Migne Reading Room

PG 50 · cols. 677–680 bis · Read from the page

In S. Barlaamum Martyrem Encomium (Ἐγκώμιον εἰς τὸν ἅγιον μάρτυρα Βαρλαάμ)

In S. Barlaamum Martyrem Encomium (Ἐγκώμιον εἰς τὸν ἅγιον μάρτυρα Βαρλαάμ)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 50:677Read from the page
Καὶ πῶς δυνατὸν, φησὶ, μιμήσασθαι μάρτυρας νῦν; οὐδὲ γάρ ἐστι διωγμοῦ καιρός. Οἶδα κἀγώ· διωγμοῦ μὲν καιρὸς οὐκ ἔστιν, ἀλλὰ μαρτυρίου καιρός ἐστι· παλαισμάτων τοιούτων οὐκ ἔστι καιρὸς, ἀλλὰ στεφάνων καιρός ἐστι· οὐ διώκουσιν ἄνθρωποι, ἀλλὰ διώκουσι δαίμονες· οὐκ ἐλαύνει τύραννος, ἀλλ' ἐλαύνει διάβολος, τυράννων πάντων χαλεπώτερος· οὐχ ὁρᾷς ἄνθρακας προκειμένους, ἀλλ' ὁρᾷς φλόγα ἐπιθυμίας ἀναπτομένην. Κατεπάτησαν ἐκεῖνοι τοὺς ἄνθρακας, καταπάτησον σὺ τῆς φύσεως τὴν πυράν· ἐπύκτευσαν ἐκεῖνοι πρὸς θηρία, χαλίνωσον σὺ τὸν θυμὸν, τὸ ἀνήμερον καὶ ἀτίθασσον θηρίον· ἔστησαν ἐκεῖνοι πρὸς ὀδύνας ἀφορήτους, περιγενοῦ σὺ τῶν ἀτόπων καὶ πονηρῶν λογισμῶν τῶν βρυόντων ἐν τῇ καρδίᾳ σου· οὕτω μιμήσῃ μάρτυρας. Νῦν γὰρ οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας. Πῦρ ἐστιν ἡ ἐπιθυμία τῆς φύσεως, πῦρ ἄσβεστον καὶ διηνεκές· κύων ἐστὶ λυττῶν καὶ μεμηνὼς, κἂν μυριάκις αὐτὸν διακρούσῃ, μυριάκις ἐπιπηδᾷ, καὶ οὐκ ἀφίσταται· χαλεπὴ μὲν ἡ τῶν ἀνθράκων φλὸξ, ἀλλ' αὕτη δεινοτέρα, ἡ τῆς ἐπιθυμίας· οὐδέποτε ἔχομεν ἐκεχειρίαν τοῦ πολέμου τούτου, οὐδέποτε ἔχομεν ἀνακωχὴν κατὰ τὸν παρόντα βίον, ἀλλὰ διηνεκὴς ὁ ἀγὼν, ἵνα καὶ λαμπρὸς ὁ στέφανος γένηται. Διὰ τοῦτο ἡμᾶς ἀεὶ Παῦλος καθοπλίζει, ἐπειδὴ ἀεὶ πολέμου καιρὸς, ἐπειδὴ ἀεὶ γρηγορεῖ ὁ ἐχθρός. Βούλει μαθεῖν, ὅτι πυρὸς οὐκ ἔλαττον ἡ ἐπιθυμία καίει; Ἄκουσον τοῦ Σολομῶντος λέγοντος, Περιπατήσει τις ἐπ' ἀνθράκων πυρὸς, τοὺς δὲ πόδας οὐ κατακαύσει; οὕτως ὁ εἰσερχόμενος εἰς τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ, καὶ πᾶς ὁ ἁπτόμενος αὐτῆς, οὐκ ἀθωωθήσεται. Ὁρᾷς ὅτι φύσις ἐπιθυμίας ἁμιλλᾶται φύσει πυρός; Ὥσπερ γὰρ ἀδύνατον πυρὸς ἁπτόμενον μὴ δέξασθαι ἐμπρησμὸν, οὕτω πυρὸς ὀξύτερον τῶν εὐμόρφων ὄψεων ἡ θεωρία τῆς ἀκολάστως βλεπούσης ἐπιλαμβάνεται ψυχῆς· καὶ καθάπερ ὕλη τις εὔπρηστος, οὕτω τὰ λαμπρὰ τῶν σωμάτων τοῖς τῶν ἀσελγῶν ὑπόκειται ὀφθαλμοῖς. Διὸ χρὴ μὴ παρέχειν τῷ πυρὶ τῆς ἐπιθυμίας τροφὴν τὴν ἔξωθεν θεωρίαν, ἀλλὰ περιστέλλειν αὐτὸ πανταχόθεν καὶ κατασβεννύναι λογισμοῖς εὐσεβέσι, χαλινοῦντας πρόσω φερόμενον τὸν ἐμπρησμὸν, καὶ μὴ συγχωροῦντας αὐτῷ περιτρέπειν τὸ στερρὸν τῆς διανοίας τῆς ἡμετέρας. Καὶ πᾶσα δὲ ἡδονὴ ἐν τῷ καιρῷ τῆς ἐπικρατήσεως τῶν παθῶν πυρὸς σφοδρότερον καίειν εἴωθε τὴν διάνοιαν, εἰ μή τις γενναίως μεθ' ὑπομονῆς καὶ πίστεως ἀνταγωνίζοιτο πρὸς ἕκαστον τῶν παθῶν· ὃν τρόπον ὁ μακάριος καὶ γενναῖος ἀθλητὴς τοῦ Χριστοῦ Βαρλαὰμ ἐποίησεν ἐπὶ τῆς ἑαυτοῦ χειρὸς, ὁλόκληρον ἐν τῇ δεξιᾷ πυρὰν βαστάζων, καὶ πρὸς τὴν ὀδύνην οὐκ ἐνδιδοὺς, ἀλλὰ τῶν ἀνδριάντων ἀπαθέστερον διακείμενος, μᾶλλον δὲ ἤλγει μὲν, καὶ ἔπασχε· σῶμα γὰρ ἦν τὸ ὑποκείμενον, καὶ οὐ σίδηρος· ἀλγῶν δὲ καὶ πάσχων τὴν τῶν ἀσωμάτων δυνάμεων ἐν σώματι θνητῷ φιλοσοφίαν ἐπεδείκνυτο.
