Migne Reading Room

PG 50 · cols. 615–616 · Read from the page

In S. Romanum Martyrem Homiliae II (Εἰς τὸν ἅγιον μάρτυρα Ῥωμανὸν λόγοι αʹ-βʹ)

In S. Romanum Martyrem Homiliae II (Εἰς τὸν ἅγιον μάρτυρα Ῥωμανὸν λόγοι αʹ-βʹ)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 50:615Read from the page
αὐτοῖς πλανωμένοις, καὶ τὴν τοῦ Παρακλήτου προσκυνοῦντες θεότητα. Ἡ μὲν οὖν προφητικὴ σάλπιγξ τὴν οἰκουμενικὴν εἰς Χριστὸν προσημαίνουσα συμφωνίαν ἔλεγεν, Ὅτι εἰδήσουσί με, φησὶν, ἀπὸ μικροῦ αὐτῶν καὶ ἕως μεγάλου αὐτῶν, Καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ τῷ ἀληθινῷ. Καὶ ὁ μὲν προφήτης, ὡς ἔφην, ἅπασαν γλῶσσαν τῷ τῆς θεογνωσίας περικλείει δικτύῳ· ἡμεῖς δὲ σήμερον καὶ ἀγλώττου ῥήτορος ἀκουσόμεθα τῇ εὐσεβείᾳ συνηγοροῦντος· οἱονεὶ γάρ τις κιθάρα πλῆκτρον οὐκ ἔχουσα τὸν δημιουργὸν εὐφημεῖ. Λεγέτω τοίνυν καὶ ὁ μακάριος Ῥωμανός· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Ποία γλῶσσα: Οὐχ ἣν ὁ σίδηρος ἀφεῖλεν, ἀλλ' ἣν ἡ τοῦ Πνεύματος χάρις ἐχάλκευσε· τῆς γλώσσης γὰρ συληθείσης ἡ τοῦ Πνεύματος χάρις ἀντεισήχθη. Εἶχον καὶ οἱ ἀπόστολοι γλώσσας, ἀλλ' ἵνα δειχθῇ τοῦ ἐνεργοῦντος ἡ δύναμις, ὁ πηλὸς ἤργει, καὶ τὸ πῦρ τὸ οὐράνιον ἐφθέγγετο. Εἶχε καὶ ἡ Μωσαϊκὴ Γραφὴ τοῦ ὑπὲρ λόγον πράγματος τὴν εἰκόνα· βάτος γὰρ παρ' ἐκείνῳ καὶ πῦρ. Καὶ τὸ ἀποστολικὸν πῦρ τὰς τοῦ κηρύγματος φωνὰς ἐπὶ τῆς βάτου προετύπου, καὶ φωνὴν τῷ ἀψύχῳ χαρίζεται, ἵνα τῶν ἐμψύχων ὀργάνων ἁψάμενον πιστευθῇ. Εἰ γὰρ τὸ ἄψυχον ἡ ἁφὴ τοῦ πυρὸς ἔμφωνον ἀπειργάσατο, πῶς οὐκ ἔμελλεν ἀναπλῆσαί που ψυχὰς λογικὰς δι' ἁφῆς τὸ παναρμόνιον ἀνακρούεσθαι μέλος; Ταύτης μετέσχε τῆς χάριτος καὶ Ῥωμανὸς ὁ ἀοίδιμος, καὶ τὴν γλῶτταν ἀποτμηθεὶς τρανοτέρῳ φθόγγῳ τὸν τύραννον ἤλεγχεν. Οὐκ ἂν δὲ ὅλως ὁ τύραννος ἐπὶ τὴν τῆς γλώττης ἔδραμεν ἐκτομὴν, εἰ μὴ τῶν ἐλέγχων ἐφοβήθη τὰ ῥεύματα, εἰ μὴ τὸν χειμάρῥουν τοῦ κηρύγματος κατεπλάγη, εἰ μὴ τὰ κύματα τῆς εὐαγγελικῆς ῥητορείας στορέσαι ὑπέλαβεν. Ἀλλ' ἴδωμεν, ὅθεν ὁ τύραννος εἰς ἀνάγκην ἔρχεται τῆς ταιαύτης τόλμης.
