρικῷ ξίφει δραμὼν ἀπέκοψεν, οὕτω δὴ καὶ νῦν· διὰ γυναικὸς ἐκράτησε, διὰ γυναικὸς ἥττηται. Τοῦτο ὅπλον ἦν αὐτῷ πρότερον, τοῦτο νῦν γέγονεν αὐτῷ σφαγῆς ὄργανον, τοῦτο σκεῦος ἀκαταγώνιστον. Ἥμαρτεν ἡ προτέρα καὶ ἀπέθανεν, ἀπέθανεν αὕτη, ἵνα μὴ ἁμάρτῃ· ἐκείνη τότε ψυχρᾶς ὑποσχέσεως ἐλπίδι
3. Now from this it has been demonstrated that the death of the martyrs is a refutation of the weakness of the demons; and that the matter is also an accusation of their insensibility is plain from the following. For when these—I mean the martyrs—being subject to body and natural necessities, and having a great throng of pains and panging sorrows standing round them, and living this mortal life and tarrying upon earth, are seen thus to overlook the present life on account of their love towards God Who made them, whereas those, though rid of flesh and of all this pain and panging sorrow, are seen thus to have broken out into insolence and to have become ungrateful towards their Benefactor, what sort of defence will they have? What pardon? None from anywhere, since the virtue of these men condemns the wickedness of those with great superabundance. For not only do men condemn men—the more earnest condemning the more slothful—but the earnestness of these men already condemns the very demons themselves also. And Paul made these things plain, saying: Know you not that we shall judge angels? How much more worldly things?—meaning the angels of the devil, the apostates. And how shall we judge them? says one. Not sitting and demanding accounts from them, but through our own earnestness condemning their sloth. Making plain which very thing he also said: And if the world is judged in you—he did not say before you, but through you. Just as when he says: The men of Nineveh shall rise up, and shall condemn this generation—not as though the Ninevites demanded an account from the Jews who disbelieved at that time, but inasmuch as the faith of those men condemns the unbelief of these. It is possible also to reap the greatest benefit from the martyrs both unto virtue and unto disdain of present affairs. For when you see these despising all of life, even if you be more insensible than all and most sluggish, you will receive a most lofty mind, and will laugh luxury to scorn, will disdain money, and will long for the sojourn there; even if you be in sicknesses, you will receive as the greatest incentive unto endurance the sufferings of the martyrs; even if poverty press hard, even if any other whatsoever of the most grievous things, looking at the magnitude of the tortures brought upon those men you will have a sufficient solace for all the terrors that have overtaken you. On this account above all do I love the memorials of the martyrs, and I love and embrace them—all of them indeed, yet above all whenever women happen to be contending. For by so much as the vessel is weaker, by so much is the grace greater, by so much is the trophy more splendid, by so much is the victory more illustrious—not on account of the weakness of the nature of the athletes, but because by the very means whereby the enemy prevailed, by these has he now been captured. Through a virgin at any rate did the devil slay Adam of old; through a virgin afterwards did Christ vanquish the devil, and the sword that had been whetted by him against us, this cut off the head of the dragon—which very thing came to pass in the case of David also. For just as at that time that righteous man ran and cut off the head of Goliath with the barbarian sword itself, so indeed now also: through a woman he prevailed, through a woman he has been defeated. This was his weapon formerly; this has now become for him an instrument of slaughter, this an unconquerable vessel. The former woman sinned and died; this one died that she might not sin; that one at that time, in the hope of a cold promise,
Notes, col. 687

On the reading

Printed αὐτοῖς, for αὐτοὺς.

PG 50:688Read from the page
φυσηθεῖσα τοὺς τοῦ Θεοῦ νόμους κατεπάτησεν· αὕτη καὶ τῆς παρούσης κατεφρόνησε ζωῆς, ὥστε μὴ τὴν εἰς τὸν εὐεργέτην ἐξομόσασθαι πίστιν. Τίς οὖν ἂν γένοιτο λοιπὸν ἀνδράσι μαλακιζομένοις ἀπολογία, τίς δὲ συγγνώμη, ὅταν γυναῖκες ἀνδρίζωνται; ὅταν οὕτω γενναίως πρὸς τοὺς τῆς εὐσεβείας ἀγῶνας ἀποδύωνται; Οὔτε γὰρ φύσις, οὔτε ἡλικία, οὔτε ἄλλο οὐδὲν ἐμποδίσαι δύναιτ' ἂν, ὅταν προθυμία παρῇ, καὶ ζῆλος, καὶ πεπυρωμένη πίστις· καὶ διὰ τούτων ἁπάντων τὴν τοῦ Θεοῦ χάριν ἐπισπασώμεθα, ὃ δὴ καὶ ἐπὶ τῆς μακαρίας ταύτης γέγονε. Καὶ γὰρ ἀσθενὲς ἦν αὐτῇ τὸ βσῶμα, καὶ εὐεπηρέαστος ἡ φύσις, καὶ ἀτελεστέρα ἡ ἡλικία, ἀλλὰ πάντων τούτων τὴν ἀσθένειαν ἐπελθοῦσα ἡ χάρις ἀπέκρυψεν, ἐπειδὴ προθυμίαν εὗρεν αὕτη γενναίαν, καὶ πίστιν ἀδιάκριτον, καὶ ψυχὴν πρὸς κινδύνους παρεσκευασμένην.
puffed up, trampled under foot the laws of God; this one despised even the present life, so as not to abjure her faith in her Benefactor. What defence, then, could thereafter remain for men who play the coward, and what pardon, when women quit themselves like men? When they strip so nobly for the contests of piety? For neither nature, nor age, nor anything else could hinder us, when zeal is present, and ardour, and fiery faith; and through all these let us draw unto ourselves the grace of God—which very thing came to pass also in the case of this blessed woman. For weak indeed was her body, and her nature easily subject to despite, and her age immature; yet grace coming upon her hid the weakness of all these things, since it found a noble zeal, and an unwavering faith, and a soul prepared for dangers.
