Migne Reading Room

PG 50 · cols. 593–596 bis · Read from the page

In S. Martyrem Ignatium Deiferum Laudatio (Εἰς τὸν ἅγιον Ἰγνάτιον τὸν θεοφόρον)

In S. Martyrem Ignatium Deiferum Laudatio (Εἰς τὸν ἅγιον Ἰγνάτιον τὸν θεοφόρον)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 50:593Read from the page
τοῦτο δὴ καὶ ἐπὶ Ἰγνατίου γέγονε μετὰ περιουσίας τινός. Οὐδὲ γὰρ τοῖς τὴν Ῥώμην οἰκοῦσι μόνοις, ἀλλὰ καὶ ταῖς ἐν τῷ μέσῳ κειμέναις πόλεσιν ἁπάσαις διδάσκαλος ἀπῄει θαυμάσιος, πείθων καταφρονεῖν τῆς παρούσης ζωῆς, καὶ μηδὲν ἡγεῖσθαι τὰ βλεπόμενα, καὶ τῶν μελλόντων ἐρᾷν, καὶ πρὸς τὸν οὐρανὸν βλέπειν, καὶ πρὸς μηδὲν τῶν ἐν τῷ παρόντι βίῳ δεινῶν ἐπιστρέφεσθαι. Ταῦτα γὰρ καὶ τὰ τούτων πλείονα διὰ τῶν ἔργων αὐτοὺς παιδεύων ὥδευε, καθάπερ ἥλιός τις ἐξ ἀνατολῆς ἀνίσχων καὶ πρὸς τὴν δύσιν τρέχων· μᾶλλον δὲ καὶ τούτου φαιδρότερος· οὗτος μὲν γὰρ ἄνωθεν ἔτρεχεν, αἰσθητὸν ἄγων φῶς, Ἰγνάτιος δὲ κάτωθεν ἀντέλαμπε, νοητὸν φῶς διδασκαλίας ταῖς ψυχαῖς ἐνιείς· κἀκεῖνος μὲν εἰς τὰ τῆς δύσεως ἀπιὼν μέρη κρύπτεται, καὶ νύκτα εὐθέως ἐπάγει· οὗτος δὲ εἰς τὰ τῆς δύσεως ἀπελθὼν μέρη φαιδρότερον ἐκεῖθεν ἀνέτειλε, καὶ τοὺς κατὰ τὴν ὁδὸν ἅπαντας εὐεργετήσας τὰ μέγιστα· ἐπειδὴ δὲ τῆς πόλεως ἐπέβη, κἀκείνην φιλοσοφεῖν ἐπαίδευσε. Διὰ γὰρ τοῦτο καὶ ὁ Θεὸς συνεχώρησεν ἐκεῖ τὸν βίον αὐτὸν καταλῦσαι, ὥστε τὴν τούτου τελευτὴν διδασκάλιον γενέσθαι εὐσεβείας τοῖς τὴν Ῥώμην οἰκοῦσιν ἅπασιν. Ὑμεῖς μὲν γὰρ τῇ τοῦ Θεοῦ χάριτι οὐδεμιᾶς ἐδέεσθε λοιπὸν ἀποδείξεως, ἐῤῥιζωμένοι κατὰ τὴν πίστιν· οἱ δὲ τὴν Ῥώμην οἰκοῦντες, ἅτε πολλῆς τότε ἀσεβείας οὔσης ἐκεῖ, πλείονος ἔχρηζον βοηθείας. Διὰ τοῦτο καὶ Πέτρος καὶ Παῦλος καὶ μετ' ἐκείνους οὗτος ἐκεῖ πάντες ἐτύθησαν· τοῦτο μὲν ἵνα μολυνθεῖσαν τὴν πόλιν τοῖς τῶν εἰδώλων αἵμασι, τοῖς οἰκείοις αἵμασιν ἐκκαθάρωσι, τοῦτο δὲ ἵνα τῆς ἀναστάσεως τοῦ σταυρωθέντος Χριστοῦ διὰ τῶν ἔργων παράσχωνται τὴν ἀπόδειξιν, πείσαντες τοὺς τὴν Ῥώμην οἰκοῦντας ὡς οὐκ ἂν μετὰ τοσαύτης ἡδονῆς τῆς παρούσης κατεφρόνησαν ζωῆς, εἰ μὴ σφόδρα ἦσαν πεπεικότες ἑαυτοὺς, ὅτι πρὸς τὸν ἐσταυρωμένον ἔμελλον ἀναβαίνειν Ἰησοῦν, καὶ ἐν τοῖς οὐρανοῖς αὐτὸν ὄψεσθαι. Μεγίστη γὰρ ὄντως ἀναστάσεως ἀπόδειξις τὸ τὸν σφαγέντα Χριστὸν τοσαύτην μετὰ θάνατον ἐπιδείξασθαι δύναμιν, ὡς τοὺς ζῶντας ἀνθρώπους πεῖσαι καὶ πατρίδος, καὶ οἰκίας, καὶ φίλων, καὶ συγγενῶν, καὶ αὐτῆς ὑπεριδεῖν τῆς ζωῆς ὑπὲρ τῆς εἰς αὐτὸν ὁμολογίας, καὶ μάστιγας, καὶ κινδύνους, καὶ θάνατον ἀντὶ τῶν παρόντων ἡδέων ἑλέσθαι. Ταῦτα γὰρ οὐχὶ νεκροῦ τινος, οὐδὲ ἐπὶ τῷ τάφῳ μείναντος, ἀλλ' ἀναστάντος καὶ ζῶντος ἦν τὰ κατορθώματα. Ἐπεὶ πῶς ἂν ἔχοι λόγον, ἡνίκα μὲν ἔζη, τοὺς συνόντας αὐτῷ πάντας ἀποστόλους ἀπὸ τοῦ φόβου γενομένους ἀσθενεστέρους προδοῦναι τὸν διδάσκαλον, καὶ φεύγοντας ἀπελθεῖν, ἐπειδὴ δὲ ἐτελεύτησεν, μὴ μόνον Πέτρον καὶ Παῦλον, ἀλλὰ καὶ Ἰγνάτιον τὸν οὐδὲ ἑωρακότα αὐτὸν, οὐδὲ ἀπολελαυκότα αὐτοῦ τῆς συνουσίας τοσαύτην ὑπὲρ αὐτοῦ προθυμίαν ἐπιδείξασθαι, ὡς καὶ αὐτὴν δι' αὐτὸν ἐπιδοῦναι τὴν ψυχήν;