And how is it possible, says one, to imitate martyrs now? For neither is it a time of persecution. I too know it; it is not a time of persecution, yet it is a time of martyrdom; it is not a time for such wrestlings, yet it is a time for crowns; men do not persecute, yet demons persecute; no tyrant drives us, yet the devil drives us, more grievous than all tyrants; you do not see coals set before you, yet you see a flame of desire kindled. Those men trampled down the coals; do you trample down the pyre of nature. Those men fought with wild beasts; do you bridle wrath, the wild and untamed beast. Those men stood firm against unbearable pangs; do you get the better of the unseemly and wicked thoughts that teem in your heart: thus you will imitate martyrs. For now our wrestling is not against blood and flesh, but against the principalities, against the authorities, against the world-rulers of this darkness, against the spiritual hosts of wickedness. The desire of nature is a fire, an unquenchable and continual fire; it is a rabid and frantic dog: even if you beat it off ten thousand times, ten thousand times it leaps upon you and does not stand aloof; grievous indeed is the flame of coals, yet this flame—that of desire—is more dreadful; we never have a truce in this war, we never have a respite during the present life, but the contest is continual, so that the crown too may prove bright. On account of this Paul ever arms us in full, since it is ever a time of war, since the enemy is ever awake. Do you wish to learn that desire burns no less than fire? Hear Solomon saying, Shall any one walk upon coals of fire, and not burn his feet? So he who goes in to his neighbour's wife, and every one who touches her, shall not go unpunished. Do you see that the nature of desire rivals the nature of fire? For just as it is impossible for one touching fire not to receive a burning, so more keenly than fire does the gazing upon comely faces lay hold of the soul that looks licentiously; and just like some easily kindled timber, so the bright beauties of bodies lie exposed to the eyes of the licentious. Wherefore one must not supply outward gazing as fuel to the fire of desire, but hem it in on all sides and quench it with pious thoughts, bridling the conflagration as it sweeps forward, and not suffering it to overturn the firmness of our mind. And every pleasure too, in the time when passions prevail, is wont to burn the mind more fiercely than fire, unless one nobly contends with endurance and faith against each of the passions—in the way that the blessed and noble athlete of Christ, Barlaam, did in the case of his own hand, bearing an entire pyre in his right hand, and not yielding to the pang, but disposed more impassibly than statues; or rather, he did indeed feel pain and suffer—for what lay beneath was a body, and not iron—yet while feeling pain and suffering he displayed in a mortal body the philosophy of the bodiless powers.
βʹ. Ἀλλὰ γὰρ ἄνωθεν αὐτοῦ τὸ μαρτύριον διηγήσομαι ὥστε σαφεστέραν γενέσθαι τὴν ἱστορίαν· σὺ δέ μοι σκόπει τοῦ διαβόλου τὴν κακουργίαν. Τῶν ἁγίων τοὺς μὲν ἤγαγεν ἐπὶ τήγανα, τοὺς δὲ εἰς λέβητας
2. Yet I shall recount his martyrdom from the beginning so that the narrative may become clearer; and do you mark for me the villainy of the devil. Some of the saints he led to frying-pans, and others into cauldrons
