Migne Reading Room

PG 50 · cols. 673–674 bis · Read from the page

In S. Julianum Martyrem Encomium (Ἐγκώμιον εἰς τὸν ἅγιον μάρτυρα Ἰουλιανόν)

In S. Julianum Martyrem Encomium (Ἐγκώμιον εἰς τὸν ἅγιον μάρτυρα Ἰουλιανόν)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 50:673Read from the page
καὶ ἁμαρτημάτων συγχώρησις, κακίας ἀναίρεσις, νοσημάτων ψυχῆς θεραπεία, εὐχὴ ἐκτενὴς, παῤῥησία πρὸς Θεὸν, πάντα πνευματικὰ, καὶ οὐρανίων γέμοντα ἀγαθῶν. Οὗτοι οἱ καρποὶ ἀεὶ τρυγώμενοι ἀεὶ βρύουσι, καὶ οὐδέποτε ἀπολιμπάνουσι τοὺς οἰκείους αὐτῶν γεωργούς. Καὶ τὰ μὲν ἐπὶ γῆς φυόμενα δένδρα ἅπαξ τοῦ ἐνιαυτοῦ δίδωσι τὴν φορὰν, κἂν μὴ τρυγήσῃς, ἐπιστάσης τῆς ὥρας τοῦ χειμῶνος ἀπόλλυσι τὴν οἰκείαν εὐπρέπειαν, φθειρομένου τοῦ καρποῦ καὶ καταῤῥέοντος· ταῦτα δὲ οὐ χειμῶνα οἶδεν, οὐ θέρος, οὐκ ἀνάγκῃ καιρῶν ὑπόκειται, οὐδὲ ἔστι γυμνὰ τῶν καρπῶν αὐτὰ τῶν οἰκείων ἰδεῖν, ἀλλὰ διὰ παν⟨τ⟩ὸς ἐπὶ τῆς αὐτῆς ἕστηκεν εὐπρεπείας· οὐχ ἅπτεται αὐτῶν φθορὰ, οὐδὲ μεταβολὴ καιρῶν. Πόσοι γοῦν, ἐξ οὗ τὸ σῶμα ἐφυτεύθη τοῦτο ἐν τῇ γῇ, μυρίας ἐτρύγησαν ἰάσεις ἀπὸ τῆς ἁγίας ταύτης θήκης, καὶ οὐκ ἐπέλιπεν ὁ καρπός· ἐθέρισαν τὰ λήϊα, καὶ οὐκ ἐδαπανήθησαν οἱ στάχυες· ἤντλησαν τὰς πηγὰς, καὶ οὐκ ἐκενώθη τὰ νάματα, ἀλλὰ συνεχής τίς ἐστιν ἡ ἐπιῤῥοὴ, οὐδέποτε ἐπιλιμπάνουσα, ἀλλὰ τοῦ κενουμένου πλέον ἀεὶ παρέχουσα τὸ ἀναβλύζον θαῦμα. Οὐ θαύματα δὲ μόνον ἐργάζεται, ἀλλὰ καὶ φιλοσοφεῖν πείθει. Ἄν τε γὰρ πλούσιος ᾖς, καὶ μεγαλοφρονῇς, καὶ φλεγμαίνουσαν ἔχῃς τὴν ψυχὴν, ἐλθὼν ἐνταῦθα, καὶ ἰδὼν τὸν μάρτυρα, καὶ τὸ μέσον λογισάμενος τοῦ σοῦ πλούτου, καὶ τῆς τούτου περιουσίας, καταστελεῖς εὐθέως τὸ φύσημα, καὶ τὴν φλεγμονὴν ἀποθέμενος ἀπελεύσῃ πολλὴν ἔχων ὑγίειαν ἐν τῇ ψυχῇ· ἄν τε πένης καὶ εὐκαταφρόνητος εἶναι νομίσῃς, ἐλθὼν καὶ ἰδὼν τὸν πλοῦτον τοῦ μάρτυρος, καὶ καταγελάσας τῶν χρημάτων τῶν ἔξωθεν, οὕτως ἀναχωρήσεις πολλῆς σαυτὸν ἐμπλήσας φιλοσοφίας, κἂν ἐπήρειαι, κἂν ζημίαι, κἂν μάστιγες ἐπενεχθῶσιν· ἰδὼν, ὅτι οὐδέπω τοσαῦτα ἔπαθες, ὅσα ὁ μάρτυς οὗτος ὁ ἅγιος, ἱκανὴν πάλιν λήψῃ παραμυθίαν ἐντεῦθεν. Εἶδες οἷοι οἱ καρποὶ τῶν ῥιζῶν τούτων; πῶς ἀνάλωτοι; πῶς πνευματικοί; πῶς αὐτῆς ἅπτονται τῆς ψυχῆς; Οὐ κωλύω ἀπελθεῖν εἰς τὸ προάστειον, ἀλλ' αὔριον κωλύω· τίνος ἕνεκεν; Ἵνα ἡ τέρψις μὴ ἔχῃ κατάγνωσιν, ἵνα καθαρὰ ᾖ ἡ ἡδονὴ, μὴ ὑπεισέλθῃ δὲ ἡ κατάγνωσις· καὶ γὰρ ἔξεστιν ἐν ἄλλῃ ἡμέρᾳ καὶ τῇ τέρψει χαρίσασθαι, καὶ τῆς ἁμαρτίας ἀπαλλαγῆναι. Εἰ δὲ βούλει καὶ νῦν τέρψεως ἀπολαῦσαι, τί τερπνότερον τοῦ συλλόγου τούτου; τί χαριέστερον τοῦ θεάτρου τοῦ πνευματικοῦ; τῶν μελῶν τῶν