Migne Reading Room

PG 50 · cols. 575–576 · Read from the page

In SS. Martyres Juventinum et Maximinum Sermo Panegyricus (Εἰς τοὺς ἁγίους μάρτυρας Ἰουβεντῖνον καὶ Μαξιμῖνον)

In SS. Martyres Juventinum et Maximinum Sermo Panegyricus (Εἰς τοὺς ἁγίους μάρτυρας Ἰουβεντῖνον καὶ Μαξιμῖνον)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 50:575Read from the page
τελοῦντο, παννυχίδες ἱεραὶ, συνουσίαι διδασκαλίας γέμουσαι πνευματικῆς, καὶ τῆς ἐκκλησίας ἀποκλεισθείσης τὸ δεσμωτήριον ἐκκλησία λοιπὸν ἐγίνετο. Οὐ γὰρ δὴ μόνον οἱ ἔξωθεν εἰσιόντες, ἀλλὰ καὶ οἱ ἔνδον διατρίβοντες, μεγίστην διδασκαλίαν ἀρετῆς καὶ σωφροσύνης παρὰ τῆς ὑπομονῆς καὶ τῆς πίστεως τῶν ἁγίων τούτων ἐδέχοντο. Ταῦτα ἀκούων ὁ βασιλεὺς ὠδυνᾶτο πλέον, καὶ βουλόμενος αὐτοὺς ὑποσκελίσαι, καὶ τῆς προθυμίας ἐκλῦσαι ἐκείνης, καθῆκεν ἀνθρώπους μιαρούς τινας καὶ γόητας πρὸς τὴν ἐπιβουλήν· οἳ συγκαθήμενοι πολλάκις, εἴ ποτε αὐτῶν ἐπιλάβοιντο μόνων, ὡς οἴκοθεν συμβουλεύοντες, ἀλλ' οὐχ ὡς παρὰ τοῦ βασιλέως πεμφθέντες παρῄνουν ἀποστῆναι μὲν τῆς εὐσεβείας, αὐτομολῆσαι δὲ πρὸς τὴν ἀσέβειαν. Οὐ γὰρ δὴ μόνον τὸν ἐπικείμενον οὕτω διακρούσεσθε κίνδυνον· ἀλλὰ καὶ τιμῆς πλείονος καὶ κρείττονος ἐπιλήψεσθε τῆς ἀρχῆς, τοῦ βασιλέως τὴν ὀργὴν οὕτω καταλύσαντες. Οὐχ ὁρᾶτε καὶ ἑτέρους τῶν συντεταγμένων ὑμῖν τὸ αὐτὸ τοῦτο πεποιηκότας; Οἱ δὲ, καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο ἡμεῖς, φασὶ, στησόμεθα γενναίως, ἵνα ὥσπερ θύματα ἑαυτοὺς ὑπὲρ τῶν πτωμάτων ἐκείνων προσαγάγωμεν. Φιλάνθρωπον ἔχομεν Δεσπότην· οἶδε καὶ μίαν θυσίαν δεξάμενος, πάσῃ καταλλαγῆναι τῇ οἰκουμένῃ. Καὶ καθάπερ οἱ τρεῖς παῖδες ἔλεγον· ὅτι Οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων, καὶ προφήτης, καὶ ἡγούμενος, οὔτε ὁλοκαύτωσις, οὔτε θυσία, οὔτε τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου, καὶ εὑρεῖν ἔλεος, ἀλλ' ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν· οὕτω δὴ καὶ οἱ μάρτυρες τὰ θυσιαστήρια κατασκαπτόμενα βλέποντες, τὰς ἐκκλησίας ἀποκλειομένας, τοὺς ἱερεῖς ἐλαυνομένους, πάντας τοὺς πιστοὺς φυγαδευομένους, ἐσπούδαζον ἑαυτοὺς ἀντὶ πάντων τῷ Δεσπότῃ προσαγαγεῖν· καὶ καταλιπόντες τάγματα στρατιωτικὰ, ἔσπευδον ἑαυτοὺς ἀναμίξαι χοροῖς ἀγγελικοῖς. Κἂν γὰρ μὴ νῦν ἀποθάνωμεν, φησὶν, ἀποθανούμεθα πάντως γοῦν μικρὸν ὕστερον, καὶ τοῦτο αὐτὸ πεισόμεθα· βέλτιον ὑπὲρ τοῦ βασιλέως τῶν ἀγγέλων ἀποθανεῖν, ἢ ὑπὲρ ἀνθρώπου τοιαῦτα ἀσεβοῦντος· βέλτιον ὑπὲρ τῆς ἄνω πατρίδος θέσθαι τὰ ὅπλα, ἢ ὑπὲρ τῆς κάτω καὶ πατουμένης. Ἐνταῦθα κἂν ἀποθάνῃ τις, οὐδὲν παρὰ βασιλέως λήψεται τῆς προθυμίας ἐπάξιον. Τί γὰρ τῷ τελευτήσαντι χαριεῖται λοιπὸν ἄνθρωπος; Πολλάκις μὲν οὖν οὐδὲ ταφῆς ἀξιωθεὶς, τοῖς τῶν κυνῶν προκείσεται στόμ⟨α⟩σιν. Ἂν δὲ ὑπὲρ τοῦ βασιλέως ἀποθάνωμεν τῶν ἀγγέλω⟨ν⟩, μετὰ πλείονος τῆς δόξης τὰ σώματα ἀποληψόμεθα, μετὰ πολλῆς τῆς λαμπρότητος ἐπανήξομεν, καὶ πολλῷ μείζους τῶν πόνων τὰς ἀμοιβὰς καὶ τοὺς στεφάνους κομιούμεθα. Λάβωμεν τοίνυν ὅπλα πνευματικά· οὐ χρεία βελῶν καὶ τόξων, οὐ χρεία ἄλλου τινὸς αἰσθητοῦ ὅπλου· ἀρκεῖ πρὸς πάντα ἡμῖν ἡ γλῶττα, φησί. Καὶ γάρ ἐστι βελοθήκη τῶν ἁγίων τὰ στόματα, συνεχεῖς καὶ ἐπαλλήλους φέροντα τῇ τοῦ διαβόλου κεφαλῇ τὰς πληγάς.