them in their error, and worshipping the Godhead of the Paraclete. Now the prophetic trumpet, foresignifying the world-wide symphony unto Christ, spoke: For they shall know Me, says He, from the smallest of them even to the greatest of them; And every tongue shall confess to the true God. And the prophet indeed, as I said, encloses every tongue in the net of the knowledge of God; while today we shall hear even a tongueless orator pleading for piety; for as though a certain lyre having no plectrum, he hymns the Craftsman. Let the blessed Romanus also therefore say: My tongue is the reed-pen of a swift-writing scribe. What sort of tongue? Not the one which the iron took away, but the one which the grace of the Spirit forged; for when the tongue had been despoiled, the grace of the Spirit was brought in in its stead. The apostles also had tongues, yet so that the power of Him Who worked might be shown, the clay lay idle, and the heavenly fire spoke forth. The Mosaic Scripture also held the image of this matter beyond reason: for with him there was a bush and fire. And the apostolic fire prefigured the voices of the preaching upon the bush, and graciously bestows a voice upon the lifeless thing, so that when it touched living instruments it might be believed. For if the touch of the fire rendered the lifeless thing vocal, how was it not bound doubtless to fill rational souls through its touch so as to strike up the all-harmonious strain? In this grace the celebrated Romanus also shared, and having had his tongue cut off he reproved the tyrant with a clearer sound. Nor would the tyrant at all have run to the cutting out of his tongue, had he not feared the streams of his reproofs, had he not been dismayed at the torrent of his preaching, had he not supposed that he would calm the waves of evangelical oratory. Yet let us see whence the tyrant comes under the necessity of such audacity.
γʹ. Δαίμοσί ποτε θύσας ὁ δυσσεβὴς, καὶ καπνοῦ καὶ κνίσσης ἀνάπλεως γεγονὼς, καὶ ταῖς σταγόσι τῆς ἀσεβείας μεμολυσμένος, δρομαίως ἐπὶ τὴν ἐκκλησίαν ἐχώρει, καὶ τὴν ἡμαγμένον ἐπιφερόμενος πέλεκυν, τὸ ἀναίμακτον θυσιαστήριον πρὸς ἱερουργίαν ἀθέμιτον ἐπεζήτει. Ἀλλ' οὐκ ἔλαθεν ἡ τοῦ τυράννου λύττα τὸν μάρτυρα. Εὐθέως γοῦν ἐκπηδήσας εἰς τὰ προπύλαια, φερομένην ἤδη τῆς ἀσεβείας τὴν ἐπίκλυσιν ἀναστέλλει· καὶ καθάπερ τις εὐμήχανος κυβερνήτης τὴν θάλατταν βλέπων κατὰ τῆς πρώρας ἐπιφερομένην, ἠρεμεῖν