Migne Reading Room

PG 50 · cols. 679–682 bis · Read from the page

In S. Barlaamum Martyrem Encomium (Ἐγκώμιον εἰς τὸν ἅγιον μάρτυρα Βαρλαάμ)

In S. Barlaamum Martyrem Encomium (Ἐγκώμιον εἰς τὸν ἅγιον μάρτυρα Βαρλαάμ)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 50:679Read from the page
καὶ τὸ τῆς ἐπιβουλῆς ἐπιτεταμένον καὶ τὸ τῆς κακουργίας ποικίλον προσθήκην καὶ πλεονασμὸν πλείονος δόξης παρεσκεύασε γενέσθαι τῷ μάρτυρι. Ὅταν γὰρ μυρία κακουργήσας ὁ ἀνταγωνιστὴς, εἶτα ἡττηθεὶς ἀπέλθῃ, τότε λαμπρότερος γίνεται τῆς εὐσεβείας ὁ ἀθλητής· ὅπερ καὶ ἐνταῦθα συνέβαινεν. Ἔμενε γὰρ ὁ μακάριος Βαρλαὰμ ἀκλινῆ καὶ ἀπερίτρεπτον τηρῶν τὴν χεῖρα, καθάπερ ἀπὸ σιδήρου συγκειμένην ἔχων· καίτοι εἰ παρετράπη ἡ χεὶρ, οὐδ' οὕτως ἦν ἔγκλημα τοῦ μάρτυρος.
and prepared the intensity of his plot and the variety of his villainy to become an addition and increase of greater glory for the martyr. For whenever the adversary, after working ten thousand villainies, then departs defeated, then the athlete of piety becomes more splendid—which very thing came to pass here also. For the blessed Barlaam remained keeping his hand unswerving and unturned, just as though he had it composed of iron; and yet if his hand had been turned aside, not even so would it have been a charge against the martyr.
γʹ. Ἐνταῦθά μοι μετὰ ἀκριβείας προσέχετε πάντες, ἵνα μάθητε, ὅτι εἰ καὶ περιετράπη ἡ δεξιὰ, οὐκ ἦν ἧττα τὸ γενόμενον· τί δήποτε; Ὅτι καθάπερ ἐπὶ τῶν τὰς πλευρὰς καταξαινομένων ἢ καὶ ἑτέρως πως βασανιζομένων κρίνομεν, οὕτω καὶ ἐνταῦθα δικάζειν χρή. Ἂν μὲν γὰρ ἐνδῶσι καὶ θύσωσι, τὸ ἔγκλημα τῆς ἀσθενείας αὐτῶν γίνεται, ὅτι τὰς ὀδύνας οὐκ ἐνεγκόντες ἔθυσαν· ἂν δὲ ἐγκαρτερήσαντες ταῖς βασάνοις ἀλγήσωσι μὲν ἐφ' οἷς πάσχωσι, μὴ προδῶσι δὲ τὴν εὐσέβειαν, οὐδεὶς αὐτοὺς ὑπὲρ τῶν ἀλγηδόνων αἰτιᾶται τούτων, ἀλλὰ διὰ τοῦτο μειζόνως αὐτοὺς ἀποδεχόμεθα, καὶ θαυμάζομεν, ὅτι καὶ ὀδυνηθέντες ὑπέμειναν, καὶ οὐκ ἠρνήσαντο. Καὶ ἐνταῦθα τοίνυν, εἰ μὲν οὐκ ἐνεγκὼν ὁ μακάριος Βαρλαὰμ τὸ καίεσθαι ὑπέσχετο θύειν, ἡττήθη· εἰ δὲ αὐτοῦ μὴ ἐνδιδόντος περιετράπη ἡ χεὶρ, οὐκ ἔστιν ἔγκλημα τοῦτο τῆς γνώμης τοῦ μάρτυρος· οὐ γὰρ τῆς προαιρέσεως ἀσθενούσης, ἀλλὰ τῆς τῶν νεύρων φύσεως κατὰ τὸν ἴδιον τόνον, καὶ ἄκοντος τῆς χειρὸς τοῦ ἁγίου καμπτομένης, ὑπὸ τοῦ πυρὸς τοῦτο συνέβαινεν. Ὥσπερ γὰρ τοῖς ξαινομένοις τὰς πλευρὰς οὐκ ἐγκαλοῦμεν, ὅτι διασχίζεται αὐτῶν ἡ σάρξ· μᾶλλον δὲ ἵνα ἐγγύτερον ἀγάγω τὸ παράδειγμα· ὥσπερ τοῖς πυρέττουσι καὶ σπωμένοις οὐδεὶς ἂν μέμφοιτο καμπτομένων αὐτοῖς τῶν χειρῶν· οὐ γὰρ τῆς ἐκείνων βλακείας ἐστὶ τὸ γινόμενον, ἀλλὰ τῆς φλογὸς τοῦ νοσήματος τὴν νοτίδα ἀναλισκούσης καὶ συνελκούσης παρὰ φύσιν λοιπὴν τῶν νεύρων τὴν ἀκολουθίαν· οὕτως οὐδὲ τὸν ἅγιον τοῦτον ἄν τις ἐμέμψατο τῆς χειρὸς περιτραπείσης. Εἰ γὰρ πυρετὸς καὶ ἄκοντος τοῦ κάμνοντος συνέλκειν τὰ μέλη πέφυκε καὶ διαστρέφειν, πολλῷ μᾶλλον ἄνθρακες ἐπικείμενοι δεξιᾷ, καὶ μὴ ἐνδόντος τοῦ μάρτυρος τοῦτο ἂν εἰργάσαντο. Ἀλλ' ὅμως οὐκ εἰργάσαντο, ἵνα ἐκ περιουσίας μάθῃς, ὅτι Θεοῦ χάρις ἦν ἡ συμπαροῦσα καὶ ἀλείφουσα τὸν ἀθλητὴν, καὶ τὸ τῆς φύσεως ἐλάττωμα διορθουμένη· οὔτε αὐτὴ τὰ ἑαυτῆς ἔπαθε κατὰ τοῦτο, ἀλλ' ὡς ἐξ ἀδάμαντος πεπηγυῖα ἡ χεὶρ ἐκείνη, οὕτως ἀπερίτρεπτος ἔμενεν. Τίς τότε ὁρῶν οὐκ ἂν ἐθαύμασε; τίς οὐκ ἂν ἔφριξε; Διέκυπτον ἄνωθεν ἄγγελοι, ἐθεώρουν ἀρχάγγελοι· λαμπρὸν ἦν τὸ θέατρον, καὶ ὑπερβαῖνον ὄντως τὴν ἀνθρωπίνην φύσιν. Τίς γὰρ οὐκ ἂν ἐπεθύμησεν ἰδεῖν ἄνθρωπον ἀγωνιζόμενον, καὶ οὐ πάσχοντα τὰ τῶν ἀνθρώπων; τὸν αὐτὸν θυσιαστήριον, καὶ ἱερεῖον, καὶ ἱερέα γινόμενον; Διὸ καὶ διπλοῦς ὁ καπνὸς ἀνῄει, ὁ μὲν τοῦ λιβανωτοῦ ἁπτομένου, ὁ δὲ τῆς σαρκὸς τηκομένης· καὶ ἦν ὁ καπνὸς οὗτος ἐκείνου προσηνέστερος, αὕτη δὲ ἡ εὐωδία ἐκείνης βελ-