were celebrated, sacred all-night vigils, gatherings full of spiritual teaching, and when the church was shut off, the prison henceforth became a church. For indeed not only those coming in from outside, but also those passing their time within, received the greatest teaching in virtue and self-mastery from the endurance and the faith of these saints. Hearing these things, the emperor was pained still more, and wishing to trip them up, and to unnerve yonder eagerness of theirs, he secretly sent in certain foul men and impostors for the plot; who, sitting with them often, whenever they caught them alone, as though counselling them of their own accord and not as sent from the emperor, urged them to depart from godliness and desert to ungodliness. For thus you will not only beat off the danger hanging over you, but you will also lay hold of greater honour and higher office, having thus dispelled the wrath of the emperor. Do you not see others too of those ranged in the same ranks with you having done this very thing? Whereas they say: Nay rather, on this very account shall we stand firm nobly, so that like victims we may offer ourselves up on behalf of those fallen ones. We have a Master Who loves mankind; He knows how, when He has received even a single sacrifice, to be reconciled to the whole inhabited world. And just as the three youths said: There is at this season no prince, and prophet, and leader, nor whole burnt-offering, nor sacrifice, nor place to offer fruits before Thee, and to find mercy, but in a contrite soul and a spirit of humility may we be accepted; so indeed the martyrs too, seeing the altars being dug down, the churches being shut off, the priests being driven out, all the faithful being banished, were eager to offer themselves up in place of all to the Master; and having left behind their military ranks, they hastened to mingle themselves with angelic choirs. For even if we do not die now, says one, we shall at any rate certainly die a little later, and suffer this very same thing; it is better to die on behalf of the King of angels than on behalf of a man who acts so ungodlily; it is better to take up arms on behalf of the fatherland above than on behalf of the one below that is trampled under foot. Here, even if anyone dies, he will receive nothing worthy of his eagerness from an emperor. For what favour will a man bestow upon one who has died henceforth? Nay rather, often not even deemed worthy of burial, he will lie exposed to the jaws of dogs. Whereas if we die on behalf of the King of angels, we shall receive back our bodies with greater glory, we shall return with great splendour, and we shall carry off recompenses and crowns far greater than our toils. Let us take up spiritual weapons, therefore: there is no need of darts and bows, there is no need of any other perceptible weapon; the tongue suffices us for all things, says he. For the mouths of the saints are a quiver, dealing continuous and successive blows upon the head of the devil.
γʹ. Ταῦτα καὶ τὰ τούτοις ἐοικότα ἀπηγγέλλετο τῷ βασιλεῖ· ὁ δὲ οὐκ ἀφίστατο, ἀλλ' ἐπεχείρει πάλιν τὰ δελέατα δι' ἐκείνων τιθείς. Ταῦτα γοῦν κατεσκεύαζεν ὁ ὕπουλος καὶ πανοῦργος καὶ σοφὸς εἰς τὸ κακοποιῆσαι, ἵνα ἂν μὲν καταμαλακισθέντες ἐνδῶσιν, ὑπὸ τοῖς ἁπάντων ὀφθαλμοῖς αὐτοὺς ἐξαγάγοιεν, καὶ οὕτω λοιπὸν παρασκευάσῃ θῦσαι· ἂν δὲ ἐπιμείνωσι σφοδρὰν τὴν ἀνδρείαν ἐπιδεικνύμενοι, καὶ πρὸς τὴν πάλην γενναίως ἱστάμε-
3. These things and things like these were being reported to the emperor; yet he did not desist, but made the attempt again, setting his baits through those men. At any rate, that underhand and crafty man, wise to do evil, contrived these things so that, if having grown soft they should give way, people might bring them forth beneath the eyes of all, and so he might then make them sacrifice; whereas if they should abide steadfast, displaying vehement bravery, and in the wrestling-match nobly stan-
Notes, col. 575

