Migne Reading Room

PG 50 · cols. 475–478 bis · Read from the page

De Laudibus S. Pauli Apostoli Homiliae VII (Εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον ὁμιλίαι αʹ-ζʹ)

De Laudibus S. Pauli Apostoli Homiliae VII (Εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον ὁμιλίαι αʹ-ζʹ)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 50:475Read from the page
ετέλεσε, καὶ πᾶσαν ἀλογίαν καὶ θηριωδίαν τῆς τῶν ἀνθρώπων φύσεως ἐκβαλών, τὴν τοῦ Πνεύματος ἐπεισήγαγεν ἡμερότητα, καὶ μέχρι νῦν μένει πλέουσα ἡ κιβωτὸς αὕτη, καὶ οὐ διαλύεται. Οὐδὲ γὰρ ἴσχυσεν αὐτῆς τὰς σανίδας χαυνῶσαι τῆς κακίας ὁ χειμών, ἀλλ' ὑπερπλέουσα μᾶλλον τοῦ χειμῶνος, τὴν ζάλην κατέλυσε· καὶ μάλα εἰκότως· οὐ γὰρ ἀσφάλτῳ καὶ πίσσῃ, ἀλλὰ Πνεύματι ἁγίῳ κεχρισμέναι αἱ σανίδες αὗταί εἰσιν. Ἀλλὰ τὸν Ἀβραὰμ θαυμάζουσιν ἅπαντες, ὅτι ἀκούσας, Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, ἀφῆκε πατρίδα, καὶ οἰκίαν, καὶ φίλους καὶ συγγενεῖς, καὶ πάντα ἦν αὐτῷ τὸ ἐπίταγμα τοῦ Θεοῦ; Καὶ γὰρ καὶ ἡμεῖς τοῦτο θαυμάζομεν. Ἀλλὰ τί Παύλου γένοιτ' ἂν ἴσον; Ὃς οὐ πατρίδα καὶ οἰκίαν καὶ συγγενεῖς ἀφῆκεν, ἀλλ' αὐτὸν τὸν κόσμον διὰ τὸν Ἰησοῦν, μᾶλλον δὲ αὐτὸν τὸν οὐρανὸν, καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ ὑπερεῖδε, καὶ ἓν μόνον ἐζήτει, τοῦ Ἰησοῦ τὴν ἀγάπην. Καὶ ἄκουε αὐτοῦ τοῦτο δηλοῦντος καὶ λέγοντος· Οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ. Ἀλλ' ἐκεῖνος εἰς κινδύνους ῥίπτων ἑαυτὸν, τὸν ἀδελφιδοῦν ἐξήρπασε τῶν βαρβάρων; Ἀλλ' οὗτος οὐ τὸν ἀδελφιδοῦν, οὐδὲ τρεῖς καὶ πέντε πόλεις, ἀλλὰ τὴν οἰκουμένην πᾶσαν, οὐκ ἀπὸ βαρβάρων, ἀλλ' ἀπ' αὐτῆς τῆς τῶν δαιμόνων ἐξήρπασε χειρὸς, μυρίους καθ' ἑκάστην ὑπομένων κινδύνους, καὶ τοῖς οἰκείοις θανάτοις ἑτέροις πολλὴν ἀσφάλειαν κτώμενος. Ἀλλ' ἐκεῖ τὸ κεφάλαιον τῶν ἀγαθῶν ἐστι καὶ ἡ κορωνὶς τῆς φιλοσοφίας, τὸ τὸν υἱὸν καταθῦσαι; Ἀλλὰ καὶ ἐνταῦθα τὰ πρωτεῖα παρὰ τῷ Παύλῳ ὄντα εὑρήσομεν· οὐ γὰρ υἱὸν, ἀλλ' ἑαυτὸν μυριάκις κατέθυσεν, ὅπερ ἔφθην εἰπών. Τί ἄν τις θαυμάσειε τοῦ Ἰσαάκ; Πολλὰ μὲν καὶ ἄλλα, μάλιστα δὲ τὴν ἀνεξικακίαν, ὅτι φρέατα ὀρύττων, καὶ τῶν οἰκείων ἐλαυνόμενος ὅ⟨ρ⟩ων, οὐκ ἐπεξήει, ἀλλὰ καὶ καταχωννύμενα ὁρῶν ἠνείχετο, καὶ πρὸς ἕτερον ἀεὶ μεθίστατο τόπον, οὐχ ὁμόσε [ἀεὶ] τοῖς λυποῦσι χωρῶν, ἀλλ' ἐξιστάμενος καὶ παραχωρῶν πανταχοῦ τῶν οἰκείων κτημάτων, ἕως αὐτῶν τὴν ἄδικον ἐκόρεσεν ἐπιθυμίαν. Ἀλλ' ὁ Παῦλος οὐ φρέατα λίθοις καταχωννύμενα ὁρῶν, ἀλλὰ τὸ ἑαυτοῦ σῶμα, οὐ παρεχώρει, καθάπερ ἐκεῖνος, μόνον, ἀλλ' εἰσιὼν τοὺς λίθοις βάλλοντας αὐτὸν εἰς τὸν οὐρανὸν ἀνάγειν ἐφιλονείκει· ὅσῳ γὰρ κατεχώννυτο ἡ πηγὴ, τοσούτῳ μᾶλλον ἐξερρήγνυτο, καὶ πλείους ἐξέχεε ποταμοὺς εἰς ὑπομονήν. Ἀλλὰ τὸν παῖδα τὸν τούτου θαυμάζει τῆς καρτερίας ἡ Γραφή; Καὶ ποία ἀδαμαντίνη ψυχὴ τὴν Παύλου δύναιτ' ἂν ἐπιδείξασθαι ὑπομονήν; Οὐδὲ γὰρ δὶς ἑπτὰ ἔτη ἐδούλευσεν, ἀλλὰ τὸν πάντα βίον ὑπὲρ τῆς τοῦ Χριστοῦ νύμφης, οὐ συγκαιόμενος μόνον τῷ καύματι τῆς ἡμέρας, καὶ τῷ παγετῷ τῆς νυκτὸς, ἀλλὰ μυρίας νιφάδας πειρασμῶν ὑπομένων, νῦν μὲν μάστιγας λαμβάνων, νῦν δὲ λίθοις τὸ σῶμα βαλλόμενος, καὶ νῦν μὲν θηρίοις μαχόμενος, νῦν δὲ πελάγει πυκτεύων, καὶ λιμῷ διηνεκεῖ ἡμέρας καὶ νυκτὸς, καὶ κρυμῷ, καὶ πανταχοῦ ὑπὲρ τὰ σκάμματα πηδῶν, καὶ τὰ πρόβατα ἀπὸ
dered, and having cast out all irrationality and savagery from the nature of men, he introduced the gentleness of the Spirit; and until now this ark abides sailing, and is not broken up. For neither did the tempest of wickedness prevail to loosen its planks, but rather, sailing above the tempest, it stilled the surge; and quite reasonably so: for not with asphalt and pitch, but with the Holy Spirit have these planks been anointed. "But everyone marvels at Abraham, because upon hearing, Go forth out of your land and out of your kindred, he left fatherland, and house, and friends and kinsfolk, and the command of God was everything to him?" Why, we ourselves marvel at this too. Yet what could equal Paul? Who left not fatherland and house and kinsfolk, but the world itself for the sake of Jesus—nay rather, he