δʹ. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν δυνατώτερον τοῦ μετὰ σπουδῆς πολλῆς τὸν φόβον τοῦ Θεοῦ ἔχοντος ἐῤῥιζωμένον, ἀλλὰ κἂν πῦρ, κἂν σίδηρος, κἂν θηρία, κἂν ὁτιοῦν ἕτερον ἀπειλῆται, πάντων ὑπερορᾷ μετὰ πολλῆς τῆς εὐκολίας, καθάπερ οὖν καὶ ἡ μακαρία αὕτη Δροσίς. Ἐπειδὴ γὰρ ἧψε τὴν πυρὰν ὁ τύραννος· οὐδὲ γὰρ ἐπὶ βάραθρον αὐτὴν ἤγαγεν, οὐδὲ τὴν κεφαλὴν ἀπέτεμεν, ἵνα μὴ τὸ σύντομον τῆς τιμωρίας εὐκολώτερον αὐτῇ ποιήσῃ τὸν ἆθλον, ἀλλὰ τὸ φρόνημα αὐτῆς καταπλῆξαι βουλόμενος, καὶ τὴν ἀδούλωτον ψυχὴν χειρώσασθαι τῇ τῆς πυρᾶς ὄψει, εἰς μέσον ταύτην ἐνέβαλεν· ἐπειδὴ τοίνυν τὴν πυρὰν ἀνῆψε, καὶ ἡ κάμινος ἀνεκαίετο, καὶ πρὸς ὕψος ᾔρετο μέγα, ταῦτα βλέπουσα ἡ μακαρία μάρτυς ἀνήπτετο καὶ αὐτὴ τῇ προθυμίᾳ, καὶ ἀνέζει τῷ πυρὶ τοῦ Χριστοῦ πόθου, τῶν τριῶν ἀναμνησθεῖσα παίδων, καὶ λογισαμένη πρὸς ἑαυτὴν, ὅτι κοινωνεῖ τοῖς ἄθλοις ἐκείνοις, καὶ τοὺς αὐτοὺς ἐπιφέρεται στεφάνους αὐτοῖς. Καὶ καθάπερ οἱ μεμηνότες οὐδὲν τῶν ὁρωμένων βλέπουσιν ὡς ἔστιν, ἀλλὰ κἂν ξίφος ἠκονημένον ἴδωσι, κυβιστῶσιν εὐκόλως, κἂν πυρὰν, κἂν βάραθρον, κἂν κρημνὸν, κἂν πέλαγος, κἂν ὁτιοῦν ἕτερον, ἀδεῶς κατὰ πάντων ἑαυτοὺς ἀφιᾶσιν· οὕτω δὴ καὶ αὕτη μανεῖσα μανίαν οὐχὶ τοιαύτην, μὴ γένοιτο! ἀλλ' ἑτέραν πάσης σωφροσύνης σεμνοτέραν, καὶ τῷ τοῦ Χριστοῦ βαφεῖσα πόθῳ οὐδὲν τῶν ὁρωμένων ἑώρα, ἀλλὰ πρὸς τὸν οὐρανὸν μεταταξαμένη καὶ τὴν ψυχὴν ἐκεῖ μεταθεῖσα πάντων κατεγέλα τῶν δεινῶν, καὶ τὸ πῦρ οὐχὶ πῦρ, ἀλλὰ δρόσον εἶναι ἐνόμιζε. Διὰ τοῦτο ἐγὼ τὴν πυρὰν ἐκείνην, καὶ πηγὴν ὑδάτων καθαρωτάτην, καὶ βαφήν τινα θαυμασίαν, καὶ χωνευτήριον καλῶ. Καὶ γὰρ καθάπερ ἐν χωνευτηρίῳ χρυσὸς, οὕτω καὶ τῆς μακαρίας ἐκείνης ἡ ψυχὴ διὰ τῆς πυρᾶς ταύτης καθαρωτέρα ἐγίνετο. Κατετήκοντο μὲν γὰρ σάρκες, καὶ ὀστᾶ συνεφρύγετο, καὶ κατεκαίετο νεῦρα, καὶ ὁ τοῦ σώματος ἰχὼρ πανταχόθεν κατέῤῥει· τῆς ψυχῆς δὲ ἡ πίστις στεῤῥοτέρα καὶ φαιδροτέρα ἐγίνετο. Κἀκεῖνοι μὲν ταῦτα ὁρῶντες ἐνόμιζον αὐτὴν ἀπόλλυσθαι, αὕτη δὲ ἐξεκαθαίρετο μᾶλλον, καὶ καθάπερ τὸ χρυσίον ὁ μὲν ἰδιώτης ἑστὼς καὶ ὁρῶν τηκόμενον καὶ καταῤῥέον καὶ ἀναμιγνύμενον τῇ τέφρᾳ, ἀπολωλέναι καὶ διεφθάρθαι νομίζει, ὁ δὲ τεχνίτης καὶ ἀκριβῶς ταῦτα ἐπιστάμενος οἶδεν ὅτι ταύτῃ
4. For there is nothing, there is nothing more powerful than one who with much earnestness has the fear of God rooted in him, but even if fire, even if steel, even if wild beasts, even if any other thing whatsoever be threatened, he overlooks them all with great ease, just as did this blessed Drosis also. For when the tyrant kindled the pyre—for he neither led her to a pit nor cut off her head, lest the briefness of the punishment should make the contest easier for her, but wishing to strike terror into her mind and subdue her unenslaved soul by the sight of the pyre, he cast her into the midst—when therefore he kindled the pyre, and the furnace blazed up, and rose to a great height, seeing these things the blessed martyr was kindled herself also in zeal, and boiled up with the fire of longing for Christ, having called to mind the three children, and having reckoned with herself that she shared in those contests and bore off the same crowns as they. And just as madmen see nothing of the things that are seen as it is, but even if they see a whetted sword, they tumble headlong easily, even if a pyre, even if a pit, even if a precipice, even if the open sea, even if any other thing whatsoever, they cast themselves fearlessly down upon all, so indeed this woman also, maddened with a madness—not such as that, far be it! but another more venerable than