σῶν; τῆς τῶν ἀδελφῶν συνουσίας; Ἀλλὰ καὶ σωματικῆς θέλεις τραπέζης μετασχεῖν; ἐνταῦθα ἔξεστι μετὰ τὸ λυθῆναι τὸν σύλλογον, τοῦ μαρτυρίου πλησίον ὑπὸ συκῆν καὶ ἄμπελον καταλύσαντι, καὶ τῷ σώματι χαρίσασθαι τὴν ἄνεσιν, καὶ τὸ συνειδὸς ἀπαλλάξαι καταγνώσεως. Ὁ γὰρ μάρτυς ἐγγύθεν ὁρώμενος καὶ πλησίον ὢν καὶ παρεστηκὼς αὐτῇ τῇ τραπέζῃ, οὐκ ἀφίησι τὴν ἡδονὴν εἰς ἁμαρτίαν ἐκχυθῆναι, ἀλλ' ὥσπερ τις παιδαγωγὸς, ἢ πατὴρ ἄριστος τοῖς τῆς πίστεως ὁρώμενος ὀφθαλμοῖς καταστέλλει τὸν γέλωτα, περικόπτει τὰς ἡδονὰς τὰς ἀτόπους, τὰ σκιρτήματα τῆς σαρκὸς ἅπαντα ἀναιρεῖ, ἅπερ ἐκεῖ οὐκ ἔστι διαφυγεῖν. Τίνος ἕνεκεν; Ὅτι χοροὶ ἀνδρῶν αὔριον τὸ προάστειον καταλαμβάνουσιν· ἡ δὲ τῶν τοιούτων ὄψις καὶ τὸν βουλόμενον σωφρονεῖν ἄκοντα ὑπεξάγει πολλάκις πρὸς τὴν τῆς αὐτῆς ἀσχημοσύνης μίμησιν, καὶ μάλιστα ὅταν καὶ ὁ διάβολος μέσος ἐκείνοις παρῇ· καὶ γὰρ πάρεστιν ὑπὸ τῶν πορνικῶν ᾀσμάτων, ὑπὸ τῶν αἰσχρῶν ῥημάτων, ὑπὸ τῆς δαιμο-
and forgiveness of sins, destruction of wickedness, healing of diseases of the soul, fervent prayer, boldness of speech towards God—all things spiritual and teeming with heavenly good things. These fruits, always gathered, always gush forth, and never fail their own husbandmen. And the trees growing upon earth yield their crop once a year, and even if you do not gather it, when the season of winter comes upon them they lose their own comeliness as the fruit spoils and drops down; whereas these know neither winter nor summer, are not subject to necessity of seasons, nor is it possible to see them bare of their own fruits, rather continually they stand in the same comeliness: corruption does not touch them, nor change of seasons. How many, at least, ever since this body was planted in the earth, have gathered ten thousand healings from this holy chest, and the fruit did not fail; they reaped the standing crops, and the ears of grain were not spent; they drew from the springs, and the streams were not emptied, rather the inflow is some continuous one, never failing, rather always furnishing the welling wonder more abundant than what is drawn off. And it not only works wonders, rather also persuades to practise philosophy. For whether you be rich, and high-minded, and have your soul inflamed, coming here, and seeing the martyr, and reckoning the interval between your wealth and this man's abundance, you will straightway quell your puffing up, and laying aside the inflammation you will go away having great health in your soul; or