On the reading

Printed τελοῦντο, for ἐτελοῦντο.

PG 50:576Read from the page
νοι, μὴ φανερα γένηται τα τῆς νίκης αὐτοῖς, ἀλλ' ὡς ἐπὶ προσχήματι τυραννίδος αὐτοὺς ἀπαγαγὼν ἀποτέμῃ. Ἀλλ' ὁ ἀποκαλύπτων βαθέα καὶ ἀπόκρυφα, οὐκ ἀφῆκε λαθεῖν τὴν ἐνέδραν, οὐδὲ τὴν ἐπιβουλὴν ἀφανῆ γενέσθαι· ἀλλ' ὥσπερ ἡ Αιγυπτία τότε γυνὴ τοῦ Ἰωσὴφ ἐπιλαβομένη ἐν θαλάμῳ καὶ ἐρημίᾳ πολλῇ προσεδόκησε λήσεσθαι πάντας ἀνθρώπους, οὐκ ἔλαθε δὲ τὸν ἀκοίμητον ὀφθαλμὸν, καὶ οὐ μόνον ἐκεῖνον, ἀλλ' οὐδὲ ἀνυρώπους τοὺς μετὰ ταῦτα, ἀλλ' ὅπερ ἐκείνη πρὸς τὸν Ἰωσὴφ εἶπεν, οὐδενὸς παρόντος, τοῦτο πανταχοῦ τῆς οἰκουμένης ᾄδεται· οὕτω δὴ καὶ οὗτος ἤλπισε μὲν λήσειν ἐν δεσμωτηρίῳ διαλεγόμενος διὰ τῶν ἐσχηματισμένων συμβούλων ἐκείνων, οὐκ ἔλαθε δέ· ἀλλ' ἅπαντες μετὰ ταῦτα ἔμαθον τὴν ἐνέδραν, τὴν ἐπιβουλήν, τὴν νίκην, τὸ τρόπαιον. Ὡς γὰρ χρόνος ἐτρίβετο καὶ παρέρρει πολὺς, καὶ τὸ πλῆθος τῶν ἡμερῶν οὐκ ἐξέλυε τὴν προθυμίαν, ἀλλ' ἐπέτεινεν αὐτῶν μᾶλλον τὴν σπουδὴν, καὶ πλείονας κατεσκεύαζε ζηλωτὰς, κελεύει λοιπὸν μέσων νυκτῶν ἐπὶ τὸ βάραθρον αὐτοὺς ἀπαχθῆναι. Καὶ ἐν μέσῳ σκότει ο⟨ἱ⟩ φωστῆρες ἐξήγοντο, καὶ ἀπετέμνοντο. Τότε καὶ φοβερώτεραι λοιπὸν ἦσαν αἱ κεφαλαὶ τῷ διαβόλῳ μᾶλλον ἢ ὅτε φωνὴν ἠφίεσαν· ἐπεὶ καὶ ἡ Ἰωάννου κεφαλὴ οὐχ οὕτω φοβερὰ ἦν φθεγγομένη, ὡς ἄφωνος ἐπὶ τοῦ πίνακος κειμένη. Ἔχει γὰρ καὶ φωνὴν τῶν ἁγίων τὸ αἷμα, οὐ δι' ὤτων ἀκουομένην, ἀλλὰ τοῦ συνειδότος τῶν ἀναιρούντων ἐπιλαμβανομένην. Μετὰ δὲ τὴν μακαρίαν ἐκείνην σφαγὴν, οἱ τὰ τοιαῦτα θηρεύοντες λείψανα, τὴν ἑαυτῶν ὑποθέντες σωτηρίαν, ἀνεῖλοντο τοὺς ἀριστέας τούτους· καὶ ἦσαν κἀκεῖνοι μάρτυρες ζῶντες. Καὶ γὰρ εἰ καὶ μὴ ἀπετμήθησαν, ἀλλ' ἑλόμενοι πρότερον τοῦτο παθεῖν, οὕτως ἐπὶ τὴν ἄγραν τῶν σωμάτων ὥρμησαν. Λέγουσι τοίνυν οἱ τότε παραγενόμενοι καὶ ταῦτα τὰ σώματα νεοσφαγῆ καταξιωθέντες ἰδεῖν, ὅτι κειμένων αὐτῶν παρ' ἀλλήλων πρὸ τῆς ταφῆς, τοσαύτη τις ἐπήνθησεν αὐτῶν ταῖς ὄψεσι χάρις, οἵαν ἐπὶ Στεφάνου φησὶν ὁ Λουκᾶς γεγενῆσθαι μέλλοντος ἀπολογεῖσθαι τοῖς Ἰουδαίοις, καὶ οὐκ ἔστιν οὐδεὶς ὃς χωρὶς φρίκης παρέστη τότε αὐτοῖς. Οὕτω καὶ αὕτη ἡ ὄψις πάντας τοὺς ὁρῶντας ἐξέπληττε, καὶ πάντες ἐπεβόων ἐκεῖνο τὸ παρὰ τοῦ Δαυῖδ εἰρημένον· Ἐν τῇ ζωῇ αὐτῶν οὐ κεχωρισμένοι, καὶ ἐν τῷ θανάτῳ αὐτῶν οὐ διεχωρίσθησαν. Κοινῇ γὰρ καὶ ὡμολόγησαν καὶ τὸ δεσμωτήριον ᾤκησαν, καὶ εἰς τὸ βάραθρον ἀπηνέχθησαν, καὶ τὰς κεφαλὰς ἀπέθεντο, καὶ μία λάρναξ ἀμφοτέρων ἔχει τὰ σώματα· ὥσπερ οὖν καὶ μία σκηνὴ δέξεται αὐτὰ πάλιν ἐν τοῖς