3. Here pay heed to me with exactness, all of you, so that you may learn that even if his right hand had been turned over, what came to pass would not have been a defeat. Why so? Because just as we judge in the case of those whose sides are lacerated or who are tortured in some other way, so here also one must give judgement. For if, on the one hand, they give in and sacrifice, the charge falls upon their weakness, because through not enduring the pangs they sacrificed; while if, on the other hand, persevering in the tortures they feel pain indeed at what they suffer, yet do not betray piety, no one blames them for these pains, but on account of this we welcome them all the more and admire them, because even when pained they endured and did not deny. Here too, therefore, if the blessed Barlaam, not enduring the burning, had promised to sacrifice, he would have been defeated; whereas if without his yielding his hand had been turned over, this is no charge against the resolve of the martyr; for not through his purpose growing weak, but through the nature of the sinews in accordance with their own tension, and the hand of the saint being bent even against his will, this would have happened from the fire. For just as we do not bring a charge against those whose sides are lacerated because their flesh is torn asunder—or rather, that I may bring the example nearer, just as no one would blame those suffering from fever and convulsions when their hands are bent for them, since what takes place does not come of their slackness, but of the flame of the disease consuming the moisture and contracting beyond nature the remaining connection of the sinews—so neither would anyone have blamed this saint had his hand been turned over. For if fever by its nature contracts and twists the limbs even against the sick man's will, much more would coals lying upon a right hand have wrought this even without the martyr's yielding. Yet nevertheless they did not work it, so that you might learn abundantly that it was the grace of God that was present with him, and anointing the athlete, and setting right the defect of nature; nor did that hand suffer its own natural effects in this respect, but as though fixed fast out of adamant, so unturned did it remain. Who, seeing it then, would not have marvelled? Who would not have shuddered? Angels leaned down from above, archangels beheld; bright was the theatre, and truly surpassing human nature. For who would not have longed to see a man contending and not suffering the things of men—the same man becoming altar, and victim, and priest? Wherefore also a twofold smoke went up, the one of the frankincense kindled, the other of the flesh melting; and this smoke was more welcome than that, and this fragrance better than
PG 50:680Read from the page
τίων. Καὶ ταυτὸ συνέβαινεν ὅπερ καὶ ἐπὶ τῆς βάτου· καθάπερ γὰρ ἐκείνη ἡ βάτος ἐκαίετο, καὶ οὐ κατεκαίετο, οὕτω καὶ ἐνταῦθα ἐκαίετο μὲν ἡ δεξιὰ, οὐ κατεφλέγετο δὲ ἡ ψυχή· ἐδαπανᾶτο τὸ σῶμα, καὶ οὐκ ἀνηλοῦτο ἡ πίστις· ἀπηγόρευεν ἡ σὰρξ, καὶ οὐκ ἀπηγόρευεν ἡ προθυμία· καὶ οἱ μὲν ἄνθρακες τὸ μέσον τῆς χειρὸς διατρήσαντες ἐξέπιπτον κάτω, ἡ δὲ ἀνδρεία τῆς ψυχῆς οὐ διέπιπτεν· ἀλλ' ἡ μὲν χεὶρ ἀνήλωτο καὶ ἐρρύη· σὰρξ γὰρ ἦν, καὶ οὐκ ἀδάμας· ἡ δὲ ψυχὴ ἑτέραν ἐπεζήτει χεῖρα πάλιν, ὥστε καὶ ἐν ἐκείνῃ τὴν καρτερίαν ἐπιδείξασθαι. Καὶ καθάπερ στρατιώτης γενναῖος εἰς πολεμίους εἰσελθὼν, καὶ κατακόψας τὴν φάλαγγα τῶν ἀνταγωνιζομένων αὐτῷ, διακλάσας τὸ ξίφος τῇ πυκνότητι τῶν ἐπαλλήλων πληγῶν, εἶτα ἐπιστραφεὶς ἕτερον ἐπιζητεῖ, διὰ τὸ μηδέπω κόρον εἰληφέναι τῆς τῶν πολεμίων σφαγῆς· οὕτω δὴ καὶ ἡ ψυχὴ τοῦ μακαρίου Βαρλαὰμ τὴν χεῖρα ἀναλώσασα ἐν τῷ κατακόπτειν τὰς φάλαγγας τῶν δαιμόνων, ἑτέραν ἐπεζήτει δεξιὰν πάλιν, ὥστε καὶ ἐν ἐκείνῃ τὴν προθυμίαν ἐπιδείξασθαι. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι μίαν ἐξέδωκε χεῖρα μόνον· ἀλλὰ τοῦτο πρὸ ἐκείνου ἐννόει, ὅτι ὁ τὴν χεῖρα προδοὺς, οὗτος καὶ τὴν κεφαλὴν ἐξέδωκεν ἂν, καὶ τὰς πλευρὰς προὔθηκε, καὶ πυρὶ, καὶ θηρίοις, καὶ πελάγει, καὶ κρημνῷ, καὶ σταυρῷ, καὶ τροχῷ, καὶ πρὸς πάσας τὰς ἀκουσθείσας ποτὲ τιμωρίας παρετάξατο, καὶ πάντα ἔπαθεν, εἰ καὶ μὴ τῇ πείρᾳ, ἀλλὰ τῇ προθέσει. Οὐ γὰρ πρὸς ὡρισμένας κολάσεις ἀπαντῶσιν οἱ μάρτυρες, ἀλλὰ πρὸς ἀορίστους ἀποδύονται τιμωρίας· οὐ γάρ εἰσι κύριοι τῆς γνώμης τῶν τυράννων, οὐδὲ ὅρους αὐτοῖς καὶ μέτρα τιμωριῶν τιθέασιν· ἀλλ' ὅσα ἂν αὐτοὺς ἡ ἀπάνθρωπος καὶ θηριώδης ἐκείνων γνώμη διαθεῖναι ἐπιθυμήσῃ κακὰ, τοσαῦτα εἰσέρχονται πεισόμενοι· πλὴν ἂν μὴ μεταξὺ τὸ σῶμα ἀπαγορεῦσαν ἀπλήρωτον ἐν τῷ μέσῳ καταλίπῃ τὴν τῶν τυράννων ἐπιθυμίαν. Ἐμαραίνετο τοίνυν ἡ σὰρξ, καὶ ἡ προαίρεσις προθυμοτέρα ἐγίνετο, αὐτοὺς τοὺς ἄνθρακας παρερχομένη τῇ λαμπρότητι, καὶ μᾶλλον αὐτῶν ἀποστίλβουσα· πνευματικὸν γὰρ ἔνδον ἀνεκαίετο πῦρ πολὺ τοῦ πυρὸς τούτου φλογωδέστερον. Διὰ τοῦτο ἐκεῖνος τῆς ἔξωθεν οὐκ ᾐσθάνετο φλογὸς, ἐπειδὴ τὸ ἔνδον αὐτὸν ἔκαιε πῦρ τὸ διάπυρον καὶ διακαὲς τῆς ἀγάπης τοῦ Χριστοῦ.
