ροις χαλεπωτέροις περιεβάλλετο δεσμοῖς, ταῖς σειραῖς τῶν ἁμαρτιῶν ἐπισφιγγόμενος. Μέλλων τοίνυν ὁ μακάριος ἀποσφάττεσθαι ἐκεῖνος, μετὰ τοῦ σιδήρου τὸ σῶμα ταφῆναι ἐπέσκηψε, δεικνὺς ὅτι τὰ δοκοῦντα ἐπονείδιστα εἶναι, ταῦτα ὅταν διὰ τὸν Χριστὸν γίνηται, σεμνά τέ ἐστι καὶ λαμπρὰ, καὶ οὐ μόνον οὐκ ἐγκαλύπτεσθαι, ἀλλὰ καὶ σεμνύνεσθαι ἐπ' αὐτοῖς χρὴ τὸν πάσχοντα· κἀν τούτῳ τὸν μακάριον Παῦλον μιμούμενος, ὃς ἄνω καὶ κάτω τὰ στίγματα, τὰ δεσμὰ, τὴν ἅλυσιν ἔστρεφε, καυχώμενος καὶ μέγα φρονῶν, ἐφ' οἷς ᾐσχύνοντο ἕτεροι. Ὅτι γὰρ ᾐσχύνοντο, δῆλον ἡμῖν αὐτὸς ἐποίησε διὰ τῆς πρὸς τὸν Ἀγρίππαν γενομένης ἀπολογίας αὐτῷ. Λέγοντος γὰρ ἐκείνου, Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι, ὁ Παῦλος εἶπεν, Ηὐξάμην ἂν τῷ Θεῷ, καὶ ἐν ὀλίγῳ, καὶ ἐν πολλῷ, οὐ μόνον σὲ, ἀλλὰ καὶ τοὺς περιεστῶτας πάντας γενέσθαι Χριστιανοὺς, χωρὶς τῶν δεσμῶν τούτων· οὐκ ἂν τοῦτο προσθεὶς, εἰ μὴ τὸ πρᾶγμα ἐπονείδιστον εἶναι ἐδόκει τοῖς πολλοῖς. Φιλοδέσποτοι γὰρ ὄντες οἱ ἅγιοι, τὰ ὑπὲρ τοῦ Δεσπότου πάθη μετὰ πολλῆς ἐδέχοντο τῆς προθυμίας, καὶ φαιδρότεροι τούτοις ἐγίνοντο. Καὶ ὁ μέν φησι· Χαίρω ἐν τοῖς παθήμασί μου· ὁ δὲ Λουκᾶς περὶ τοῦ λοιποῦ τῶν ἀποστόλων χοροῦ τὰ αὐτὰ δὴ ταῦτα φθέγγεται· μετὰ γὰρ τὰς πολλὰς μάστιγας ἀνεχώρουν, φησὶ, χαίροντες, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι. Ἵν' οὖν μή τις τῶν ἀπίστων ἀνάγκης εἶναι νομίσῃ τοὺς ἄθλους καὶ κατηφείας, αὐτὰ τῶν ἄθλων τὰ σύμβολα συνταφῆναι κελεύει τῷ σώματι, δεικνὺς ὅτι λίαν αὐτὰ ἠσπάζετο καὶ ἐφίλει, διὰ τὸ λίαν ἐκκρεμᾶσθαι τῆς ἀγάπης τοῦ Χριστοῦ. Καὶ κεῖνται νῦν μετὰ τῆς τέφρας αἱ πέδαι, πᾶσι παραινοῦσαι τοῖς τῶν Ἐκκλησιῶν προεστῶσι, κἂν δεθῆναι δέῃ, κἂν σφαγῆναι, κἂν ὁτιοῦν παθεῖν, πάντα προθύμως καὶ μετὰ πολλῆς ὑπομένειν τῆς ἡδονῆς, ὥστε τῆς ἐμπιστευθείσης ἡμῖν ἐλευθερίας μηδὲ τὸ τυχὸν προδοῦναι καὶ καταισχῦναι μέρος. Καὶ ὁ μὲν μακάριος ἐκεῖνος οὕτω λαμπρῶς τὸν βίον κατέλυσε· τάχα δέ τις καὶ ἡμᾶς οἴεται ἐνταῦθα καταλύσειν τὸν λόγον· μετὰ γὰρ τὴν τοῦ βίου τελευτὴν οὐκ εἶναι λοιπὸν κατορθωμάτων οὐδὲ ἀνδραγαθίας ἀφορμὰς, ὥσπερ οὐδὲ τοῖς ἀθληταῖς μετὰ τὸ παρελθεῖν τοὺς ἀγῶνας στεφάνους πλέκεσθαι δυνατόν. Ἀλλ' Ἕλληνες μὲν εἰκότως ταῦτα νομίζουσιν, ἐπειδὴ καὶ μέχρι τοῦ παρόντος βίου τὴν ἐλπίδα συνέκλεισαν τὴν αὑτῶν· ἡμεῖς δὲ, οἷς ἑτέρας ζωῆς φαιδροτέρας ἀρχὴ ἡ ἐνθάδε γίνεται τελευτὴ, ταύτης ἀφεστήκαμεν τῆς ὑπονοίας καὶ δόξης. Καὶ ὅτι δικαίως, σαφέστερον μὲν καὶ ἐν ἑτέρῳ δείξομεν λόγῳ· τέως δὲ καὶ τὰ μετὰ τὴν τελευτὴν τῷ γενναίῳ κατορθωθέντα Βαβύλᾳ ἱκανὰ πίστιν μεγάλην τῷ λόγῳ παρασχεῖν. Ἐπειδὴ γὰρ ἕως θανάτου περὶ τῆς ἀληθείας ἠγωνίσατο, καὶ μέχρις αἵματος ἀντικατέστη πρὸς τὴν ἁμαρτίαν μαχόμενος, καὶ ὥστε μὴ ἀφεῖναι τὴν τάξιν, ἣν ἔταξεν αὐτὸν ὁ μέγας βασιλεὺς, ἀφῆκε τὴν ψυχὴν, καὶ παντὸς ἀριστέως λαμπρότερον ἐτελεύτησεν, αὐτὸν μὲν εἶχε λοιπὸν ὁ οὐρανὸς, τὸ δὲ σῶμα τὸ πρὸς τὴν ἀριστείαν διακονησάμενον ἡ γῆ, καὶ διενείματο ἡ κτίσις τὸν ἀθλητήν. Καίτοι γε ἐνῆν καὶ μετατεθῆναι αὐτὸν κατὰ τὸν Ἐνὼχ, καὶ ἁρπαγῆναι κατὰ τὸν Ἠλίαν, οὓς ἐζήλωσεν· ἀλλ' ὁ Θεὸς φιλάνθρωπος ὢν, καὶ μυρίας ἡμῖν τοῦ σώζεσθαι προφάσεις διδοὺς, καὶ ταύτην μετὰ τῶν ἄλλων διέτεμεν ἡμῖν τὴν ὁδὸν, ἱκανὴν παρακαλέσαι πρὸς ἀρετὴν, τὰ τῶν ἁγίων λείψανα παρ' ἡμῖν τέως ἀφείς. Μετὰ γὰρ τὴν διὰ τοῦ λόγου δύναμιν,