overlooked heaven itself and the heaven of heaven, and sought one thing alone, the love of Jesus. And hear him declaring this and saying: Neither things present, nor things to come, nor height, nor depth shall be able to separate us from the love of God. "But that man, hurling himself into dangers, snatched his nephew from the barbarians?" Yet this man snatched not his nephew, nor three and five cities, but the whole inhabited world, not from barbarians, but out of the very hand of the demons, enduring ten thousand dangers every day, and by his own deaths winning great security for others. "But there the chief of good deeds and the crown of philosophy is to have sacrificed his son?" Yet here too we shall find the first prize belonging to Paul: for not a son, but himself he sacrificed ten thousand times, which I have already said. For what might one marvel at Isaac? For many other things indeed, and above all his forbearance: because when digging wells, and being driven from his own bounds, he did not proceed against them, but even seeing them choked with earth he endured it, and always removed to another place, not going to close quarters [always] with those who vexed him, but giving way and yielding his own possessions everywhere, until he sated their unjust desire. Yet Paul, seeing not wells choked with stones, but his own body, did not merely yield like that man, but going in among them he strove to lead up into heaven the very men who cast stones at him; for the more the spring was choked up, so much the more did it burst forth, and pour out more rivers unto endurance. "But Scripture marvels at this man's son for his steadfastness?" And what adamantine soul could display the endurance of Paul? For he served not twice seven years, but his whole life on behalf of the bride of Christ, not being scorched only by the heat of the day and the frost of the night, but enduring ten thousand snowstorms of trials, now receiving scourgings, now being pelted in body with stones, and now fighting with wild beasts, now boxing with the open sea, and in continual famine by day and by night, and in frost, and everywhere leaping beyond the pit-marks, and the sheep out of
PG 50:476Read from the page
τῆς τοῦ διαβόλου φάρυγγος ἀφαρπάζων. Ἀλλὰ σώφρων ὁ Ἰωσήφ; Ἀλλὰ δέδοικα μὴ γέλως ᾖ τὸν Παῦλον ἐντεῦθεν ἐγκωμιάζειν, ὃς ἐσταύρωσεν ἑαυτὸν τῷ κόσμῳ, καὶ οὐ τὰ λαμπρὰ ἐν τοῖς σώμασι μόνον, ἀλλὰ πάντα τὰ πράγματα οὕτως ἑώρα, ὡς ἡμεῖς τὴν κόνιν καὶ τὴν τέφραν, καὶ ὡς ἂν νεκρὸς πρὸς νεκρὸν ἀκίνητος γένοιτο. Οὕτω μετὰ ἀκριβείας τῆς φύσεως τὰ σκιρτήματα κατευνάζων, οὐδὲν οὐδέποτε πρὸς οὐδὲν ἀνθρώπινον πάθος ἔπαθεν.
the throat of the devil snatching away. "But Joseph was temperate?" Yet I fear lest it be a laughing-stock to eulogize Paul on this score—he who crucified himself to the world, and looked upon not only bodily beauties, but all affairs just as we look upon dust and ashes, and stood as unmoved as a corpse towards a corpse. Thus with exactness lulling to rest the leapings of nature, he never at any time suffered anything towards any human passion.
Ἐκπλήττονται τὸν Ἰὼβ ἅπαντες ἄνθρωποι; Καὶ μάλα εἰκότως· καὶ γὰρ μέγας ἀθλητὴς, καὶ πρὸς αοτὸν τὸν Παῦλον παρισοῦσθαι δυνάμενος, διὰ τὴν ὑπομονήν, διὰ τὴν τοῦ βίου καθαρότητα, διὰ τὴν τοῦ Θεου μαρτυρίαν, διὰ τὴν καρτερὰν μάχην ἐκείνην, διὰ τὴν θαυμαστὴν νίκην τὴν μετὰ τὴν μάχην. Ἀλλὰ Παῦλος οὐχὶ μῆνας πολλοὺς ἀγωνιζόμενος οὕτω διῆγεν, ἀλλ' ἔτη πολλὰ, οὐχὶ τήκων βώλακας γῆς ἀπὸ ἰχῶρος καὶ ἐπὶ κοπρίας καθήμενος, ἀλλ' εἰς αὐτὸ τοῦ λέοντος τὸ νοητὸν στόμα συνεχῶς ἐμπίπτων, καὶ μυρίοις παλαίων πειρασμοῖς, πάσης πέτρας στερρότερος ἦν· οὐχὶ παρὰ τριῶν φίλων, ἢ τεσσάρων, ἀλλὰ παρὰ πάντων ὀνειδιζόμενος τῶν ἀπιστούντων ψευδαδέλφων, ἐμπτυόμενος, λοιδορούμενος. Ἀλλ' ἡ φιλοξενία τοῦ Ἰὼβ μεγάλη, καὶ ἡ πρὸς τοὺς δεομένους κηδεμονία; Οὐδὲ ἡμεῖς ἀντεροῦμεν· ἀλλὰ τῆς Παύλου τοσοῦτον καταδεεστέραν εὑρήσομεν, ὅσον ψυχῆς σῶμα ἀφέστηκεν. Ἃ γὰρ ἐκεῖνος περὶ τοὺς