that. And the same thing came to pass as also in the case of the bush; for just as that bush burned and was not consumed, so here too the right hand burned indeed, yet the soul was not consumed by the flame; the body was spent, and faith was not used up; the flesh flagged, and eagerness did not flag; and while the coals, having bored through the midst of the hand, fell out downward, the courage of the soul did not fall away; nay, the hand indeed was used up and melted away—for it was flesh, and not adamant—while the soul sought again another hand, so as to display its endurance in that one also. And just as a noble soldier, having entered among the enemy, and cut down the phalanx of his adversaries, having shattered his sword by the thickness of successive blows, then turns round and seeks another, because he has not yet taken his fill of slaughtering the enemy; just so the soul of the blessed Barlaam also, having spent its hand in cutting down the phalanxes of the demons, sought again another right hand, so as to display its eagerness in that one also. For do not say this to me, that he gave up one hand alone; but bear this in mind before that: that he who surrendered his hand would have given up his head also, and set forth his sides, and arrayed himself for fire, and wild beasts, and sea, and precipice, and cross, and wheel, and against all the punishments ever heard of, and suffered all things, if not in actual trial, yet in purpose. For martyrs do not go to meet fixed chastisements, but strip for unlimited punishments; for they are not masters of the resolve of the tyrants, nor do they set bounds and measures of punishments for them; but as many evils as the inhuman and beastly resolve of those men may desire to inflict upon them, so many do they enter in to suffer—save unless in the meantime the body, giving out, leaves the desire of the tyrants unfulfilled in the midst. The flesh, then, was withering away, and his purpose was becoming more eager, surpassing the very coals in brightness and gleaming more than they; for a spiritual fire was kindled within far more fiery than this fire. On account of this that man did not perceive the flame without, since the fiery and glowing fire of the love of Christ burned him within.
δʹ. Ταῦτα μὴ μόνον ἀκούωμεν, ἀγαπητοὶ, ἀλλὰ καὶ μιμώμεθα. Ὅπερ γὰρ ἐξ ἀρχῆς ἔλεγον, καὶ νῦν λέγω· μὴ μέχρι τῆς παρούσης ὥρας θαυμαζέσθω ὁ μάρτυς μόνον, ἀλλὰ καὶ οἴκαδε ἀπιὼν ἕκαστος ἐπαγέσθω τὸν ἅγιον, καὶ εἰς τὴν οἰκίαν εισαγέτω τὴν ἑαυτοῦ, μᾶλλον δὲ εἰς τὴν ἑαυτοῦ καρδίαν διὰ τῆς τῶν ειρημένων μνήμης. Ὑπόδεξαι αὐτὸν, ὡς προείρηται, καὶ στῆσον ἐπὶ τῆς καρδίας τῆς σῆς τὴν χεῖρα ἔχοντα ἐκτεταμένην· ὑπόδεξαι τὸν στεφανίτην, καὶ μηδέποτε ἀφῇς ἐξελθεῖν τῆς διανοίας τῆς σῆς. Διὰ τοῦτο ὑμᾶς καὶ παρὰ τὰς θήκας τῶν ἁγίων μαρτύρων ἠγάγομεν, ἵνα καὶ ἀπὸ τῆς ὄψεως λάβητέ τινα παράκλησιν ἀρετῆς, καὶ πρὸς τὸν αὐτὸν ἐπαποδύσησθε ζῆλον. Καὶ γὰρ στρατιώτην ἀνίστησι μὲν καὶ ἀκοὴ ἀριστέως· πολλῷ δὲ πλέον ὄψις καὶ θεωρία, καὶ μάλιστα ὅταν εἰς αὐτὴν τοῦ ἀριστέως τὴν σκηνὴν εἰσελθὼν ἴδῃ τὸ ξίφος ἡμαγμένον, τὴν κεφαλὴν τοῦ πολεμίου κειμένην,
4. Let us not merely hear these things, beloved, but let us also imitate them. For what I said from the beginning, I say now also: let not the martyr be admired until the present hour alone, but departing homeward let each man also bring the saint along and lead him into his own house, or rather into his own heart through the remembrance of the things that have been said. Welcome him, as has been said before, and set him upon your heart holding his hand stretched out; welcome the crowned victor, and never suffer him to depart out of your mind. On account of this we have also led you beside the shrines of the holy martyrs, so that from the sight too you may receive some exhortation to virtue, and strip for the same zeal. For the report of a champion indeed rouses up a soldier, yet much more do sight and spectacle, and most of all whenever, having entered into the very tent of the champion, he sees the sword bloodied, the head of the enemy lying there,
Notes, col. 680

