Migne Reading Room

PG 50 · cols. 429–430 bis · Read from the page

De Resurrectione Mortuorum Homilia (Περὶ ἀναστάσεως νεκρῶν λόγος)

De Resurrectione Mortuorum Homilia (Περὶ ἀναστάσεως νεκρῶν λόγος)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 50:429Read from the page
τῶν ἀνθρώπων ἰσοθεΐαν ἐφαντάσθησαν, καὶ ὑπὲρ τοῦ τοιαύτην ἑαυτοῖς περιθεῖναι δόξαν πολλὰ ἐπραγματεύσαντο· εἰ μὴ παθητὸν εἶχον τὸ σῶμα καὶ φθαρτὸν, ἐλέγχον αὐτῶν τὴν ἀσθένειαν, τίνας οὐκ ἂν ἠπάτησαν τῶν ἀνοητοτέρων; Ὅταν οὖν καὶ ἀσεβείας, ὅπερ ἐστὶν ἔσχατος ὅρος κακίας, κώλυμα φαίνηται γινόμενον, καὶ τοῖς ἁγίοις παρέχῃ τῆς ψυχῆς τὴν ἀνδρείαν ἐπιδείκνυσθαι, τίνος ἂν τύχοιεν συγγνώμης οἱ διαβάλλοντες αὐτὸ καὶ κακίζοντες; Οὐ γὰρ δὴ ταῦτα ἂν ἔχοιμεν περὶ αὐτοῦ μόνα εἰπεῖν, ἀλλ' ὅτι καὶ θεογνωσίας ἡμῖν αἴτιον γέγονεν αὐτό. Εἰ γὰρ τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, καὶ ἡ πίστις ἐξ ἀκοῆς, εὔδηλον ὅτι δι' ὀφθαλμῶν καὶ ὤτων χειραγωγηθεῖσα ἡ ψυχὴ τὸν ποιήσαντα αὐτὴν ἐπέγνω Θεόν. Διὰ τοῦτο αὐτὸ φιλεῖ Παῦλος, καὶ βοᾷ λέγων, ὅτι Οὐ θέλομεν αὐτὸ ἐκδύσασθαι, ἀλλ' ἐπενδύσασθαι αὐτῷ τὴν ἀθανασίαν.
of men imagined equality with God for themselves, and contrived many things in order to invest themselves with such glory—if they had not had a passible and corruptible body convicting their weakness, whom among the more senseless would they not have deceived? When, therefore, it appears both to become a hindrance to ungodliness, which is the utmost limit of wickedness, and to afford the saints the means to display the courage of their soul, what pardon could those obtain who slander and revile it? For we would not have these things alone to say concerning it, but also that it has become for us a cause of the knowledge of God. For if His invisible things from the creation of the world are clearly seen, being understood by the things that are made, and faith comes from hearing, it is manifest that the soul, led by the hand through eyes and ears, recognized God Who made it. On this account Paul loves it, and cries aloud saying that We do not wish to be unclothed of it, but to put immortality on over it.