οὐρανοῖς, ὅταν αὐτὰ μετὰ πλείονος δόξης ἀνελέσθαι μέλλωσι. Τούτους ἄξιον καὶ στύλους, καὶ σκοπέλους, καὶ πύργους, καὶ φωστῆρας, καὶ ταύρους ὁμοῦ προσειπεῖν. Καὶ γὰρ ὡς στῦλοι τὴν Ἐκκλησίαν ἀνέχουσι, καὶ ὡς πύργοι τειχίζουσι, καὶ ὡς σκόπελοι πᾶσαν ἐπιβουλὴν ἀποκρουόμενοι, πολλὴν τοῖς ἔνδον ποιοῦσι γαλήνην· καὶ ὡς φωστῆρες τὸ σκότος ἀπήλασαν τῆς ἀσεβείας καὶ ὡς ταῦροι ψυχῇ καὶ σώματι, ἴσῃ τῇ προθυμίᾳ, τὸν χρηστὸν εἵλκυσαν τοῦ Χριστοῦ ζυγόν. Συνεχῶς τοίνυν αὐτοῖς ἐπιχωριάζωμεν, καὶ τῆς λάρνακος ἁπτώμεθα, καὶ μετὰ πίστεως τοῖς λειψάνοις αὐτῶν περιπλεκώμεθα, ἵνα εὐλογίαν τινὰ ἐπισπασώμεθα ἐκεῖθεν. Καθάπερ γὰρ οἱ στρατιῶται τραύματα ἐπιδείξαντες, ἅπερ ἐκ τῶν πολεμίων ἔλαβον, μετὰ παρρησίας τῷ βασιλεῖ διαλέγονται· οὕτω καὶ οὗτοι τὰς κεφαλὰς ἃς ἀπετμήθησαν ἐπὶ τῶν χειρῶν βαστόζοντες, ⟨κ⟩αὶ εἰς μέσον παράγοντες, εὐκόλως ἅπαντα, ὅσα ἂν θέλωσι, παρὰ τῷ βασιλεῖ τῶν οὐρανῶν ἀνύειν δύνανται. Μετὰ πολλῆς τοίνυν τῆς πίστεως, μετὰ πολλῆς τῆς προθυμίας ἐκεῖ
ding, the matters of their victory might not become manifest for them, but he might lead them away and behead them as though under the pretext of treason. Yet He Who uncovers deep and hidden things did not suffer the ambush to lie hidden, nor the plot to remain unseen; but just as the Egyptian woman of old, when she laid hold of Joseph in a bedchamber and in great solitude, expected to escape the notice of all men, yet did not escape the unslumbering Eye—and not That alone, but not even men thereafter, since the very thing that woman spoke to Joseph with no one present is sung everywhere in the inhabited world—so indeed this man too hoped to escape notice while conversing in the prison through those feigned counsellors, yet he did not escape notice; but all men thereafter learned the ambush, the plot, the victory, the trophy. For as much time wore on and slipped by, and the multitude of days did not unnerve their eagerness, but rather intensified their zeal, and fashioned still more emulators, he orders at last at midnight that they be led away to the pit. And in the midst of darkness the luminaries were led forth, and were beheaded. Then too their heads were more dreadful henceforth to the devil than when they sent forth a voice: since the head of John also was not so dreadful when uttering speech as when lying voiceless upon the platter. For the blood of the saints also has a voice, not heard through