whether you be poor and deem yourself easy to despise, coming and seeing the wealth of the martyr, and laughing to scorn outward money, thus you will withdraw having filled yourself with much philosophy, even if mistreatments, even if losses, even if scourges be brought upon you; seeing that you have not yet suffered so many things as this holy martyr, you will again receive sufficient consolation from here. Did you see of what sort the fruits of these roots are? How inexhaustible? How spiritual? How they touch the soul itself? I do not forbid going off to the suburb, rather I forbid it tomorrow; on what account? So that delight may not hold condemnation, so that pleasure may be pure, and condemnation may not steal in; for it is permitted on another day both to indulge in delight and to be freed from sin. And if you wish even now to enjoy delight, what is more delightful than this assembly? What more gracious than the spiritual theatre? than your own members? than the company of the brethren? Rather do you wish to partake of a bodily table also? Here it is permitted, after the assembly has been dissolved, lodging near the martyr's shrine under fig-tree and vine, both to grant relaxation to the body and to free the conscience from condemnation. For the martyr, seen close at hand and being nearby and standing by the table itself, does not let pleasure spill out into sin, rather just like some tutor or best father, seen by the eyes of faith, quells laughter, lops off out-of-place pleasures, does away with all the gambollings of the flesh, which there one cannot escape. On what account? Because troops of men seize the suburb tomorrow; and the sight of such men often draws away unwillingly even him who wishes to be sober-minded towards the imitation of the same unseemliness, and above all when the devil also is present in their midst; for he is present called in by the harlot songs, by the shameful words, by the demo-
PG 50:674Read from the page
νικῆς πομπῆς καλούμενος. Σὺ δὲ ἀπετάξω πάσῃ ταύτῃ τῇ πομπῇ, καὶ τῇ τοῦ Χριστοῦ λατρείᾳ συνετάξω κατὰ τὴν ἡμέραν ἐκείνην, καθ' ἣν τῶν ἱερῶν κατηξιώθης μυστηρίων. Ἀναμνήσθητι τοίνυν τῶν ῥημάτων ἐκείνων καὶ τῆς συνθήκης, καὶ φύγε τὴν παράβασιν.
nic pomp. Yet you renounced all this pomp, and enrolled yourself in the service of Christ on that day on which you were deemed worthy of the sacred mysteries. Call to mind, therefore, those words and the covenant, and flee transgression.