Καὶ μή μοι λέγε· Πῶς δύναται ἀναστῆναι τὸ σῶμα πάλιν καὶ γενέσθαι ἄφθαρτον; Ὅταν γὰρ ἡ τοῦ Θεοῦ δύναμις ἐργάζηται, τὸ πῶς μὴ προσκείσθω. Καὶ τί λέγω ἐπὶ Θεοῦ; Σὲ δημιουργὸν αὐτὸν ἐποίησεν ἀναστάσεως γενέσθαι, τοῦτο μὲν ἐπὶ τῶν σπερμάτων, τοῦτο δὲ ἐπὶ τῶν τεχνῶν, τοῦτο δὲ ἐπὶ τῶν ὑλῶν τῶν μεταλλικῶν. Καὶ γὰρ τὰ σπέρματα ἂν μὴ πρότερον ἀποθάνῃ καὶ σαπῇ καὶ διαφθαρῇ, οὐ τίκτει τὸν ἄσταχυν. Ὥσπερ οὖν ὁρῶν ἐκεῖ τὸν κόκκον σηπόμενον καὶ διαλυόμενον, οὐκ ἀμφιβάλλεις περὶ τῆς ἀναστάσεως, ἀλλ' ἀπόδειξιν σαυτοῦ παιεῖσαι σαφεστάτην· ἂν γὰρ μὴ μείνῃ σηπόμενος μηδὲ φθειρόμενος, οὐκ ἂν ἀνασταίη ποτέ· οὕτω καὶ ἐπὶ τοῦ σώματος λογίζου τοῦ σοῦ· ὅταν ἴδῃς τὴν φθορὰν, τότε μάλιστα περὶ τῆς ἀναστάσεως φιλοσόφει. Ὁ γὰρ θάνατος οὐδὲν ἕτερόν ἐστιν, ἢ τῆς φθορᾶς λοιπὸν ἀναίρεσις· οὐ γὰρ δὴ τὸ σῶμα ἁπλῶς, ἀλλὰ τὴν φθορὰν αὐτοῦ δαπανᾷ ὁ θάνατος. Τοῦτο καὶ ἐπὶ τῶν μεταλλικῶν ἔστιν ἰδεῖν ὑλῶν συμβαῖνον. Τὴν γοῦν χρυσῖτιν γῆν λαμβάνουσιν οἱ περὶ ταῦτα ἔμπειροι, καὶ τῷ χωνευτηρίῳ παραδιδόντες χρυσίον ἐργάζονται, καὶ ἄμμον καὶ ἑτέραν ὕλην ἀναμιγνύντες, ὕελον καθαρὸν ἐποίησαν. Εἶτα ὅπερ ἡ τοῦ πυρὸς δύναμις, τοῦτο ἡ τοῦ Θεοῦ οὐ δυνήσεται χάρις, εἰπέ μοι; καὶ τίς ἂν ταῦτα εἴποι τῶν ὁπωσοῦν νοῦν ἐχόντων; Πῶς σε παρὰ τὴν ἀρχὴν ἐποίησεν, ἐννόησον, καὶ μηκέτι ἀμφίβαλλε περὶ τῆς ἀναστάσεως. Οὐχὶ γῆν ἔλαβε καὶ ἔπλασε; καίτοι τί δυσκολώτερον, ἀπὸ γῆς ποιῆσαι σάρκας καὶ φλέβας καὶ δέρμα καὶ ὀστᾶ καὶ ἶνας καὶ νεῦρα καὶ ἀρτηρίας, καὶ τὰ ὀργανικὰ, καὶ τὰ ἁπλᾶ σώματα, ὀφθαλμοὺς, ὦτα, ῥῖνας, πόδας καὶ χεῖρας, καὶ ἑκάστῳ τούτων καὶ ἰδίαν καὶ κοινὴν ἐνθεῖναι τὴν ἐνέργειαν, ἢ φθαρτὰ γενόμενα ἀθάνατα ἐργάσασθαι; Οὐχ ὁρᾷς πῶς μονοειδὴς μὲν ἡ γῆ, ποικίλον δὲ καὶ πολυειδὲς τὸ σῶμα, καὶ κατὰ τὰς ἐνεργείας, καὶ κατὰ τὰ χρώματα, καὶ κατὰ τὴν διάπλασιν, καὶ κατὰ τὰς οὐσίας, καὶ κατὰ τὰ ἄλλα πάντα; Πῶς οὖν ὑπὲρ τῶν μελλόντων ἀμφιβάλλεις, εἰπέ μοι; καὶ τί χρὴ λέγειν περὶ σωμάτων; Τὰς γὰρ ἀπείρους δυνάμεις, καὶ τοὺς δήμου⟨…⟩ τῶν ἀγγέλων, τοὺς ἀρχαγγέλους, τὰ ἀνώτερα τάγματα τούτων, πῶς ἐποίησεν, εἰπέ μοι; Ἐγὼ μὲν γὰρ τὸν τρόπον οὐκ ἂν ἔχοιμι λέγειν, ὅτι δὲ ἤρκεσεν αὐτῷ τὸ θελῆσαι μόνον. Εἶτα ὁ τοσαύτας στρατιὰς ἀσωμάτους ἐργασάμενος, ἀνθρώπου σῶμα διαφθαρὲν ἀνανεῶσαι πάλιν οὐ δύναται, καὶ εἰς μείζονα ἀγαγεῖν ἀξίαν; Καὶ τίς οὕτως ἀναίσθητος, ὡς ὑπὲρ τούτων ἀμφιβάλλειν,
And do not say to me: How can the body rise again and become incorruptible? For when the power of God is at work, let the How not be added. And why do I speak of God? He made you yourself to become an artificer of resurrection, partly in the case of seeds, partly in the case of crafts, and partly in the case of metallic substances. For seeds, unless they first die and rot and decay, do not bring forth the ear of grain. Just as, therefore, when you see the kernel there rotting and dissolving, you do not doubt concerning its resurrection, but make for yourself a most clear demonstration—for unless it remains rotting