τὴν σάρκα πεπηρωμένους ἐπεδείκνυτο, ταῦτα οὗτος περὶ τοὺς τὴν ψυχὴν λελωβημένους ἔπραττε, πάντας τοὺς χωλοὺς καὶ ἀναπήρους τὸν λογισμὸν διορθούμενος, καὶ τοὺς γυμνοὺς καὶ ἀσχημονοῦντας περιβάλλων τῇ τῆς φιλοσοφίας στολῇ· καὶ ἐν τοῖς σωματικοῖς δὲ τοσοῦτον αὐτοῦ περιῆν, ὅσῳ πολλῷ μεῖζον τὸν πενίᾳ συζῶντα καὶ λιμῷ βοηθεῖν τοῖς δεομένοις, τοῦ ἐκ περιουσίας τοῦτο ποιεῖν· καὶ τοῦ μὲν ἡ οἰκία παντὶ ἐλθόντι ἀνέῳκτο, τοῦ δὲ ἡ ψυχὴ πάσῃ τῇ οἰκουμένῃ ἥπλωτο, καὶ ὁλοκλήρους δήμους ὑπεδέχετο. Διὸ καὶ ἔλεγεν· Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. Καὶ ὁ μὲν, προβάτων αὐτῷ καὶ βοῶν ἤντων ἀπείρων, φιλότιμος περὶ τοὺς δεομένους ἦν· οὗτος δὲ, οὐδὲν πλέον κεκτημένος τοῦ σώματος, ἀπ' αὐτοῦ τούτου τοῖς δεομένοις ἐπήρκει, καὶ βοᾷ λέγων· Ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται, τὴν ἀπὸ τοῦ σώματος ἐργασίαν πρόσοδον τοῖς πεινῶσι καὶ λιμώττουσι κεκτημένος. Ἀλλὰ οἱ σκώληκες καὶ τὰ τραύματα χαλεπὰς καὶ ἀκαρτερήτους παρεῖχον τῷ Ἰὼβ τὰς ὀδύνας; Ὁμολογῶ κἀγώ· ἀλλ' ἐὰν τὰς ἐν τοσούτοις ἔτεσι τοῦ Παύλου μάστιγας, καὶ τὸν λιμὸν τὸν διηνεκῆ, καὶ τὴν γυμνότητα, καὶ τὰς ἁλύσεις, καὶ τὸ δεσμωτήριον, καὶ τοὺς κινδύνους, καὶ τὰς ἐπιβουλὰς, τὰς παρὰ τῶν οἰκείων, τὰς παρὰ τῶν ἀλλοτρίων, τὰς παρὰ τῶν τυράννων, τὰς παρὰ τῆς οἰκουμένης ἁπάσης ἀντιθῇς, καὶ μετὰ τούτων τὰ τούτων πικρότερα, λέγω δὴ τὰς ὑπὲρ τῶν πιπτόντων ὀδύνας, τὴν φροντίδα τῶν Ἐκκλησιῶν πασῶν, τὴν πύρωσιν, ἣν ὑπὲρ ἑκάστου τῶν σκανδαλιζομένων
"Are all men struck with awe at Job?" And quite reasonably so: for he was a great athlete, and capable of being matched against Paul himself, through his endurance, through the purity of his life, through the testimony of God, through yonder steadfast battle, through the marvellous victory after the battle. Yet Paul passed his life contending thus not for many months, but for many years, not dissolving clods of earth with discharge and sitting upon a dunghill, but continually falling into the intelligible mouth itself of the lion, and wrestling with ten thousand trials, he was firmer than any rock; reviled not by three friends, or four, but by all the unbelieving false brethren, spat upon, abused. "But the hospitality of Job was great, and his solicitude towards the needy?" Neither shall we ourselves gainsay it; yet we shall find it as far inferior to Paul's as the body is removed from the soul. For the things that man displayed towards those maimed in flesh, these things this man practised towards those mutilated in soul, setting right all who were lame and crippled in reasoning, and clothing the naked and unseemly with the robe of philosophy; and in bodily matters too he surpassed him by so much, as it is far greater for one living in poverty and hunger to succour the needy than to do this out of abundance; and while the house of the one stood open to every comer, the soul of the other was spread wide to the whole inhabited world, and welcomed entire peoples. Wherefore he also said: You are not straitened in us, but you are straitened in your own affections. And the one, since he had countless sheep and oxen, was munificent towards the needy; whereas this man, possessing nothing more than his body, from this very body succoured the needy, and cries aloud saying: These hands ministered to my needs and to those who were with me—possessing the labour from his body as revenue for the hungry and starving. "But the worms and the wounds caused Job harsh and unendurable pains?" I too confess it; yet if you set against them the scourgings of Paul through so many years, and the continual famine, and the nakedness, and the chains, and the prison, and the dangers, and the plots—those from his own people, those from strangers, those from tyrants, those from the whole inhabited world—and along with these the things more bitter than these, I mean the pangs over those who fall, the care of all the Churches, the burning that for each of those made to stumble
Notes, col. 476

