πότητι, ἀνατιθέναι δὲ τὰ ὑψηλότερα τῇ θεότητι, καὶ διὰ τῆς ἀνίσου ταύτης τῶν ἔργων κράσεως τὴν ἄνισον τῶν φύσεων ἕνωσιν ἑρμηνεύων, καὶ διὰ τῆς κατὰ τῶν παθῶν ἐξουσίας δηλοποιῶν τῶν παθῶν τὸ αὐθαίρετον, ἐχαλίνωσα τὴν φύσιν ὡς Θεὸς, ἐπὶ τεσσαράκοντα ἡμέρας παρατείνας τὴν ἀσιτίαν, ἐπείνασα δὲ μετὰ ταῦτα, καὶ ἐκοπώθην ὡς ἄνθρωπος· ἀλλ' ὡς Θεὸς θάλατταν λυττῶσαν ἐκοίμησα· ἐπειράθην ὡς ἄνθρωπος ὑπὸ τοῦ διαβόλου, ἀλλ' ὡς Θεὸς ἐπιτάγματι δαίμονας ἀπήλασα· μέλλω πάσχειν ὑπὲρ ἀνθρώπων ὡς ἄνθρωπος, ἀλλ' ἵνα μὴ ἀσθενείας ὑπολάβητε τὸ γινόμενον, πρὸ τοῦ θάνατον ἐπελθεῖν ἀνακαλοῦμαι τὸν ὑπὸ τοῦ θανάτου κρατούμενον, καὶ τὴν τῆς θεότητος ἐνέργειαν προμηνύσας, τότε τῆς ἀνθρωπότητος τὸ ἀρχαῖον ὄφλημα καταβάλλω, καὶ διαλύσας τὰ δεσμὰ, τότε δεσμοῦμαι, καὶ διὰ τῶν πραγμάτων αὐτῶν [ἐπιδείκνυμι] ὅτι ἐξουσίαν ἔχω θῆναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Αὕτη τοῦ Σωτῆρος ἡ διὰ τῶν ἔργων διδασκαλία· εἰ γὰρ μὴ τοῦτο ἦν, μηδὲ λόγῳ τινὶ τὴν κατὰ τὸν Λάζαρον θαυματουργίαν ἐταμιεύετο, οὐκ ἂν δήπου προαγγελθείσης αὐτῷ κατὰ τὴν ὁδὸν τῆς ἀσθενείας τοῦ Λαζάρου· Ἀπέστειλαν γὰρ, φησὶν, ἀδελφαι αὐτοῦ πρὸς τὸν Κύριον λέγουσαι, Ἴδε ὃν φιλεῖς ἀσθενεῖ· οὐκ ἂν οὖν τι τοιοῦτον ἀκούσας ἐπὶ πολὺ ἀνεβάλετο, ἀλλ' ὥσπερ ἐπὶ τοῦ ἑκατοντάρχου καὶ τῆς Συροφοινικίσσης ἐποίησεν, καὶ τοῦ μὲν ἀπόντος τὸν παῖδα, τῆς δὲ ἀπούσης τὴν θυγατέρα διέσωσεν· οὕτως ἂν καὶ ἐπὶ τῆς Μάρθας περὶ ἀδελφοῦ δηλούσης ὡς ἀσθενεῖ πεποίηκεν. Νῦν δὲ ἐξεπίτηδες ἀναμένει τὸν θάνατον, καὶ ἐνδιατρίβει ἡ παραλκὴ, καὶ τὴν παρουσίαν ἐκ προνοίας ὑπερτίθεται, ἵνα τὴν κατὰ τοῦ θανάτου νίκην πρὸ τῆς τοῦ θονάτου πάλης ἐνδείξηται· καὶ τρεῖς μὲν ἡμέρας ὑπερτίθεται, πρὸς ἔλεγχον τῆς ἀκριβοῦς τελευτῆς. Ἰουδαίων δὲ παρόντων ἀνοίγει τὸν τάφον, ἵνα κήρυκας τοῦ θαύματος ἐργάσηται τοὺς ἐλαύνοντας· δι' εὐχῆς δὲ καὶ τῆς τοῦ Πατρὸς ἐπικλήσεως ἐγείρει τὸν Λάζαρον, ἵνα μὴ δόξῃ τοῖς τοῦ δημιουργοῦ ἀντιτάττεσθαι νόμοις. Καὶ βλέπε μοι τὸ παράδοξον· οὐκ εἶπεν, Δάζαρε, ἀνάζησον, ἀλλὰ τί; Λάζαμε, δεῦρο ἔξω, ἵνα διδάξῃ τοὺς παρόντας ὡς οὗτος ἐκεῖνος ὁ καλῶν τὰ μὴ ὄντα ὡς ὄντα, ἵνα δείξῃ τοῖς παροῦσιν ὡς οὗτος ἐκεῖνος ὁ Θεὸς ζώντων καὶ οὐ νεκρῶν, ἵνα ἐν καιρῷ τὸ ἀπαρεμπόδιστον τοῦ θείου προστάγματος ἐπιδείξηται, καὶ ἀναμνήσῃ τοὺς περιεστῶτας τοῦ λέγοντος· Γενηθήτω στερέωμα· Συναχθήτω τὰ ὕδατα εἰς συναγωγὴν μίαν· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν· Λάζαρε, δεῦρο ἔξω· καὶ τοῦτο πρὸς μείζω καὶ βεβαιοτέραν πίστιν τῶν συνδραμόντων, ἵνα ἡ μὲν στολὴ καὶ τὰ δεσμὰ τῇ νεκρότητι μαρτυρήσῃ· ἡ δὲ ἀνυπέρθετος ὑπακοὴ, καὶ ὁ ἀνεμπόδιστος φόβος τὴν δεσποτικὴν αὐθεντίαν κηρύξῃ. Λάζαρε, δεῦρο ἔξω· καὶ ὁ διαλελυμένος ὠρθοῦτο, καὶ ὁ σεσηπὼς ᾐσθάνετο· ὁ νεκρὸς ὑπήκουεν, καὶ ὁ δεσμώτης ἔτρεχεν, καὶ ὁ θρηνούμενος ἐσκίρτα. Διὰ τί δὲ κραυγῇ κέχρηται πρὸς τὸ παρὸχ ὁ Σωτήρ; φησὶν γὰρ ὁ εὐαγγελιστὴς, Ταῦτα εἰπὼν, φωνῇ μεγάλῃ ἐκραύγασεν. Λάζαρε, δεῦρο ἔξω. Καὶ διὰ τῆς βοῆς τάχα τὴν μέλλουσαν προϋποτυπώσας ἀνάστασιν· Σαλπίσει γὰρ, φησὶν, καὶ οἱ νεκροὶ ἀναστήσονται. Πολλὰ ἔτι ἔχων λέγειν, ἐπὶ τὴν προκειμένην ὑπόθεσιν ἕλκομαι, καὶ ἀπὸ τάφου πρὸς τάφον με ἐλθεῖν ἀναγκάζομαι.