PG 50:678Read from the page
ἐνέβαλε τοῦ πυρὸς σφοδρότερον ζέοντας· καὶ τῶν μὲν τὰς πλευρὰς κατέξαινε, τοὺς δὲ εἰς πέλαγος κατεπόντισεν, ἄλλους θηρίοις παρέδωκεν, ἑτέρους εἰς κάμινον εἰσήγαγε, καὶ τῶν μὲν ἐξεμόχλευσε τὰ ἄρθρα, τῶν δὲ τὰς δορὰς ἔτι ζώντων ἀπέσυρεν, ἑτέρων τοῖς σώμασιν ἡμαγμένοις ὑπέθηκεν ἄνθρακας, καὶ οἱ σπινθῆρες ἐπεπήδων τοῖς ἕλκεσι, θηρίου παντὸς δριμύτερον τὰ τραύματα δάκνοντες· ἄλλοις ἄλλας ἐπενόει χαλεπωτέρας τιμωρίας. Ἐπεὶ οὖν εἶδεν ἅπαντα ταῦτα καταγελασθέντα, καὶ τοὺς ταῦτα παθόντας μετὰ πολλῆς τῆς περιουσίας κρατήσαντας, καὶ τοῖς μετ' αὐτοὺς ἐρχομένοις ἐπὶ τὰ αὐτὰ παλαίσματα μεγίστην τοῦ θαρρεῖν ὑπόθεσιν γενομένους, τί ποιεῖ; Καινὸν ἐπινοεῖ τρόπον ἐπιβουλῆς, ἵνα τὸ ἀμελέτητον καὶ ἄηθες τῆς τιμωρίας καταβάλῃ τὸ φρόνημα τοῦ μάρτυρος. Τὸ μὲν γὰρ ἀκουσθὲν καὶ νοηθὲν, κἂν ἀφόρητον ᾖ, τῇ προσδοκίᾳ μελετηθὲν εὐκαταφρόνητον γίνεται· τὸ δὲ ἀμελέτητον, κἂν κοῦφον ᾖ, πάντων ἐστὶν ἀφορητότερον. Ἔστω τοίνυν καινὸς ὁ ἀγὼν, ἔστω ξένον τὸ μηχάνημα, ἵνα τὸ καινὸν καὶ παράδοξον θορυβῆσαν τὸν ἀθλητὴν ὑποσκελίσῃ ῥᾳδίως. Τί οὖν ποιεῖ; Ἐξάγει τὸν ἅγιον ἀπὸ τοῦ δεσμωτηρίου δεδεμένον. Καὶ γὰρ καὶ τοῦτο τῆς ἐκείνου κακουργίας ἦν, τὸ μὴ εὐθέως ἐκ προοιμίων χαλεπὰ προσαγαγεῖν τὰ μηχανήματα, μηδὲ τὰς φρικτὰς ἐπαγαγεῖν τιμωρίας, ἀλλ' ἀπὸ τῶν ἐλαττόνων ἀκροβολίζεσθαι· τί δήποτε; Ἵνα ἂν μὲν ἡττηθῶσιν οἱ ἀγωνιζόμενοι, αἰσχρὰ αὐτῶν ἡ ἧττα γένηται, ὅτι μηδὲ πρὸς τὰ μικρὰ ἀντέστησαν· ἂν δὲ περιγένωνται καὶ νικήσωσιν, ἐν τοῖς ἐλάττοσι προκαταβληθείσης αὐτοῖς τῆς δυνάμεως εὐχείρωτοι γένωνται πρὸς τὰ μείζονα. Διὰ τοῦτο προσήγαγε τὰ ἐλάττονα πρότερον, ἵνα κἂν ἕλῃ, κἂν μὴ ἕλῃ, μὴ ἀποτύχῃ· ἂν μὲν γὰρ ἕλω, φησὶ, κατεγέλασα· ἂν δὲ μὴ ἕλω, ἀσθενεστέρους ἐποίησα πρὸς τὰ μέλλοντα. Ἐξάγει τοίνυν αὐτὸν ἀπὸ τοῦ δεσμωτηρίου· ὁ δὲ ἐξῄει καθάπερ ἀθλητὴς γενναῖος ἐν παλαίστρᾳ πολὺν γυμνασάμενος χρόνον· παλαίστρα γὰρ τῷ μάρτυρι τὸ δεσμωτήριον ἦν, κἀκεῖ κατ' ἰδίαν τῷ Θεῷ διαλεγόμενος παρ' ἐκείνου τὰ παλαίσματα ἐμάνθανεν ἅπαντα· ὅπου γὰρ δεσμὰ τοιαῦτα, ἐκεῖ καὶ ὁ Χριστὸς πάρεστιν.
boiling more fiercely than fire itself; and of some he lacerated the sides, while others he plunged into the sea, others he delivered over to wild beasts, others he brought into a furnace, and of some he wrenched out the joints, while of others he stripped off the skins while they were still living; under the bloodied bodies of others he placed coals, and the sparks leaped upon their sores, biting their wounds more sharply than any wild beast; for others he devised other more grievous punishments. When, therefore, he saw all these things laughed to scorn, and those who had suffered these things prevailing with great abundance of strength, and becoming for those coming after them to the same wrestlings the greatest ground of courage, what does he do? He devises a new manner of plot, so that the unrehearsed and unwonted nature of the punishment may cast down the spirit of the martyr. For what has been heard of and pondered, even if it be unbearable, when rehearsed by expectation becomes easy to despise; whereas what is unrehearsed, even if it be light, is more unbearable than all things. Let the contest, then, be new, let the engine