On the reading

Printed αοτὸν, for αὐτὸν.

Printed Θεου, for Θεοῦ.

Printed ἤντων, for ὄντων.

PG 50:477Read from the page
ὑπέμενεν, ὄψει πῶς πέτρας στερροτέρα ἦν ἡ ταῦτα φέρουσα ψυχὴ, καὶ σίδηρον καὶ ἀδάμαντα ἐνίκα. Ἅπερ οὖν ἐκεῖνος ἔπασχεν ἐν τῷ σώματι, ταῦτα οὗτος ἐν τῇ ψυχῇ, καὶ σκώληκος παντὸς χαλεπώτερον ἡ καθ' ἑκάστην τῶν σκανδαλιζομένων ἀθυμία διέτρωγεν αὐτοῦ τὴν ψυχήν. Ὅθεν καὶ πηγὰς δακρύων ἠφίει διηνεκεῖς, οὐ τὰς ἡμέρας μόνον, ἀλλὰ καὶ τὰς νύκτας, καὶ πάσης γυναικὸς ὠδινούσης δριμύτερον διεσπᾶτο καὶ καθ' ἕκαστον αὐτῶν. Διὸ καὶ ἔλεγε· Τεκνία μου, οὓς πάλιν ὠδίνω. Τίνα ἄν τις μετὰ τὸν Ἰὼβ ἐκπλαγείη; Τὸν Μωϋσέα πάντως. Ἀλλὰ καὶ τοῦτον ἐκ πολλοῦ τοῦ περιόντος ὑπερηκόντισε· μεγάλα μὲν γὰρ αὐτοῦ καὶ τὰ ἄλλα, τὸ δὲ κεφάλαιον καὶ ἡ κορωνὶς τῆς ἁγίας ψυχῆς ἐκείνης, ὅτι ἐξαλειφθῆναι εἵλετο τῆς τοῦ Θεοῦ βίβλου ὑπὲρ τῆς σωτηρίας τῶν Ἰουδαίων. Ἀλλ' οὗτος μὲν συναπολέσθαι ἑτέροις ᾑρεῖτο· ὁ δὲ Παῦλος οὐ συναπολέσθαι, ἀλλ', ἑτέρων σωζομένων, αὐτὸς ἐκπεσεῖν τῆς δόξης τῆς ἀπεράντου. Καὶ ὁ μὲν τῷ Φαραὼ, ὁ δὲ τῷ διαβόλῳ καθ' ἡμέραν ἐπύκτευε· καὶ ὁ μὲν ὑπὲρ ἑνὸς ἔθνους, ὁ δὲ ὑπὲρ τῆς οἰκουμένης ἁπάσης ἔκαμεν, οὐχ ἱδρῶτι, ἀλλὰ καὶ αἵματι ἀντὶ ἱδρῶτος πάντοθεν περιρρεόμενος, οὐχὶ τὴν οἰκουμένην μόνον, ἀλλὰ καὶ τὴν ἀοίκητον διορθούμενος, οὐχὶ τὴν Ἑλλάδα μόνον, ἀλλὰ καὶ τὴν βάρβαρον.
he endured, you will see how firmer than a rock was the soul that bore these things, and how it vanquished iron and adamant. The very things, therefore, that yonder man suffered in his body, these things this man suffered in his soul, and more grievously than any worm did his daily despondency over those made to stumble gnaw through his soul. Whence also he sent forth continual fountains of tears, not by day only, but by night as well, and more sharply than any woman in travail was he torn apart over each one of them. Wherefore he also said: My little children, of whom I am again in travail. At whom might one stand amazed after Job? At Moses, by all means. Yet him too he outstripped with a vast margin to spare: for great indeed were his other deeds as well, yet the chief point and crown of yonder holy soul was that he chose to be blotted out of the book of God on behalf of the salvation of the Jews. Yet while this man chose to perish along with others, Paul chose not to perish along with them, but, while others were being saved, himself to fall away from the boundless glory. And the one boxed daily with Pharaoh, the other with the devil; and the one toiled on behalf of a single nation, the other on behalf of the whole inhabited world, drenched on every side not with sweat, but even with blood instead of sweat, setting right not only the inhabited world, but the uninhabited wilderness as well, not only Greece, but barbarian lands as well.
Ἐνῆν καὶ τὸν Ἰησοῦν εἰς μέσον παραγαγεῖν, καὶ τὸν Σαμουὴλ καὶ τοὺς ἄλλους προφήτας· ἀλλ' ἵνα μὴ μακρότερον ποιῶμεν τὸν λόγον, ἐπὶ τοὺς κορυφαίους αὐτῶν βαδίσωμεν· ὅταν γὰρ τούτων φανῇ κρείττων, οὐδεμία περὶ τῶν ἄλλων ἀμφισβήτησις λείπεται. Τίνες οὖν οἱ κορυφαῖοι;
It would be possible to bring Joshua forward into our midst as well, and Samuel and the other prophets; but lest we make our discourse too long, let us proceed to their chief leaders: for when he is shown to be greater than these, no dispute is left concerning the rest. Who then are the chief leaders?
Τίνες δὲ ἄλλοι μετὰ τούτους, ἢ ὁ Δαυῖδ, καὶ ὁ Ἠλίας, καὶ ὁ Ἰωάννης; ὧν ὁ μὲν τῆς προτέρας, ὁ δὲ τῆς δευτέρας πρόδρομος τοῦ Κυρίου παρουσίας· διὸ καὶ τῆς προσηγορίας ἀλλήλοις ἐκοινώνησαν. Τί οὖν τὸ ἐξαίρετον τοῦ Δαυῒδ; Ἡ ταπεινοφροσύνη καὶ ὁ πρὸς Θεὸν ἔρως. Καὶ τίς μὲν μᾶλλον, τίς δὲ οὐχ ἧττον τῆς Παύλου ψυχῆς ἀμφότερα ταῦτα κατώρθωσε; Τί δὲ τὸ θαυμαστὸν τοῦ Ἠλίου; Ἆρα ὅτι τὸν οὐρανὸν ἔκλεισε, καὶ λιμὸν ἐπήγαγε, καὶ πῦρ κατήγαγεν; Οὐκ ἔγωγε οἶμαι· ἀλλ' ὅτι ἐζήλωσεν ὑπὲρ τοῦ Δεσπότου, καὶ πυρὸς σφοδρότερος ἦν. Ἀλλ' εἰ τὸν Παύλου ζῆλον ἴδοις, τοσοῦτον ὄψει κρατοῦντα, ὅσον ἐκεῖνος τῶν ἄλλων προφητῶν περιῆν. Τί γὰρ ἂν γένοιτο τῶν ῥημάτων ἐκείνων ἴσον, ἅπερ ὑπὲρ τῆς τοῦ Δεσπότου δόξης ζηλῶν ἔλεγεν, ὅτι Ηὐχόμην ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα; Διὰ τοῦτο τῶν οὐρανῶν αὐτῷ προκειμένων, καὶ τῶν στεφάνων καὶ τῶν ἐπάθλων, ἔμελλε καὶ ἐβράδυνε λέγων· Τὸ ἐπιμεῖναι τῇ σαρκὶ ἀναγκαιότερον δι' ὑμᾶς· διὰ τοῦτο οὐδὲ
And who else after these, save David, and Elijah, and John—of whom the latter was forerunner of the first, and the former forerunner of the second coming of the Lord, wherefore they also shared their appellation with one another? What then is the pre-eminent virtue of David? Lowliness of mind and fervent love towards God. And who achieved both of these more than—nay, who not less than—the soul of Paul? And what is the marvellous thing in Elijah? Is it that he shut up heaven, and brought on famine, and brought down fire? I for my part think not; but rather that he was zealous on behalf of the Master, and was more vehement than fire. Yet if you behold the zeal of Paul, you will see it prevailing by as much as yonder man surpassed the other prophets. For what could equal those words which, in his zeal on behalf of the Master's glory, he spoke, saying: I could wish to be anathema on behalf of my brethren, my kinsmen according to the flesh? On this account, though the heavens lay before him, and the crowns and the prizes, he lingered and delayed, saying: To abide in the flesh is more necessary for your sake; on this account not even
ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΑΠΟΣΤΟΛΟΝ ΠΑΥΛΟΝ.
ON SAINT PAUL THE APOSTLE.
Ὁμιλία βʹ.
Homily II.
Τί ποτέ ἐστιν ἄνθρωπος, καὶ ὅση τῆς φύσεως τῆς
What man truly is, and how great of our nature
Notes, col. 477