and decaying, it could never rise—so also reckon in the case of your own body: whenever you see corruption, then above all reflect wisely concerning the resurrection. For death is nothing else than the final abolishing of corruption; for death does not simply consume the body, but its corruption. This one may also see happening in the case of metallic substances. Those experienced in these matters, for instance, take gold-bearing earth, and delivering it to the smelting-furnace they work gold, and mixing together sand and another substance, they make pure glass. Shall not the grace of God, then, be able to do what the power of fire does, tell me? And who among those possessing any sense whatever would say these things? Consider how He made you at the beginning, and doubt no longer concerning the resurrection. Did He not take earth and fashion you? And yet which is more difficult: from earth to make flesh and veins and skin and bones and fibres and sinews and arteries, and both the organic and the simple bodies, eyes, ears, nostrils, feet and hands, and to implant in each of these both its own peculiar and a common operation, or to render immortal things that have become corruptible? Do you not see how uniform indeed the earth is, whereas the body is varied and manifold, both in operations, and in colours, and in fashioning, and in substances, and in all other respects? How then do you doubt concerning future things, tell me? And what need is there to speak concerning bodies? For the infinite powers, and the hosts of angels, the archangels, the ranks higher than these—how did He make them, tell me? For I could not tell the manner, save only that to will sufficed for Him. Can He, then, Who wrought so many bodiless armies, not renew again a man's body that has decayed, and bring it to greater dignity? And who is so senseless as to doubt concerning these things,
Notes, col. 429

On the reading

Printed παιεῖσαι, for ποιεῖσαι.

PG 50:430Read from the page
καὶ τὴν ἀνάστασιν ἀναιρεῖν; Εἰ γὰρ μὴ ἀνίσταται σῶμα, οὐκ ἀνίσταται ἄνθρωπος· ὁ γὰρ ἄνθρωπος οὐκ ἔστι ψυχὴ μόνον, ἀλλὰ ψυχὴ καὶ σῶμα. Εἰ τοίνυν ψυχὴ μόνον ἀνίσταται, ἐξ ἡμισείας τὸ ζῶον ἀνίσταται, ἀλλ' οὐχ ὁλόκληρον· ἄλλως δὲ ἐπὶ ψυχῆς οὐκ ἂν λεχθείη κυρίως ἀνάστασις. Ἀνάστασις γάρ ἐστι τοῦ πεσόντος καὶ διαλυθέντος, ψυχὴ δὲ οὐ διαλύεται, ἀλλὰ σῶμα. Τί δέ ἐστι τὸ, Εἴ γε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα; Μυστήριον μέγα καὶ ἀπόῤῥητον ἡμῖν ἐνταῦθα αἰνίττεται. Ποῖον δὴ τοῦτο; Ὃ καὶ ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ φησιν· ὅτι Πάντες ἀναστησόμεθα, ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι. Τί δέ ἐστι τὸ λεγόμενον; ὅτι καὶ Ἕλλην καὶ Ἰουδαῖος καὶ αἱρετικὸς καὶ πᾶς ἄνθρωπος εἰς τὸν κόσμον τοῦτον παρελθὼν, κατ' ἐκείνην ἀναστήσεται τὴν ἡμέραν. Καὶ τοῦτο αὐτὸ δηλῶν ἔλεγε· Πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι.
