Migne Reading Room

PG 50 · cols. 541–544 bis · Read from the page

De S. Babyla contra Julianum et Gentiles Liber (Λόγος εἰς τὸν μακάριον Βαβύλαν καὶ κατὰ Ἰουλιανοῦ καὶ πρὸς Ἕλληνας)

De S. Babyla contra Julianum et Gentiles Liber (Λόγος εἰς τὸν μακάριον Βαβύλαν καὶ κατὰ Ἰουλιανοῦ καὶ πρὸς Ἕλληνας)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 50:541Read from the page
οὐδὲν ὅλως τετολμηκὼς ὁ ἀναιδὴς, καὶ πετρῶν αὐτῶν σκληρότερος, πρὸς τὴν Ἐκκλησίαν ἠπείγετο τοῦ Θεοῦ. Καὶ ἴσως τινὲς θαυμάζουσι, πῶς οὐκ ἐπλήγη θεηλάτῳ πληγῇ τοιαῦτα τολμῶν, ἢ πῶς οὐκ ἐπαφῆκεν αὐτῷ σκηπτὸν ἄνωθεν ὁ Θεὸς, καὶ πρὸ τῆς εἰσόδου τὴν ἀναίσχυντον ὄψιν κατέφλεξε τῷ κεραυνῷ· ἐγὼ δὲ εἴ τινες ἔλαβον τοῦτον τὸν λογισμὸν, ἐπαινῶ μὲν αὐτοὺς καὶ θαυμάζω τῆς πυρώσεως, λείπειν δὲ αὐτοὺς οὐ μικρὸν τῷ θαύματι τούτῳ καὶ τοῖς ἐπαίνοις φημί. Δικαίαν μὲν γὰρ τὴν ἀγανάκτησιν ἔσχον ὑπέρ τε τοῦ οὐκ ἐν δίκῃ κατακοπέντος παιδὸς, ὑπέρ τε τῶν τοῦ Θεοῦ νόμων οὕτως ὑβρισθέντων ἰταμῶς, ἀλλὰ τῷ θυμῷ ζέοντες, οὐ συνεῖδον ὅσον ἰδεῖν ἐχρῆν· τοῦ γὰρ δικαίου τούτου νόμος ἕτερος ἀνώτερος πολλῷ κεῖται ἐν τοῖς οὐρανοῖς. Τίς οὖν ἐστιν ὁ νόμος; Τοῖς ἡμαρτηκόσι μὴ κατὰ πόδας τὴν τιμωρίαν ἐπάγειν, ἀλλ' ἐνδιδόναι τῷ πεπλημμεληκότι χρόνους καὶ προθεσμίαν, ὥστε τὸ πλημμεληθὲν ἀποδύσασθαι, καὶ διὰ τῆς μετανοίας ἐξισωθῆναι τοῖς οὐδὲν εἰργασμένοις δεινὸν, ὅπερ καὶ τότε ἐνεδείξατο εἰς τὸν δείλαιον ἐκεῖνον ὁ Θεός· ἐγίνετο δὲ πλέον οὐδὲν, ἀλλ' ἔμενεν ἀδιόρθωτος. Ὁ δὲ φιλάνθρωπος καὶ τοῦτο προειδὼς, οὐδὲ οὕτως ὑπερεῖδεν αὐτὸν, οὐδὲ ἐνέλιπε τὰ παρ' ἑαυτοῦ ποιῶν, ἀλλ' αὐτὸς μὲν καὶ ἐπεσκόπησε κάμνοντα, καὶ τὰ πρὸς ὑγίειαν ἔπραξεν· ἐκεῖνος δὲ οὐκ ἠθέλησε τὸ φάρμακον δέξασθαι, ἀλλὰ καὶ τὸν ἐπὶ τούτῳ πεμφθέντα συνέκοψεν ἰατρόν. Τὸ δὲ φάρμακον καὶ ὁ τῆς ἰατρείας τρόπος τοιοῦτος ἦν·
having dared nothing at all, the shameless man, harder even than stones themselves, hastened on towards the Church of God. And perhaps certain people marvel why he was not struck with a God-sent blow when daring such things, or why God did not hurl down upon him a thunderbolt from above, and before his entrance burn up his shameless countenance with the lightning-bolt; yet if certain people have taken up this reasoning, I on the one hand praise them and marvel at their fervour, yet on the other I say that they fall short not a little in this marvelling and these praises. For they held a righteous indignation both on behalf of the child unjustly cut down, and on behalf of the laws of God so recklessly outraged, yet boiling with wrath they did not perceive as much as they ought to have seen; for afar higher than this righteous thing another law lies in the heavens. What then is the law? Not to bring punishment close upon the heels of those who have sinned, but to grant to him who has offended times and an appointed term, so as to put off what was done amiss, and through repentance to be made equal to those who have wrought nothing dreadful—which at that time also God displayed towards that wretched man; yet nothing more came of it, but he remained uncorrected. And He Who loves mankind, foreknowing even this, did not even so overlook him, nor did He leave off doing the things on His own part, but He Himself on the one hand visited him while sick and did the things towards health; whereas that man did not will to receive the medicine, but even cut down the physician sent for this purpose. And the medicine and the manner of the healing was such as this:
ςʹ. Ἔτυχε κατὰ τὸν καιρὸν ἐκεῖνον, καθ' ὃν τὸ ἀπηνὲς τοῦτο δρᾶμα ἐτολμᾶτο καὶ ἐλεεινὸν, ἄνδρα τινὰ μέγαν καὶ θαυμαστὸν, (εἴ γε δεῖ αὐτὸν ἄνδρα καλεῖν), τῆς ποίμνης ἐπιμελεῖσθαι τῆς παρ' ἡμῖν· Βαβύλας ἦν ὄνομα αὐτῷ. Οὗτος τοίνυν τότε τοῦ Χριστοῦ τὴν Ἐκκλησίαν τὴν ἐνθάδε ὑπὸ τῆς τοῦ Πνεύματος χάριτος ἐγχειρισθεὶς, τὸν Ἠλίαν καὶ τὸν τούτου ζηλωτὴν τὸν Ἰωάννην ὅτι παρήλασε μὲν οὐκ ἂν εἴποιμι, μὴ καὶ λίαν φορτικὸν τὸ λεγόμενον ᾖ, ἔφθασε δὲ οὕτως, ὡς μηδὲ τὸ τυχὸν ἀπολειφθῆναι τῆς ἐλευθερίας τῶν γενναίων ἐκείνων ἀνδρῶν. Οὐ γὰρ τετράρχην πόλεων ὀλίγων, οὐδὲ ἑνὸς ἔθνους βασιλέα, ἀλλὰ τὸν τὸ πλεῖστον μέρος τῆς οἰκουμένης ἁπάσης κατέχοντα, αὐτὸν δὴ τοῦτον τὸν ἀνδροφόνον, καὶ πολλὰ μὲν ἔθνη, πολλὰς δὲ πόλεις καὶ στρατιὰν ἄπειρον κεκτημένον, καὶ πάντοθεν ὄντα φοβερὸν, ἀπό τε τοῦ μεγέθους τῆς ἀρχῆς, ἀπό τε τῆς τῶν τρόπων θρασύτητος, ὡς ἀνδράποδον εὐτελὲς καὶ οὐδενὸς ἄξιον λόγου, οὕτω τῆς ἐκκλησίας ἐξέβαλε, μετὰ τοσαύτης ἀταραξίας καὶ ἀφοβίας, μεθ' ὅσης ἂν ποιμὴν πρόβατον ψώρας ἐμπεπλησμένον καὶ νενοσηκὸς τῆς ποίμνης ἀπείρξειε, κωλύων εἰς τὰ λοιπὰ διαβῆναι τὴν νόσον τοῦ κάμνοντος. Καὶ ταῦτα ἔπραττεν, ἔργῳ τὸν τοῦ Σωτῆρος λόγον βεβαιῶν, ὅτι μόνος δοῦλός ἐστιν ὁ τὴν ἁμαρτίαν ποιῶν, κἂν μυρίους ἐπὶ τῆς κεφαλῆς ἔχῃ στεφάνους, κἂν ἁπάντων δοκῇ τῶν ἐπὶ τῆς γῆς ἀνθρώπων κρατεῖν· ὁ δὲ οὐδὲν ἑαυτῷ συνειδὼς πονηρὸν, κἂν ἐν τῇ τῶν ὑπηκόων καταλέγηται τάξει, πάντων ἐστὶ βασιλέων βασιλικώτερος. Αὐτίκα γοῦν τὸν ἄρχοντα διέταττεν ὁ ἀρχόμενος, καὶ τῷ κρατοῦντι πάντων ἔκρινεν ὁ ὑπήκοος, καὶ τὴν καταδικάζουσαν αὐτὸν ψῆφον ἔφερε. Σὺ δὲ ταῦτα ἀκούων, μὴ παρέλθῃς ἁπλῶς τὸ λεχθέν· ἱκανὸν μὲν γὰρ καὶ αὐτὸ καθ' ἑαυτὸ τοῦτο ἀπαγγελθὲν, ὅτι τὸν βασιλέα τῶν τῆς ἐκκλησίας προθύρων ἐξήλασε τῶν ὑπὸ τὴν ἀρχὴν ὄντων τις τὴν αὐτοῦ, διαναστῆσαι
6. It happened at that time, in which this pitiless and pitiable drama was being dared, that a certain great and wondrous man (if indeed one must call him a man) was taking care of the flock among us; Babylas was his name. This man, therefore, having then been entrusted with Christ's Church here by the grace of the Spirit, that he outstripped Elijah and his emulator John I would not indeed say, lest what is said be even too burdensome, yet he attained in such a way as not even in the least to be left behind the freedom of those noble men. For not a tetrarch of a few cities, nor a king of a single nation, but him who held the greatest part of the whole inhabited world, this very man-slayer himself, possessing many nations, many cities, and a boundless army, and fearful on every side, both from the greatness of his empire and from the boldness of his ways, like a lowly slave worthy of no account, so did he cast him out of the church, with such untroubled calm and fearlessness as a shepherd would shut out from the flock a sheep filled with scab and diseased, hindering the disease of the ailing one from passing over to the rest. And he did these things, confirming in deed the word of the Saviour, that he alone is a slave who does sin, even if he has ten thousand crowns upon his head, even if he seems to rule over all men upon the earth; whereas he who is conscious in himself of nothing wicked, even if he is reckoned in the rank of subjects, is more kingly than all kings. At once, at any rate, he who was ruled gave orders to the ruler, and the subject passed judgement upon him who ruled over all, and brought in the vote condemning him. And as you hear these things, do not merely pass by what has been said: for even this itself by itself when reported—that someone of those under his rule drove the emperor from the porches of the church—is sufficient to rouse up
PG 50:542Read from the page