οὐκ ἀνέχεται, ἀλλὰ τὸ σκάφος ὅλον κούφῳ ποδὶ διατρέχει, καὶ διὰ τοῦ πηδαλίου τὴν πρύμναν ἐγείρας, ἵστησι τὸ πλοῖον τοῖς κύμασιν ἀντιπρόσωπον, καὶ μετεωρίσας τὸ κινδυνεῦον, μέσην διασχίζει τὴν τρικυμίαν, καὶ τέχνῃ τινὶ τὸ κυρτωθὲν πέλαγος αὐλακίζει· τοῦτο καὶ ὁ μακάριος Ῥωμανὸς ἐποίησε. Τῆς εἰδωλικῆς θαλάττης βλάσφημα μυκωμένης, καὶ κατὰ τοῦ ἐκκλησιαστικοῦ σκάφους λυττώσης, καὶ ἀφρὸν αἱμάτων κατὰ τῶν θυσιαστηρίων ἐρευγομένης, μόνος ἀνθοπλίζεται τῇ μαινομένῃ θαλάττῃ, καὶ εἰς ἄκρον ὁρῶν τὸ σκάφος σφαλλόμενον, ἀφυπνίζει τὸν ἐν τῷ πλοίῳ Δεσπότην, ἀφυπνίζει δὲ αὐτὸν τὸν τῆς μακροθυμίας ὕπνον καθεύδοντα. Βλέπει τὸ πέλαγος ταῖς ἀντιπνοίαις χειμαζόμενον, καὶ τὰ τῶν κινδυνευόντων μαθητῶν φθέγγεται ῥήματα· Ἐπιστάτα, σῶσον, ἀπολλύμεθα· πειραταὶ τὸ σκάφος περιστοιχίζονται, λύκοι πολιορκοῦσι τὸ ποίμνιον, λῃ⟨στ⟩αὶ τὴν παστάδα τὴν σὴν διορύττουσι, μοιχικὰ συρίγματα τὴν σὴν νύμφην περικτυπεῖ, πάλιν ὁ
3. Having once sacrificed to demons, the ungodly man, having become full of smoke and savour of burnt fat and defiled with the drops of impiety, was advancing at a run upon the church, and carrying against it the blood-stained axe, was seeking out the unbloody altar for an unlawful rite. Yet the madness of the tyrant did not escape the martyr's notice. Leaping out straightway into the forecourts, he holds back the flood of impiety already sweeping on; and just as a resourceful helmsman, seeing the sea rushing down upon the prow, does not endure to keep still, but runs right through the whole vessel with light foot, and raising up the stern by means of the rudder sets the ship face to face with the waves, and lifting high the endangered part cleaves the triple wave down the midst, and with a certain skill furrows the arching open sea; this the blessed Romanus also did. While the idolatrous sea was bellowing blasphemies, and raging against the ecclesiastical vessel, and belching foam of blood against the altars, alone he arms himself against the maddened sea, and seeing the vessel reeling to the utmost, he awakens the Master in the ship—awakens Him sleeping the sleep of long-suffering. He sees the open sea tempest-tossed by contrary blasts, and utters the words of the endangered disciples: Master, save, we perish: pirates hem in the vessel round about, wolves besiege the flock, robbers dig through Thy bridal chamber, adulterous hissings ring round Thy bride, again the
Notes, col. 615