all sobriety—and dyed in longing for Christ, saw nothing of the things that were seen, but having transferred her allegiance unto heaven and removed her soul thither she laughed all the terrors to scorn, and supposed the fire to be not fire, but dew. On this account I call that pyre both a most pure spring of waters, and a certain wondrous dye-vat, and a smelting-furnace. For just as gold in a smelting-furnace, so also did the soul of that blessed woman become purer through this pyre. For her flesh indeed melted away, and her bones were parched together, and her sinews were burnt up, and the humour of her body streamed down on every side; whereas the faith of her soul became firmer and more radiant. And those men, seeing these things, supposed her to be perishing, whereas she was rather being thoroughly purified; and just as an unskilled man standing and seeing gold melting and streaming down and mingling with the ashes supposes it to have perished and been destroyed, whereas the craftsman who knows these things exactly knows that in this way
Notes, col. 688

On the reading

Printed βσῶμα, for σῶμα.

PG 50:689Read from the page
καθαρώτερον γίνεται, καὶ μετὰ πύρωσιν αὐτὸ πάντοθεν ἀνασπᾷ λαμπρὸν συλλέγων· οὕτω δὴ καὶ ἐπ' ἐκείνης οἱ μὲν ἄπιστοι τηκομένην αὐτῆς τὴν σάρκα ὁρῶντες καὶ καταῤῥέουσαν, ἐνόμιζον τέφραν γίνεσθαι καὶ κόνιν, οἱ δὲ πιστοὶ σφόδρα ἀκριβῶς ᾔδεσαν, ὅτι τηκομένη πᾶσαν ἀποτίθεται κηλῖδα, καὶ λαμπροτέρα ἄνεισιν ἀφθαρσίαν ἀπολαβοῦσα. Καὶ ἐν αὐτῇ τῇ πυρᾷ, πρὸ τῆς ἀναστάσεως, οὐχ ὡς ἔτυχεν ἐκράτει τῶν ἀντικειμένων δυνάμεων· αἱ γὰρ σάρκες λυθεῖσαι τῷ πυρὶ, καὶ ψόφον ἀποτελοῦσαι, μετὰ πολλῆς αὐτὰς τῆς περιουσίας ἐτρέποντο. Καὶ καθάπερ στρατιώτης γενναῖος ὅπλα χαλκᾶ περιθεὶς ἑαυτῷ, καὶ αὐτῷ τῷ ψόφῳ τῶν ὅπλων τοὺς δειλοτέρους καταπλήττει τῶν ἀντιπάλων· οὕτω δὴ καὶ τότε ἡ μακαρία Δροσὶς τῷ ψόφῳ τοῦ δέρματος τὰς δυνάμεις ἐκείνας ἐφυγάδευε, καὶ οὐ τούτῳ μόνῳ τῷ τρόπῳ, ἀλλὰ καὶ ἑτέρῳ πάλιν οὐκ ἐλάττονι τούτου. Ὁμοῦ τε γὰρ ἐπέβαινε τῆς πυρᾶς, καὶ καπνὸς ἀνελθὼν εἰς ὕψος καὶ τὸν ἀέρα κατασχὼν, τοὺς κατὰ ἀέρα δαίμονας πετομένους ἀπέπνιγεν ἅπαντας, τὸν διάβολον ἀπήλαυνεν, αὐτοῦ τοῦ ἀέρος τὴν φύσιν ἀπέσμηχεν. Ἐπειδὴ γὰρ ἐμολύνετο καπνῷ τῷ τῶν εἰδώλων, ἀντανίη καπνὸς ἕτερος τὴν ἐξ ἐκείνων ἐγγινομένην αὐτῷ κηλῖδα καθαίρων. Καὶ ἡ πηγῆς δὲ εἰκὼν ἁρμόσειεν ἂν ἐκείνῃ τῇ πυρᾷ. Καθάπερ γὰρ ἐν τῇ πηγῇ ἱμάτιον ἀποδυσαμένη, καὶ τὸ σῶμα φαιδρύνουσα, οὕτως ἐν ἐκείνῃ τῇ φλογὶ τὴν σάρκα τὴν ἑαυτῆς ἱματίου παντὸς εὐκολώτερον ἀποθεμένη καὶ τὴν ψυχὴν λαμπρύνουσα, πρὸς τὸν νυμφίον ἠπείγετο δᾳδουχούντων τῶν ἀγγέλων αὐτήν. Εἰ γὰρ τὸν Λάζαρον ἐκεῖνον τὸν ἡλκωμένον ἄγγελοι πρὸς τοὺς κόλπους ἀπήγαγον τοῦ Ἀβραὰμ, πολλῷ μᾶλλον ταύτην δορυφοροῦντες ἀπῄεσαν καθάπερ ἔκ τινος ἱερᾶς παστάδος καὶ νυμφικοῦ θαλάμου τῆς καμίνου παραλαβόντες αὐτὴν, καὶ πρὸς τὸν ἄνω νυμφῶνα ἀνάγοντες. Τίνος δὲ ἕνεκεν καὶ βαφὴν ἐκείνην ἐκάλεσα τὴν πυράν; Ὅτι καθάπερ ἐν βαφῇ τινι θαυμαστῇ πορφύρα γενομένη βασιλικὴ πρὸς τὸν ἄνω βασιλέα ἐπέμπετο, καὶ μετὰ πολλῆς τῆς παῤῥησίας τῶν οὐρανίων ἁψίδων ἐπέβαινεν, αὐτοῦ τοῦ Χριστοῦ ἀοράτῳ χειρὶ τὴν ἁγίαν τῆς μάρτυρος κατέχοντος κεφαλὴν, καὶ καθάπερ ἐν ὕδατι βαπτίζοντος αὐτὴν τῷ πυρί. Ὢ θαυμαστῆς πυρᾶς! οἷον εἶχεν ἔνδον θησαυρὸν τὴν κόνιν ἐκείνην καὶ τὴν τέφραν παντὸς χρυσίου τιμιωτέραν, πάντων μύρων εὐωδεστέραν, πάντων λίθων τιμαλφεστέραν! Ὅσα γὰρ οὐκ ἰσχύει πλοῦτος καὶ χρυσίον, τοσαῦτα ἰσχύει μαρτύρων λείψανα. Χρυσίον μὲν γὰρ οὔτε νόσον ἀπήλασε πώποτε, οὔτε θάνατον ἐφυγάδευσε, μαρτύρων δὲ ὀστᾶ ἀμφότερα ταῦτα εἰργάσατο, τὰ μὲν ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων, τὰ δὲ καὶ ἐφ' ἡμῶν. Καὶ ταῦτα οὐχ ἡμεῖς μόνον, ἀλλὰ καὶ οἱ πρὸ τῆς παρουσίας τοῦ Χριστοῦ γενόμενοι δίκαιοι μετὰ ἀκριβείας ἴσασι φιλοσοφεῖν, ὅτε πάντων ἐξελθόντων Αἰγύπτου, καὶ τῶν μὲν χρυσίον, τῶν δὲ ἀργύριον ἐπιφερομένων, ὁ Μωσῆς ἀντὶ πλούτου παντὸς τὰ τοῦ Ἰωσὴφ ὀστᾶ λαβὼν ἐπεφέρετο, θησαυρὸν μέγιστον καὶ μυρίων γέμοντα ἀγαθῶν μεθ' ἑαυτοῦ κομίζων οἴκαδε.