On the reading

Printed ταυτὸ, for ταὐτὸ.

Printed εισαγέτω, for εἰσαγέτω.

Printed ειρημένων, for εἰρημένων.

PG 50:681Read from the page
τὰ λάφυρα ἄνω κρεμάμενα, τὸ αἷμα νεαρὸν τῶν χειρῶν ἀποστάζον παρὰ τοῦ τὸ τρόπαιον στήσαντος, πανταχοῦ δόρατα καὶ ἀσπίδας καὶ τόξα καὶ τὴν ἄλλην ἅπασαν παντευχίαν κειμένην. Διὰ τοῦτο καὶ ἡμεῖς ἐνταῦθα συνεληλύθαμεν. Σκηνὴ γάρ ἐστι στρατιωτικὴ τῶν μαρτύρων ὁ τάφος· κἂν ἀνοίξῃς τους τῆς πίστεως ὀφθαλμοὺς, ὄψει τὸν θώρακα τῆς δικαιοσύνης ἐνταῦθα κείμενον, τὸν θυρεὸν τῆς πίστεως, τὴν περικεφαλαίαν τοῦ σωτηρίου, τὴν κνημῖδα τοῦ Εὐαγγελίου, τὴν μάχαιραν τοῦ Πνεύματος, αὐτὴν τοῦ διαβόλου τὴν κεφαλὴν ἀπερριμμένην χαμαί. Ὅταν γὰρ ἴδῃς δαιμονῶντα ἄνθρωπον παρὰ τὸν τάφον τοῦ μάρτυρος κείμενον ὕπτιον, καὶ σπαράσσοντα ἑαυτὸν πολλάκις, οὐδὲν ἕτερον ἀλλ' ἢ τὴν κεφαλὴν τοῦ Πονηροῦ τετμημένην ὁρᾷς. Ἔτι γὰρ καὶ νῦν παράκειται ταῦτα τὰ ὅπλα τοῖς τοῦ Χριστοῦ στρατιώταις, καὶ καθάπερ τοὺς ἀριστέας μετὰ τῶν ὅπλων θάπτουσιν οἱ βασιλεῖς, οὕτω καὶ ὁ Χριστὸς ἐποίησε, καὶ μετὰ τῶν ὅπλων αὐτοὺς ἔθαψεν, ἵνα καὶ πρὸ τῆς ἀναστάσεως δείξῃ πᾶσαν τὴν δόξαν, καὶ τὴν δύναμιν τῶν ἁγίων. Μάθε τοίνυν τὴν παντευχίαν αὐτῶν τὴν πνευματικὴν, καὶ μέγιστα κερδάνας ἀναχωρήσεις ἐντεῦθεν. Πολὺς καὶ σοὶ πόλεμος πρὸς τὸν διάβολον, ἀγαπητὲ, πολὺς, καὶ μέγας, καὶ διηνεκής.
the spoils hanging up above, the fresh blood dripping from the hands of him who set up the trophy, spears and shields and bows and all the rest of the panoply lying everywhere. On account of this we also have gathered together here. For the tomb of the martyrs is a soldier's tent; and if you open the eyes of faith, you will see the breastplate of righteousness lying here, the shield of faith, the helmet of salvation, the greave of the Gospel, the sword of the Spirit, the very head of the devil flung down upon the ground. For whenever you see a demon-possessed man lying on his back beside the tomb of the martyr, and convulsing himself oftentimes, you see nothing other than the head of the Evil One severed. For still even now these arms lie beside the soldiers of Christ, and just as kings bury their champions with their arms, so Christ also did, and buried them with their arms, so that even before the resurrection He might show all the glory and the power of the saints. Learn, then, their spiritual panoply, and having gained the greatest things you will withdraw from here. Great for you also is the war against the devil, beloved—great, and mighty, and continual.