καὶ ἐκπλῆξαι τὴν τῶν ἀκουόντων ψυχήν. Εἰ δὲ βούλει τὸ θαῦμα ἅπαν καταμαθεῖν ἀκριβῶς, μὴ ψιλῷ τῷ ῥήματι πρόσεχε, ἀλλ' ὑπόγραψον τοὺς δορυφόρους, τους ὑπασπιστὰς, τοὺς στρατηγοὺς, τοὺς ἄρχοντας, τοὺς ἐν ταῖς βασιλικαῖς αὐλαῖς τρεφομένους, τοὺς ἐπὶ τῶν πόλεων τεταγμένους, τὸν τῦφον τῶν προηγουμένων, τῶν ἑπομένων τῶν σοβούντων τὸ πλῆθος, τὴν ἄλλην θεραπείαν ἅπασαν. Εἶτα αὐτὸν ἐν τῷ μέσῳ μετὰ πολλοῦ μὲν ἐπιβαίνοντα τοῦ φρονήματος, σεμνότερον δὲ ἀπὸ τῶν ἱματίων φαινόμενον, καὶ τῆς ἁλουργίδος, καὶ τῶν λίθων τῶν πανταχοῦ διεσπαρμένων κατὰ τὴν δεξιὰν, κατὰ τὴν συμβολὴν τῆς χλανίδος, τῶν ἀπὸ τοῦ διαδήματος ἐξ αὐτῆς ἀστραπτόντων τῆς κεφαλῆς. Καὶ μηδὲ μέχρι τούτου στήσῃς τὴν εἰκόνα, ἀλλ' ἔκτεινον αὐτὴν καὶ ἐπὶ τὸν τοῦ Θεοῦ δοῦλον, τὸν μακάριον Βαβύλαν, καὶ τὸ σχῆμα τὸ ταπεινὸν, καὶ ἐπὶ τὴν στολὴν τὴν ἰδιωτικὴν, καὶ τὴν συντετριμμένην ψυχὴν, καὶ τὸ θράσους ἀπηλλαγμένον φρόνημα, καὶ οὕτως ἀμφοτέρους διαγράψας καὶ ἀντιθεὶς, τότε γνώσῃ τὸ θαῦμα καλῶς, μᾶλλον δὲ οὐδὲ οὕτως ἐπιλήψῃ τῆς ἀκριβείας αὐτῆς· τὴν γὰρ παῤῥησίαν ἐκείνην λόγος μὲν οὐδεὶς οὐδὲ ὄψις παραστῆσαι δύναιτ' ἂν, ἡ πεῖρα δὲ μόνη καὶ ἡ χρῆσις αὐτῆς. Καὶ τὸ παράστημα δὲ τῆς τοῦ γενναίου ψυχῆς μόνος ἐκεῖνος δύναιτ' ἂν εἰδέναι καλῶς, ὁ δυνηθεὶς εἰς τὴν αὐτὴν αὐτῷ τῆς παῤῥησίας φθάσαι κορυφήν. Πῶς γὰρ προσῆλθεν ὁ γέρων; πῶς τοὺς δορυφόρους διέκοψε; πῶς τὸ στόμα διῆρε; πῶς ἐφθέγξατο; πῶς ἐπετίμησε; πῶς τὴν δεξιὰν εἰς τὸ στῆθος ἀπήρεισε τὸ φλεγμαῖνον ἔτι τῷ θυμῷ καὶ ζέον τῷ φόνῳ; πῶς ἀπώσατο τὸν ἀνδροφόνον; Οὐδὲν αὐτὸν τῶν δρωμένων κατέπληξε, καὶ τῆς προθέσεως ἐξέκρουσεν. Ὦ ψυχῆς ἀκαταπλήκτου καὶ διανοίας ὑψηλῆς! ὢ φρενῶν οὐρανίων καὶ παραστήματος ἀγγελικοῦ! Ὥσπερ γὰρ ἐν τοίχῳ γεγραμμένην ἅπασαν τὴν φαντασίαν ἐκείνην ὁρῶν, οὕτως ἀταράχως ἅπαντα ἔπραττεν ὁ γενναῖος ἀνήρ. Καὶ γὰρ ἦν πεπαιδευμένος ἀπὸ τῶν θείων δογμάτων, ὅτι σκιὰ καὶ ὄναρ καὶ τούτων οὐδαμινώτερα ἅπαντα τὰ τοῦ κόσμου πράγματα. Διὰ τοῦτο οὐδὲν αὐτὸν τούτων καταπτῆξαι ἐποίησεν, ἀλλὰ καὶ μᾶλλον ἐθάῤῥυνεν. Ἡ γὰρ ὄψις ἐκείνη τῶν ὁρωμένων τὴν διάνοιαν παρέπεμπεν ἐπὶ τὸν ἄνω βασιλέα τὸν καθήμενον ἐπὶ τῶν Χερουβὶμ καὶ βλέποντα ἀβύσσους, ἐπὶ τὸν θρόνον τὸν ἔνδοξον καὶ ὑψηλὸν, ἐπὶ τὴν στρατιὰν τὴν οὐράνιον, ἐπὶ τὰς μυριάδας τῶν ἀγγέλων, ἐπὶ τὰς χιλιάδας τῶν ἀρχαγγέλων, ἐπὶ τὸ βῆμα τὸ φοβερὸν, ἐπὶ τὸ κριτήριον τὸ ἀδέκαστον, ἐπὶ τὸν τοῦ πυρὸς ποταμὸν, ἐπὶ τὸν κριτὴν αὐτόν. Διά τοι τοῦτο ὅλον ἑαυτὸν μεταστήσας ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν, ὡς ἐκείνῳ τῷ δικαστῇ παρεστὼς, καὶ αὐτοῦ κελεύοντος ἀκούων, τὸν ἐναγῆ καὶ μιαρὸν τῆς ἱερᾶς ἀγέλης ἐξωθεῖν, οὕτως ἐξέβαλε, καὶ τῶν λοιπῶν προβάτων ἀφώρισε, καὶ πρὸς οὐδὲν ἐπεστρέφετο τῶν ὁρωμένων καὶ δοκούντων εἶναι φοβερῶν, ἀλλ' ἀνδρείως αὐτὸν μάλα καὶ γενναίως ἀπωσάμενος, παρέστη τυραννουμένοις τοῖς τοῦ Θεοῦ νόμοις. Καίτοι πόσῃ περὶ τοὺς λοιποὺς αὐτὸν παῤῥησίᾳ κεχρῆσ⟨θ⟩αι εἰκός; Ὁ γὰρ τῷ κρατοῦντι μετὰ τοσαύτης ἐξουσίας προσενεχθεὶς, τίνα τῶν λοιπῶν ἔδεισεν ἄν; Ἐγὼ τὸν ἄνδρα ἐκεῖνον στοχάζομαι, μᾶλλον δὲ οὐ στοχάζομαι, ἀλλὰ πιστεύω, μὴ πρὸς χάριν, μὴ πρὸς ἀπέχθειαν, μήτε πρᾶξαι, μήτε εἰπεῖν τί ποτε, ἀλλὰ καὶ πρὸς φόβον, καὶ πρὸς τὴν τούτου δυνατωτέραν κολακείαν, καὶ πρὸς τὰ ἄλλα τὰ τοιαῦτα (πολλὰ δὲ τὰ ἀνθρώπινα) γενναίως στῆναι καὶ ἀνδρείως, καὶ μηδὲ μικρόν τι τῆς ὀρθῆς διαφθεῖραι κρίσεως. Εἰ γὰρ στολισμὸς ἀνδρὸς, καὶ γέλος ὀδόντων, καὶ βῆμα ποδὸς ἀπαγγέλλει τὰ περὶ αὐτοῦ, πολλῷ μᾶλλον τὰ τοσαῦτα κατορθώματα πᾶσαν ἡμῖν ἱκανὰ τοῦ λοιποῦ βίου παραδεῖξαι τὴν ἀρετήν· οὐδὲ γὰρ ἐπὶ τῇ παῤῥησίᾳ μόνον αὐτὸν θαυμάζειν χρὴ, ἀλλὰ καὶ ἐπὶ τῷ μέχρι τοσούτου τὴν παῤῥησίαν ἐκτεῖναι, καὶ ἐπὶ τῷ πάλιν μηδὲν προσθεῖναι πλέον αὐτῇ.