εʹ. Βούλομαι δὲ καὶ πρὸς τοὺς παρόντας καὶ μὴ ἀνιό⟨ν⟩τας διαλεχθῆναι, καὶ τούτοις ἐγχειρίσαι τὴν ἐκείνω⟨ν⟩ σωτηρίαν. Καὶ γὰρ ἰατρὸς πρὸς τὸν κάμνοντα εἰσελθὼν ὀλίγα τῷ κειμένῳ διαλέγεται· τὰ δὲ περὶ φαρμάκων καὶ σιτίων καὶ τῆς ἄλλης θεραπείας, καλέσα⟨ς⟩, τοὺς αὐτῷ προσήκοντας, ἐκείνοις ἅπαντα ἐπισκήπτει. Τί δήποτε; Ὅτι ὁ μὲν κάμνων οὐ δέχεται εὐθέως τὴν παραίνεσιν, ὁ δὲ ὑγιαίνων μετὰ πολλῆς προθυμίας προσέχει τοῖς λεγομένοις· διὰ τοῦτο μετὰ τούτων καὶ ὑμῖν βούλομαι διαλεχθῆναι. Προκαταλάβωμεν αὔριον τὰς πύλας, ἐφεδρεύσωμεν ταῖς ὁδοῖς, ἄνδρες τοὺς ἄνδρας, γυναῖκες τὰς γυναῖκας κατασπάσωμεν ἀπὸ τῶν ὑποζυγίων· ἐπαναγάγωμεν ἐνταῦθα, μὴ ἐπαισχυνθῶμεν· ἔνθα σωτηρία ἀδελφοῦ, οὐκ ἔστιν αἰσχύνη. Εἰ ἐκεῖνοι οὐκ αἰσχύνονται πρὸς τὴν παράνομον πομπὴν ἀνιόντες, πολλῷ μᾶλλον ἡμᾶς αἰσχύνεσθαι οὐ χρὴ πρὸς τὴν ἱερὰν ταύτην πανήγυριν μέλλοντας αὐτοὺς ἐπαναγαγεῖν. Ὅταν ἀδελφοῦ σωτηρία προκέηται, μηδὲν παραιτώμεθα. Εἰ γὰρ ὁ Χριστὸς ἀπέθανε δι' ἡμᾶς, ἅπαντα ὑπομένειν δι' αὐτοὺς ἡμᾶς χρή· κἂν πληγὰς ἐντείνωνται, κἂν λοιδορήσωνται, κάτασχε, καὶ μὴ πρότερον ἀποστῇς, ἕως ἂν αὐτοὺς ἐπαναγάγῃς πρὸς τὸν ἅγιον μάρτυρα· κἂν δικαστήριον δέῃ καθίσαι ἐκ τῶν παριόντων, οἱ βουλόμενοι ἀκουέτωσαν· ἀδελφὸν, εἰπὲ, βούλομαι σῶσαι, ὁρῶ ψυχὴν ἀπολλυμένην, καὶ οὐκ ἀνέχομαι περιιδεῖν τὴν συγγένειαν· ὁ βουλόμενος ἐγκαλείτω, ὁ βουλόμενος κατηγορείτω· μᾶλλον δὲ οὐδεὶς ἐγκαλέσει, ἀλλὰ καὶ πάντες ἐπαινέσονται, πάντες ἀσπάσονται. Οὐ γὰρ ὑπὲρ χρημάτων, οὐδὲ δι' οἰκείαν ἀπέχθειαν ἀμυνόμενος, οὐδὲ ὑπὲρ ἄλλου τινὸς τῶν βιωτικῶν φιλονεικῶ καὶ μάχομαι, ἀλλ' ὑπὲρ ἀδελφοῦ σωτηρίας· ταῦτα τίς οὐκ ἀποδέξεται; τίς οὐ θαυμάσεται; Οὐδὲν ἡμᾶς προσήκοντας ἀλλήλοις κατὰ συγγένειαν σαρκικὴν ἡ πνευματικὴ συγγένεια πατέρων φιλοστοργοτέρους ἐποίησεν. Εἰ βούλεσθε, καὶ τὸν μάρτυρα λάβωμεν μεθ' ἑαυτῶν· οὐκ ἐπαισχύνεται γὰρ ἐλθεῖν καὶ σῶσαι τοὺς ἀδελφούς. Ἐπιστήσωμεν αὐτοῖς ἐκείνων ὀφθαλμοῖς, φοβηθῶσι παρόντα, αἰδεσθῶσι παρακαλοῦντα καὶ δεόμενον· οὐ γὰρ αἰσχύνεται καὶ παρακαλέσαι. Εἰ γὰρ ὁ Δεσπότης αὐτοῦ παρακαλεῖ τὴν ἡμετέραν φύσιν· Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, φησὶν ὁ Παῦλος, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν, Καταλλάγητε τῷ Θεῷ· πολλῷ μᾶλλον ὁ δοῦλος τοῦτο ποιήσει· ἓν αὐτὸν λυπεῖ μόνον, ἡ ἀπώλεια ἡ ἡμετέρα· ἓν εὐφραίνει, ἡ σωτηρία ἡ ἡμετέρα, καὶ διὰ τοῦτο οὐ παραιτήσεται οὐδὲν ὑπὲρ αὐτῆς ποιῆσαι. Μὴ τοίνυν μηδὲ ἡμεῖς ἐπαισχυνθῶμεν, μηδὲ περιττὸν εἶναι νομίσωμεν. Εἰ γὰρ ἄνθρωποι θηραταὶ κρημνοὺς καὶ ὄρη καὶ βάραθρα καὶ πᾶν ἄβατον ἀπέρχονται χωρίον, εἴτε λαγωὸν, ἢ δορκάδα, ἢ ἄλλο τι τῶν τοιούτων, ἢ καὶ ὄρνιθας πολλάκις ταύτας τὰς ἀγρίας θηρεῦσαι βουλόμενοι· σὺ μέλλων οὐκ ἄλογον εὐτελὲς, ἀλλ' ἀδελφὸν πνευματικὸν, δι' ὃν ὁ Χριστὸς ἀπέθανεν, ἐπαναγαγεῖν ἐξ ἀπωλείας, καὶ οὐκ ὄρη καὶ νάπας, ἀλλὰ τὴν πύλην ἐξελθεῖν,