this very thing came to pass also in the case of Ignatius with a certain superabundance. For not only to those dwelling in Rome, but also to all the cities lying between, he went away as a wondrous teacher, persuading them to despise the present life, and to account the things that are seen as nothing, and to long for the things to come, and to look unto heaven, and to turn round at none of the terrors in the present life. For instructing them in these things and more than these through his deeds, he travelled on, just like some sun rising up from the east and running towards the west—or rather more radiant even than it; for that sun ran from above, bringing sensible light, whereas Ignatius shone forth in turn from below, shedding an intelligible light of teaching into souls; and that sun, departing into the parts of the west, is hidden and straightway brings on night; whereas this man, having departed into the parts of the west, rose up thence more radiantly, both having conferred the greatest benefits upon all those along the way, and when he set foot in the city, he taught it also to practise true wisdom. For on this account God also permitted him to end his life there, so that this man's end might become a school of piety for all those dwelling in Rome. For you indeed by the grace of God had need of no further proof, having been rooted in the faith; whereas those dwelling in Rome, inasmuch as there was much impiety there at that time, stood in need of greater help. On this account both Peter and Paul and after them this man were all sacrificed there—partly that they might cleanse out with their own blood the city that had been defiled with the blood of idols, and partly that they might afford through their deeds the proof of the resurrection of the crucified Christ, persuading those dwelling in Rome that they would never with so great pleasure have despised the present life unless they had thoroughly persuaded themselves that they were about to ascend unto the crucified Jesus and shall behold Him in the heavens. For truly the greatest proof of resurrection is that the slain Christ displayed so great power after death as to persuade living men to overlook fatherland, and house, and friends, and kinsfolk, and life itself on behalf of their confession unto Him, and to choose scourges, and dangers, and death instead of present pleasant things. For these right deeds belonged not to some dead man, nor to one who abode in the tomb, but to One Who rose again and lives. Else how would it make sense that, while He was alive, all the apostles who were with Him grew weaker out of fear and betrayed their Teacher, and fled and went away, whereas when He had died, not only Peter and Paul, but also Ignatius, who had neither seen Him nor enjoyed His company, displayed so great zeal on His behalf as to give up his very soul also for His sake?