Μάθε τοίνυν τὰ παλαίσματα, ἵνα μιμήσῃ τὰς νίκας· καταγέλασον πλούτου, καὶ χρημάτων, καὶ τῆς ἄλλης ἁπάσης τοῦ βίου φαντασίας· μὴ μακαρίσῃς τοὺς πλουτοῦντας, ἀλλὰ μακάρισον τοὺς μαρτυροῦντας, μὴ τοὺς ἐν τρυφῇ, ἀλλὰ τοὺς ἐν τηγάνοις· μὴ τοὺς ἐν τραπέζῃ πολυτελεῖ, ἀλλὰ τοὺς ἐν λέβητι ζέοντι· μὴ τοὺς ἐν βαλανείοις καθημερινοῖς, ἀλλὰ τοὺς ἐν καμίνοις χαλεπαῖς· μὴ τοὺς μύρων ὄζοντας, ἀλλὰ τοὺς καπνὸν καὶ κνίσσαν ἀπὸ τῆς σαρκὸς ὀπτωμένης ἀφιέντας. Αὕτη ἡ εὐωδία ἐκείνης βελτίων καὶ λυσιτελεστέρα· ἐκείνη μὲν γὰρ ἐπὶ κόλασιν ἀπάγει τοὺς κεχρημένους αὐτῇ, αὕτη δὲ ἐπὶ βραβεῖα καὶ στεφάνους τοὺς ἄνω. Καὶ ἵνα μάθῃς, ὅτι πονηρὸν ἡ τρυφὴ, καὶ μύρων ἀλοιφὴ, καὶ μέθη, καὶ οἶνος ἀμετρίαν ἔχων, καὶ πολυτελὴς τράπεζα, ἄκουσον τί φησιν ὁ προφήτης· Οὐαὶ οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων, καὶ κατασπαταλῶντες ἐπὶ ταῖς στρωμναῖς αὐτῶν· οἱ ἐσθίοντες ἐρίφους ἐκ ποιμνίων, καὶ μοσχάρια ἐκ βουκολίων γαλαθηνά· οἱ πίνοντες τὸν διυλισμένον οἶνον, καὶ τὰ πρῶτα μύρα χριόμενοι. Εἰ δὲ ἐπὶ τῆς παλαιᾶς διαθήκης ταῦτα ἀπηγόρευτο, πολλῷ μᾶλλον ἐπὶ τῆς χάριτος, ἔνθα πλείων ἡ φιλοσοφία. Ταῦτά μοι καὶ πρὸς ἄνδρας, καὶ πρὸς γυναῖκας εἴρηται· κοινὸν γὰρ τὸ στάδιον· οὐ διῄρηται τὸ στρατόπεδον τοῦ Χριστοῦ διὰ τὴν φύσιν, ἀλλ' εἷς ἐστιν ὁ σύλλογος· δύνανται καὶ γυναῖκες ἐνδύσασθαι θώρακα, καὶ ἀσπίδα προβαλέσθαι, καὶ βέλος ἀφεῖναι, καὶ ἐν μαρτυρίου καιρῷ, καὶ ἐν ἑτέρῳ δὲ τοιούτῳ πολλὴν ἀπαιτοῦντι παρρησίαν. Καὶ καθάπερ τοξότης ἄριστος εὐστόχως τὸ βέλος ἀπὸ τῆς νευρᾶς ἀφιεὶς, ἅπασαν συνταράττει τῶν πολεμίων τὴν τάξιν, οὕτω
Learn, then, the wrestlings, so that you may imitate the victories; laugh to scorn wealth, and possessions, and all the rest of the pageantry of life; do not count blessed those who are rich, but count blessed those who bear martyrdom; not those in luxury, but those in frying-pans; not those at a sumptuous table, but those in a boiling cauldron; not those in daily baths, but those in grievous furnaces; not those smelling of unguents, but those sending forth smoke and savour from roasting flesh. This fragrance is better and more profitable than that; for that one leads off those who have used it to chastisement, whereas this one leads to the prizes and crowns above. And so that you may learn that luxury is an evil thing, and anointing with unguents, and drunkenness, and wine in excess, and a sumptuous table, hear what the prophet says: Woe to those who sleep upon beds of ivory, and live wantonly upon their couches; who eat kids out of the flocks, and sucking calves out of the herds; who drink strained wine, and anoint themselves with the chief unguents. And if under the Old Covenant these things were forbidden, much more under grace, where philosophy is greater. These things have been spoken by me both to men and to women; for the race-course is common; the camp of Christ is not divided on account of nature, but the company is one: women too are able to put on a breastplate, and to hold forth a shield, and to let fly a shaft, both in a time of martyrdom, and also in another such time demanding great boldness of speech. And just as an excellent archer, letting fly his shaft with sure aim from the bowstring, throws into confusion the entire line of the enemy, so
Notes, col. 681