be strange, so that what is new and unlooked-for, having troubled the athlete, may trip him up easily. What, then, does he do? He brings the saint forth in bonds out of the prison. For this too belonged to that one's villainy: not straightway from the outset to bring up his grievous engines, nor to lay on his shuddering punishments, but to skirmish from lesser things. Why so? So that if, on the one hand, the contestants be defeated, their defeat may prove shameful, because they did not hold out even against small things; while if, on the other hand, they survive and conquer, their strength having been spent beforehand in the lesser things, they may become easy to vanquish in the face of greater ones. On account of this he brought up the lesser things first, so that whether he takes them or does not take them, he may not fail of his aim; for if I take them, says he, I have laughed them to scorn; while if I do not take them, I have rendered them weaker in the face of things to come. He brings him forth, then, out of the prison; and he went forth like a noble athlete who has trained for a long time in a wrestling-school; for the prison was a wrestling-school for the martyr, and there, conversing privately with God, he learned all the wrestlings from Him; for where there are such bonds, there Christ also is present.
Ἐξῄει τοίνυν ἰσχυρότερος γενόμενος τῇ μακροτέρᾳ τοῦ δεσμωτηρίου διατριβῇ· ἐξελθόντα δὲ αὐτὸν εἰς μέσον ἀγαγὼν ὁ διάβολος διὰ τῶν ὑπηρετουμένων αὐτοῦ τῇ παρανομίᾳ, οὐ προσέδησε τῷ ξύλῳ, οὐ περιέστησε δημίους· ἑώρα γὰρ αὐτὸν τούτων ἐπιθυμοῦντα, καὶ πάλαι αὐτὰ προμελετήσαντα· ἀλλὰ ξένον τι καὶ καινὸν, καὶ μηδέποτε ἐλπισθὲν μηχάνημα προσάγει τῷ πύργῳ, ῥᾳδίως ἐμποιεῖν δυνάμενον τὴν κατάπτωσιν· τοῦτο γάρ ἐστιν αὐτῷ τὸ σπουδαζόμενον ἐπὶ πάντων ὑποσκελίζειν μᾶλλον ἢ ὀδυνᾷν τοὺς ἁγίους. Τί τοίνυν ἐστὶ τὸ μηχάνημα; Τὴν χεῖρα κελεύσαντες ὑπτίαν ἐκτεῖναι ὑπεράνω τοῦ βωμοῦ, ἐπέθηκαν ἄνθρακας καὶ λιβανωτὸν τῇ χειρὶ, ἵνα ἐὰν ἀλγήσῃ, καὶ περιτρέψῃ τὴν χεῖρα, θυσίαν αὐτῷ καὶ παράβασιν τὸ πρᾶγμα λογίσωνται. Εἶδες πῶς κακοῦργος ὁ διάβολος, Ἀλλ' ὅρα πῶς ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν ἄκυρα ἐποίησεν αὐτοῦ τὰ μηχανήματα,
He went forth, then, having become stronger through his longer stay in the prison; and when he had come forth, the devil, having brought him into the midst through those who ministered to his lawlessness, did not bind him to the rack, did not range executioners around him—for he saw him longing for these things, and having rehearsed them long beforehand—but brings up against the tower a strange and new and never hoped-for engine, able easily to bring about its downfall; for this is what he strives after in all cases: to trip up rather than to pain the saints. What, then, is the engine? Having bidden him stretch out his hand palm upward above the altar, they laid coals and frankincense upon his hand, so that if he should feel pain and turn his hand over, they might reckon the deed to him as a sacrifice and a transgression. Did you see how villainous the devil is? Yet see how He Who catches the wise in their craftiness made his engines of no effect,
Notes, col. 678