the ears, but seizing upon the conscience of their murderers. And after yonder blessed slaughter, those who hunt for such relics, staking their own safety, took up these champions; and those men too were living martyrs. For even if they were not beheaded, yet having chosen beforehand to suffer this, thus did they rush to the quest of the bodies. Those who came by at that time, therefore, and were counted worthy to behold these newly-slain bodies, say that while they lay beside one another before their burial, such great grace blossomed upon their faces as Luke says came to pass in the case of Stephen when he was about to make his defence to the Jews, and there was no one who stood by them at that time without awe. Thus this sight too struck all beholders with amazement, and all cried aloud yonder word spoken by David: In their life they were not parted, and in their death they were not divided. For in common both did they confess and dwell in the prison, and were led away to the pit, and laid down their heads, and a single coffin holds the bodies of both; even as a single tabernacle will receive them again in the heavens, when they are about to take them up again with greater glory. These men it is worthy to address at once as pillars, and crags, and towers, and luminaries, and bulls. For like pillars they uphold the Church, and like towers they wall her round, and like crags beating back every plot they produce great calm for those within; and like luminaries they drove away the darkness of ungodliness, and like bulls in soul and body, with equal eagerness, they drew the kindly yoke of Christ. Let us continually resort to them, therefore, and touch the coffin, and clasp their relics with faith, so that we may draw some blessing thence. For just as soldiers, having displayed the wounds which they received from the enemies, converse with boldness before the king; so these men too, carrying upon their hands the heads which they had cut off, and bringing them forward into the midst, are easily able to accomplish all things whatsoever they will in the presence of the King of the heavens. With great faith, therefore, with great eagerness thither
Notes, col. 576

On the reading

Printed φανερα, for φανερὰ.

Printed τα, for τὰ.

Printed Αιγυπτία, for Αἰγυπτία.

Printed ἀνυρώπους, for ἀνθρώπους.

Printed βαστόζοντες, for βαστάζοντες.