5. Now I wish to discourse also to those present who do not go up, and to entrust their salvation to these. For a physician also, going in to the sick man, speaks a few words to him who lies ill, while as regards medicines and food and the rest of the care, having called those belonging to him, he enjoins all things upon them. Why ever? Because the sick man does not straightway receive exhortation, while the healthy man pays heed to what is said with much eagerness; on this account I wish to discourse with these to you also. Let us seize the gates beforehand tomorrow, let us lie in wait upon the roads—let us men drag down the men, let us women drag down the women from their beasts of burden; let us lead them back here, let us not be ashamed: where there is a brother's salvation, there is no shame. If those men are not ashamed going up towards the unlawful pomp, much less ought we to be ashamed when about to lead them back towards this sacred festival. When a brother's salvation lies before us, let us decline nothing. For if Christ died on our behalf, we ought to endure all things on their behalf; even if they threaten blows, even if they revile, hold fast, and do not stand off before you lead them back towards the holy martyr; even if one must set up a court out of those passing by, let those who wish hear: I wish to save a brother, say; I see a soul perishing, and I cannot bear to overlook kinship; let him who wishes bring a charge, let him who wishes accuse—nay rather, no one will bring a charge, rather all will even praise, all will embrace you. For not on behalf of money, nor avenging my own enmity, nor on behalf of any other worldly thing do I strive and fight, rather on behalf of a brother's salvation: who will not welcome these things? Who will not marvel? Spiritual kinship has made us, who belong to one another not at all according to fleshly kinship, more tenderly affectionate than fathers. If you wish, let us take the martyr also with ourselves; for he is not ashamed to come and save the brethren. Let us set him before those eyes of theirs; let them fear him present, let them revere him exhorting and beseeching; for he is not ashamed even to exhort. For if his Master exhorts our nature—On behalf of Christ we are ambassadors, says Paul, as though God were exhorting through us: Be reconciled to God—much more will the slave do this: one thing alone grieves him, our perdition; one thing gladdens him, our salvation, and on this account he will decline nothing to do on its behalf. Let not us either, therefore, be ashamed, nor deem it superfluous. For if human hunters go off to cliffs and mountains and ravines and every untrodden place, wishing to hunt either a hare, or a gazelle, or some other such creature, or often even these wild birds—you, being about to lead back out of perdition not a cheap irrational beast, but a spiritual brother on whose account Christ died, and having to go out not to mountains and glens, but outside the gate,
PG 50:673 bisRead from the page