it becomes purer, and after the firing he draws it up from every side, gathering it splendid; so indeed in that woman's case also, while the unbelievers seeing her flesh melting and streaming down supposed it to become ashes and dust, the faithful knew most exactly that in melting she puts off every stain, and goes up more radiant, having received incorruption. And in the pyre itself, before the resurrection, in no ordinary way did she master the opposing powers; for her flesh, loosened by the fire and making a crackling sound, routed them with great superabundance. And just as a noble soldier, having put bronze armour round himself, strikes terror into the more cowardly of his adversaries by the very clang of his armour, so indeed at that time also did blessed Drosis put those powers to flight by the crackling sound of her skin—and not in this manner alone, but also in another again no less than this. For no sooner did she mount the pyre than smoke went up on high and took possession of the air, choked all the demons flying through the air, drove away the devil, wiped clean the nature of the air itself. For since it used to be defiled by the smoke of idols, another smoke sent up in turn cleansed the stain engendered in it from those. And the image of a spring also would suit that pyre. For just as if she had stripped off a garment at the spring and brightened her body, so in that flame, having put off her own flesh more easily than any garment and made her soul splendid, she hastened unto the Bridegroom while the angels escorted her with torches. For if angels led that Lazarus who was covered with sores away unto the bosoms of Abraham, far more did they go away escorting this woman as a bodyguard, having received her from the furnace as if out of some sacred bridal canopy and nuptial chamber, and leading her up unto the bridal chamber above. And on what account did I also call that pyre a dye-vat? Because just as if having become royal purple in some wondrous dye-vat she was sent unto the King above, and with great boldness mounted the heavenly vaults, while Christ Himself with an unseen hand held the holy head of the martyr, and baptized her in the fire just as if in water. O wondrous pyre! What a treasure it held within—that dust and those ashes more precious than any gold, more fragrant than all ointments, more costly than all gems! For all that wealth and gold do not avail to do, so much do the relics of martyrs avail to do. For gold neither drove away disease ever, nor put death to flight, whereas the bones of martyrs wrought both of these, partly in the time of our forefathers, and partly in our own time also. And not we alone know how to practise true wisdom with exactness in these things, but also the righteous men who lived before the coming of Christ, when as all went out of Egypt, and some carried gold and others silver, Moses instead of all wealth took and carried along the bones of Joseph, bringing home with himself the greatest treasure, teeming with ten thousand good things.