and to do away with the resurrection? For if the body does not rise, man does not rise; for man is not soul alone, but soul and body. If, therefore, soul alone rises, the living being rises by halves, and not whole; besides, in the case of a soul resurrection could not properly be spoken of. For resurrection is of that which has fallen and been dissolved, and not soul, but body, is dissolved. What then is this: If indeed, having also put it on, we shall not be found naked? A great and ineffable mystery is hinted at for us here. What pray is this? What he also says in the Epistle to the Corinthians: that We shall all rise, but each in his own order. And what is it that is meant? That both Greek and Jew and heretic and every man who has come into this world will rise upon that day. And declaring this very thing, he said: We shall not all sleep, but we shall all be changed, in an atom, in the twinkling of an eye, at the last trumpet.
ηʹ. Ἐπεὶ οὖν καθολικὴ πᾶσίν ἐστιν ἡ ἀνάστασις, καὶ κοινὴ καὶ εὐσεβῶν καὶ ἀσεβῶν, καὶ πονηρῶν καὶ χρηστῶν ἀνθρώπων, ἵνα μὴ ἀπὸ τούτου νομίσῃς ἄδικόν τινα γίνεσθαι κρίσιν, μηδὲ λέγῃς πρὸς σεαυτόν· Τί ποτε τοῦτό ἐστιν; ἐγὼ ὁ σπουδαῖος καὶ τοσαῦτα πονέσας καὶ ταλαιπωρηθεὶς ἀνίσταμαι, καὶ ὁ Ἕλλην, καὶ ὁ ἀσεβήσας, καὶ προσκυνήσας εἰδώλοις, καὶ τὸν Χριστὸν ἀγνοήσας, καὶ αὐτὸς ἀνίσταται ὁμοίως, καὶ τῆς αὐτῆς ἀπολαύει τιμῆς; ἵνα μὴ ταῦτα λέγων θορυβηθῇς, ἄκουσον τί φησιν· Εἴ γε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα. Καὶ πῶς ἐστι, φησὶν, ἐνδυσάμενον ἀφθαρσίαν καὶ ἀθανασίαν γυμνὸν εὑρεθῆναι; πῶς; Ὅταν δόξης ὦμεν ἔρημοι, καὶ τῆς πρὸς τὸν Θεὸν παῤῥησίας ἀπεστερημένοι. Καὶ γὰρ τὰ σώματα τῶν ἁμαρτωλῶν ἄφθαρτα ἀνίστανται καὶ ἀθάνατα· ἀλλ' ἡ τιμὴ αὕτη ἐφόδιον αὐτοῖς κολάσεως γίνεται καὶ τιμωρίας· ἄφθαρτα γὰρ ἀνίσταται, ἵνα διαπαντὸς καίηται. Ἐπειδὴ γὰρ τὸ πῦρ ἄσβεστόν ἐστιν ἐκεῖνο, τοιούτων αὐτῷ δεῖ καὶ σωμάτων μηδέποτε δαπανωμένων. Διὰ τοῦτό φησιν· Εἴ γε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα, Οὐ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον μόνον, ἵνα ἀναστῶμεν καὶ ἐνδυσώμεθα ἀθανασίαν, ἀλλ' ἵνα ἀναστάντες καὶ ἐνδυσάμενοι τὴν ἀθανασίαν, μὴ γυμνοὶ δόξης εὑρεθῶμεν, καὶ τῆς πρὸς τὸν Θεὸν παῤῥησίας· ἵνα μὴ τῷ πυρὶ παραδοθῶμεν. Διὰ τοῦτό φησιν· Εἴ γε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα. Εἶτα πάλιν ἀξιοπιστότερον ποιῶν τὸν περὶ τῆς ἀναστάσεως λόγον, εἰπὼν, ὅτι μέλλει καταπίνεσθαι τὸ θνητὸν ὑπὸ τῆς ζωῆς, ἐπήγαγεν· Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο Θεός. Ὃ δὲ λέγει τοῦτό ἐστιν· Ἐξ ἀρχῆς διὰ τοῦτο τὸν ἄνθρωπον ἔπλασεν, οὐχ ἵνα ἀπόληται, ἀλλ' ἵνα πρὸς ἀφθαρσίαν ὁδεύῃ. Ὥστε καὶ ἡνίκα τὸν θάνατον συνεχώρησε, μετὰ τοιαύτης αὐτὸν συνεχώρησε γνώμης, ἵνα σωφρονισθῇς ἀπὸ τῆς κολάσεως, καὶ βελτίων γενόμενος, δυνηθῇς πρὸς τὴν ἀθανασίαν ἀχθῆναι πάλιν. Καὶ ἄνωθεν καὶ ἐξ ἀρχῆς αὕτη παρὰ τῷ Θεῷ ἐκράτει ἡ βουλὴ καὶ ἡ γνώμη, καὶ μετὰ ταύτης τῆς ψήφου τὸν πρῶτον διέπλασεν ἄνθρωπον· τοῦτο εὐθέω⟨…⟩ καὶ ἐξ αὐτῶν ἡμῖν ᾐνίξατο τῶν προοιμίων. Εἰ γὰρ μὴ ἐβούλετο τὰς θύρας ἡμῖν ἐξ ἀρχῆς τῆς ἀναστάσεως ἀνοῖξαι, οὐκ ἂν ἀφῆκε τὸν Ἄβελ πᾶσαν ἀρετὴν ἐπεδειξάμενον, καὶ φίλον αὐτῷ γεγενημένον, παθεῖν