On the reading

Printed διάβολος,, for διάβολος;.

PG 50:677 bisRead from the page
Martyres quo pacto imitandi. — Et qui fieri potest, dicet aliquis, ut martyres imitemur? non enim persequutionis est tempus. Equidem id etiam scio: persequutionis quidem tempus non est, at martyrii est tempus: luctarum ejusmodi tempus non est, at coronarum est tempus: non persequuntur homines, at persequuntur daemones: non vexat tyrannus, at vexat diabolus tyrannorum omnium saevissimus; non objectas prunas conspicis, at cupiditatis conspicis flammam accensam: illi prunas calcarunt, tu naturae pyram calca: illi cum bestiis pugnarunt, tu iram immitem et indomitam belluam frena: illi adversus intolerabiles dolores steterunt, tu absurdas pravasque cogitationes, quae in corde tuo pullulant, vince: ita martyres imitabere. Nunc enim nobis non est colluctatio adversus carnem et sanguinem; sed adversus principes, adversus potestates, adversus mundi rectores tenebrarum harum, contra spiritualia nequitiae (Ephes. 6. 12). Ignis est cupiditas naturae, ignis inexstinctus ac perennis, canis est rabidus et insanus: licet millies eum propellas, millies impetum facit, nec absistit: saeva quidem prunarum est flamma, verum haec vehementior est flamma cupiditatis: numquam inducias belli hujus obtinemus, numquam pugnae cessationem obtinemus dum in hac vita versamur, sed perpetuum est certamen, ut et splendida fiat corona. Propterea Paulus nos semper armat, quia belli est tempus, quia vigilat semper hostis. Visne intelligere cupiditatem non minus quam ignem urere? Audi Salomonem dicentem, Ambulabit quis super prunas ignis, et pedes non comburet? sic qui intrat ad mulierem proximi sui, et qui tangit eam, non erit innoxius (Prov. 6. 28. 29). Vides ut natura cupiditatis naturam ignis aemuletur? Sicut enim fieri nequit, ut qui tangit ignem, non uratur: ita formosorum vultuum aspectus igne celerius lascive intuentem animam corripit; et velut accensu facilis quaedam materies, ita corpora speciosa lascivorum oculis sunt objecta. Quamobrem aspectum exteriorem cupiditatis igni non oportet in alimentum offerre, sed omni ex parte cohibere illum, cogitationibus piis exstinguere, atque ulterius grassantem deflagrationem refrenare, nec animi nostri constantiam sinere supplantari. Sane quidem voluptas omnis, quo tempore perturbationes praevaluerint, solet animum igne vehementius inflammare, nisi quis fortiter cum tolerantia fideque adversus singulas perturbationes decertet: quo pacto beatus atque generosus athleta Christi Barlaam fecit, dum manus ipsius torquetur, integram in dextera pyram gestans, nec dolori cedens, sed ita affectus, ut minus quam statua doloribus obnoxius esset. Imo vero dolebat ille quidem, ac patiebatur; corpus enim erat, quod subjacebat, non ferrum: sed dolens ac patiens incorporearum virtutum in mortali corpore philosophiam prae se ferebat.
How the martyrs are to be imitated. — And how can it be, someone will say, that we should imitate the martyrs? For it is not a time of persecution. Indeed I know that also: a time of persecution indeed it is not, yet a time of martyrdom it is; a time of wrestlings of that sort it is not, yet a time of crowns it is; men do not persecute, yet demons persecute; no tyrant harasses, yet the devil, most savage of all tyrants, harasses; you do not behold burning coals set before you, yet you behold the flame of desire kindled: they trod underfoot burning coals, do you tread underfoot the pyre of nature; they fought with wild beasts, do you bridle pitiless wrath, that untamed beast; they stood firm against intolerable pains, do you conquer the senseless and depraved thoughts that sprout up in your heart: thus you will imitate the martyrs. For our wrestling now is not against flesh and blood, but against principalities, against powers, against the world-rulers of this darkness, against the spiritual hosts of wickedness (Eph. 6:12). Natural concupiscence is a fire, an unquenched and perennial fire; it is a rabid and frenzied hound: though you drive it off a thousand times, a thousand times it makes its onrush and does not desist; fierce indeed is the flame of burning coals, yet more vehement is this flame of concupiscence: never do we obtain a truce in this war, never do we obtain a cessation of battle so long as we pass our days in this life, but perpetual is the contest, that the crown also may be splendid. Therefore Paul keeps us ever armed, because it is a time of war, because the enemy is ever watchful. Do you wish to understand that concupiscence burns no less than fire? Hear Solomon saying: Shall a man walk upon coals of fire, and not burn his feet? So he who goes in to his neighbour's wife, and who touches her, shall not be guiltless (Prov. 6:28–29). Do you see how the nature of concupiscence rivals the nature of fire? For just as it cannot be that one who touches fire should not be burned, so the sight of comely countenances more swiftly than fire seizes upon the soul that gazes wantonly; and like some timber easy to kindle, comely bodies lie exposed to the eyes of the licentious. Wherefore one must not offer the outward gaze as fuel to the fire of concupiscence, but curb it on every side, quench it with pious thoughts, hold back the conflagration from spreading further, and not suffer the steadfastness of our mind to be overthrown. Assuredly every pleasure, at the time when the passions gain the upper hand, is wont to inflame the mind more fiercely than fire, unless one strives bravely with endurance and faith against each separate passion: even as the blessed and noble athlete of Christ, Barlaam, did while his hand was being tortured, bearing a whole pyre in his right hand, and not yielding to the pain, but so disposed as to be less susceptible to pains than a statue. Nay rather, he did indeed feel pain and suffer—for it was a body that underwent it, not iron—yet in feeling pain and suffering he displayed in a mortal body the fortitude of bodiless powers.
2. Narrationem de martyrio Barlaam orditur. — Verumenimvero martyrium ejus altius exorsus narrabo, ut manifestior fiat historia: tu vero malitiam diaboli considera. Quosdam quidem sanctorum in sartagines impulit, quosdam autem in lebetes immisit igne vehementius bullientes; et horum quidem latera laniavit, illos autem in mare demersit: alios bestiis objecit, alios in fornacem injecit; et horum compages membrorum divulsit, illorum adhuc viventium pelles detraxit: aliorum cruentatis corporibus prunas subjecit, unde scintillae prosiliebant in ulcera, fera quavis acerbius vulnera mordentes: aliis alia graviora supplicia excogitabat.
2. He begins the narrative of the martyrdom of Barlaam. — However, I shall take up his martyrdom from earlier on and recount it, that the history may become clearer; and do you consider the malice of the devil. Some of the saints he thrust upon frying-pans, and some he cast into cauldrons boiling more fiercely than fire; of these he lacerated the flanks, while those he plunged into the sea; others he threw to wild beasts, others he cast into the furnace; of these he wrenched apart the joints of their limbs, while from those still living he stripped off their skins; beneath the bloodied bodies of others he spread burning coals, whence sparks leapt forth into their sores, biting their wounds more sharply than any wild beast; for others he kept devising other more grievous torments.
Notes, col. 677 bis

On the reading

Printed ferebat,, for ferebat..