εʹ. Ἀλλ' ἴσως εἴποι τις ἄν Καὶ τίνος ἕνεκεν ἐξ
5. Yet perhaps anyone might say: And on what account out of
PG 50:690Read from the page
Αἰγύπτου μετεφέρετο εἰς Παλαιστίνην; ἐν γὰρ μαρτύρων μνήμῃ τὰ τοιαῦτα μάλιστα ἐξετάζειν ἀνάγκη. Καὶ γὰρ πολλοὶ περὶ ταφῆς ἀκριβολογούμενοι, καὶ τοῖς προσήκουσιν ἐπισκήπτοντες, ὅπως κἂν ἀλλαχοῦ τύχωσι τελευτήσαντες, οἴκοι κομίσαντες ἐκεῖνοι αὐτοὺς κατορύξωσιν, εἶτα ἐπὶ μικροψυχίᾳ διὰ τοῦτο παρ' ἡμῶν σκωπτόμενοι, ταύτην ἡμῖν προεβάλλοντο τὴν ἱστορίαν, καὶ λεγόντων ἡμῶν ὅτι οὐδὲν διαφέρει, ἄν τε οἴκοι τις, ἄν τε ἐπὶ τῆς ἀλλοτρίας τύχῃ ταφῆς, ἔλεγον· Οὐκοῦν τίνος ἕνεκεν, εἰ μηδὲν διαφέρει, ἀπὸ τῆς Αἰγύπτου τὰ ὀστᾶ λαβὼν τοῦ Ἰωσὴφ εἰς τὴν Παλαιστίνην ἐκόμισεν ὁ Μωσῆς; Ἐγὼ δὲ καὶ μεῖζον ἐρῶ, ὅτι οὐ μόνον ὁ Μωσῆς ἔλαβεν, ἀλλ' ὅτι κἀκεῖνος τελευτῶν ἐνετείλατο. Τὸ γὰρ δὴ μεῖζον τοῦτό ἐστιν· Ἐπισκοπῇ γὰρ, φησὶν, ἐπισκέψαι ὑμᾶς ὁ Θεὸς, καὶ ἀνοίσετε τὰ ὀστᾶ μου. Τίνος οὖν ἕνεκεν κἀκεῖνος εἶπε, καὶ οὗτος ἐπήκουσε; καὶ γὰρ ἄξιον ζητήσεως τὸ λεγόμενον. Τί λέγεις; ὁ πατριάρχης ὁ καταφρονήσας καὶ τῆς παρούσης ζωῆς καὶ πάντων ὑπεριδὼν, οὗ οὐκ ἦν ἄξιος ὁ κόσμος, ὁ ξένος καὶ παρεπίδημος, ὁ τὰ ἐν οὐρανοῖς καθ' ἑκάστην φανταζόμενος τὴν ἡμέραν, ὁ πρὸς τὴν ἄνω βλέπων Ἱερουσαλὴμ, οὗτος ἡνίκα μὲν ἔζη διὰ τὸν τοῦ Θεοῦ φόβον καὶ τῆς πατρίδος καὶ τῆς ἐλευθερίας ἐξέπεσε, καὶ δεσμωτήριον ᾤκησε, καὶ οὐκ ἐπεστράφη πρὸς τὰς ἐπιβουλὰς ἐκείνας· ἐπειδὴ δὲ ἔμελλε τελευτᾷν, οὕτω μικρολογεῖται, ὡς τοσαύτην ποιήσασθαι σπουδὴν ὑπὲρ τῆς τῶν ὀστῶν μετακομιδῆς, καὶ ἐκ τοσούτου διαστήματος κελεύει τὰ λείψανα ἀνάγεσθαι; Καὶ τίς ἂν ταῦτα εἴποι; τί γὰρ τὸ κέρδος ἦν, ἢ ποῖον τὸ ὄφελος τῷ κατοιχομένῳ ἀπὸ τῆς τῶν ὀστῶν μεταθέσεως; Τίνος οὖν ἕνεκεν ἐπέσκηψεν; Οὐχὶ τῶν ὀστῶν φροντίζων, ἀλλ' ἔστι μὲν εἰπεῖν, ὅτι καὶ τῶν Αἰγυπτίων τὴν ἀσέβειαν δεδοικώς. Ἐπειδὴ γὰρ πολλὰ καὶ μεγάλα εἰργάσατο ἀγαθὰ, καὶ τροφεὺς αὐτῶν καὶ προστάτης ἐγένετο, καὶ τοῦ λιμοῦ παραμυθίαν εὗρε μεγίστην, καὶ ἃ μηδενὶ γέγονε δῆλα, ταῦτα πρῶτος καὶ μόνος ἀνέπτυξε, καὶ εἰς μέσον ἤγαγε, καὶ τὰ ὀνείρατα διαλύσας οὐ μόνον προεδήλωσε τὸν λιμὸν, ἀλλὰ καὶ φάρμακον ἱκανὸν αὐτῷ προαπέθετο, οὕτω καὶ τὰ ταμεῖα τῆς Αἰγύπτου πληρώσας, ὡς μηδένα αὐτοῦ τῆς παρουσίας αἰσθέσθαι· ἵν' οὖν μὴ θεὸς νομίζηται μετὰ τελευτὴν διὰ τὸ τῆς εὐεργεσίας μέγεθος, τῶν βαρβάρων ἐκείνων εὐκόλως ἐξ ἀνθρώπων ποιούντων θεοὺς, πάσης ἀσεβείας ἀναιρῶν ὑπόθεσιν, ἐκέλευσεν ἀπενεχθῆναι οἴκαδε τὰ ὀστᾶ. Μία μὲν οὖν αὕτη πρόφασις· ἔστι δὲ καὶ ἑτέραν εἰπεῖν ἀναμφισβήτητον· καὶ γὰρ ἀπὸ τῶν Γραφῶν αὐτὴν πιστώσασθαι ἔνι. Ποίαν δὴ ταύτην; Ἤδει παρὰ τοῦ πατρὸς ἀκούσας, ἐκείνου παρὰ τοῦ πάππου λόγον εἰς αὐτὸν κατενεχθέντα μαθόντος, ὅτι πολλὰ ἔτη δουλώσονται καὶ κακώσουσιν αὐτοὺς οἱ Αἰγύπτιοι. Ἔσται γὰρ τὸ σπέρμα σου πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ, καὶ κακώσουσιν ἔτη τετρακόσια, ὁ Θεὸς πρὸς τὸν Ἀβραὰμ ἔλεγεν. Ἵν' οὖν μὴ πρὸς τὸ μῆκος ἀπαγορεύσαντες τοῦ χρόνου, καὶ τὴν ταλαιπωρίαν οὐ φέροντες ἀπογνῶσι πρὸς τὴν ἐπάνοδον, καὶ ἀναπέσωσι, μέγιστον αὐτοῖς ἐνέχυρον ἐλπίδος διδοὺς προεῖπεν περὶ τῆς ἀνακομιδῆς τῶν ὀστῶν, ἵν' ἐκεῖνοι πρὸς ἑαυτοὺς λογιζόμενοι, ὅτι εἰ μὴ σφόδρα καὶ μετὰ
Egypt was he transferred into Palestine? For at the memorial of martyrs above all is there necessity to examine such matters. For many who are scrupulous concerning burial, and enjoin their relatives that even if they happen to have died elsewhere, those men should bring them home and bury them, when jeered at by us for littleness of soul on this account, used to put forward this history to us, and when we said that it makes no difference whether one obtains burial at home or in a foreign land, they used to say: On what account, then, if it makes no difference, did Moses take the bones of Joseph from Egypt and bring them into Palestine? Yet I shall say even a greater thing: that not only did Moses take them, but that man himself also, when dying, gave this charge. For the greater thing is this: With a visitation, says he, God will visit you, and you shall carry up my bones. On what account, then, did that man both speak, and this man hearken? For what is spoken is worthy of inquiry. What do you say? The patriarch who despised even the present life and overlooked all things, of whom the world was not worthy, the stranger and sojourner, he who