On the reading

Printed ταιαύτης, for τοιαύτης.

Printed ἡμαγμένον, for ἡμαγμένην.

PG 50:616Read from the page
ὄφις τοιχωρυχεῖ τὸν παράδεισον· ὁ τῆς Ἐκκλησίας θεμέλιος ἡ πέτρα σαλεύεται· ἀλλ' ἐξ οὐρανοῦ τὴν εὐαγγελικὴν ἄγκυραν ῥῖψον, καὶ τὴν πέτραν στήριξον σειομένην· Ἐπιστάτα, σῶσον, ἀπολλύμεθα. Ὁ κοινὸς κίνδυνος μερίζει τὸν μάρτυρα, καὶ πρὸς τὸν Δεσπότην παρῥησιάζεται· ἐπαφίησι ῥέουσαν κατὰ τοῦ τυράννου τὴν γλῶτταν, στῆσον, λέγων, τὸν ἐμμανῆ τοῦτον δρόμον, ὦ τύραννε· ἐπίγνωθι τῆς σῆς ἀσθενείας τὰ μέτρα, αἰδέσθητι τοῦ σταυρωθέντος τοὺς ὅρους· ὅροι δὲ τοῦ σταυρωθέντος οὐ τῆς ἐκκλησίας οἱ τοῖχοι, ἀλλὰ τῆς οἰκουμένης τὰ πέρατα· ἀποτίναξαι τὴν ἀχλὺν τῆς μανίας· βλέψον εἰς γῆν, καὶ τὸ τῆς φύσεως τῆς σῆς ἀσθενὲς ἐνθυμήθητι· ἀνάβλεψον εἰς τὸν οὐρανὸν, καὶ τοῦ πολέμου τὸ μέγεθος λόγισαι· τῶν δαιμόνων τὴν ἀσθενῆ διάπτυσον συμμαχίαν· σκόπησον, ὅτι τῷ σταυρῷ πεπληγότες οἱ δαίμονές σε προστάτην τῶν βωμῶν τῶν οἰκείων προβάλλονται. Τί διώκεις ἀκατάληπτα; τί τοξεύεις ἀπέραντα; μὴ γὰρ τοίχοις ὁ Θεὸς περιγράφεται; ἀπερίγραπτον τὸ θεῖον· μὴ γὰρ ὀφθαλμοῖς ὁ ἡμέτερος Δεσπότης ὁρᾶται; ἀθεώρητος γάρ ἐστι καὶ ἀνείδεος τῇ οὐσίᾳ, κατὰ δὲ τὸ ἀνθρώπινον γράφεται καὶ ὁρᾶται. Μὴ γὰρ λίθον καὶ ξύλον οἰκεῖ, πιπράσκων ἀντὶ βοὸς καὶ προβάτου τὴν πρόνοιαν; μὴ γὰρ βωμὸς τοῖς συναλλάγμασιν αὐτοῦ μεσιτεύει; Αὕτη τῶν σῶν δαιμόνων ἡ λίχνος προσαίτησις· ὁ ἐμὸς Δεσπότης, μᾶλλον δὲ ὁ τῶν ὅλων Δεσπότης, Χριστὸς οὐρανὸν οἰκεῖ, καὶ κόσμον ἡνιοχεῖ, καὶ θυσία τούτῳ ψυχὴ πρὸς αὐτὸν ἀνανεύουσα, μία τούτῳ τροφὴ, τῶν πιστευόντων σωτηρία. Παῦσαι κατὰ τῆς Ἐκκλησίας τὰ ὅπλα κινῶν· ἐπὶ γῆς τὸ ποίμνιον, καὶ ὁ ποιμαίνων ἐν οὐρανῷ· ἐπὶ γῆς αἱ κληματίδες, καὶ ἐν οὐρανῷ ἡ ἄμπελο⟨ς⟩· ἂν δὲ ἐκτέμῃς τὰς κληματίδας, πολυπλασιάζεις τὴν ἄμπελον. Λύθρου γέμουσιν αἱ χεῖρές σου, τὸ ξίφος τὸ σὸν ἀπὸ θυμάτων ἐστὶν ἀλόγων· φεῖσαι τῶν ἀναιτίων θρεμμάτων, καὶ ἡμῖν τοῖς ἐλέγχουσιν ἔπαφες τὸν σίδηρον· φεῖσαι τῶν σιωπώντων ἀλόγων, καὶ ἡμᾶς τοὺς κατηγοροῦντας ἀπόσφαττε. Οὐ γὰρ οὕτω φοβοῦμαι τὸν ἀνδροφόνον σίδηρον, ὡς τὸν ἐπιβώμιον πέλεκυν· ὁ ἀνδροφόνος σίδηρος τὸ σῶμα διασπαράττει, ὁ ἐπιβώμιος πέλεκυς τὴν ψυχὴ⟨ν⟩ ἀναιρεῖ· ὁ ἀνδροφόνος σίδηρος τὸ θυόμενον κατασφάττει, ὁ δὲ ἐπιβώμιος πέλεκυς καὶ τὸ θυόμενον καὶ τὸν θύοντα συναπόλλυσι. Τέμε τὸν αὐχένα τὸν ἐμὸν, καὶ μὴ μολύνῃς θυσιαστήριον· ἔχεις αὐτοκέλευστον ἱερεῖον, τί τὸν δεσμώτην ταῦρον ἀνανεύοντα συμποδίζεις; Εἰ θύειν ἐπιθυμεῖς, ἐν τοῖς τῆς ἐκκλησίας προθύροις θύε λογικὸν ἱερεῖον.