On the reading

Printed ΑΓΙΩΝ, for ΑΓΙΟΝ.

PG 50:478Read from the page
τὴν κτίσιν ταύτην τὴν ὁρωμένην, ἀλλ' οὐδὲ τὴν νοητὴν ἐνόμισεν ἀρκεῖν εἰς παράστασιν τῆς ἀγάπης καὶ τοῦ ζήλου, ἀλλὰ καὶ ἑτέραν οὐκ οὖσαν ἐζήτει, ὥστε ἐνδείξασθαι ὅπερ ἤθελε καὶ ἐπεθύμει. Ἀλλ' ὁ Ἰωάννης ἀκρίδας ἤσθιε καὶ μέλι ἄγριον; Ἀλλ' οὗτος ἐν μέσῃ τῇ οἰκουμένῃ, καθάπερ ἐκεῖνος ἐν τῇ ἐρήμῳ, διέτριβεν, ἀκρίδας μὲν καὶ μέλι ἄγριον οὐ σιτούμενος, πολὺ δὲ εὐτελεστέραν ταύτης παρατιθέμενος τράπεζαν, καὶ οὐδὲ τῆς ἀναγκαίας εὐπορῶν τροφῆς διὰ τὴν ὑπὲρ τοῦ κηρύγματος σπουδήν. Ἀλλὰ πολλὴν πρὸς τὸν Ἡρώδην οὗτος παρρησίαν ἐπεδείξατο; Ἀλλ' οὗτος οὐχ ἕνα καὶ δύο καὶ τρεῖς, ἀλλὰ μυρίους κατ' ἐκεῖνον ἐπεστόμισε, μᾶλλον δὲ καὶ πολλῷ χαλεπωτέρους ἐκείνου τοῦ τυράννου. Λείπεται πρὸς τοὺς ἀγγέλους αὐτὸν ἐξετάσαι λοιπόν· διόπερ ἀφέντες τὴν γῆν, πρὸς τὰς τῶν οὐρανῶν ἀναβησώμεθα ἁψῖδας· ἀλλὰ μηδεὶς τόλμαν καταγινωσκέτω τοῦ λόγου. Εἰ γὰρ καὶ τὸν Ἰωάννην ἄγγελον ἐκάλεσεν ἡ Γραφὴ, καὶ τοὺς ἱερέας, τί θαυμαστὸν, εἰ τὸν ἁπάντων ἀμείνω ταῖς δυνάμεσι παραβάλλομεν ἐκείναις; Τί οὖν ἐστιν ἐκείνων τὸ μέγα; Ὅτι μετὰ πάσης ἀκριβείας ὑπακούουσι τῷ Θεῷ· ὅπερ καὶ ὁ Δαυῖδ ἐκπληττόμενος ἔλεγε· Δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ. Τούτου γὰρ ἴσον οὐδὲν, κἂν μυριάκις ὦσιν ἀσώματοι· τὸ γὰρ μάλιστα ποιοῦν τούτους μακαρίους, τοῦτό ἐστιν, ὅτι πείθονται τοῖς προστάγμασιν, ὅτι οὐδαμοῦ παρακούουσι. Τοῦτο τοίνυν καὶ ὑπὸ τοῦ Παύλου μετὰ ἀκριβείας ἔστιν ἰδεῖν φυλαττόμενον· οὐ γὰρ δὴ τὸν λόγον αὐτοῦ ἐποίησε μόνον, ἀλλὰ καὶ τὰ προστάγματα, καὶ ὑπὲρ τὰ προστάγματα, καὶ τοῦτο δηλῶν ἔλεγε· Τίς οὖν μοί ἐστιν ὁ μισθὸς, ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ; Τί ἕτερον θαυμάζων αὐτοὺς ὁ προφήτης ἔλεγεν· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, φησὶ, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον; Ἀλλὰ καὶ τοῦτο ἐπὶ Παύλου ἔστιν ἰδεῖν· καθάπερ γὰρ πνεῦμα καὶ πῦρ, οὕτω τὴν οἰκουμένην διέδραμεν ἅπασαν, καὶ τὴν γῆν ἐξεκάθηρεν. Ἀλλ' οὔπω τὸν οὐρανὸν ἔλαχε; Τὸ γὰρ θαυμαστὸν τοῦτο, ὅτι ἐν τῇ γῇ τοιοῦτος ἦν, καὶ σῶμα θνητὸν περικείμενος, πρὸς τὰς ἀσωμάτους ἡμιλλᾶτο δυνάμεις. Πόσης οὖν οὐκ ἂν εἴημεν καταγνώσεως ἄξιοι, ὅταν ἑνὸς ἀνθρώπου πάντα συνειληχότος ἑαυτῷ τὰ καλὰ, ἡμεῖς οὐδὲ τὸ πολλοστὸν μέρος μιμήσασθαι αὐτὸν σπουδάζωμεν; Ταῦτ' οὖν ἐννοήσαντες, καὶ τῆς κατηγορίας ἑαυτοὺς ἀπαλλάξωμεν, καὶ σπουδάσωμεν πρὸς τὸν ἐκείνου ζῆλον ἐλθεῖν, ἵνα δυνηθῶμεν καὶ τῶν αὐτῶν ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
this visible creation, nay, not even the intelligible creation did he deem sufficient for the exhibition of his love and zeal, but he sought another besides that did not exist, so as to display what he willed and desired. "But John ate locusts and wild honey?" Yet this man passed his time in the midst of the inhabited world just as yonder man did in the wilderness, not feeding on locusts and wild honey, but setting before himself a table far more frugal than that, and not even having a supply of necessary nourishment through his eagerness on behalf of the preaching. "But this man displayed great boldness of speech towards Herod?" Yet this man stopped the mouths not of one and two and three, but of ten thousand men like yonder man—nay rather, far more harsh than yonder tyrant. It remains for the rest to examine him beside the angels; wherefore, leaving the earth, let us ascend to the vaults of the heavens; yet let no one condemn our discourse of rashness. For if Scripture called John too an angel, and the priests as well, what wonder if we compare him who was better than all men with those powers? What then is their great excellence? That with all exactness they obey God; whereat David also, struck with awe, said: Mighty in strength, doing His word. For nothing equals this, even though they be ten thousand times incorporeal; for what above all makes them blessed is this: that they hearken to His commands, that nowhere do they disobey. Now this too may be seen kept with exactness by Paul: for indeed he fulfilled not His word only, but also His commands, and beyond His commands, and declaring this he said: What then is my reward? That in preaching the Gospel I may make the