8. Since, therefore, the resurrection is universal for all, and common to both the godly and the ungodly, both wicked and good men, lest from this you should suppose that some unjust judgement takes place, or say to yourself: What ever is this? I, the earnest man who have laboured so much and suffered hardship, rise, and the Greek, and he who lived ungodlily, and worshipped idols, and knew not Christ, he too rises likewise and enjoys the same honour?—lest by saying these things you be troubled, hear what he says: If indeed, having also put it on, we shall not be found naked. And how is it possible, one says, for one who has put on incorruption and immortality to be found naked? How? When we are destitute of glory, and deprived of boldness towards God. For the bodies of sinners also rise incorruptible and immortal; yet this honour becomes for them provision for punishment and vengeance; for they rise incorruptible in order that they may burn perpetually. For since that fire is unquenchable, it also requires such bodies that are never consumed. On this account he says: If indeed, having also put it on, we shall not be found naked. For this is not the only thing sought, that we should rise and put on immortality, but that, having risen and put on immortality, we should not be found naked of glory and of boldness towards God, lest we be delivered over to the fire. On this account he says: If indeed, having also put it on, we shall not be found naked. Then again, rendering his discourse concerning the resurrection still more trustworthy, after saying that what is mortal is about to be swallowed up by life, he added: Now He Who has wrought us for this very thing is God. And what he means is this: From the beginning He fashioned man on this account, not that he should perish, but that he should journey towards incorruption. Consequently, even when He permitted death, He permitted it with such an intent, that you might be chastened by the punishment and, becoming better, might be able to be led back again towards immortality. And from above and from the beginning this counsel and intent prevailed with God, and with this decree He fashioned the first man; this He straightway hinted at for us from the very preludes themselves. For had He not wished from the beginning to open for us the doors of the resurrection, He would not have suffered Abel, who had displayed every virtue and become dear to Him, to suffer
Notes, col. 430

On the reading

Printed εὑρεθησόμεθα,, for εὑρεθησόμεθα..

Printed ἐπεδειξάμενον, for ἐπιδειξάμενον.