pictured to himself every single day the things in the heavens, he who looked unto the Jerusalem above—while he lived, on account of the fear of God he was banished both from his fatherland and from his freedom, and dwelt in a prison-house, and paid no heed to those plots; yet when he was about to die, does he trouble himself over trifles in such a way as to show so great earnestness on behalf of the transfer of his bones, and commands his relics to be brought up from so great a distance? And who would say these things? For what was the gain, or what sort of advantage was there to the departed man from the removal of his bones? On what account, then, did he give this charge? Not caring for the bones, yet one may say that he also feared the impiety of the Egyptians. For since he wrought many and great good things, and became their nourisher and protector, and found the greatest solace for the famine, and the things that had become plain to no one, these first and alone he unfolded and brought into the midst, and having interpreted the dreams not only did he declare the famine beforehand, but also laid up in advance a sufficient medicine for it, having so filled the storehouses of Egypt as well that no one perceived its presence—in order, then, that he might not be supposed to be a god after his end on account of the magnitude of his benefaction, since those barbarians easily made gods out of men, doing away with every pretext of impiety he commanded his bones to be carried away homeward. This, then, is one reason; yet one may also state another unquestionable one—for it is possible to confirm it from the Scriptures also. What sort is this? He knew, having heard from his father, when that man had learned from his grandfather an oracle handed down to him, that for many years the Egyptians will enslave and ill-treat them. For thy seed shall be a sojourner in a foreign land, and they shall enslave it, and shall ill-treat it four hundred years, God said unto Abraham. In order, then, that they might not flag at the length of the time, and not bearing the hardship despair in regard to the return and sink back, giving them the greatest pledge of hope he foretold concerning the bringing up of his bones, so that those men, reckoning with themselves that unless thoroughly and with
PG 50:689 bisRead from the page
Imo in ipso rogo ante resurrectionem miro quodam modo vincebat adversarias potestates: siquidem igne resolutae carnes cum strepitum ederent, illas quam facillime in fugam vertebant. Et quemadmodum generosus miles aereis armis circumdatus ipso etiam armorum stridore timidioribus terrorem incutit adversariis: sic nimirum et tunc beata Drosis pellis stridore potestates illas fugabat: neque vero hac ratione tantum, sed et alia rursus nihilo ista minori. Nam simul atque rogum ingressa est, et fumus in altum ascendens aerem occupavit, daemones per aerem volantes suffocabat omnes, diabolum abigebat, et ipsam naturam aeris abstergebat. Cum enim fumo idolorum inquinatus fuisset, in locum illius fumus alter ascendebat, ut illatas ab illis sordes abstergeret. Sane quidem fontis comparatio praeclare convenit illi rogo. Nam quemadmodum si in fonte vestem exuisset, et corpus abluisset, ita corpus suum in illa flamma facilius quam vestem quamvis exuens, et animam nitidam reddens ad sponsum suum ab angelis stipata properabat. Si enim Lazarum illum ulceribus plenum angeli ad sinum Abrahae abduxerunt: multo magis istam abeuntem stipabant, et tamquam ex sacro quodam conclavi ac thalamo nuptiali assumptam, ex fornace ad caelestem sponsum deducebant. Qua vero de causa tincturam etiam rogum illum appellavi? Quod nimirum tamquam mirabili quadam infecta tinctura, cum purpura regia facta esset, ad caelestem Regem mitteretur, ac multa cum fiducia sedes illas caelestes intraret, quod fiebat, cum invisibili manu sua Christus sanctum martyris caput teneret, et tamquam aquis illam flammis immergeret. O mirabilem rogum! qualem intus thesaurum habebat, pulverem illum ac cinerem auro quovis pretiosiorem, et quibusvis unguentis fragrantiorem, gemmis quibusvis cariorem. Quod enim nec divitiae nec aurum praestare queunt, hoc reliquiae martyrum praestant: siquidem aurum neque morbos umquam depulit, neque mortem abegit; ossa vero martyrum utrumque perfecerunt, illud quidem nostrorum majorum aetate, hoc vero nostra etiam contigit. Ac de his ita non solum nos, sed justi etiam, qui ante Christi adventum vixerunt, exacte philosophari noverunt, quo tempore cunctis ex Aegypto excedentibus, et aliis quidem aurum, aliis vero argentum evehentibus, Moyses opum quarumvis loco Joseph ossa sumens ea detulit (Exod. 13. 19) ac thesaurum maximum et innumeris bonis redundantem secum domum vexit.