PG 50:678 bisRead from the page
Postquam igitur haec omnia derisa vidit, et eos qui passi haec fuerant, cum ea multa facilitate ac praestantiori virtute superassent, caeteris qui sequuturi eos essent et in certamina eadem descensuri, magnam confidentiae occasionem attulisse: quid agit? Novum insidiarum genus excogitat, ut incogitatum et insolitum supplicium dejiciat martyris animum atque percellat. Quod enim auditum est et cognitum, licet intolerabile sit, exspectatione meditatum facile in contemptum venit: quod autem est inopinatum, licet leve sit, id prae caeteris omnibus est intolerandum. Esto igitur novum certamen, inusitatum machinamentum, ut nova et inusitata ejus species perturbatum facile athletam supplantet. Quid ergo facit? Sanctum e carcere vinctum educit. Etenim hoc quoque malitiae illius fuit, quod statim a principio graves machinas non admoverit, nec horrenda supplicia intulerit, sed a minoribus pugnam iniverit; quid ita? Ut si quidem ii, qui depugnabant, vincerentur, turpis fieret eorum clades, quod ne exiguis quidem restitissent; sin autem superiores essent ac vincerent, cum in minoribus prius eorum afflictae vires essent, a majoribus expugnari facile possent. Idcirco minora prius adhibuit, ut sive expugnaverit, sive non expugnaverit, res praeter votum non succedat: Sive enim expugnavero, inquit, ipsos derisero; si autem non expugnavero, infirmiores ad futura reddidero. E carcere igitur ipsum educit; ille vero tamquam generosus athleta multo tempore in palaestra exercitatus exibat: palaestra siquidem martyri carcer erat; ibique seorsum cum Deo colloquens ab illo cuncta luctationis artificia discebat: ubi enim talia vincula, ibi et Christus adest.
When therefore he saw all these things laughed to scorn, and that those who had suffered them, by overcoming them with great ease and surpassing valour, had afforded a great occasion of confidence to the rest who were to follow them and go down into the same contests, what does he do? He devises a new kind of snare, that an unthought-of and unwonted torment may cast down and strike dismay into the martyr's spirit. For what has been heard of and known, though it be unbearable, when rehearsed in expectation easily falls into contempt; whereas what is unlooked-for, though it be light, is unbearable beyond all other things. Let the contest then be new, the engine unusual, that its strange and unfamiliar aspect may throw the athlete into confusion and easily trip him up. What then does he do? He leads the saint out of prison in bonds. For this also belonged to his cunning, that he did not bring up heavy engines straightway from the outset, nor inflict dreadful torments, but entered upon the battle with lesser trials; why so? That if those who were contending should be vanquished, their defeat might prove shameful, in that they had not withstood even slight trials; whereas if they should prevail and conquer, once their strength had first been worn down in lesser matters, they might easily be overcome by greater ones. On this account he applied the lesser trials first, so that whether he prevailed or did not prevail, the outcome might not fall out contrary to his wish: For if I prevail, says he, I shall have mocked them; while if I do not prevail, I shall have rendered them weaker for what follows. Out of prison, then, he leads him; and he came forth like a noble athlete trained for a long time in the wrestling-school: for the prison was a wrestling-school for the martyr, and there, conversing apart with God, he learned from him all the arts of wrestling: for where there are such bonds, there Christ also is present.
Imponuntur manui ejus prunae ardentes; eleganti similitudine factum exornat. — Itaque egrediebatur longiori carceris habitatione robustior factus; egressum autem illum cum in medium diabolus per eos, qui ipsius improbitati famulabantur, adduxisset, non ad equuleum alligavit, non carnificibus cinxit: haec enim eum percupere, ac praemeditatum esse jampridem videbat; sed insolens quoddam ac novum, nec umquam formidatum machinamentum admovet turri, quo facile possit deturbari: hoc enim est, quod in omnibus studet maxime, ut supplantet potius, quam ut dolore torqueat sanctos. Quodnam igitur illud est machinamentum? Cum super aram extendere manum supinam jussissent, prunas et thus manui imposuerunt, ut si doleat ac manum invertat, perinde illi factum imputent, ac si sacrificaverit atque transgressus lapsus fuerit. Vides quam versutus sit diabolus? At vide, quo pacto is, qui comprehendit sapientes in astutia eorum (Job 5. 13), irrita illius machinamenta reddiderit, et insidiarum diligentiam malitiaeque vafritiem in auctarium et cumulum gloriae martyris amplioris verterit.
Burning coals are placed upon his hand; he adorns the deed with an apt similitude. — He came forth, therefore, rendered stronger by his prolonged abode in prison; and when the devil, through those who ministered to his wickedness, had brought him forth into the midst, he did not bind him to the rack, he did not surround him with executioners: for he saw that he eagerly desired these things and had long since prepared himself for them; instead he brings up against the tower a strange and novel engine, never before dreaded, whereby it might easily be overthrown: for this is what he strives for most of all in every case, to trip up the saints rather than to rack them with pain. What then is that engine? Having ordered him to stretch out his hand palm upward above the altar, they placed burning coals and frankincense upon his hand, so that if he should feel pain and turn his hand over, they might reckon the act to his charge just as if he had sacrificed and had lapsed in transgression. Do you see how crafty the devil is? Yet see how he who catches the wise in their own cunning (Job 5:13) rendered his engines vain, and turned the painstaking of his snares and the subtlety of his malice into an increase and crowning abundance of richer glory for the martyr.
Notes, col. 678 bis

On the reading

Printed malitiaequae, for malitiaeque.