and astound the soul of those who hear. And if you wish to learn the whole wonder exactly, do not pay heed to the bare word, but sketch out the bodyguards, the shield-bearers, the generals, the magistrates, those reared in the royal courts, those set over the cities, the pomp of those going before, the multitude of those following who clear the way, all the other retinue. Then himself striding in the midst with great haughtiness on the one hand, and appearing more imposing on the other from his garments, and the purple robe, and the stones scattered everywhere along his right side, along the clasp of his mantle, and those from the diadem flashing forth from his head itself. And do not halt the image even as far as this, but stretch it out also to the slave of God, the blessed Babylas, and his humble bearing, and to his ordinary attire, and his contrite soul, and his mind free from audacity; and having thus delineated and set both in contrast, then you will know the wonder well—or rather, not even so will you grasp its exactness: for that boldness of speech no word nor sight could present, but experience alone and the practice of it. And the resolute spirit of the noble man's soul he alone could know well who was able to attain to the same summit of boldness of speech with him. For how did the old man approach? How did he cut through the bodyguards? How did he open his mouth? How did he utter? How did he rebuke? How did he plant his right hand against the chest still inflamed with wrath and boiling with murder? How did he thrust away the man-slayer? Nothing of the things being done dismayed him and beat him off from his purpose. O undismayed soul and lofty mind! O heavenly wits and angelic resolute spirit! For just as though seeing all that pageantry painted upon a wall, so untroubledly did the noble man do all things. For indeed he had been educated from the divine doctrines that all the matters of the world are shadow and dream and more worthless than these. On account of this none of these things made him cower, but even emboldened him the more. For that sight of the things seen escorted his mind to the King above Who sits upon the Cherubim and looks upon the abysses, to the glorious and lofty throne, to the heavenly army, to the myriads of the angels, to the thousands of the archangels, to the fearful tribunal, to the unbribed court of judgement, to the river of fire, to the Judge Himself. On this very account, having transferred his whole self from the earth to heaven, as though standing beside that Judge and hearing Him command him to thrust out the accursed and abominable man from the sacred flock, so did he cast him out, and separated him from the rest of the sheep, and turned his attention to nothing of the things seen and seeming to be fearful, but having thrust him away very manfully and nobly, he stood by the laws of God when tyrannized over. And yet with how great boldness of speech towards the rest is it likely that he used it? For he who bore himself towards him who ruled with such great authority, whom of the rest would he have feared? I conjecture that that man—or rather I do not conjecture, but I believe—neither did nor said anything at any time out of favour or out of hostility, but stood nobly and manfully both against fear, and against flattery which is more powerful than this, and against the other such things (and human things are many), and did not corrupt even a little bit of right judgement. For if a man's attire, and the laughter of his teeth, and the step of his foot announce the things concerning him, far more are such great achievements sufficient to show forth to us all the virtue of the rest of his life; for neither must one marvel at him for his boldness of speech alone, but also for stretching out his boldness of speech as far as so much, and again for adding nothing more to it.
Notes, col. 542

On the reading

Printed τους ὑπασπιστὰς, for τοὺς ὑπασπιστὰς.

Printed γέλος, for γέλως.

PG 50:541 bisRead from the page
Forte mirantur quidam, cur non immissa de caelo plaga percussus fuerit qui talia ausus esset, aut cur non Deus eum fulmine ferierit, ut ante ingressum os illud impudens igneo ictu conflagraret. Ego vero si quibus haec cogitatio animum subiit, laudo eos et aestum eorum admiror ; attamen eorum laudibus et admirationi non minimum quidpiam deesse puto. Justa quippe indignatione commoti sunt, tum super injuste caeso puero, tum super Dei legibus ita temere violatis ; sed ira ferventes non quantum opus erat perspexerunt : justitiae enim hujus lex alia longe superior in caelis est. Quaenam igitur haec lex? Ne peccatoribus protinus ultio inferatur, sed delinquenti tempus detur et induciae, ut delictum possit excutere, et per poenitentiam iis qui nihil mali admiserunt aequari : quod tunc in nefario illo demonstratum est ; nihil enim profecit, sed sine emendatione mansit. Deus certe benignus cum sit, hoc prospiciens, ne ita quidem contempsit illum, nec quae a se erant facere desiit ; sed illum et aegrum visitavit, et ejus restaurandae sanitati studuit. Ille vero remedium accipere noluit ; imo ad hoc missum medicum concidit. Medicina porro et medicinae modus hujusmodi erat.