Gospel of Christ free of charge? Marvelling at what other thing in them did the prophet say: Who makes His angels spirits, says he, and His ministers a flaming fire? Yet this too may be seen in Paul: for just as a spirit and a fire, so did he course through the whole inhabited world, and cleanse the earth thoroughly. "Yet he had not yet obtained heaven as his lot?" Why, the marvellous thing is this: that while upon the earth he was such, and while clothed in a mortal body, he vied with the incorporeal powers. Of how great condemnation, then, would we not be worthy, when one man has gathered to himself all noble things as his lot, while we are not eager to imitate him in even the smallest fraction? Having pondered these things, therefore, let us both free ourselves from accusation, and be eager to attain to his zeal, so that we may be able to obtain the same good things as well, by the grace and loving-kindness of our Lord Jesus Christ, to Whom be the glory and the might, now and always, and unto the ages of the ages. Amen.
ἡμετέρας ἡ εὐγένεια, καὶ ὅσης ἐστὶ δεκτ⟨ι⟩κὸν ἀρετῆς τουτὶ τὸ ζῶον, ἔδειξε μάλιστα πάντων ἀνθρώπων ὁ
is the nobility, and of how great virtue this living being is receptive, was shown above all men by
PG 50:477 bisRead from the page
Quae enim Job corpore, haec Paulus mente sustinuit, quem omni verme molestior de singulis quibusque labentibus maestitia consumebat. Unde et juges lacrymarum ex eo fontes non diebus solum, sed etiam noctibus effluebant, omnique muliere parturiente vehementius affligebatur in singulis, propter quod etiam dicebat: Filioli mei, quos iterum parturio (Gal. 4. 19). Quem vero jam quispiam post Job putet esse mirabilem? Moysen profecto: sed hunc etiam Paulus satis eminenti virtute transcendit. Cujus quidem multa sunt alia praeclara: sed caput sanctae illius animae atque fastigium est, quoniam pro Judaeorum salute deleri elegit ex libro vitae: sed Moyses cum caeteris optavit perire, Paulus pro caeteris: non enim cum pereuntibus perire voluit, sed ut salvarentur alii, ipse de gloriae aeternitate decidere. Et ille quidem Pharaoni, hic autem diabolo quotidie repugnabat; et ille pro una tantum gente, iste vero pro universo orbe certavit, non sudore, sed sanguine vice sudoris undique profluente: cum non solum habitabiles mundi partes, verum etiam deserta ad cultum religionis adduceret, nec solum Graecorum populos, verum etiam barbarorum.
For what Job endured in body, Paul bore in mind, consumed by sorrow over each person who fell more grievously than by any worm. Hence perpetual fountains of tears flowed forth from him not by day only, but also by night, and he was racked over each one more fiercely than any woman in travail; on which account he also said: My little children, of whom I travail in birth again (Gal. 4:19). And whom after Job would anyone think marvellous? Moses, assuredly; yet Paul surpassed him too by a far pre-eminent virtue. Many other deeds of Moses are illustrious indeed, yet the summit and crown of that holy soul is that for the salvation of the Jews he chose to be blotted out of the book of life; whereas Moses wished to perish along with the rest, Paul wished to perish on behalf of the rest — for he did not wish to perish together with those who were perishing, but that others might be saved, himself to fall from eternal glory. Moses fought daily against Pharaoh, whereas Paul fought daily against the devil; the former strove on behalf of a single nation only, whereas the latter strove on behalf of the entire world, streaming on all sides not with sweat, but with blood in place of sweat, bringing not only the habitable parts of the world, but even the deserts to the worship of religion, and not only the peoples of the Greeks, but those of the barbarians as well.
Confertur cum aliis sanctis viris. — Poteram quidem et Jesum Nave, et Samuelem, et alios prophetas in comparationem vocare; sed ne sermonem faciam longiorem, ad ipsa eorum capita conscendam. Cum enim istis excellentior apparuerit, nulla prorsus de aliis ambiguitas relinquetur. Quinam ergo eminentiores videntur?