Hi fructus semper decerpti, semper pullulant, nec umquam suos cultores deficiunt. Atque arbores quidem, quae nascuntur in terra, semel in anno fructum ferunt; quod si non decerpseris, adventante hyemis tempore corrupto ac dilabente fructu proprium decorem amittunt: hae vero hyemis nesciae sunt et aestatis, non temporum subjacent necessitati, nec suis fructibus nudatae possunt videri, sed eumdem perpetuo decorem obtinent; non eas umquam corruptio vel mutatio tempestatum attingit. Quam multi siquidem, ex quo plantatum est corpus istud in terra, sexcentas sanationes ex hoc sancto loculo decerpserunt, nec fructus defecit; messuerunt segetem, nec consumptae sunt spicae; e fontibus hauserunt, nec exinaniti sunt latices, sed perennis est quaedam scaturigo, numquam deficiens, sed eo, quod haustum est, copiosius semper miraculum manans effundit. Neque vero tantum miracula operatur, sed philosophari etiam suadet. Sive enim dives sis ac superbias et elato sis animo, cum huc veneris ac martyrem intuitus fueris, quantumque sit inter divitias tuas et hujus opulentiam discrimen, tecum ipse reputaveris: elatos animos subito deprimes, et deposito fastu ac tumore, multa cum animae sanitate discedes; sive pauper ac despectus tibi esse videaris, cum huc veneris et divitias martyris videris, contemptis et irrisis saecularium divitiis, multa instructus philosophia recedes, etsi contumeliae, etsi damna, etsi verbera infligantur; cum te nondum tanta passum esse, quanta sanctus hic martyr pertulit, videris, magnam hinc capies consolationem. Vides cujusmodi radicum istarum sint fructus? ut consumi nequeant? ut spirituales sint? ut ad animam ipsam pertingant? Non prohibeo, ne quis in suburbium abeat, sed ne crastino die, prohibeo: quam tandem ob causam? Ne damnationi sit obnoxia delectatio; ut voluptas sit pura, damnatio vero non subrepat. Licet enim alio die et voluptati indulgere et eximi peccato. Quod si nunc etiam placeat voluptate perfundi, quid jucundius hoc conventu? quid theatro spirituali gratius, membris tuis, tuorum fratrum congressu? At etiam corporalis mensae vis fieri particeps? hic soluto conventu licet juxta martyrium (a) sub ficu vel vite diversanti, etiam corpori recreationem indulgere, et condemnatione conscientiam liberare. Martyr enim e propinquo spectatus, et cum sit vicinus, ipsique mensae adstet, voluptatem in peccatum effundi non sinit; sed tamquam paedagogus aut pater optimus oculis fidei conspectus risum comprimit, indecoras voluptates circumcidit, lascivos omnes insultus carnis tollit, quos illic non licet evadere. Quid ita? Quia nimirum saltantium virorum chori die crastino suburbium occupabunt: at ejusmodi hominum conspectus saepenumero illum etiam, qui temperanter gerere se voluerit, sensim ad ejusdem turpitudinis imitationem impellit; ac tum maxime cum in medio illorum diabolus adfuerit: adest enim a meretriciis cantilenis, a verbis obscoenis, a diabolica pompa vocatus.