Perhaps some marvel why one who had dared such deeds was not struck down by a blow sent from heaven, or why God did not smite him with a thunderbolt so that before his entrance that shameless countenance might be consumed by a fiery stroke. For my part, if this thought has entered the minds of any, I praise them and admire their fervour; yet I judge that no small thing is wanting to their praise and admiration. For they have been moved by a just indignation, both over the boy unjustly slain and over the laws of God so recklessly violated; yet, seething with wrath, they have not perceived all that was needful to see: for another law of this justice, far higher, is laid up in heaven. What, then, is this law? That vengeance should not be inflicted forthwith upon sinners, but that time and respite should be granted to the offender, so that he may shake off his offence and through repentance be made equal to those who have committed no evil: which was shown at that time in the case of that nefarious man, though he profited nothing, but remained without amendment. Yet God, being gracious and foreseeing even this, did not even so disregard him or cease doing what lay on His part; rather, He visited him in his sickness and laboured to restore his health. He, however, refused to accept the remedy; nay more, he cut down the physician sent for this purpose. Now the remedy and the manner of healing were as follows.
6. Babylas Imperatorem ecclesiae aditu arcet. — Eo tempore quo drama illud et facinus immane miserandumque agebatur, fuit vir magnus et mirabilis, si tamen fas sit illum appellare virum, qui hujus gregis curam gerebat, nomine Babylas. Hic itaque, cui haec Christi Ecclesia a Spiritus gratia concredita fuerat, quod Heliam ejusque aemulum Joannem antecelleret non dixerim, ne quid molestius proferam, sed ita attigit, ut ne tantillum quidem generosis ejusmodi viris inferior esset. Neque enim paucarum urbium tetrarcham, neque gentis unius regem, sed eum, qui maximam orbis partem teneret, hunc ipsum scilicet sanguinarium, qui plurimas gentes, multas urbes, immensum exercitum moderabatur, atque omni ex parte formidabilis erat, ab imperii magnitudine, a morum ferocitate, quasi vile ac nullius pretii mancipium, ab ecclesia expulit cum tanta firmitate animique constantia, quanta pastor scabiosam et morbidam ovem a grege arceat, cohibens ne morbus ejus caeteras oves afficiat. Id vero fecit Servatoris verbum confirmans, nempe servum esse solum eum, qui peccatum faciat, quamvis sexcentas capite coronas gestet, quamvis universis totius orbis hominibus imperare videatur : illum vero qui nullius peccati sibi conscius sit, etsi inter subditos locum habeat, plus quam reges omnes regnare existimandum esse. Statim ergo imperanti praecepit subditus, et de omnium moderatore judicium tulit, atque damnationis sententiam emisit. Tu vero dum haec audis, ne dictum obiter praetereas. Nam vel hoc solum, quod Imperatorem subditus quispiam ab ecclesiae vestibulo ejecerit, sufficit ad auditorum animos excitandos percellendosque. Si vis autem totum miraculum diligenter ediscere, ne simplici dictioni attendas, sed tecum reputa satellites, scutatos, tribunos, duces qui in regia aluntur, eos qui civitatibus praeficiuntur, praeeuntium fastum, sequentium et abigentium multitudinem, aliumque famulatum totum.
6. Babylas bars the Emperor from entering the church. — At that time when that drama and monstrous, pitiable outrage was being enacted, there was a great and admirable man—if indeed it is lawful to call him a mere man—who had charge of our flock here, Babylas by name. This man, then, to whom this Church of Christ had been entrusted by the grace of the Spirit, I would not say surpassed Elijah and his zealous imitator John, lest I utter anything too bold, yet he came so close as to fall not even a whit short of noble men such as they. For it was no tetrarch of a few cities, nor king of a single nation, but him who held the greatest part of the world—this very bloodthirsty man who governed very many nations, many cities, and a vast army, and was formidable on every side both from the greatness of his empire and from the ferocity of his character—whom he drove out of the church like a base and worthless slave, with as much firmness and constancy of soul as a shepherd uses when keeping a scabby and diseased sheep away from the flock, preventing its sickness from infecting the other sheep. And this he did in confirmation of the Saviour's word—namely, that he alone is a slave who commits sin, even though he wear a hundred crowns upon his head and seem to command all men in the whole world; whereas he who is conscious of no sin within himself, even though he hold a place among subjects, must be deemed to reign more truly than all kings. Straightway, therefore, the subject gave orders to the ruler, passed judgement upon the governor of all, and pronounced sentence of condemnation. And as you hear these things, do not pass idly by what is said. For even this fact alone, that some subject cast the Emperor out from the porch of the church, suffices to rouse and astonish the minds of hearers. Yet if you wish to learn the whole wonder diligently, do not attend merely to the bare statement, but picture to yourself the bodyguards, the shield-bearers, the tribunes, the commanders reared in the royal court, the governors appointed over cities, the pomp of those marching in front, those following and clearing away the crowd, and all the rest of the retinue.