PG 50:679 bisRead from the page
Nam cum innumeris rebus malitiose perpetratis, adversarius deinde victus abscesserit, tum illustrior evadit athleta pietatis: id quod etiam hic evenit. Beatus enim Barlaam nec inclinatam nec inversam manum tenens permansit, quasi ex ferro conflatam haberet: quamvis si conversa foret manus, ne sic quidem martyris id crimen fuisset.
For when the adversary, after maliciously perpetrating innumerable deeds, thereafter departs vanquished, then the athlete of piety emerges all the more illustrious: the very thing that happened here also. For blessed Barlaam abode holding his hand neither bent nor turned over, as though he had it forged of iron: although, even if his hand had been turned, not even so would that have been the martyr's fault.
3. Hic mihi diligenter animum omnes advertite, ut intelligatis, tametsi dextera fuisset inversa, non tamen idcirco victum eum existimandum fuisse: quid ita? Quia nimirum, ut de illis, quibus latera deraduntur, aut qui alia quapiam ratione torquentur, judicamus, ita hic quoque judicium ferendum est. Nam si quidem cesserint ac sacrificarint, tum in imbecillitatem illorum culpa transfertur, quod cum dolores minime ferrent, sacrificarint; si vero, cum in tormentis perseverassent, doluerint illi quidem ob ea, quae patiebantur, at religionem non prodiderint, nullum eis a quoquam propter hos dolores crimen impingitur: quin potius amplius eos idcirco efferimus ac laudamus, quod doloribus affecti toleraverint, nec abnegarint. Et hic igitur, siquidem, cum uri se non ferret, beatus Barlaam sacrificaturum se promisisset, victus esset; si vero non cedente illo manus inversa fuisset, non jam hoc martyris animi crimen esset: non enim ex voluntatis infirmitate, sed naturae nervorum suo vigore destitutae, quod inviti etiam sancti manus ab igne fuisset inflexa, istud contigisset. Quemadmodum enim iis, quibus deraduntur latera, non crimini vertimus, quod eorum caro dissecetur: imo ut propius exemplum adducam, sicut eos, qui febri aut spasmo laborant, nemo accusaverit, quod illis manus incurventur: non enim id eorum ignaviae culpa fit, sed quod humorem ardore morbi depascente praeter naturam compago nervorum contrahatur: ita nec sanctum hunc, si conversa manus esset, accusare quis potuisset. Si enim febris invito etiam aegroto membra contrahere natura sua consuevit ac distorquere, multo magis hoc impositae dexterae prunae, etiam martyre non cedente, praestare potuerunt: verumtamen non praestiterunt, ut ex abundanti cognoscas gratiam Dei fuisse, quae simul aderat, et corroborabat athletam, ac naturae defectum corrigebat: nec in hoc ipsa quidquam sua conditione et infirmitate dignum passa est, sed quasi ex adamante concreta esset, manus illa permanebat immota. Quis tum id cernens non obstupuisset? quis non cohorruisset? Spectabant caelitus angeli, contemplabantur archangeli: praeclarum erat spectaculum, quod et humanam plane naturam excedebat. Quis enim videre non optasset hominem decertantem, nec ea, quae sunt hominum, patientem? qui altare idem, et victima, et sacerdos factus esset? Quapropter et duplex fumus ascendebat, hic quidem thuris incensi, ille vero liquefactae carnis: atque hic erat illo suavior fumus, et haec ipsa praestantior illa fragrantia.
3. Here pay close heed to me, all of you, that you may understand that, even though his right hand had been turned over, he was not on that account to be deemed vanquished: why so? Because, just as we judge concerning those whose flanks are scraped or who are tortured in some other way, so here also judgement must be passed. For if indeed they have yielded and sacrificed, then the blame is laid to their weakness, in that, not enduring the pains at all, they sacrificed; whereas if, having persevered amid the torments, they did indeed feel pain at what they were suffering, yet did not betray their religion, no charge is fastened upon them by anyone on account of these pains—nay rather, we extol and praise them all the more on this account, that, though afflicted with pains, they endured and did not deny the faith. Here too, therefore, if indeed blessed Barlaam, not bearing to be burned, had promised that he would sacrifice, he would have been vanquished; whereas if, without his yielding, his hand had been turned over, this would no longer have been a fault of the martyr's resolve: for this would have come to pass not from infirmity of will, but from the nature of the sinews bereft of their own vigour, in that the saint's hand, even against his will, had been bent by the fire. For just as we do not impute it as a fault to those whose flanks are scraped that their flesh is sliced apart—nay, to adduce a closer example, just as no one would accuse those who suffer from fever or convulsion because their hands are curved inward, since that happens not through the fault of their cowardice, but because, as the heat of the disease consumes the moisture, the framework of the sinews is contracted beyond nature—so neither could anyone have accused this saint, had his hand been turned. For if fever by its own nature is wont to contract and twist the limbs even against the sick man's will, much more could burning coals laid upon his right hand have brought this about, even without the martyr yielding; nevertheless they did not bring it about, so that you may recognize all the more abundantly that it was the grace of God which was present together with him, strengthening the athlete and correcting the defect of nature: nor in this did nature herself suffer anything in keeping with her own condition and infirmity, but, as though it had been formed solid out of adamant, that hand remained unmoved. Who, beholding that at the time, would not have stood amazed? who would not have shuddered in awe? Angels gazed down from heaven, archangels looked on: glorious was the spectacle, and one that plainly surpassed human nature. For who would not have wished to see a man contending, yet not suffering the things of men—one who had himself become at once altar, and victim, and priest? Wherefore a twofold smoke also rose aloft, the one of kindled frankincense, the other of melting flesh: and the latter smoke was sweeter than the former, and this very fragrance more excellent than that.
PG 50:680 bisRead from the page