serpent digs through the wall of paradise; the rock, the foundation of the Church, is shaken; yet cast down from heaven the evangelical anchor, and make fast the shaken rock: Master, save, we perish! The common peril divides the martyr, and he speaks boldly towards the Master; he lets loose his streaming tongue against the tyrant, saying: Stay this frenzied course, O tyrant; recognize the measures of your own weakness, revere the bounds of the Crucified One; and the bounds of the Crucified One are not the walls of the church, but the ends of the inhabited world; shake off the mist of madness; look upon the earth, and ponder the weakness of your own nature; look up unto heaven, and reckon the greatness of the war; spit away the weak alliance of the demons; consider that the demons, smitten by the cross, put you forward as defender of their own altars. Why do you pursue things incomprehensible? Why do you shoot arrows at things boundless? Is God circumscribed by walls? Uncircumscribed is the Divine; is our Master seen with eyes? Unseen is He and formless in essence, though according to what is human He is depicted and seen. Does He inhabit stone and wood, selling His providence in exchange for an ox and a sheep? Does an altar mediate His contracts? This is the gluttonous beggary of your demons; my Master—or rather the Master of all—Christ inhabits heaven, and drives the chariot of the world, and sacrifice to Him is a soul looking upward to Him, one food is His: the salvation of believers. Cease moving arms against the Church: upon earth is the flock, and He Who shepherds it is in heaven; upon earth are the vine-branches, and in heaven is the vine; and if you cut off the vine-branches, you multiply the vine. Your hands teem with gore, your sword drips from irrational victims; spare the guiltless cattle, and let loose the iron upon us who reprove you; spare the silent brutes, and slaughter us who accuse you. For I do not so fear the murderous iron as the axe at the altar: the murderous iron tears the body apart, the axe at the altar destroys the soul; the murderous iron slaughters that which is sacrificed, while the axe at the altar destroys together both that which is sacrificed and him who sacrifices. Sever my neck, and do not defile an altar; you have a self-bidden sacrificial victim—why do you fetter the captive bull that tosses back its head? If you desire to sacrifice, in the forecourts of the church sacrifice a rational victim.
Οὐ φέρει τὴν ἄμετρον ὁ τύραννος παρῥησίαν τοῦ μάρτυρος, ἀλλ' εὐθὺς ἀπὸ τῆς γλώττης τοῦ θύματος ἄρχεται. Ἐκτέμνει τοίνυν τὴν γλῶτταν, οὐκ ἀνελεῖν βουλόμενος, ἀλλὰ τῷ κηρύγματι πολεμῶν· οὐ τοσοῦτον τῷ κήρυκι φθονῶν, ὅσον τῷ κηρυττομένῳ βασκαίνων, Ἀλλ' Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, τὸ ἐκτμηθὲν ὄργανον τῆς φωνῆς ἐξ οὐρανοῦ ἀποδίδωσι, καὶ ἀοράτῳ γλώττῃ τὸν χωλεύοντα φθόγγον ὑποστηρίζει, καὶ χαρίζεται τῷ ἀγλώττῳ τὴν φωνὴν, ἔργῳ τὴν ἀνθρωπίνην δημιουργίαν ἐνδεικνύμενος τῷ τυράννῳ. Καὶ καθάπερ οἱ φρεωρύχοι τὰς
The tyrant does not bear the immeasurable boldness of speech of the martyr, but straightway begins the sacrifice from the tongue. He cuts out the tongue, therefore, not wishing to slay him, but warring against the preaching; not so much envying the herald as grudging Him Who was proclaimed. Yet He Who catches the wise in their own craftiness gives back from heaven the cut-out organ of voice, and props up the halting sound with an unseen tongue, and graciously bestows voice upon the tongueless man, demonstrating in deed the creation of man to the tyrant. And just as well-diggers, when