PG 50:542 bisRead from the page
Deinde ipsum Imperatorem in medio, ingenti cum fastu ingredientem, qui honorabilior videatur ex vestibus, ex purpura, ex gemmis tum undique sparsis in dextra, ad commissuram paludamenti, tum ex diademate in ejus capite fulgentibus. Neque huc usque imaginem sistas, sed eam usque ad servum Dei beatum Babylam extendas, ejusque humilem habitum, amictum vulgarem, animum contritum, sensum ab omni audacia alienum ; et cum ambos descripseris mutuoque contuleris, tunc rem illam mirabilem probe cognosces ; imo ne sic quidem accurate comprehendes : illam quippe loquendi libertatem nec sermo nec oris species repraesentare potest, sed sola experientia et usus. Porro imperturbatum ejus animum ille solus probe nosse possit, qui idipsum cum illo fiduciae culmen attingere valeat. Quomodo enim senex ille accessit? quomodo satellites trajecit? quomodo os aperuit? quomodo loquutus est? quomodo corripuit? quomodo dextram imposuit pectori illi adhuc intumescenti atque caede ferventi? quomodo homicidam repulit? Nihil rerum gestarum exterruit et a proposito deduxit. O animum imperterritum, mentemque sublimem! o caeleste pectus et constantiam angelicam! Ac si enim pompam illam in muro depictam conspiceret, sic intrepide omnia generosus vir perfecit. Erat enim divinis his dogmatibus institutus, quod scilicet, umbra et somnium hisque inaniora sint hujus mundi negotia. Ideo nihil eorum ipsum exterruit, imo fiduciam omnia indidere : illarum quippe rerum aspectus ejus mentem transmittebat ad supernum regem, qui sedet super Cherubim et intuetur abyssos, ad thronum gloriosum et excelsum, ad caelestem exercitum, ad myriadas angelorum, ad millia archangelorum, ad terribile illud tribunal, ad judicium illud sine acceptione personarum, ad fluvium ignis, ad Judicem ipsum. Quapropter se totum a terra in caelum transferens, quasi illi Judici adstaret, ipsumque imperantem audiret, ut nefarium illum ac scelestum ex sacro ovili expelleret, sic ejecit et a reliquis ovibus sequestravit, ad nihil eorum respiciens, quae videbantur terribilia esse, sed viriliter illum ac generose admodum repellens violatis Dei legibus opem tulit. Atqui quanta erga caeteros fiducia usum illum esse par est? Qui enim imperantem tanta cum potestate aggressus est, quem reliquorum formidaverit? Equidem opinor, imo non opinor, sed credo, virum illum nec ad gratiam nec ad odium quidpiam fecisse vel dixisse umquam ; sed adversus timorem, et adversus timore potentiorem adulationem, et alia similia, quae apud homines multa adsunt, utiliter fortiterque stetisse, ac ne tantillum quidem recti judicii adulterasse. Si enim amictus viri, dentium risus, pedum incessus ejus mores arguunt (Eccli. 19. 26), multo magis caetera ab eo praeclare gesta ostendere possunt quantae in reliqua vita virtutis fuerit : neque enim ob fiduciam solum admirandus ille est, sed quod fiduciam illam eo usque produxerit, tum etiam quod ei nihil ulterius addiderit.
Next picture the Emperor himself in the midst, advancing in vast pomp, seeming more imposing from his raiment, from his purple, and from the gems glittering both everywhere scattered on his right side at the clasp of his imperial cloak and from the diadem upon his head. Nor stop your portrait at this point, but extend it to the servant of God, blessed Babylas, and his lowly bearing, his plain attire, his contrite heart, and his mind stranger to all arrogance; and when you have depicted both and set them side by side, then you will rightly recognize that marvellous deed—nay, not even so will you grasp it accurately: for neither speech nor outward sight can represent that boldness of utterance, but experience and practice alone. Moreover, that man alone could rightly know his untroubled soul who might avail to reach the very same summit of boldness with him. For how did that aged man approach? How did he cleave through the bodyguards? How did he open his mouth? How did he speak? How did he rebuke him? How did he lay his right hand upon that breast still swelling with wrath and boiling with murder? How did he thrust the murderer back? None of the things taking place daunted him or turned him aside from his resolve. O undaunted soul and sublime mind! O heavenly breast and angelic constancy! For just as though he beheld all that pageantry painted upon a wall, so fearlessly did the noble man accomplish all things. For he had been trained in these divine teachings—namely, that the affairs of this world are a shadow and a dream, and emptier even than these. Therefore none of those things frightened him; nay rather, they all inspired him with confidence: for the sight of those earthly things carried his mind across to the King on high, who sits above the Cherubim and looks upon the abysses, to the glorious and exalted throne, to the heavenly host, to the myriads of angels, to the thousands of archangels, to that dread tribunal, to that judgement without respect of persons, to the river of fire, and to the Judge Himself. Wherefore, transferring himself wholly from earth to heaven, as though standing beside that Judge and hearing Him command him to drive that nefarious and accursed man out of the sacred fold, even so did he cast him out and cut him off from the rest of the sheep, having regard to none of those things that seemed terrible, but manfully and most nobly thrusting him back and coming to the aid of the violated laws of God. Yet how great a boldness is it reasonable to suppose he used towards all others? For whom among the rest could he have feared who confronted the ruler with such great authority? For my part I surmise—nay, I do not surmise, but believe—that that man never did or said anything either out of favour or out of enmity, but stood serviceably and bravely against fear, and against flattery, which is mightier than fear, and against other such pressures, which are many among men, and never corrupted right judgement in even the slightest degree. For if a man's attire, the laughter of his teeth, and the gait of his feet declare his character (Sir. 19:26), much more can the other noble deeds wrought by him show how great his virtue was in the rest of his life: for he is admirable not for his boldness alone, but because he carried that boldness just so far, and also because he added nothing further to it.