He is compared with other holy men. — I might indeed summon Joshua the son of Nun, Samuel, and the other prophets into comparison as well; yet lest I make my discourse too long, I shall mount straight to their very chiefs. For once he appears superior to these, no doubt whatever will remain regarding the rest. Who then are the chief ones?
Quis post hos alius, nisi David, et Helias, et Joannes, quorum unus prioris, alter secundi est praecursor adventus? propter quod etiam nominis communione conjuncti sunt. Quid igitur in David praecipuum reperitur? Sine dubio humilitas, atque erga Deum fervens amor. Et quis amplius, imo quis ita, ut anima Pauli, haec utraque complevit? Admirandum autem in Helia ego minime reor, quia caelum clausit, quia induxit famem, quia ignem de caelo sermone compluit; sed quia zelavit pro Deo, erat in hoc mentis affectu, ipso igne vehementior. Sed si Pauli zelum diligenter inspicias, tanto eum invenies celsiorem, quanto ille prophetis caeteris eminebat. Quid enim verbis illis reperiatur aequale, per quae gloriam Domini zelando dicebat: Quoniam optabam ego anathema esse pro fratribus meis, qui sunt cognati mei secundum carnem (Rom. 9. 3)? Propterea, caelis sibi propositis ac praemiis et coronis, tardavit ac distulit, dicens: Permanere autem in carne, necessarium est propter vos (Philipp. 1. 24). Propterea non solum istam quae cernitur, sed illam quoque quae intelligitur creaturam, nequaquam sufficere sibi credidit ad ostendendum zelum et caritatem, qua ardebat in Christum; sed etiam aliam, quae non est, sermone formavit, ut quod tota voluntate cupiebat exprimeret.
Who else after these save David, Elijah, and John, of whom one was the forerunner of the Lord's first coming and the other of his second — on which account they were also joined by a fellowship of name? What then is found pre-eminent in David? Without doubt humility and fervent love towards God. And who fulfilled both of these more than — nay, who fulfilled them so completely as — the soul of Paul? What is admirable in Elijah, for my part, I do not at all reckon to be that he shut up heaven, brought on famine, and rained down fire from heaven by his word, but that he was zealous for God, and in this disposition of mind was fiercer than fire itself. Yet if you examine Paul's zeal diligently, you will find him as much loftier as Elijah towered above the rest of the prophets. For what could be found equal to those words whereby, in his zeal for the glory of the Lord, he said: For I could wish that I myself were accursed from Christ for my brethren, who are my kinsmen according to the flesh (Rom. 9:3)? On this account, though the heavens, prizes, and crowns lay set before him, he lingered and delayed, saying: Yet to abide in the flesh is more needful for your sakes (Phil. 1:24). On this account he believed not only this visible creation, but even the intelligible creation itself wholly insufficient to set forth the zeal and love wherewith he burned for Christ, and fashioned in speech yet another creation that does not exist, so as to express what he desired with his whole will.
DE LAUDIBUS SANCTI PAULI APOSTOLI.
ON THE PRAISES OF SAINT PAUL THE APOSTLE.
HOMILIA II.
HOMILY II.
Quid sit homo, et quanta naturae nostrae nobilitas, quantaeque capax virtutis hoc sit animal, vel praecipue ex omnibus Paulus ostendit, qui nunc stetit adversus criminationes humanae creaturae, clarissima pro Domino voce respondens, cohortans ad studia virtutis, et impudentissima blasphemantium ora concludens: docens quoque quod inter angelos hominesque non grande sit medium, si tamen nos ipsos diligentius excolamus.
What man is, how great is the nobility of our nature, and how great a virtue this living creature is capable of, Paul above all men has shown — who even now stands forth against the accusations brought against human creation, answering on the Lord's behalf with most ringing voice, exhorting men to the pursuit of virtue, stopping the most shameless mouths of blasphemers, and teaching as well that there is no great interval between angels and men, provided we cultivate ourselves diligently.
Notes, col. 477 bis