On the reading

Printed τους τῆς, for τοὺς τῆς.

PG 50:682Read from the page
καὶ οἱ ἅγιοι μάρτυρες, καὶ πάντες δὲ οἱ τῆς ἀληθείας ἀγωνισταὶ, οἱ ἀνταγωνιζόμενοι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου, ὥσπερ ἀπό τινος νευρᾶς τῆς γλώττης τὰ ῥήματα ἀφιᾶσιν εὐστόχως· καὶ ταῦτα ὥσπερ βέλη πετόμενα διὰ τοῦ ἀέρος, εἰς τὰς ἀοράτους τῶν δαιμόνων ἐμπίπτοντα φάλαγγας, πᾶσαν αὐτῶν συνταράττει τὴν παράταξιν· ὅπερ οὖν καὶ ἐπὶ τοῦ μακαρίου Βαρλαὰμ τούτου γέγονεν· ἀπὸ ψιλῶν γὰρ ῥημάτων ὥσπερ ἀπὸ βελῶν πετομένων συνέχεε τὸ τοῦ διαβόλου στρατόπεδον. Ταύτην καὶ ἡμεῖς μιμησώμεθα τὴν εὐστοχίαν. Οὐχ ὁρᾶτε τοὺς ἀπὸ τῶν θεάτρων καταβαίνοντας μαλακωτέρους γινομένους; τὸ δὲ αἴτιον, ὅτι μετὰ σπουδῆς τοῖς ἐκεῖ γινομένοις προσέχουσι· καὶ γὰρ ὀφθαλμῶν περιστροφὰς, καὶ χειρῶν περιδονήσεις, καὶ ποδῶν κύκλους, καὶ πάντων τῶν ἐν τῇ διαστροφῇ τοῦ λυγισθέντος σώματος φανέντων εἰδώλων τοὺς τύπους ἐναποθέμενοι ταῖς ψυχαῖς οὕτως ἀπέρχονται. Πῶς οὖν οὐκ ἄτοπον ἐκείνους μὲν ἐπὶ λύμῃ τῆς ἑαυτῶν ψυχῆς τοσαύτην ἐπιδείκνυσθαι πρόνοιαν, καὶ μνήμην ἐνδιάθετον ἔχειν τῶν ἐκεῖ γινομένων· ἡμᾶς δὲ ἀπὸ τῆς ἐνταῦθα μιμήσεως μέλλοντας τοῖς ἀγγέλοις παρισοῦσθαι, μηδὲ τὴν ἴσην ἐκείνοις συνεισφέρειν σπουδὴν περὶ τὴν τῶν εἰρημένων φυλακήν; Μὴ, δέομαι καὶ ἀντιβολῶ, μὴ οὕτω τῆς οἰκείας καταμελῶμεν σωτηρίας, ἀλλ' ἐναποθώμεθα τοὺς μάρτυρας ἅπαντες ταῖς ἑαυτῶν διανοίαις, μετὰ τῶν τηγάνων, μετὰ τῶν λεβήτων, μετὰ τῶν ἄλλων τιμωριῶν· καὶ καθάπερ οἱ ζωγράφοι τὴν εικόνα πολλάκις καπνῷ καὶ αἰθάλῃ καὶ χρόνῳ μακρῷ γενομένην ἀμαυροτέραν ἀποσμήχουσιν· οὕτω καὶ σὺ ποίησον, ἀγαπητὲ, τὴν μνήμην τῶν ἁγίων μαρτύρων· ἐπειδὰν εἰσιοῦσαι βιωτικαὶ φροντίδες ἀμαυρώσωσι τὴν διάνοιάν σου, ἀπόσμηξον διὰ τῆς τῶν μαρτύρων μνήμης. Ἂν γὰρ ταύτην ἔχῃς ἐν τῇ ψυχῇ σου τὴν μνήμην, οὐ θαυμάσεις πλοῦτον, οὐ πενίαν δακρύσεις, οὐκ ἐπαινέσεις δόξαν καὶ δυναστείαν, οὐδὲν ὅλως τῶν ἀνθρωπίνων, οὐ τῶν φαιδρῶν μέγα τι ὑπολάβῃς εἶναι, οὐ τῶν λυπηρῶν ἀφόρητον· ἀλλὰ πάντων ἐκείνων ἀνώτερος γενόμενος, ἕξεις διδασκαλίαν ἀρετῆς διηνεκῆ τῆς εἰκόνος ταύτης τὴν θεωρίαν. Ὁ γὰρ στρατιώτας ὁρῶν καθ' ἑκάστην ἡμέραν ἐν πολέμοις καὶ μάχαις ἀνδριζομένους, οὐκ ἐπιθυμήσει τρυφῆς ποτε, οὐ θαυμάσεται τὸν ὑγρὸν καὶ διαλελυμένον βίον, ἀλλὰ τὸν σκληρὸν, καὶ εὔτονον, καὶ ἐναγώνιον. Ποία γὰρ κοινωνία μέθῃ καὶ μάχῃ; γαστρίζεσθαι καὶ ἀνδρίζεσθαι; μύροις καὶ ὅπλοις; πολέμῳ καὶ κώμοις; Στρατιώτης εἶ τοῦ Χριστοῦ, ἀγαπητὲ, ὁπλίζου, μὴ καλλωπίζου· ἀθλητὴς εἶ γενναῖος, ἀνδρίζου, μὴ ὡραΐζου. Οὕτω μιμησώμεθα τοὺς ἁγίους τούτους, οὕτω τιμήσωμεν τοὺς ἀριστέας, τοὺς στεφανίτας, τοὺς Θεοῦ φίλους, καὶ βαδίσαντες τὴν αὐτὴν αὐτοῖς ὁδὸν τῶν αὐτῶν αὐτοῖς στεφάνων ἐπιτευξόμεθα· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
also the holy martyrs, and indeed all the contestants for the truth who contend against the wiles of the devil, let fly their words with sure aim as though from some bowstring of the tongue; and these, flying like shafts through the air and falling upon the unseen phalanxes of the demons, throw their entire battle-line into confusion—which very thing, then, has come to pass in the case of this blessed Barlaam also; for by bare words, as though by flying shafts, he confounded the camp of the devil. Let us also imitate this sureness of aim. Do you not see those coming down from the theatres becoming softer? And the cause is that they pay heed with earnestness to what takes place there; for having laid up in their souls the impressions of rollings of eyes, and whirlings of hands, and circlings of feet, and of all the phantoms that appeared in the twisting of the contorted body, thus they depart. How, then, is it not absurd that those men, to the ruin of their own soul, should display such great forethought and hold an inwardly fixed remembrance of what takes place there, whereas we, who from our imitation here are about to be made equal to the angels, should not contribute even an equal earnestness with them concerning the keeping of the things that have been said? Do not, I beg and entreat, let us not thus neglect our own salvation, but let us all lay up the martyrs in our own minds, with the frying-pans, with the cauldrons, with the other punishments; and just as painters wipe clean a portrait that has oftentimes become dimmer through smoke and soot and long time, so do you also, beloved, make clean the remembrance of the holy martyrs: whenever worldly cares entering in dim your mind, wipe it clean through the remembrance of the martyrs. For if you hold this remembrance in your soul, you will not admire wealth, you will not weep over poverty, you will not praise glory and domination, you would suppose nothing at all of human affairs—nothing of bright things—to be anything great, nothing of grievous things unbearable; but having become superior to all those things, you will have the gazing upon this portrait as a continual teaching of virtue. For he who sees soldiers each day quitting themselves like brave men in wars and battles will never desire luxury, will not admire the soft and dissolute life, but the hard, and vigorous, and strenuous life. For what fellowship has drunkenness with battle? glutting the belly with quitting oneself like a brave man? unguents with arms? war with revels? You are a soldier of Christ, beloved: arm yourself, do not deck yourself out; you are a noble athlete: quit yourself like a brave man, do not beautify yourself. Thus let us imitate these saints, thus let us honour the champions, the crowned victors, the friends of God, and having walked the same road with them we shall obtain the same crowns with them; which may it befall us all to obtain, by the grace and loving-kindness of our Lord Jesus Christ, with Whom to the Father be glory, together with the Holy Spirit, now and ever, and unto the ages of the ages. Amen.
Notes, col. 682

On the reading

Printed εικόνα, for εἰκόνα.