εʹ. Ἵν' οὖν ταῦτα ἔργῳ μάθωσιν οἱ τὴν Ῥώμην οἰκοῦντες ἅπαντες, συνεχώρησεν ὁ Θεὸς ἐκεῖ τελειωθῆναι τὸν ἅγιον. Καὶ ὅτι αὕτη ἐστὶν ἡ αἰτία, ἐξ αὐτοῦ τοῦ τρόπου τῆς τελευτῆς τοῦτο πιστώσομαι. Οὐ γὰρ ἔξω τειχῶν
5. In order, then, that all those dwelling in Rome might learn these things in deed, God permitted the saint to be perfected there. And that this is the cause, I shall confirm this from the very manner of his end. For not outside the walls
PG 50:594Read from the page
ἐν βαράθρῳ, οὐδὲ ἐν δικαστηρίῳ, οὐδὲ ἐν γωνίᾳ τινὶ τὴν καταδικάζουσαν ἐδέξατο ψῆφον, ἀλλ' ἐν μέσῳ τῷ θεάτρῳ, τῆς πόλεως ἄνω καθεζομένης ἁπάσης, τὸν τοῦ μαρτυρίου τρόπον ὑπέμεινε, θηρίων ἐπ' αὐτὸν ἀφεθέντων, ἵν' ὑπὸ ταῖς ἁπάντων ὄψεσι τὸ τρόπαιον στήσας κατὰ τοῦ διαβόλου, τοὺς θεατὰς ἅπαντας ζηλωτὰς ποιήσῃ τῶν ἀγωνισμάτων τῶν ἑαυτοῦ, οὐκ ἀποθνήσκων μόνον οὕτω γενναίως, ἀλλὰ καὶ μεθ' ἡδονῆς ἀποθνήσκων. Οὐ γὰρ ὡς ζωῆς ἀποῤῥήγνυσθαι μέλλων, ἀλλ' ὡς ἐπὶ ζωὴν καλούμενος βελτίω καὶ πνευματικωτέραν, οὕτως ἀσμένως ἑώρα τὰ θηρία. Πόθεν τοῦτο δῆλον; Ἀπὸ τῶν ῥημάτων ὧν ἀποθνήσκειν μέλλων ἐφθέγξατο. Ἀκούσας γὰρ ὅτι οὗτος αὐτὸν τῆς τιμωρίας ὁ τρόπος μένει, Ἐγὼ τῶν θηρίων ἐκείνων ὀναίμην, ἔλεγεν. Τοιοῦτοι γὰρ οἱ ἐρῶντες· ὅπερ ἂν πάσχωσιν ὑπὲρ τῶν ἐρωμένων, μεθ' ἡδονῆς δέχονται, καὶ τότε δοκοῦσιν ἐμφορεῖσθαι τῆς ἐπιθυμίας, ὅταν πολλῷ χαλεπώτερα ᾖ τὰ γινόμενα· ὅπερ οὖν καὶ ἐπὶ τούτου συνέβαινεν. Οὐ γὰρ τῷ θανάτῳ μόνον, ἀλλὰ καὶ τῇ προθυμίᾳ ζηλῶσαι τοὺς ἀποστόλους ἔσπευδε· καὶ ἀκούων ὅτι μαστιχθέντες ἐκεῖνοι μετὰ χαρᾶς ἀνεχώρουν, ἐβουλήθη καὶ αὐτὸς μὴ τῇ τελευτῇ μόνον, ἀλλὰ καὶ τῇ χαρᾷ μιμήσασθαι τοὺς διδασκάλους· διὰ τοῦτο, Τῶν θηρίων, ἔλεγεν, ὀναίμην. Καὶ πολλῷ τούτων ἡμερώτερα τὰ τόματα ἐνόμιζεν εἶναι τῆς τοῦ τυράννου γλώττης, καὶ μάλα εἰκότως· ἐκείνη μὲν γὰρ πρὸς τὴν γέενναν ἐκάλει, τὰ δὲ τούτων στόματα πρὸς βασιλείαν παρέπεμπεν. Ἐπειδὴ τοίνυν κατέλυσεν ἐκεῖ τὴν ζωὴν, μᾶλλον δὲ ἐπειδὴ πρὸς τὸν οὐρανὸν ἀνέβη, ἐπανῄει στεφανίτης λοιπόν. Καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Θεοῦ γέγονεν οἰκονομίας, τὸ πάλιν αὐτὸν πρὸς ἡμᾶς ἐπαναγαγεῖν, καὶ ταῖς πόλεσι διανεῖμαι τὸν μάρτυρα. Ἐκείνη μὲν γὰρ αὐτοῦ στάζον τὸ αἷμα ἐδέξατο, ὑμεῖς δὲ τῷ λειψάνῳ τετίμησθε· ἀπηλαύσατε τῆς ἐπισκοπῆς ὑμεῖς, ἀπήλαυσαν ἐκεῖνοι τοῦ μαρτυρίου· εἶδον ἀγωνιζόμενον καὶ νικῶντα καὶ στεφανούμενον ἐκεῖνοι, ἔχετε διηνεκῶς αὐτὸν ὑμεῖς· ὀλίγον ὑμῶν αὐτὸν χρόνον ἀπέστησεν ὁ Θεὸς, καὶ μετὰ πλείονος ὑμῖν δόξης αὐτὸν ἐχαρίσατο. Καὶ καθάπερ οἱ δανειζόμενοι χρήματα μετὰ τόκων ἀποδιδόασιν ἅπερ ἂν λάβωσιν· οὕτω καὶ ὁ Θεὸς τὸν τίμιον τοῦτον θησαυρὸν παρ' ὑμῶν ὀλίγον χρησάμενος χρόνον, καὶ τῇ πόλει δείξας ἐκείνῃ, μετὰ πλείονος ὑμῖν αὐτὸν ἀποδέδωκε τῆς λαμπρότητος. Ἐξεπέμψατε γὰρ ἐπίσκοπον, καὶ ἐδέξασθε μάρτυρα· ἐξεπέμψατε μετ' εὐχῶν, καὶ ἐδέξασθε μετὰ στεφάνων· καὶ οὐχ ὑμεῖς δὲ μόνον, ἀλλὰ καὶ πᾶσαι αἱ ἐν μέσῳ πόλεις. Πῶς γὰρ αὐτὰς οἴεσθε διακεῖσθαι ὁρώσας ἐπαναγόμενον τὸ λείψανον; πόσην καρποῦσθαι ἡδονήν; πόσον ἀγάλλεσθαι; πόσαις εὐφημίαις πάντοθεν βάλλειν τὸν στεφανίτην; Καθάπερ γὰρ ἀθλητὴν γενναῖον τοὺς ἀνταγωνιστὰς καταπαλαίσαντα ἅπαντας, καὶ μετὰ λαμπρᾶς ἐξελθόντα δόξης ἀπὸ τοῦ σκάμματος, εὐθέως δεχόμενοι οἱ θεαταὶ, οὐδ' ἐπιβῆναι τῆς γῆς ἀφίασι, φοράδην ἀπάγοντες οἴκαδε, καὶ μυρίοις βάλλοντες ἐγκωμίοις· οὕτω δὴ καὶ τὸν ἅγιον τότε ἐκεῖνον ἀπὸ τῆς Ῥώμης αἱ πόλεις ἑξῆς διαδεχόμεναι, καὶ ἐπ' ὤμων φέρουσαι μέχρι τῆς πόλεως ταύτης παρέπεμπον ἐγκωμιάζουσαι τὸν στεφανίτην, ἀνυμνοῦσαι τὸν ἀγωνοθέτην, καταγελῶσαι τοῦ διαβόλου, ὅτι εἰς τὸ ἐναντίον αὐτῷ περιετράπη τὸ σόφισμα, καὶ ὅπερ ἐνόμισε κατὰ τοῦ μάρτυρος ποιεῖν, τοῦτο ὑπὲρ αὐτοῦ γέγονε. Καὶ τότε μὲν τὰς πόλεις ἁπάσας ἐκείνας ὤνησε καὶ ἀνώρθωσεν· ἐξ ἐκείνου δὲ καὶ μέχρι τῆς παρούσης τὴν ὑμετέραν