PG 50:429 bisRead from the page
Quia ergo corpus obstat impietati, quae summa est malitia, et in sanctis efficit, ut animae fortitudinem declarent: quam veniam consequentur ii, qui ipsum accusant, et malum clamant? Non enim haec solum nobis de illo dicenda suppetunt; sed etiam quod hinc nobis ad Dei notitiam patet via. Si enim invisibilia ejus a conditione mundi in facturis considerata, conspiciuntur (Rom. 1. 20) et fides ex auditu est (Rom. 10. 17), satis manifestum, quod per oculos et aures manuducitur anima, ut agnoscat Deum, qui illam fecit. Idcirco istuc ipsum Paulus amat et clamat, dicens quod Nolumus illud exui, sed superindui ipsi immortalitatem (2. Cor. 5. 4).
Since, therefore, the body checks impiety, which is the height of wickedness, and in the saints brings it about that they display fortitude of soul, what pardon will those obtain who accuse it and cry out that it is evil? For not only do we have these things to say concerning it, but also that from it a way lies open for us to the knowledge of God. For if his invisible attributes since the creation of the world are clearly seen when considered in the things that have been made (Rom. 1:20), and faith comes by hearing (Rom. 10:17), it is plain enough that through eyes and ears the soul is led by the hand to recognize God who made it. Therefore Paul loves this very body and cries aloud, saying that We would not be unclothed of it, but have immortality clothed over upon it (2 Cor. 5:4).
Resurrectionis veritas probatur. — Neque vero mihi illud objicias, quo possit modo resurgere corpus, fierique corruptionis immune? Cum enim Dei potentia operatur, illud, Quomodo, non est addendum. Sed quid de Deo loquor? Teipsum fecit Deus, ut resurrectionis esses opifex, id quod patet in seminibus, artibus, materiisque metallorum. Etenim semina nisi prius moriantur et putrescant et corrumpantur, non pariunt spicam. Sicut igitur qui vides ibi granum quod corrumpitur et dissolvitur, non dubitas de resurrectione, sed certissimam demonstrationem facis: etenim si ita maneret, et non corrumperetur, vel dissolveretur, certum quod numquam resurgeret: sic cogita et de corpore tuo: cum vides corruptionem, tunc potissimum de resurrectione philosophare. Nam mors nihil aliud est, quam plena corruptionis consumptio: neque enim mors simpliciter corpus, sed corruptionem corporis absumit. Hoc etiam in metallorum materiis vides evenire. Terram enim aureis ramentis plenam accipiunt ejus artis periti, et in conflatorium mittentes faciunt aurum: et ex arena aliaque materia purum vitrum conficiunt. Jam si tantum potest ignis vis, cur, quaeso, non et divina gratia? Et quis mentis compos haec diceret? Cogita quomodo te a principio fecit, nec erit quod de resurrectione ambigas. Nonne terram accepit, et formavit? tametsi quid operosius, an formari e terra carnem et venas, et cutem, et ossa, et fibras, et nervos, et arterias, et instrumentalia, et simplicia corpora, oculos, aures, nares, pedes, manus, et cuique horum tam propriam quam communem indi operationem, an corruptibilia facta efficere incorruptibilia? Annon vides quomodo uniformis quidem terra, corpus autem multiforme et varium, nempe in operationibus, coloribus, figuratione, essentiis et aliis omnibus? Dic igitur quid ita de futuris dubitas? Et quid opus est dicere de corporibus? Quomodo, quaeso, fecit virtutes immensas, turmas caelestes angelorum et archangelorum, superioraque his agmina? Dic, oro, modum, quo fecit. Hic nihil dicere aliud possum, quam quod sola voluntas ad haec suffecerit. Ergone qui tot incorporeos formavit exercitus, hominis corpus corruptum renovare iterum, et in majorem provehere dignitatem nequit?