er bonds harsher than iron and adamant, bound tight by the cords of his sins. Being about to be slaughtered, therefore, that blessed man charged that his body should be buried along with the iron, showing that the things that seem to be reproachful, whenever they come to pass for Christ's sake, are both venerable and splendid, and he who suffers ought not only not to hide his face, but even to pride himself upon them; in this also imitating the blessed Paul, who up and down turned about his marks, his bonds, his chain, boasting and taking great pride in the things of which others were ashamed. For that they were ashamed, he himself made evident to us through the defence he made before Agrippa. For when that man said, In brief you persuade me to become a Christian, Paul said, I would pray to God that, both in brief and in great measure, not only you, but also all who stand by today might become Christians, apart from these bonds—which he would not have added had the thing not seemed reproachful to the many. For the saints, loving their Master, welcomed sufferings on behalf of the Master with great readiness, and grew more radiant through them. And the one says: I rejoice in my sufferings; while Luke utters these very same things concerning the rest of the choir of the apostles: for after their many stripes they withdrew, he says, rejoicing that they were counted worthy to suffer dishonour on behalf of the name of Christ. Lest, therefore, any of the unbelievers should suppose that the contests were a matter of compulsion and dejection, he orders the very symbols of the contests to be buried together with his body, showing that he exceedingly cherished and loved them because he hung exceedingly upon the love of Christ. And now the fetters lie with his ashes, exhorting all who preside over the Churches, even if it be necessary to be bound, even if to be slaughtered, even if to suffer whatsoever, to endure all things readily and with great pleasure, so as not to betray or put to shame even the slightest part of the freedom entrusted to us. And that blessed man thus splendidly brought his life to a close; and perhaps someone supposes that we also will bring our discourse to a close here—for after the end of life there are no longer occasions for righteous deeds or manly valour, just as neither is it possible for athletes to have crowns woven after the contests have passed by. Yet Greeks quite naturally suppose these things, since they have shut up their hope within the present life; whereas we, for whom the end here becomes the beginning of another more radiant life, stand aloof from this suspicion and opinion. And that we do so justly, we shall show more clearly in another discourse also; meanwhile, the things accomplished after his end by the noble Babylas also suffice to afford great confirmation to our word. For since he contended unto death on behalf of the truth, and withstood unto blood fighting against sin, and yielded up his soul so as not to abandon the post at which the great King had stationed him, and died more splendidly than any champion, heaven thenceforth held him, while the earth held the body that had ministered to his prowess, and creation divided the athlete between them. And yet it was possible both for him to be translated like Enoch, and caught up like Elijah, whom he had emulated; yet God, being loving towards mankind and giving us countless occasions of being saved, opened up for us this way also along with the others, sufficient to exhort us towards virtue, leaving the relics of the saints among us for the time being. For after the power that comes through speech,