PG 50:681 bisRead from the page
Idcirco nos etiam hic convenimus: tentorium enim est militare martyrum tumulus: ac si fidei oculos aperueris, hic justitiae loricam jacentem intuebere, scutum fidei, galeam salutis, ocreas Evangelii, gladium Spiritus (Ephes. 6. 11-17), ipsum diaboli caput in terram projectum. Cum enim hominem correptum a daemone juxta martyris sepulcrum videris supinum jacentem, ac seipsum persaepe laniantem, nihil aliud nisi mali caput amputatum vides. Namque Christi militibus haec arma nunc etiam adjacent: et quemadmodum bellatores fortissimos cum suis sepeliunt armis Imperatores, ita fecit et Christus: cum suis eos armis sepelivit, ut etiam ante resurrectionem gloriam omnem virtutemque sanctorum ostenderet. Cognosce igitur spiritualem ipsorum armaturam; et maximis perceptis utilitatibus hinc discedes. Multum et tibi cum diabolo bellum est, dilectissime, multum inquam, magnum et perenne.
On this account we also have gathered here: for the tomb of the martyrs is a military tent; and if you open the eyes of faith, you will behold lying here the breastplate of righteousness, the shield of faith, the helmet of salvation, the greaves of the Gospel, the sword of the Spirit (Eph. 6:11–17), and the very head of the devil cast down upon the ground. For when you see a man possessed by a demon lying on his back beside the martyr's sepulchre and oftentimes rending himself, you see nothing other than the severed head of the evil one. For these arms lie beside Christ's soldiers even now; and just as emperors bury the bravest warriors with their arms, so Christ also did: he buried them with their arms, that even before the resurrection he might show forth all the glory and power of the saints. Learn therefore their spiritual panoply, and you will depart hence having reaped the greatest benefits. Great also is your war with the devil, most beloved—great, I say, mighty, and unceasing.
Invehitur in delicias et luxum, et in eos qui theatrorum spectacula frequenter adeunt. — Disce igitur luctationes, ut victorias imiteris: aspernare divitias ac pecunias, et omnem reliquam saeculi pompam: ne beatos judices eos, qui divites sunt, sed beatos eos judica, qui martyrium patiuntur: non eos qui in deliciis, sed qui in sartaginibus versantur: non eos, qui opiparae mensae assident, sed eos, qui in lebete torrentur: non eos, qui diurnis in balneis, sed eos, qui in diris sunt fornacibus: non eos, qui olent unguenta, sed eos, qui fumum ac nidorem usti emittunt: hic multo illo praestantior et utilior est odor; siquidem ille ad supplicium illos qui eo fruuntur, hic autem ad praemia coronasque caelestes abducit. Atque ut intelligas malam rem esse delicias, usumque unguentorum, et ebrietatem, et vinum immodice sumptum, et opiparam mensam, audi quid dicat propheta: Vae dormientes in lectis eburneis, affluentes deliciis in stratis suis, et comedentes haedos de gregibus, et lactentes vitulos de armentis; qui bibunt vinum defaecatum, et primis unguentis unguntur (Amos 6. 4-6). Quod si haec veteris Testamenti tempore prohibebantur, multo magis tempore gratiae, ubi major est philosophia. Haec cum ad viros, tum ad mulieres a me sunt dicta: commune siquidem est stadium; non propter sexus diversitatem divisus est Christi exercitus, sed unus est coetus. Possunt et feminae loricam induere, ac clypeum opponere, telumque jaculari, cum martyrii tempore, tum etiam alio, quod fiduciam ingentem requirat. Et sicut optimus sagittarius, qui recte collimans a chorda sagittam emiserit, omnem hostium conturbat aciem: sic et sancti martyres atque adeo cuncti veritatis bellatores, qui adversus insidias diaboli fraudesque depugnant, tamquam a chorda quadam, a lingua verba bene collimantes emittunt, eaque tamquam tela per aerem volantia, cum invisibiles daemonum in phalanges inciderint, omnem eorum aciem conturbant: quod utique et beato Barlaam evenit: nudis enim verbis tamquam volantibus sagittis emissis, totum diaboli exercitum perturbavit.
He inveighs against delicacies and luxury, and against those who frequent the spectacles of the theatres. — Learn therefore the wrestling bouts, that you may imitate the victories: spurn riches and moneys and all the rest of the world's pomp; count not those blessed who are rich, but count those blessed who endure martyrdom; not those who live amid luxuries, but those who are tossed upon frying-pans; not those who sit at a sumptuous table, but those who are roasted in a cauldron; not those who spend their days in baths, but those who are in dread furnaces; not those who smell of ointments, but those who send forth the smoke and savour of burnt flesh: this odour is far more excellent and more profitable than that, since the former leads off those who enjoy it to punishment, whereas the latter leads them to heavenly rewards and crowns. And that you may understand that luxury, and the use of ointments, and drunkenness, and wine taken immoderately, and a sumptuous table are an evil thing, hear what the prophet says: Woe to those who sleep upon beds of ivory, who wallow in luxuries upon their couches, and eat kids from the flocks and suckling calves from the herds; who drink strained wine, and anoint themselves with the choicest ointments (Amos 6:4–6). Now if these things were forbidden in the time of the Old Testament, much more so in the time of grace, where spiritual wisdom is greater. These things have been spoken by me both to men and to women: for the racecourse is common; Christ's army has not been divided by difference of sex, but the assembly is one. Women also can put on the breastplate, advance the shield, and hurl the javelin, both in a time of martyrdom and at any other time that demands mighty boldness. And just as a consummate archer, aiming true and speeding his arrow from the bowstring, throws the whole battle-line of the enemy into confusion: so also the holy martyrs, and indeed all warriors of the truth who strive against the snares and wiles of the devil, aim well and launch words from their tongue as from a bowstring, and these, flying like darts through the air and falling upon the unseen phalanxes of demons, throw their whole battle-line into turmoil—as indeed happened with blessed Barlaam also: for by sending forth bare words like flying arrows, he threw the devil's whole host into disarray.
Notes, col. 681 bis