The truth of the resurrection is proved. — Nor should you object to me: How can the body rise again and become immune to corruption? For when the power of God is at work, that question, How, must not be added. Yet why do I speak of God? God made you yourself to be an artisan of resurrection, as is evident in seeds, crafts, and metallic ores. For unless seeds first die, rot, and decay, they do not bring forth the ear of grain. Just as when you see the grain there decaying and dissolving, therefore, you do not doubt the resurrection, but frame for yourself a most certain proof — for if it remained as it was and neither decayed nor dissolved, it is certain that it would never rise again — so too reckon regarding your own body: when you behold corruption, philosophize above all then concerning the resurrection. For death is nothing else than the complete consumption of corruption; for death consumes not simply the body, but the corruption of the body. You see this happening in metallic ores as well. Those skilled in that craft take earth full of golden particles, cast it into the smelting-furnace, and produce gold; and out of sand and other matter they fashion pure glass. Now if the force of fire avails so much, why, I pray, should not divine grace avail as much? And who in his right mind would say such things? Consider how he made you from the beginning, and you will have no reason to doubt the resurrection. Did he not take earth and fashion it? Yet which is more laborious: for flesh, veins, skin, bones, fibres, sinews, arteries, and both organic and simple parts — eyes, ears, nostrils, feet, hands — to be formed out of earth and for both a proper and a common function to be implanted in each of them, or to render incorruptible things that had become corruptible? Do you not see how the earth is uniform, whereas the body is manifold and varied in functions, colours, shaping, substances, and everything else? Tell me, therefore, why you doubt so concerning future things? And what need is there to speak of bodies? How, I pray, did he make the measureless powers, the heavenly hosts of angels and archangels, and the ranks higher than these? Tell me, I beg, the manner in which he made them. For my part I can say nothing else than that his will alone sufficed for these things. Can he who fashioned so many bodiless armies, then, be unable to renew man's corrupted body once more and raise it to greater dignity?
PG 50:430 bisRead from the page
Et quis sic insensatus est, qui de his dubitet, et resurrectionem fore inficias eat? Ad haec, si non resurgit corpus, non resurgit homo: homo enim non est anima sola, sed corpus et anima. Si ergo anima sola resurget, dimidium animal resurget, et ita non integrum; alias vero de anima non proprie dicitur resurrectio. Resurrectio enim ejus est quod cecidit, et quod dissolutum est: anima autem non dissolvitur, sed corpus. Quid ergo id est, quod ait: Si quidem et induti, non nudi inveniamur (2. Cor. 5. 3)? Sacramentum magnum et ineffabile nobis ibi adumbratur. Quale autem hoc? Nempe id quod et in Epistola ad Corinthios dicit: Omnes quidem resurgemus, unusquisque autem in suo ordine (1. Cor. 15. 22. 23). Quid autem est, quod hic dicitur? Hoc videlicet, quod Graecus, et Judaeus, et haereticus, et omnis homo, qui venit in hunc mundum, in illo die resurget: et hoc ipsum declarat, dicens: Omnes quidem non dormiemus, omnes autem immutabimur, in momento, in ictu oculi, in novissima tuba (1 Cor. 15. 51. 52).
And who is so senseless as to doubt these things and deny that there will be a resurrection? Furthermore, if the body does not rise, man does not rise; for man is not soul alone, but body and soul. If soul alone rises, therefore, half the living being will rise, and thus not the whole; besides, resurrection cannot properly be spoken of with regard to the soul. For resurrection belongs to what has fallen and been dissolved; now it is not the soul that is dissolved, but the body. What then is the meaning of his saying: If so be that being clothed we shall not be found naked (2 Cor. 5:3)? A great and ineffable mystery is shadowed forth to us there. And of what sort is this? Namely what he also says in the Epistle to the Corinthians: We shall all rise indeed, yet each in his own order (1 Cor. 15:22, 23). And what is meant here? Plainly this: that Greek, Jew, heretic, and every human being who has come into this world will rise on that day; and he declares this very truth when he says: We shall not all sleep, but we shall all be changed, in a moment, in the twinkling of an eye, at the last trumpet (1 Cor. 15:51, 52).