in a pit, nor in a law-court, nor in some corner did he receive the condemning vote, but in the middle of the theatre, with the whole city sitting aloft, he endured that manner of martyrdom, wild beasts having been let loose upon him, so that having set up the trophy against the devil before the eyes of all, he might make all the spectators emulators of his own contests, not only dying thus nobly, but also dying with pleasure. For not as one about to be torn away from life, but as one being called unto a better and more spiritual life, so gladly did he behold the wild beasts. Whence is this plain? From the words that he uttered when about to die. For having heard that this manner of punishment awaited him, May I have joy of those wild beasts, said he. For such are those who love: whatsoever they suffer on behalf of those whom they love, they receive with pleasure, and then they seem to take their fill of their desire when what comes to pass is far more grievous—which very thing came to pass in this man's case also. For he hastened to emulate the apostles not only in his death, but also in his zeal; and hearing that when scourged those men withdrew with joy, he himself also wished to imitate his teachers not only in his end, but also in his joy; on this account he said, May I have joy of the wild beasts. And he supposed their mouths to be far gentler than the tyrant's tongue, and very reasonably so; for that tongue called unto Gehenna, whereas the mouths of these escorted him unto the kingdom. When therefore he ended his life there—or rather when he ascended unto heaven—he returned thenceforth crowned. For this too belonged to God's dispensation: to bring him back again unto us, and to distribute the martyr to the cities. For that city received his dripping blood, whereas you have been honoured with his relic; you enjoyed his episcopate, those men enjoyed his martyrdom; those men saw him contending and conquering and being crowned, you have him continually; for a little time God removed him from you, and with greater glory He graciously restored him to you. And just as those who borrow money give back with interest whatever they receive, so God also, having used this precious treasure from you for a little time, and having shown it to that city, has given him back to you with greater splendour. For you sent forth a bishop, and you received a martyr; you sent him forth with prayers, and you received him with crowns; and not you alone, but also all the cities in between. For how do you think they were disposed on seeing the relic being brought back? How great pleasure did they reap? How much did they exult? With how many acclamations from every side did they pelt the crowned victor? For just as spectators, straightway receiving a noble athlete who has wrestled down all his adversaries and come forth with splendid glory from the pit, do not suffer him even to set foot upon the ground, carrying him off homeward borne aloft and pelting him with ten thousand praises, so indeed at that time also the cities in succession receiving that saint from Rome, and bearing him upon their shoulders, escorted him as far as this city, praising the crowned victor, hymning the President of the contest, laughing to scorn the devil, because his stratagem had turned round to the opposite for him, and whatever he supposed he was doing against the martyr, this turned out on his behalf. And at that time he benefited and set upright all those cities; and from that time even unto the present day your
Notes, col. 594

On the reading

Printed τόματα, for στόματα.