On the reading

Printed beliatores, for bellatores.

Printed tamqnam, for tamquam.

PG 50:682 bisRead from the page
Hanc et nos jaculandi solertiam imitemur. Nonne illos, qui a theatris descendunt, videtis molliores effectos? id vero in causa est, quod iis studiose, quae ibi fiunt, attendant: nam cum oculorum inversiones, manuumque contorsiones, ac pedum gyros, et omnium simulacrorum, quae in distorsione circumacti corporis apparent, imagines in mentibus suis defixerint, deinde discedunt. Annon igitur indignum est, ut illi tantam in animae suae pernicie procuranda sollicitudinem exhibeant, ac perennem eorum, quae illic sunt gesta, memoriam conservent, nos autem, quos isthaec imitatio pares angelis redditura est, ne aequale quidem illis studium ad ea, quae dicta sunt, conservanda conferamus? Ne, oro, obtestorque vos, ne salutem nostram ita negligamus, sed mentibus nostris omnes martyres conditos teneamus, una cum lebetibus, una cum aliis suppliciis, et sicut pictores imaginem saepe fumo ac fuligine longoque tempore inobscuratam detergunt ac mundant, sic tu sanctorum martyrum utere memoria, dilectissime: cum obrepentes saeculares curae tuam mentem obscurarint, eam per martyrum memoriam deterge. Si enim hanc in anima tua memoriam conservaris, non opes suspicies, non paupertatem deplorabis, non gloriam et potentiam laudabis, nihil denique ex rebus humanis, nihil eorum, quae splendida sunt, magnum esse quiddam arbitrabere, nihil eorum, quae molesta sunt, intolerandum; sed cum his omnibus superior evaseris, perpetuum ex imaginis hujus contemplatione capies documentum. Nam qui milites in bellis ac praeliis strenue se gerentes quotidie spectat, non deliciarum umquam cupiditate tenebitur, non delicatam et mollem vivendi rationem in pretio habebit, sed asperam et rigidam atque ad certamen compositam. Quae enim societas est ebrietati cum pugna? curae abdominis cum studio fortitudinis? unguentis cum armis, bello et comessationibus? Miles Christi es, dilectissime; armare, non comere: athleta es generosus; viriliter age, non concilia venustatem. Ita sanctos istos imitemur; ita fortes bellatores, coronatos athletas, Dei amicos honoribus prosequamur; et cum per eamdem cum illis viam incesserimus, easdem cum illis coronas consequemur: quas nobis omnibus utinam obtinere contingat, gratia et benignitate Domini nostri Jesu Christi, cum quo Patri gloria, una cum Spiritu sancto, nunc et semper, et in saecula saeculorum. Amen.
Let us also imitate this skilfulness in shooting. Do you not see those who come down from the theatres rendered more effeminate? And the reason for that is that they attend eagerly to what takes place there: for having stamped deep into their minds the images of rollings of the eyes, twistings of the hands, whirlings of the feet, and all the posturings that appear in the contortion of a wheeling body, they then depart. Is it not shameful, then, that they should display such great solicitude in procuring the ruin of their own soul, and keep a lasting memory of what was done there, while we, whom this imitation is destined to render equal to the angels, do not bring even an equal zeal to preserving what has been spoken? Let us not, I pray and beseech you, let us not thus neglect our own salvation, but let us hold all the martyrs treasured up in our minds, together with the frying-pans, together with the cauldrons, together with the other torments; and just as painters wipe clean and cleanse a portrait often darkened by smoke and soot and length of time, so do you make use of the memory of the holy martyrs, most beloved: when creeping worldly cares becloud your mind, wipe it clean through the memory of the martyrs. For if you preserve this memory in your soul, you will not look up to wealth in awe, you will not bewail poverty, you will not praise glory and power—in fine, nothing among human affairs, nothing of what glitters will you deem to be anything great, nothing of what is grievous to be unbearable; rather, having risen above all these things, you will draw a perpetual lesson from the contemplation of this portrait. For he who daily watches soldiers bearing themselves valiantly in wars and battles will never be held fast by a craving for luxuries, nor hold a dainty and soft manner of living in esteem, but one that is stern and rigorous and framed for combat. For what fellowship has drunkenness with battle? care for the belly with zeal for fortitude? ointments with arms, war with revels? You are a soldier of Christ, most beloved: arm yourself, do not deck yourself out; you are a noble athlete: quit yourself like a man, do not court prettiness. Thus let us imitate these saints; thus let us honour the valiant warriors, the crowned athletes, the friends of God; and when we have walked along the selfsame road with them, we shall win the selfsame crowns with them: which may it befall us all to obtain, by the grace and lovingkindness of our Lord Jesus Christ, with whom to the Father be glory, together with the Holy Spirit, now and ever, and unto the ages of ages. Amen.
Notes, col. 682 bis

On the reading

Printed urguentis, for unguentis.

Printed sancto. nunc, for sancto, nunc.