8. Quia ergo communis est omnibus resurrectio, et piis et impiis, et malis et bonis hominibus, ut ne ideo putes injustum quoddam fieri judicium, neque dicas apud te ipsum: Quidnam hoc est? ego, qui multo studio et labore et in miseria vixi, resurgo, et Graecus, et impius, et idololatra, et qui ignorat Christum, etiam ipse resurgit, et simili honore mecum fruitur? ut ne talia dicens conturberis, audi quid dicit: Siquidem induti, non nudi inveniamur (2. Cor. 5. 3). Et quomodo dicit eum, qui indutus est incorruptionem et immortalitatem, inveniri nudum? Videlicet si gloria privamur, et fiducia ad Deum destituimur. Etenim peccatorum quoque corpora incorruptibilia resurgunt et immortalia: sed hic honor fomentum et viaticum ipsis erit suppliciorum et ultionis: incorruptibilia enim resurgunt, ut semper urantur. Nam cum ille ignis sit inexstinguibilis, opus est illis corporibus, quae et ipsa numquam consumantur. Eapropter dicit: Si quidem et induti, non nudi inveniamur. Non enim hoc solum est, quod quaeritur, ut resurgamus et immortalitatem induamus: sed ut cum resurrexerimus, indutique fuerimus immortalitatem, non inveniamur nudi a gloria fiduciaque erga Deum, neve igni illi tradamur; et ob hoc dicit: Si quidem et induti, non nudi inveniamur. Post haec iterum fide digniorem de resurrectione sermonem reddit: et cum dixit futurum Ut absorbeatur mortale hoc a vita (Ibid. v. 4), adjicit, Qui autem nos fecit ad hoc ipsum Deus (Ibid. v. 5); ac si diceret, A principio propter hoc hominem formavit, inquit, non ut pereat, sed ut ad incorruptionem pergat. Ita ut quando mortem permisit, hoc ipsam consilio permiserit, ut supplicio prudentior factus et melior, possis denuo ad immortalitatem reduci. Ratum atque firmum hoc consilium, et haec sententia ab initio apud Deum, atque hac ratione primum hominem formavit, idque statim nobis ex prooemiis ipsis subindicavit. Nisi enim voluisset ab initio nobis resurrectionis januas aperire, non permisisset Abelem omni virtute praeditum, factumque sibi amicum, quae passus est pati.
8. Since, therefore, the resurrection is common to all — both pious and impious, evil men and good — lest on that account you suppose that some unjust judgement takes place, or say to yourself: What is this? I who lived in great zeal, toil, and misery rise again, and the Greek, the impious man, the idolater, and he who knows not Christ himself also rises again and enjoys like honour with me? — lest you be troubled by saying such things, hear what he says: If so be that being clothed we shall not be found naked (2 Cor. 5:3). And how does he say that one who is clothed with incorruption and immortality is found naked? Plainly when we are deprived of glory and bereft of confidence before God. For the bodies of sinners also rise incorruptible and immortal, yet this honour will be for them fuel and provision for torments and vengeance; for they rise incorruptible so that they may burn for ever. Since that fire is unquenchable, it requires bodies which themselves also are never consumed. Wherefore he says: If so be that being clothed we shall not be found naked. For this is not the only thing sought, that we rise again and put on immortality, but that when we have risen again and been clothed with immortality, we may not be found naked of glory and confidence towards God, nor be handed over to that fire; and for this reason he says: If so be that being clothed we shall not be found naked. After this he again renders his discourse on the resurrection still more trustworthy: having said that This mortal shall be swallowed up by life (ibid., v. 4), he adds, Now he who wrought us for this very thing is God (ibid., v. 5) — as if to say: From the beginning he fashioned man for this purpose, not that he might perish, but that he might press on to incorruption. Thus even when he permitted death, he permitted it with this design, that having become wiser and better through chastisement, you might be led back anew to immortality. Fixed and steadfast was this counsel and this decree with God from the beginning, and according to this plan he fashioned the first man, hinting at this to us straightway from the very opening chapters. For had he not willed from the beginning to open for us the gates of the resurrection, he would not have permitted Abel, endowed with every virtue and made his friend, to suffer what he suffered.