PG 50:593 bisRead from the page
Neque enim solis Romae habitantibus, verum etiam omnibus in toto illo itineris spatio civitatibus interjectis admirabilis magister exstitit, praesentem vitam contemnendam docens, et ea quae cernuntur pro nihilo ducenda, futura autem diligenda, et oculos in caelum tollendos, nihilque quod in hac vita possit accidere, quantumvis grave, formidandum esse. Haec enim et his plura factis comprobans iter faciebat, tamquam sol quidam ab oriente ad occasum currens, imo vero sole ipso splendidior multo. Sol enim e superioribus partibus currebat, sensibilem oculis lucem impertiens ; Ignatius autem deorsum splendebat, intelligibile doctrinae lumen animis infundens : et ille quidem in occidentis partes descendens absconditur, ac noctem confestim obducit ; hic autem ad occasus partes accedens, splendidius in illis eluxit, et de omnibus in tota illa via est optime meritus : cumque Romam pervenisset, eam ipsam urbem docuit philosophari. Idcirco enim Deus permisit illic eum vitae finem implere, ut mors ejus omnibus Romam incolentibus pietatis magistra esset. Vos enim per gratiam Dei nulla amplius egebatis institutione, cum essetis in fide radicati et fundati : at illi qui Romae tunc habitabant, cum illic magna vigeret impietas, majore auxilio indigebant. Ideo Petrus, et Paulus, et Ignatius post illos ibi fuerunt immolati, tum ut civitatem illam idolorum cruoribus pollutam proprio sanguine purgarent, tum ut operibus ipsis resurrectionis Jesu Christi crucifixi testimonium afferrent, demonstrantes iis, qui Romae degebant, se praesentem vitam tanta cum voluptate numquam fuisse despecturos, nisi sibi omnino persuasissent, quod ad crucifixum Jesum essent ascensuri, ipsumque in caelis visuri. Hoc enim resurrectionis argumentum est maximum, quod Christus immolatus tantam post mortem potentiam ostenderet, ut viventibus hominibus persuaderet, pro sui nominis confessione patriam, et domos, et amicos, et propinquos, et vitam ipsam aspernandam et contemnendam, ac loco praesentium voluptatum et verbera, et pericula, et mortem esse subeunda. Haec enim non defuncti, neque in sepulcro degentis, sed ejus qui surrexisset ac viveret, praeclara sunt opera. Quomodo enim esset verisimile, ut cum ipse viveret, omnes apostoli, qui cum illo versati fuerant, timore conterriti adeo fuerint imbecilli, ut praeceptorem prodiderint, et aufugerint : posteaquam autem defunctus esset, non solum Petrus, et Paulus, sed etiam Ignatius, qui eum non viderat, nec ulla cum ipso familiaritate conjunctus fuerat, tantam pro illo animi alacritatem ostenderet, ut pro eo vitam ipsam profundere non recusaret?