nity, while ascribing the loftier things to the Divinity, and through this unequal blending of works interpreting the unequal union of the natures, and through authority over the passions manifesting the voluntary character of the passions, I bridled nature as God, prolonging the fast for forty days, yet afterwards I hungered and grew weary as man; but as God I lulled the raging sea; I was tempted as man by the devil, but as God I drove away demons by a command; I am about to suffer for men as man, but lest you suppose what comes to pass to be of weakness, before death comes on I summon back him who is held fast by death, and having foreshown the energy of the Divinity, I then pay down the ancient debt of humanity, and having loosed the bonds, I am then bound, and through the deeds themselves [I show] that I have authority to lay down My life, and I have authority to take it again. This is the Saviour's teaching through deeds; for if this were not so, and He were not by a certain plan husbanding the miracle concerning Lazarus, when the sickness of Lazarus was announced beforehand to Him along the way—for His sisters, it says, sent unto the Lord, saying, Behold, he whom Thou lovest is sick—surely upon hearing something of the sort He would not have delayed at great length, but just as He did in the case of the centurion and the Syrophoenician woman, and saved the servant of the one in his absence and the daughter of the other in her absence, so also would He have done when Martha sent word concerning her brother that he was sick. Yet now on purpose He awaits death, and the delay lingers on, and out of forethought He puts off His arrival, so that He may display the victory over death before the struggle with death; and for three days He puts it off, in proof of his exact decease. And while Jews are present He opens the tomb, so as to make his persecutors heralds of the wonder; and through prayer and the invocation of the Father He raises Lazarus, lest He seem to oppose the laws of the Creator. And behold for me the marvel: He did not say, Lazarus, come back to life, but what? Lazarus, come forth, that He may teach those present that He is that One Who calls the things that are not as though they were, that He may show those present that He is that God of the living and not of the dead, that in due season He may display the unhindered force of the divine command, and remind the bystanders of Him Who says: Let there be a firmament; Let the waters be gathered into one gathering; Let the earth put forth shoots of pasture; Let the waters bring forth creeping creatures of living souls: Lazarus, come forth; and this for the greater and surer faith of those who had run together, that the robe and the swathing bands might bear witness to his dead state, while the undelaying obedience and unhindered fear might proclaim the sovereign authority of the Master. Lazarus, come forth: and he who was dissolved stood upright, and he who was putrefied perceived; the dead man obeyed, and the bound prisoner ran, and he who was mourned leaped. And why has the Saviour used a loud cry for the present occasion? For the evangelist says, Having said these things, He cried out with a loud voice. Lazarus, come forth. Perhaps also through the shout prefiguring the coming resurrection: For the trumpet shall sound, it says, and the dead shall rise. Though I still have many things to say, I am drawn to the subject set before us, and from tomb to tomb I am compelled to come.