On the reading

Printed praecipne, for praecipue.

PG 50:478 bisRead from the page
Sed Joannes in cibum locustas et mel sylvestre sumebat (Matth. 3), at Paulus ita in mundi strepitu, quemadmodum ille in eremi quiete versatus est: non quidem pastus locustis et melle sylvestri, sed multo his victu viliore contentus, ac ne necessario quidem indulgens cibo, prae fervore et studio praedicandi. Verum illius adversus Herodem apparuit magna constantia (Matth. 14); at iste non unum, aut duos, aut tres, sed innumeros in simili positos potestate corripuit, imo longe illo saeviores tyrannos. Restat ut Paulum jam angelis comparemus: ideoque relinquentes terram, ad caelorum fastigia transeamus. Sed nullus sermonis nostri accuset audaciam. Si enim Joannem et sacerdotes Dei Scriptura angelos nominavit: quid mirum, si praestantiorem omnibus Paulum illis virtutibus conferamus? Quid ergo esse in angelis magnificum judicamus? Profecto quia cum omni cura obediunt Deo: quod David quoque admirando dicebat: Potentes virtute, facientes verbum illius (Psal. 102. 20). Huic enim bono nihil prorsus aequale est, etiam si sint millies incorporei: hoc est enim quod maxime praestat eos beatos, quia obediunt praeceptis Dei, quia eum in nullo aliquando contemnunt. Hoc igitur et in Paulo plene animadverti potest cum omni diligentia et cautione servatum. Non autem solum sermonem ejus implevit, verum etiam praecepta, supraque praecepta: hoc quoque declarans, ait: Quae est ergo merces mea, ut evangelium praedicans, sine sumptu ponam evangelium Dei (1. Cor. 9. 18). Quid vero aliud in angelis propheta miratur? Qui facit, inquit, angelos suos spiritus, et ministros suos ignem urentem (Psal. 103. 4). Sed hoc etiam in Paulo possumus invenire, qui velut ignis ac spiritus totum terrarum percurrit orbem, percurrendoque purgavit. Sed necdum caelum iste sortitus est? Et hoc omnino mirabile: quia talis versabatur in terris, et mortali adhuc carne circumdatus, cum incorporalium potestatum virtute certabat. Quanta ergo sumus condemnatione digni, cum uno homine bona omnia in se congregante, ne minimam quidem eorum partem studemus imitari? Haec assidue mente volventes, et nos ipsos inculpabiles praebeamus, et ad illius zelum studeamus accedere, ut ad eadem bona pervenire mereamur, gratia et misericordia Domini nostri Jesu Christi, cui est gloria et imperium in saecula saeculorum. Amen.
John took locusts and wild honey for his food (Matt. 3), whereas Paul lived in the tumult of the world just as John did in the stillness of the wilderness — not fed on locusts and wild honey, indeed, but content with fare far meaner than those, and not indulging even in necessary food out of his fervour and zeal for preaching. John's great constancy appeared against Herod (Matt. 14); whereas this man rebuked not one, or two, or three, but innumerable rulers set in like authority — nay rather, tyrants far fiercer than Herod. It remains for us now to compare Paul with the angels; leaving the earth behind, therefore, let us pass over to the heights of heaven. Yet let no one accuse our discourse of boldness. For if Scripture called John and the priests of God angels, what wonder is it if we compare Paul, who surpassed all men, with those heavenly powers? What then do we judge to be grand in the angels? Assuredly that they obey God with all care, admiring which David also said: Mighty in strength, performing his word (Ps. 102:20). To this good nothing whatever is equal, even though they be a thousand times bodiless; for this is what above all renders them blessed, that they obey the commandments of God and never disregard him in anything. Now this very thing may be seen fully kept in Paul as well with all diligence and watchfulness. Nor did he fulfil merely his word, but his commandments, and more than his commandments; declaring this too, he says: What is my reward then? That in preaching the Gospel, I may make the Gospel of God without charge (1 Cor. 9:18). And what else does the prophet admire in the angels? Who makes his angels spirits, he says, and his ministers a burning fire (Ps. 103:4). Yet this too we may find in Paul, who like fire and spirit sped across the whole world and in speeding across cleansed it. Had this man not yet received heaven as his lot? That very fact is altogether marvellous: that while dwelling upon earth and still clothed in mortal flesh he strove in virtue against bodiless powers. Of how great a condemnation are we worthy, then, when a single man has gathered all good things into himself, and we do not strive to imitate even the smallest fraction of them! Turning these things constantly over in mind, let us both render ourselves blameless and strive to approach his zeal, that we may be counted worthy to attain the same blessings, by the grace and mercy of our Lord Jesus Christ, to whom be glory and dominion unto the ages of ages. Amen.
Notes, col. 478 bis

On the reading

Printed cnra, for cura.