For not only to those dwelling in Rome, but also to all the cities lying along the whole length of that journey, he proved a marvellous teacher, instructing them to despise the present life, to account the things that are seen as nothing, to love the things to come, to lift their eyes to heaven, and to dread nothing that can befall in this life, however grievous. Confirming these lessons and still more than these by his deeds, he made his way like a sun coursing from the east to the west—nay rather, far more resplendent than the sun itself. For the sun ran its course on high, imparting sensible light to bodily eyes, whereas Ignatius shone below, pouring the intelligible light of teaching into souls; and the former, as it sinks into the regions of the west, is hidden away and straightway brings on night, whereas the latter, approaching the regions of the west, shone forth all the more brightly in them and conferred the greatest benefits upon all along that whole road; and when he had reached Rome, he taught that very city true philosophy. For on this account God permitted him to fulfil the end of his life there, so that his death might become a mistress of piety to all who dwelt in Rome. For you, by the grace of God, stood in need of no further instruction, being rooted and grounded in the faith; whereas those who dwelt in Rome at that time, since great impiety flourished there, stood in need of greater aid. Therefore Peter and Paul, and Ignatius after them, were sacrificed there, both that they might cleanse with their own blood that city polluted by the blood of idols, and that by their very deeds they might bear testimony to the resurrection of Jesus Christ the crucified, showing those who lived in Rome that they would never have scorned the present life with such great delight had they not been wholly persuaded that they were about to ascend to the crucified Jesus and to behold Him in heaven. For this is the greatest proof of the resurrection: that the slain Christ displayed such mighty power after death as to persuade living men, for the confession of His name, to spurn and despise fatherland, homes, friends, kinsfolk, and life itself, and in place of present pleasures to undergo stripes, perils, and death. For these glorious achievements are not the works of a dead man or of one abiding in the tomb, but of One who has risen and lives. For how could it be plausible that while He Himself was alive, all the apostles who had lived in His company were so weak and terrified by fear that they betrayed their Master and fled away, whereas after He had died, not only Peter and Paul, but even Ignatius, who had not seen Him or enjoyed any intimacy with Him, showed such eagerness of soul on His behalf as not to refuse to pour out his very life for Him?
5. Ignatius feris objectus. — Ut igitur illi, qui Romam incolebant, haec esse vera re ipsa cognoscerent, permisit Deus sanctum virum illic morte affici. Quod autem haec sit causa, ex genere ipsius mortis conabor ostendere. Neque enim ut extra muros in barathro, aut in carcere, aut in angulo aliquo occideretur, damnatus est ; sed in medio theatro, universa civitate sursum considente et spectante, bestiis in ipsum immissis et concitatis, martyrium pertulit : ut sub omnium oculis adversus diabolum tropaeum erigeret, cunctosque spectatores suorum certaminum imitatores efficeret, cum non modo fortiter, sed etiam cum laetitia mortem oppeteret, ferasque cum voluptate spectaret, non quasi raperetur e vita, sed tamquam ad vitam meliorem ac praestantiorem vocaretur.
5. Ignatius cast to the wild beasts. — In order, then, that those who dwelt in Rome might learn by actual fact that these things are true, God permitted the holy man to be put to death there. And that this was the reason, I shall endeavour to show from the very manner of his death. For he was not condemned to be slain outside the walls in a pit, or in prison, or in some corner, but in the midst of the amphitheatre, with the whole city seated aloft and looking on, while wild beasts were let loose and set upon him, he endured martyrdom: so that beneath the eyes of all he might rear a trophy against the devil and make all the spectators imitators of his own contests, meeting death not only bravely but even with joy, and gazing upon the wild beasts with pleasure, not as though being torn away from life, but as though being summoned to a better and more excellent life.