Et accidebat idem quod et in rubo (Exod. 3. init.): sicut enim rubus ille ardebat, et non comburebatur, sic et hic ardebat quidem dextera, sed anima non incendebatur: conficiebatur corpus, at fides non consumebatur: caro fatiscebat, at alacritas animi non fatiscebat. Et prunae quidem cum volam manus perforassent, deorsum cadebant, at animae fortitudo non concidebat; sed manus quidem consumpta est et diffluxit, caro siquidem erat, non adamas; anima vero rursus alteram manum requirebat, ut et in illa tolerantiam exhiberet. Et quemadmodum generosus miles in hostes impressionem faciens, cum adversantium sibi phalangem conciderit, gladiumque continuorum vulnerum crebritate confregerit, deinde conversus alterum requirit, quod eum nondum caedis hostium satietas ceperit: sic nimirum et beati Barlaam anima cum daemonum phalanges concidendo manum consumpsisset, alteram dexteram requirebat, ut in illa quoque animi alacritatem ostenderet. Noli enim mihi dicere unam illum exposuisse manum tantum; sed hoc potius, quam illud cogita, qui manum tradidit, eum caput etiam exposuisse, ac latera dedisse, et igni, bestiis, mari, praecipitiis, cruci, rotae, atque omnibus, quae umquam fando sunt audita, suppliciis objecisse, cunctaque perpessum esse, si minus experimento, animi quidem certe proposito. Nam nec ad certas se ac definitas poenas offerunt martyres, sed ad incerta supplicia se accingunt: non enim est in eorum potestate animus tyrannorum, neque terminum illis modumque praescribunt, sed quibuscumque malis eos afficere inhumanus ac belluinus eorum animus desiderarit, tot tantaque illi prodeunt perpessuri: nisi forte interim fatiscens corpus inexpletam in medio tyrannorum cupiditatem reliquerit. Tabefiebat ergo caro, at animi propositum alacrius fiebat, quod splendore carbones ipsos superabat et multo amplius emicabat: spiritualis siquidem intus ignis accensus erat multo ardentior igne isto, idcirco flammam externam ille minime sentiebat, quod fervidus illum et ardens Christi caritatis ignis intus inflammaret.
And the selfsame thing befell as in the bush (Exod. 3:1ff.): for just as that bush burned and was not consumed, so here also the right hand burned indeed, yet the soul was not set on fire; the body was wasted, yet faith was not consumed; the flesh gave way, yet the readiness of the spirit did not give way. And the burning coals, once they had bored right through the palm of the hand, fell downward, yet the fortitude of his soul did not collapse; his hand indeed was consumed and melted away—for flesh it was, not adamant—while his soul sought yet another hand again, that in it also it might display endurance. And just as a noble soldier charging upon the enemy, when he has cut down the phalanx opposing him and shattered his sword by the thick rain of continual blows, then turns and looks for another, because satiety of slaughtering the foe has not yet seized him: even so the soul of blessed Barlaam, having used up his hand in cutting down the phalanxes of demons, kept seeking another right hand, that in it also he might show the eagerness of his spirit. Do not, then, say to me that he exposed one hand only; rather consider this above all, that he who surrendered his hand exposed his head also, and gave his flanks, and subjected himself to fire, wild beasts, sea, precipices, cross, wheel, and every torment that has ever been heard tell of, and endured them all—if not in actual trial, yet assuredly in the resolve of his spirit. For martyrs do not offer themselves for fixed and defined penalties, but gird themselves for unbounded torments: for the mind of tyrants is not in their power, nor do they prescribe a bound and measure for them; rather, with whatever ills their inhuman and brutish mind may desire to afflict them, so many and so great do they step forth prepared to endure, unless perchance the failing body meanwhile leaves the tyrants' lust unglutted in the midst. His flesh, then, wasted away, yet the resolve of his spirit grew more eager, surpassing the very coals in splendour and shining forth far more brightly: for a spiritual fire had been kindled within, far more ardent than that fire, and therefore he scarcely felt the outward flame at all, because the fervent and glowing fire of the love of Christ inflamed him within.
4. Moralis exhortatio. — Haec ne audiamus tantum, dilectissimi, sed et imitemur: quod enim a principio dicebam, nunc etiam dico: ne hac tantum hora, qua hic versamur, celebretur martyr, sed et domum abiens unusquisque sanctum deducat, et in aedes suas vel in cor suum potius per eorum, quae dicta sunt, recordationem introducat. Suscipe illum, ut ante dictum est, et in corde illum tuo protensam manum habentem siste: suscipe victorem coronatum, nec umquam ex mente tua exire permitte. Idcirco vos etiam ad ipsos sanctorum martyrum loculos adduximus, ut ipse vos conspectus ad virtutem quodammodo incitet, et ad eumdem vos zelum accingatis. Nam militem quidem praestantissimi cujuspiam bellatoris excitat etiam fama; multo autem vehementius intuitus et aspectus, ac praesertim si ipsum fortissimi bellatoris tentorium ingressus, sanguinolentum ensem viderit, caput hostis jacens, spolia sublime pendentia, recentem cruorem ex manibus ejus stillantem, qui tropaeum erexit, ubique lanceas et clypeos, et arcus, et omnem aliam armaturam jacentem.
4. Moral exhortation. — Let us not merely hear these things, most beloved, but let us also imitate them; for what I said from the beginning, I say now also: let not the martyr be celebrated only during this hour in which we tarry here, but as each goes home let him escort the saint and bring him into his house—or rather into his own heart—through the remembrance of what has been spoken. Receive him, as was said before, and set him in your heart holding his hand stretched forth; receive the crowned victor, and never suffer him to depart from your mind. On this account we have also led you to the very tombs of the holy martyrs, that the sight itself may in some measure stir you up to virtue, and that you may gird yourselves with the selfsame zeal. For renown alone rouses a soldier at the name of some pre-eminent warrior, yet far more powerfully do gaze and sight, and above all if, having entered the very tent of that most valiant warrior, he sees the blood-stained sword, the enemy's head lying low, the spoils hanging on high, fresh gore dripping from the hands of him who set up the trophy, and lances, shields, bows, and all the rest of the armour lying everywhere.
Notes, col. 680 bis

On the reading

Printed belluinus corum, for belluinus eorum.

Printed nonc, for nunc.