PG 50:543 bisRead from the page
7. Talis quippe est Christi sapientia, quae nec plus justo decertare permittat, sed ubique moderationem servet. Atqui ipsi licebat, si voluisset, ultra progredi. Ei enim qui vitae curam abjecisset (non enim prorsus accessisset, nisi se hujusmodi cogitationibus armavisset), cum potestate omnia facere licebat, et Imperatorem contumeliis aspergere, et diadema de capite detrahere, et pugnis os contundere, quando dextram in pectus impegit. Sed nihil horum fecit : spirituali namque sale conditam habebat animam : quamobrem nihil temere vel frustra egit, sed omnia recto rationis judicio et saniori modo : non quemadmodum gentilium sapientes, qui moderate numquam, sed ubique, ut ita dicam, aut plus aut minus, quam par est, confidentiam exhibent suam, ita ut nusquam fortitudinis, sed irrationabilium affectuum opinionem ubique sibi concilient ; ubi minus praestitere, formidinis ; ubi excessere, arrogantiae et vanae gloriae apud omnes convicti. At non item beatus ille : non enim temere quod in mentem subiret agebat, sed cunctis accurate examinatis, concinnatisque secundum divinas leges cogitationibus, sic ad opus eas eduxit. Ideoque sectionem non in superficie tantum fecit, ne major pars affecti membri remaneret ; neque profundiorem, quam par erat, ne plagae excessu sanitatem corrumperet ; sed plaga ad morbum attemperata, sic optimam adhibuit medicinam. Hinc illum ira, ignavia, arrogantia, vanae gloriae cupidine, odio, metu, adulatione purum esse fidenter pronuntiarim.
7. For such is the wisdom of Christ, which neither allows one to contend beyond what is just, nor fails to preserve moderation everywhere. Yet it was open to him, had he wished, to go further. For to one who had cast aside regard for life (for he would not have stepped forward at all had he not armed himself with thoughts of this kind), it was open to do everything with authority: to heap insults upon the Emperor, to pluck the diadem from his head, and to bruise his face with his fists when he planted his right hand against his breast. Yet he did none of these things, for he had a soul seasoned with spiritual salt; wherefore he did nothing rashly or in vain, but all things with right judgement of reason and in a sounder temper—not like the wise men of the Gentiles, who never display their boldness with moderation, but everywhere, so to speak, go either beyond or short of what is fitting, so that nowhere do they win for themselves a reputation for courage, but everywhere for irrational passions, being convicted before all of cowardice where they have fallen short, and of arrogance and vainglory where they have gone to excess. Not so that blessed man: for he did not rashly act upon whatever came into his mind, but, after accurately weighing all things and harmonizing his thoughts according to the divine laws, so brought them forth into action. Accordingly, he made the incision neither merely on the surface, lest the greater part of the diseased member should remain behind, nor deeper than was fitting, lest by an excessive wound he should mar sound health; but by proportioning the stroke to the malady, he applied the best medicine. Hence I would confidently pronounce him pure of wrath, cowardice, arrogance, lust for vainglory, hatred, fear, and flattery.
Modus in rebus. — Quod si quid inexspectatum dicere opus sit, non tam miror beatum illum quod Imperatoris furorem reprimere ausus sit, quam quod intellexerit quatenus hoc ipsum facere oporteret, nec quidquam ulterius vel fecerit vel dixerit. Quod autem hoc sit illo mirabilius, multos invenire est, qui cum illud fecerint, hoc praestare non potuerunt. Nam cum libertate loqui quilibet saepe possunt ; idipsum autem tempore, modo, moderatione ac prudentia congruenti praestare, magni admirandique animi est. Quandoquidem beatum David magna cum confidentia contumeliis incessit Semei, virumque sanguinum vocavit (2. Reg. 16. 5) ; at non id ego fiduciam vel libertatem dixerim, sed linguae potius intemperantiam animique audaciam, contumaciam, arrogantiam, et quidvis potius, quam libertatem. Par est enim, ut puto, eum, qui redarguturus est, ab audacia maxime atque arrogantia abstinere, vimque suam in natura tantum verborum gestorumque demonstrare. Medici namque cum putrida membra resecare et aestuantia comprimere opus est, non irae pleni medicinam aggrediuntur : sed tunc maxime in convenienti statu cogitationem continere student, ne perturbatio animi noceat arti. Quod si is, qui corpus sanare cupit, tanta opus habet animi tranquillitate, animarum medico quid, quaeso, faciendum statuemus, et quantam in eo philosophiam requiremus? Longe majorem scilicet, et tantam quantam ille martyr exhibuit. Nobis enim quosdam ceu terminos et regulas ponens, ut inde modum agendi in caeteris proportione quadam mutuemur, sic miserum illum a sacro limine repulit.
Due measure in all things. — And if one must say something paradoxical, I do not marvel so much at that blessed man because he dared to check the Emperor's fury, as because he discerned how far this ought to be done, and neither did nor said anything beyond that limit. And that this is more admirable than the other, one may find many who, though they accomplished the former, were unable to make good the latter. For ordinary men are often able merely to speak out freely; whereas to do this very thing at the fitting time and with proper measure, moderation, and prudence belongs to a great and admirable soul. Seeing that Shimei assailed blessed David with insults with great boldness and called him a man of blood (2 Sam. 16:5); yet I would not call that confidence or freedom of speech, but rather unbridled licence of tongue and recklessness, defiance, and arrogance of mind—indeed anything rather than free speech. For it is fitting, I think, that one who is about to reprove should abstain above all from rashness and arrogance, and display his force solely in the very nature of his words and deeds. For physicians too, when there is need to cut away putrid members and reduce inflamed ones, do not approach their treatment filled with wrath, but are most of all eager then to keep their judgement in a befitting frame, lest agitation of mind should mar their skill. And if one who desires to heal the body requires such great tranquillity of mind, what, pray, shall we lay down for the physician of souls to do, and how great a philosophy shall we require in him? Far greater, surely, and just as great as that martyr displayed. For setting down for us certain boundaries and rules, as it were, so that from them we might derive a due proportion and measure of action in other cases, even so did he drive that wretched man back from the sacred threshold.
Notes, col. 543 bis

On the reading

Printed contumelus, for contumeliis.

Printed sauare, for sanare.