These fruits, ever plucked, ever sprout afresh, and never fail those who cultivate them. And trees indeed that spring up in the earth bear fruit once in the year; and if you do not pluck it, when the winter season comes on and the fruit decays and falls away, they lose their proper beauty: whereas these know neither winter nor summer, are not subject to the necessity of the seasons, nor can they be seen stripped of their fruits, but preserve the selfsame beauty perpetually; no corruption or change of weather ever touches them. For how many, ever since this body was planted in the earth, have plucked countless healings from this holy casket, and the fruit has not failed; they have reaped the harvest, and the ears have not been consumed; they have drawn from the fountains, and the streams have not been emptied, but there is a certain perennial wellspring, never failing, which pours forth the miracle flowing ever more abundantly by very reason of that which has been drawn. Nor does it only work miracles, but it also persuades us to practise true wisdom. For whether you be rich and proud and of a haughty spirit, when you have come hither and gazed upon the martyr, and reckoned up within yourself how great a difference lies between your riches and his wealth, you will suddenly bring low your haughty spirits, and, having laid aside pride and swelling arrogance, will depart with abundant health of soul; or whether you seem to yourself poor and despised, when you have come hither and beheld the riches of the martyr, despising and deriding the riches of worldly men, you will withdraw equipped with much spiritual wisdom, even if insults, even if losses, even if stripes be inflicted upon you; when you see that you have not yet suffered such great things as this holy martyr endured, you will derive great consolation hence. Do you see of what sort are the fruits of these roots? how they cannot be consumed? how they are spiritual? how they reach to the very soul? I do not forbid anyone to go off to the suburb, but I do forbid going on the morrow: for what reason, pray? Lest enjoyment be liable to condemnation; that pleasure may be pure, and condemnation not creep in by stealth. For on another day it is lawful both to indulge in relaxation and to be free from sin. Yet if even now you take delight in being bathed in gladness, what is sweeter than this assembly? what more pleasing than a spiritual theatre, your own members, the gathering of your brethren? Or do you wish also to partake of a bodily table? Here, once the assembly is dismissed, one may tarry beside the martyr's shrine (a) under fig tree or vine, both granting refreshment to the body and freeing the conscience from condemnation. For the martyr, beheld from near at hand, being a neighbour and standing by the very table, does not suffer pleasure to spill over into sin; rather, gazed upon with the eyes of faith like a tutor or an excellent father, he restrains laughter, prunes away unseemly pleasures, and removes all wanton assaults of the flesh, which there one cannot escape. Why so? Because on the morrow choruses of dancing men will take possession of the suburb: and the sight of men of that sort oftentimes drives even him who wished to conduct himself temperately, little by little, to the imitation of the same baseness; and most of all when the devil is present in their midst: for present he is, summoned by harlots' ditties, by obscene words, by the diabolical pageant.
PG 50:674 bisRead from the page
At tu hujusmodi pompae nuntium remisisti, teque Christi cultui mancipasti die illo, quo sacris mysteriis dignus habitus es. Recordare itaque verborum illorum et pacti conventi, et ne illud violes cave.
But you sent word of renunciation to pageantry of that sort, and bound yourself over to the worship of Christ on that day when you were deemed worthy of the sacred mysteries. Remember therefore those words and the covenant agreed upon, and beware lest you violate it.
5. Fratrum nostrorum curanda salus, — Libet autem et ad eos, qui adsunt nec illuc abierunt, verba facere, atque his salutem illorum commendare; siquidem medicus ad aegrotum ingressus, pauca cum jacente colloquitur; quae vero pertinent ad medicamenta et alimenta reliquamque curationem, vocatis ejus propinquis, omnia illis injungit. Cur id tandem? Quia nimirum aeger quidem non protinus admonitionem admittit; sanus autem magna cum diligentia iis quae dicuntur attendit: idcirco et cum istis vobis etiam colloqui statui. Praeoccupemus crastino die portas, obsideamus vias, viri viros, feminae feminas de jumentis detrahamus; reducamus huc, neque erubescamus: ubi salus est fratris, pudor non est. Si illos non pudet ad iniquam illam pompam prodire, multo minus pudere nos debet illos ad sacram istam solemnitatem revocare. Cum de salute fratris agitur, nihil recusemus. Quando enim Christus propter nos