Nay more, on the very pyre before the resurrection she vanquished the hostile powers in a wondrous way; for as her flesh, dissolved by the fire, gave forth a crackling sound, it put them to flight with the utmost ease. Just as a noble soldier clad in bronze armour strikes terror into his more cowardly foes by the mere clangour of his arms, so indeed did blessed Drosis at that time rout those powers by the crackling of her skin—and not in this way alone, but in another no whit inferior to it. For the moment she stepped upon the pyre, the smoke rising on high and filling the air choked all the demons flying through the air, drove off the devil, and cleansed the very nature of the air. Since it had been defiled by the smoke of idols, another smoke rose up in its stead to wipe away the filth they had brought upon it. Truly the comparison of a fountain admirably befits that pyre: for just as though she had put off her garment at a fountain and washed her body, so she put off her body in that flame more easily than any garment, and, rendering her soul spotless, hastened to her Bridegroom escorted by angels. For if angels bore Lazarus, covered with sores, away to Abraham's bosom, much more did they escort her as she departed, and, receiving her from the furnace as though from some sacred chamber and bridal bower, led her home to her heavenly Bridegroom. And for what reason did I also call that pyre a dye-vat? Doubtless because, steeped as it were in some marvellous dye and fashioned into royal purple, she was sent to the heavenly King and entered those heavenly mansions with great boldness—which came to pass as Christ with His invisible hand held the martyr's sacred head and plunged her in the flames as though in waters! O marvellous pyre! What a treasure it held within: that dust and ash more precious than any gold, more fragrant than any ointments, dearer than any gems! For what neither wealth nor gold can bestow, the relics of the martyrs bestow: gold has never banished diseases or driven off death, whereas the bones of martyrs have accomplished both—the one in the age of our forefathers, the other in our own day as well. And not only we, but the righteous who lived before the coming of Christ knew how to philosophize aright concerning these things, at the time when all were going out of Egypt and, while some carried off gold and others silver, Moses took the bones of Joseph in place of any wealth, bore them away (Exod. 13:19), and brought home with him a supreme treasure overflowing with countless blessings.
5. Sed dicet fortasse quispiam: Qua vero de causa ex Aegypto in Palaestinam transferebat? siquidem dum martyrum memoria celebratur, talia praesertim examinentur necesse est.
5. Yet perhaps someone will say: For what reason did he transfer them from Egypt into Palestine? For while the memory of the martyrs is being celebrated, it is fitting above all to inquire into such matters.
PG 50:690 bisRead from the page
Multi enim sepulturae suae diligenter providentes, cum propinquis suis mandent, ut si forte alibi eos mori contingat, in patriam suam translatos illi sepeliant; deinde cum illorum idcirco pusillanimitatem irriserimus, hanc nobis historiam objiciunt: cumque nos dixerimus nihil interesse sive domi quis, sive peregre sepulturae mandetur, respondent: Cur igitur, si nihil interest, assumpta Joseph ossa in Palaestinam transtulit Moyses? Ego vero majus aliquid dicam: non solum Moyses accepit, sed ille etiam moriens hoc praecepit: hoc enim profecto est majus. Visitatione enim, inquit, visitet vos Deus, et asportabitis ossa mea (Gen. 50. 24). Cur igitur et ille dixit, et iste paruit? siquidem res est disquisitione digna.