PG 50:594 bisRead from the page
Unde hoc fit perspicuum? Ex verbis, quae moriturus loquebatur. Cum enim id genus supplicii sibi esse subeundum intellexisset, Ego, inquit, feris illis fruar (a). Sic enim agunt, qui amant ; cum pro iis qui amantur, aliquid patiuntur, gaudentes id faciunt, tuncque sibi videntur optatis perfrui, cum ea, quae perferunt, sunt quam gravissima : quod quidem in hoc item contigit. Siquidem non morte solum, verum etiam alacritate studebat apostolos imitari ; et audiens quod illi flagellati cum gaudio ibant e conspectu concilii (Act. 5. 41), voluit etiam ipse non morte solum, sed etiam laetitia magistris esse similis : idcirco, Feris, inquit, fruar. Ac multo quidem mitiora censebat ora ferarum, quam tyranni linguam : nec immerito ; siquidem haec ad gehennam vocabat, illa autem ad regnum mittebant. Cum igitur illic vitam posuisset, imo vero in caelum profectus esset, reversus est deinceps coronatus. Etenim id quoque fuit Dei benignitatis, qui curavit ut is rursus ad nos rediret, et civitatibus martyrem impartivit. Roma enim stillantem ipsius sanguinem excepit, vos autem reliquias ejus suscepistis : vos illius episcopatu gavisi estis, illi martyrio sunt laetati : certantem illi et vincentem ac coronatum conspexerunt, vos perpetuo illum possidetis : exiguum ad tempus eum vobis ademit Deus, sed majore cum gloria restituit. Et quemadmodum pecuniam mutuantes cum foenore ea reddunt, quae acceperunt : sic etiam Deus pretiosum hunc thesaurum paulisper suscipiens, ut ostenderet Romae, majore cum gloria illum vobis retulit. Emisistis enim episcopum, et martyrem recepistis : emisistis cum precibus, et cum coronis suscepistis : nec vero vos soli, sed cunctae quae interjectae sunt civitates. Quomodo enim eas affectas existimatis, cum reportatas reliquias cernerent? quem voluptatis fructum percipere, quanta laetitia gestire? quam faustis undique acclamationibus coronatum celebrare? Quemadmodum enim pugilem generosum, qui omnes devicerit adversarios, spectatores e cavea cum plausu consurgentes sublimem statim excipiunt, nec terram attingere patiuntur, sed sublatum innumerabilibus laudibus ornantes, domum reportant : sic utique et sanctum illum omnes ex ordine civitates ab urbe relatum suscipientes humerisque gestantes, Antiochiam usque sunt comitatae, martyrem coronatum celebrantes, laudantes agonothetam, diabolum deridentes, quod e contrario illi versutia successisset, et quae in martyrem struxerat, in se recidissent. Et tunc quidem cunctis illis civitatibus profuit documentoque fuit, et civitatem hanc usque in praesentem diem locupletavit ; et ut thesaurus quidam perpetuus, qui quotidie exhauritur, nec deficit, cuncti licet ex eo ditescant, sic etiam beatus hic Ignatius cunctos ad se accedentes benedictionibus, fiducia, et strenua alacritate, magnaque fortitudine plenos remittit domum.
Whence does this become plain? From the words which he spoke as he was about to die. For when he understood that he was to undergo that form of punishment, May I have joy, said he, of those wild beasts (a). For so do those act who love: when they suffer something on behalf of those whom they love, they do so rejoicing, and deem themselves to enjoy their heart's desire most fully when the things they endure are most grievous—which indeed happened in his case also. For he was eager to imitate the apostles not in death alone, but in eagerness as well; and hearing that after being scourged they went forth rejoicing from the presence of the council (Acts 5:41), he too wished to resemble his masters not only in death, but also in joy; wherefore he said, May I have joy of the wild beasts. And he reckoned the jaws of the wild beasts far gentler than the tyrant's tongue—and not without reason; for the latter summoned him to Gehenna, whereas the former dispatched him to the Kingdom. When, therefore, he had laid down his life there—nay rather, had departed to heaven—he afterwards returned crowned. For this too belonged to the loving-kindness of God, who provided that he should come back to us again and shared the martyr among the cities. For Rome received his dripping blood, whereas you received his relics; you rejoiced in his episcopate, they exulted in his martyrdom; they beheld him contending, conquering, and being crowned, whereas you possess him perpetually: God took him away from you for a brief season, yet restored him with greater glory. And just as those who borrow money pay back with interest what they received, so too God, taking up this precious treasure from you for a little while in order to display it to Rome, brought him back to you with greater splendour. For you sent forth a bishop, and received back a martyr; you sent him forth with prayers, and received him back with crowns—and not you alone, but all the cities that lie between. For how do you suppose they were moved when they beheld his relics being brought back? What fruit of delight did they reap, with what great gladness did they exult, with what auspicious acclamations on every side did they extol the crowned victor? For just as when a noble combatant has overthrown all his opponents, the spectators rise up with applause from the tiers, receive him aloft at once, and do not suffer him even to touch the ground, but carry him shoulder-high and bear him home decked with countless praises: even so did all the cities in turn receive that saint as he was brought back from Rome, and, bearing him upon their shoulders, escorted him all the way to Antioch, celebrating the crowned martyr, praising the Lord of the contest, and mocking the devil because his cunning had turned out to the very reverse for him, and the snares he had laid against the martyr had recoiled upon himself. At that time, then, he benefited and instructed all those cities, and from then until the present day he has enriched this city; and like some perpetual treasure which is drawn upon daily and yet never fails, though all grow rich from it, so too this blessed Ignatius sends all who come to him back home filled with blessings, confidence, vigorous cheerfulness, and great fortitude.