mortuus est, nos propter illos oportet cuncta tolerare: licet alapas impingant, licet maledictis incessant, retineto, nec prius desistito, quam ad sanctum martyrem eos reduxeris; licet ad praetereuntium judicium provocandum sit, audiant, qui volent: dic, Salvum facere volo fratrem, pereuntem animam cerno, neque cognatione junctos possum contemnere: reprehendat qui volet, accuset qui volet, imo vero nemo reprehendet; omnes laudabunt, omnes amplectentur. Non enim pecuniarum causa, nec ut propter odium privatum me ulciscar, nec ob aliam rem quampiam saecularem contendo pugnoque, sed fraternae salutis gratia: quis haec non approbabit? quis non laudabit? Nulla carnis cognatione junctos nos propinquorum amantiores, quam patres, cognatio spiritualis effecit. Si velitis, etiam martyrem nobiscum assumamus: non enim erubescit venire ad fratrum salutem. Objiciamus eum ipsorum oculis: reformident praesentem, revereantur rogantem et obsecrantem: non enim erubescit etiam rogare. Nam si Dominus ejus naturam nostram rogat: Pro Christo, inquit Paulus, legatione fungimur tamquam Deo rogante per nos, Reconciliamini Deo (2. Cor. 5. 20), multo magis servus hoc faciet: unum ipsum contristat solum, perditio nostra; unum exhilarat, salus nostra, et idcirco nihil ejus gratia suscipere recusat. Neque nos igitur erubescamus, neque supervacaneum esse ducamus. Si enim venatores loca praerupta, montes et barathra, et invia quaeque loca pervadunt, seu leporem, aut capream, aut aliud quidpiam ejusmodi, seu volucres etiam istas plerumque sylvestres venari velint: tu qui non bestiam vilem, sed fratrem spiritualem, propter quem mortuus est Christus, a perditione revocaturus es, non jam montes et saltus, sed portam solum egredi refugis et erubescis?
5. The salvation of our brethren must be cared for. — Yet I wish also to address those who are present and have not gone off thither, and to commend their salvation to these; since indeed a physician, having entered in to a sick man, speaks but a few words with the one lying ill, while as for the things pertaining to medicines and food and the rest of the treatment, summoning his relatives, he enjoins everything upon them. Why so, pray? Because the sick man does not readily receive admonition, whereas the healthy man attends with great diligence to what is said: on this account I have resolved to converse with you also concerning them. Let us seize the gates beforehand on the morrow, let us beset the roads, let us men pull the men and let us women pull the women down from their beasts of burden; let us bring them back hither, and let us not blush: where a brother's salvation is at stake, there is no shame. If they are not ashamed to go forth to that wicked pageant, much less ought we to be ashamed to recall them to this sacred solemnity. When a brother's salvation is in question, let us refuse nothing. For since Christ died for our sake, we ought to endure all things for their sake: though they deal us blows on the cheek, though they assail us with revilings, hold them fast, and do not desist before you have led them back to the holy martyr; though appeal must be made to the judgement of passers-by, let whoever will hear: say, I wish to save my brother, I behold a perishing soul, nor can I despise those joined to me by kinship: let whoever will blame me, let whoever will accuse me—nay rather, no one will blame me; all will praise, all will embrace me. For not for the sake of moneys, nor to avenge myself out of private hatred, nor on account of any other worldly matter do I strive and fight, but for the sake of brotherly salvation: who will not approve these things? who will not praise them? Spiritual kinship has rendered us, though joined by no kinship of the flesh, more loving towards our brethren than fathers. If you wish, let us also take the martyr along with us: for he is not ashamed to come for the salvation of the brethren. Let us set him before their eyes: let them stand in awe of him present, let them reverence him entreating and beseeching: for neither is he ashamed even to entreat. For if his Lord entreats our nature—On Christ's behalf, says Paul, we are ambassadors, as though God were entreating through us: Be reconciled to God (2 Cor. 5:20)—much more will his servant do this: one thing alone grieves him, our perdition; one thing gladdens him, our salvation, and therefore he refuses to undertake nothing for its sake. Let us therefore neither blush nor deem it superfluous. For if hunters traverse steep places, mountains and chasms, and every pathless region, whether they wish to hunt a hare, or a roe, or anything else of that sort, or even those commonly wild birds: do you, who are about to recall from perdition not a base beast, but a spiritual brother for whom Christ died, shrink back and blush not now to cross mountains and woodlands, but merely to step outside the gate?