For many people, anxiously providing for their own burial, charge their kinsfolk that if perchance they should die elsewhere, they are to carry them back to their homeland and bury them there; and then, when we ridicule their faintheartedness on that account, they cast up this history to us, and when we say that it makes no difference whether one is committed to the grave at home or abroad, they reply: Why then, if it makes no difference, did Moses take up the bones of Joseph and carry them over into Palestine? Nay, I shall state something greater still: not only did Moses take them up, but Joseph himself when dying gave this charge—for this is assuredly the greater point! God will surely visit you, says he, and you shall carry up my bones hence (Gen. 50:24). Why then did the one give the charge and the other obey? For the matter is worthy of inquiry.
Cur Joseph reliquias suas transferri velit. — Quid ais? ergone patriarcha, qui vitam praesentem aspernabatur, et omnia contemnebat, quo dignus non erat mundus, qui peregrinus et inquilinus erat, qui caelestia quotidie mente versabat, qui supernam Jerusalem spectabat, ille dum viveret quidem, ob Dei timorem et patria et libertate privatus est, et in carcerem est conjectus, nec illis insidiis est inflexus; postquam autem jam jam moriturus erat, ita de minutis rebus istis erat sollicitus, ut istius suorum ossium translationis tantam curam gereret, ac tanto ante tempore reliquias suas advehi jubebat? Quis hoc asseverare tandem audeat? quod enim lucrum, aut quae utilitas obveniebat ex hac ossium transvectione defuncto? Cur ergo mandavit? Non quod de ossibus esset sollicitus, sed hoc dicere possumus, eum sibi ab Aegyptiorum impietate timuisse. Nam quoniam multis magnisque illos affecerat beneficiis, atque illos aluerat adjuverat, adversus famem solatium illis attulerat maximum, et quae nemini umquam innotuerant, ipse primus ac solus patefecerat, et in medium protulerat, atque somniorum interpretatione non solum famem praedixerat, sed etiam sufficiens adversus illam remedium praeparaverat, ita repletis Aegypti horreis, ut nemo illius adventu se premi sentiret: ne igitur propter beneficiorum magnitudinem deus post obitum censeretur, cum illi barbari facile ex hominibus deos facerent: omnem ut occasionem impietatis auferret, domum transferri ossa praecepit. Haec igitur una est occasio; sed et alteram possumus indubitatam afferre: siquidem ex sacris illam Scripturis etiam confirmare licet. Quae tandem illa est? Sciebat ille, quod audiverat a patre, cum ab avo transmissum ad se sermonem ille didicisset, futurum, ut ad multos annos servituti subjicerentur, et affligerentur ab Aegyptiis. Erit enim semen tuum peregrinum in terra aliena, et servituti subjicient illud, et affligent quadringentis annis (Gen. 15. 13), aiebat Deus ad Abraham. Ne igitur tam longi eos temporis taederet, et aerumnas minime ferentes de reditu desperarent, animisque conciderent, maximo illis tradito spei pignore praedixit fore, ut ossa reveherentur, ut illi cum animis suis reputarent, nisi certe et sine ulla dubitatione sibi persuasisset justus futurum, ut omnes revertamur, nequaquam de suis ossibus praecepisset, atque ita demonstrationem haberent certissimam, spemque firmissimam suae in patriam reversionis.
Why Joseph wished his relics to be transferred. — What do you say? Was the patriarch—who scorned the present life and despised all things, of whom the world was not worthy, who was a stranger and a sojourner, who pondered heavenly things in his mind day by day and looked to the Jerusalem above—while he lived, deprived of homeland and liberty for the fear of God, and cast into prison without being bent by those plots, yet when he was on the very point of death, was he so anxious about these paltry matters as to take such pains over the removal of his bones, and so long beforehand bid his remains be carried back? Who on earth would dare to maintain that? For what gain or what advantage accrued to the dead man from this removal of his bones? Why then did he give the charge? Not because he was anxious about his bones; rather, we may say first that he feared the impiety of the Egyptians. For since he had conferred many great benefits upon them, had nourished and helped them, had brought them the greatest relief against the famine, had been the first and only one to unfold and bring to light things never known to anyone before, and through the interpretation of dreams had not only foretold the famine but also prepared in advance an ample remedy against it, filling the granaries of Egypt so full that no one felt hard pressed by its arrival—lest, on account of the magnitude of his benefits, he should be reckoned a god after his death, since those barbarians readily made gods out of mortal men—to cut off every occasion for impiety, he commanded his bones to be carried home. This, then, is one reason; yet we can also bring forward a second beyond all doubt, inasmuch as it can be confirmed from the sacred Scriptures as well. What then is that? He knew what he had heard from his father, who had learned the word handed down to him from his grandfather—that for many years they were to be subjected to bondage and afflicted by the Egyptians: For your offspring shall be sojourners in a strange land, and they shall bring them into bondage and afflict them four hundred years (Gen. 15:13), said God to Abraham. Lest, therefore, they should grow weary at the length of so vast a time, and, unable to bear their hardships, despair of returning and lose heart, giving them the supreme pledge of hope, he foretold that his bones would be carried back, so that they might reflect within their own minds that had not the righteous man been certainly and undoubtedly convinced that we shall all return, he would by no means have given this charge concerning his bones—and thus they might possess a most sure proof and most steadfast hope of their return to their homeland.