PG 50:595 bisRead from the page
Sanctorum monumenta spiritualis gratiae plena. — Itaque non hodie tantum, sed quotidie ad ipsum confluamus, spirituales ex eo fructus decerpentes. Quisquis enim cum fide ad illum accedit, magnis afficitur beneficiis : sanctorum enim non modo corpora, sed ipsi loculi et monumenta spirituali gratia conferta sunt. Nam si in Elisaeo id contigit, ut defunctus sepulcrum ejus attingens mortis vincula dissolverit (4. Reg. 13. 21), et ad vitam rursum redierit ; multo magis hoc tempore, quo gratia uberior, Spiritus major est vis ; ut si cum fide aliquis arcam attingat, magnam inde virtutem hauriat. Ideo reliquias sanctorum nobis concessit Deus, volens nos ad eumdem zelum per illos adducere, et nobis quasi portum praebere et firmum solatium malorum quae nos assidue corripiunt. Quamobrem vos omnes cohortor, fratres, si quis vestrum aegritudine animi, vel corporis morbo, vel quavis alia calamitate aut peccatorum mole premitur, ut cum fide huc accedat ; et ab illis omnibus liberatus, magna cum laetitia revertetur, et aspectu solo conscientiam tranquilliorem reportabit.
The shrines of the saints are full of spiritual grace. — Let us therefore flock to him not today only, but every day, plucking spiritual fruits from him. For whoever draws near to him with faith receives great benefits: for not only the bodies of the saints, but their very coffers and tombs are filled to the brim with spiritual grace. For if in the case of Elisha it came to pass that a dead man touching his tomb burst the bonds of death (2 Kings 13:21) and returned again to life, much more at this time, when grace is more abundant and the energy of the Spirit is greater, may one who touches the shrine with faith draw great power from it. Therefore God has granted us the relics of the saints, wishing to lead us by the hand through them to the same zeal as theirs, and to afford us a haven, as it were, and a sure solace against the evils that continually overtake us. Wherefore I exhort you all, brethren, if any of you is weighed down by grief of soul, or bodily disease, or any other distress, or by a burden of sins, let him come hither with faith; and, freed from all those afflictions, he will return with great gladness and bring back a calmer conscience from the very sight alone.
PG 50:596 bisRead from the page
Quin etiam expedit, ut non solum ii, qui aerumnis affecti sunt, huc sese conferant, sed illi etiam, qui et animi quiete, et gloria, et potentia, et magna apud Deum fiducia perfruuntur, hanc utilitatem non negligant. Qui enim huc accedit et sanctum videt, bona haec efficiet stabiliora, et memoria recte factorum ejus animum suum reddet moderatiorem, nec conscientiam suam bonis operibus efferri atque intumescere patietur. Non parvi autem momenti est, eos, quibus prosperae atque secundae res fluunt, eas ferre moderate, et superbiae tumore non extolli. Utilis igitur cunctis hic thesaurus est, et refugium opportunum, tam iis qui lapsi sunt, ut a tentationibus liberentur, quam iis qui prospere ac feliciter degunt, ut diu fruantur bonis ; illis qui morbis laborant, ut bonam valetudinem consequantur ; illis qui commoda gaudent valetudine, ne in morbum aliquem incurrant. Quae quidem omnia considerantes, omni gaudio atque voluptati sacrum hunc locum anteponamus, ut laetitiae et lucri consortes, illic sanctorum contubernales et socii esse valeamus, precibus ipsorum sanctorum, et gratia ac benignitate Domini nostri Jesu Christi, cum quo Patri gloria, sanctoque Spiritui, nunc et semper, et in saecula saeculorum. Amen.
Nay more, it is fitting that not only those who are afflicted by hardships should betake themselves hither, but that those also who enjoy peace of mind, renown, power, and great confidence before God should not neglect this benefit. For he who comes hither and beholds the saint will render these blessings more secure, and by the remembrance of his righteous deeds will make his own soul more moderate, and will not suffer his conscience to be carried away and puffed up by good works. And it is of no small moment that those whose affairs flow prosperously and favourably should bear prosperity with moderation and not be lifted up by swelling pride. Useful to all, therefore, is this treasure and a seasonable refuge—both to those who have stumbled, that they may be delivered from trials, and to those who live prosperously and happily, that they may long enjoy their blessings; to those who labour under sicknesses, that they may regain sound health, and to those who rejoice in good health, lest they fall into any infirmity. Pondering all these things, let us prefer this sacred place above every joy and pleasure, so that, sharing both in gladness and in spiritual gain, we may be counted worthy there also to become fellow-dwellers and companions of these saints, through the prayers of the saints themselves, and by the grace and loving-kindness of our Lord Jesus Christ, with whom to the Father be glory, together with the Holy Spirit, now and always, and unto the ages of ages. Amen.