PG 50:544 bisRead from the page
Videturque unum tantum tunc probe gestum opus fuisse ; sed si quis illud examinet et undique accurate perpendat, et secundum, et tertium huic insitum, magnumque utilitatis thesaurum reperiet. Nam qui tunc rejiciebatur, unus tantum erat ; qui lucrum inde reportarunt, plurimi : siquidem in imperio ejus, quod maximam orbis partem complectebatur, quotquot increduli erant, obstupefacti miratique sunt, ubi didicerunt quantam servis suis Christus loquendi fiduciam indidisset, suam ipsorum illiberalem et abjectam servitutem deriserunt, viderunt quantum inter Christianorum nobilitatem et gentilium turpitudinem discriminis esset. Etenim ii apud illos, quibus sacrorum cura concredita est, plus quam dominos, plus quam idola sua Imperatores colunt, illorumque metu simulacris suis assident, ita ut maligni daemones Imperatoribus sibi collati honoris gratiam habeant. Itaque ubi contingit quempiam Imperatorem creari, qui cum illis religione non consentiat, si quis idolorum templa ingrediatur, in muris passim videbit extensas aranearum telas, tantoque pulvere conspersam statuam, ut neque nasus, neque oculus, neque alia quaevis pars vultus appareat, altarium vero reliquiae solum, majori abrupta parte, supersunt, et alioqui tam densa undique herba circumdata sunt, ut qui altaria esse ignoret, acervum sterquilinii esse putet. Hujus rei causa est, quod olim illis liceret quaecumque vellent suffurari et per statuarum cultum ventri indulgere : nunc autem quam ob causam sese cruciaverint? Assidentes enim ac sese conficientes ab illis ne minimum quidem praemii exspectant : sunt enim ligna et lapides : quod autem illos ad simulandum cultum inducit, est honor quem illis exhibent Imperatores ; verum et ille sublatus est, quando Imperatores sapiunt, et Dei Filium adorant.
And it seems as though only one deed was nobly wrought at that time; yet if anyone examines it and weighs it accurately on every side, he will find a second and a third implanted within it, and a great treasure of benefit. For he who was cast back at that moment was one man alone, whereas those who reaped profit from it were very many: inasmuch as throughout his empire, which embraced the greatest part of the world, all who were unbelievers were dumbfounded and marvelled when they learned how great a boldness of speech Christ had imparted to His servants; they mocked their own servile and abject bondage, and saw how vast a difference lay between the nobility of Christians and the baseness of the Gentiles. For those among them to whom the care of sacred rites has been entrusted court the Emperors more than masters, more than their own idols, and out of fear of them sit attending their images, so that the malignant demons owe thanks to the Emperors for the honour paid to them. Accordingly, whenever it happens that an Emperor is chosen who does not agree with them in religion, if anyone enters the temples of the idols, he will see spiders' webs stretched everywhere upon the walls, and the statue covered over with so much dust that neither nose, nor eye, nor any other part of the face appears, while of the altars only remnants survive, the greater part having broken away, and they are besides so thickly overgrown with weeds on every side that one who did not know they were altars would suppose them to be a dung-heap. The reason for this is that formerly they were allowed to pilfer whatever they wished and to indulge their bellies through the tending of the statues: now, however, for what reason would they wear themselves out? For if they sit attending and exhausting themselves, they expect not even the slightest reward from them, since they are wood and stones; whereas what induces them to feign devotion is the honour which the Emperors accord them—and even that has been taken away now that the Emperors are wise and adore the Son of God.
8. Res Christianorum in persequutione florent magis. — At nostra non hoc se habent modo, sed plane contrario. Cum enim quis religione nobiscum consentiens imperatorium adit thronum, Christianorum res segniores evadunt : tantum abest ut humanis honoribus erigantur ; cum autem quis impius nobis plane infestus innumerisque nos malis afficiens imperium tenet, tunc florent nostra ac splendidiora efficiuntur, tunc praemiorum et tropaeorum tempus, tunc coronarum, praeconiorum, ac fortitudinis exhibendae occasio. Quod si quis dicat etiam nunc superesse urbes quae circa idolorum insaniam parem exhibent cultum, primo quidem paucas numerabit, verumtamen ne hac quidem ratione verbis meis officiet : manet enim eadem hypothesis, ac pro Imperatore cives habent, qui parem illis praestent honorem. Atque hujus cultus causae sunt crapulae et comessationes tum diurnae tum nocturnae, tibiae, tympana, libertas impudentissime loquendi turpia, agendi turpiora, sese cibis ingurgitandi donec dirumpantur prae ebrietate, debacchandi, et in foedissimam insaniam delabendi : hi turpissimi sumptus jam labentem errorem detinent et fovent. Opulentiores enim eos qui ob ignaviam fame pereunt, in ordinem parasitorum adscitos, tamquam canes circa mensas victitantes enutriunt, impudentes ventres iniquarum epularum reliquiis distendunt, et pro lubito iis utuntur.
8. The affairs of Christians flourish all the more under persecution. — Yet our affairs do not stand in this way, but quite the contrary. For when someone who shares our religious faith mounts the imperial throne, the affairs of Christians grow slacker—so far are they from being upheld by human honours; whereas when some ungodly man utterly hostile to us and afflicting us with countless evils holds sway, then our cause flourishes and grows more resplendent, then is the season of prizes and trophies, then the occasion for crowns, proclamations, and the display of fortitude. And if anyone should say that even now cities remain which show the like devotion to the madness of idols, first of all he will reckon up but few, and nevertheless not even on this score will he impair my argument: for the same principle holds good, and in place of the Emperor they have citizens who accord them like honour. And the causes of this worship are drunken bouts and revels both by day and by night, flutes, tambourines, the licence to utter shameful things most impudently and to do things more shameful still, to gorge themselves with food until they burst from drunkenness, to rave in bacchanalian frenzy, and to sink into the foulest madness: these most disgraceful outlays still hold together and foster an error already collapsing. For the wealthier men pick out those who are perishing of hunger through idleness, enrol them in the rank of parasites, feed them like dogs living around their tables, distend their shameless bellies with the leavings of lawless banquets, and make use of them at their pleasure.