Ὅταν γὰρ ὁρῶντές τινες τοὺς μὲν ἐπιεικεῖς καὶ σώφρονας καὶ ἐν δικαιοσύνῃ ζῶντας ἀγχομένους ὑπὸ πενίας, ἐπηρεαζομένους, συκοφαντουμένους, μόλις τῆς ἀναγκαίας εὐποροῦντας τροφῆς, πολλάκις δὲ καὶ νόσῳ μακρᾷ καὶ χαλεποῖς νοσήμασι ταριχευομένους, καὶ οὐδεμιᾶς τυγχάνοντας προστασίας, ἀνθρώπους δὲ γόητας καὶ μιαροὺς καὶ πολλῶν γέμοντας κακῶν πλοῦτον περιβεβλημένους, τρυφῶντας, λαμπρὰ περικειμένους ἱμάτια, ἑσμὸν οἰκετῶν ἐπισυρομένους πολὺν, θαυμαζομένους, δυναστείας ἀπολαύοντας, παρὰ βασιλεῖ πολλὴν κεκτημένους παρῥησίαν· εἶτά τινες ὑπὲρ τούτων κατηγορῶσι τῆς τοῦ Θεοῦ προνοίας, καὶ λέγωσι· Ποῦ ταῦτα προνοίας; ποῦ δὲ δικαίας κρίσεως; ὁ σώφρων καὶ ἐπιεικὴς ἐν κακοῖς, ὁ ἀκόλαστος καὶ διεφθαρμένος ἐν ἀγαθοῖς καὶ οὗτος μὲν θαυμάζεται, ἐκεῖνος δὲ καταφρονεῖται· οὗτος ἀπολαύει τρυφῆς πολλῆς, ἐκεῖνος ἐν πενίᾳ καὶ τοῖς ἐσχάτοις ἐστὶ κακοῖς· ὁ μὲν περὶ τῶν μελλόντων ἀμφιβάλλων σιωπηθήσεται, καὶ οὐδὲν ὅλως ἐρεῖ· ὁ δὲ περὶ ἀναστάσεως φιλοσοφεῖν εἰδὼς, ῥᾳδίως τὴν βλασφημίαν ἐφέξει, καὶ πρὸς τοὺς τὰ τοιαῦτα ἀποδυσπετοῦντας ἐρεῖ· Παύσασθε κατὰ τοῦ πεποιηκότος ὑμᾶς Θεοῦ τὴν γλῶτταν ἀκονῶντες τὴν ἑαυτῶν. Οὐ γὰρ μέχρι τοῦ παρόντος βίου τὰ ἡμέτερα ἔστηκε πράγματα, ἀλλὰ πρὸς ἑτέραν ζωὴν ἐπειγόμεθα πολλῷ μακροτέραν, μᾶλλον δὲ πέρας οὐκ ἔχουσαν· κἀκεῖ πάντως ὁ μὲν πένης οὗτος καὶ μετὰ δικαιοσύνης ζῶν, τῶν πόνων τούτων λήψεται τὰς ἀμοιβὰς, ὁ δὲ ἀκόλαστος καὶ γόης, τῆς πονηρίας ταύτης καὶ τῆς ἀδίκου τρυφῆς δώσει τὴν δίκην. Μὴ τοίνυν ἀπὸ τῶν παρόντων μόνον περὶ τῆς τοῦ Θεοῦ ψηφισώμεθα προνοίας, ἀλλὰ καὶ ἀπὸ τῶν μελλόντων. Τὰ γὰρ παρόντα ἀγών ἐστι καὶ σκάμματα καὶ στάδιον, τὰ δὲ μέλλοντα ἔπαθλα καὶ στέφανοι καὶ βραβεῖα. Ὥσπερ οὖν τὸν ἀθλητὴν, ἐν τῷ σκάμματι καὶ ἱδρῶτι καὶ κόνει καὶ θέρμῃ πολλῇ καὶ πόνοις καὶ ταλαιπωρίαις μάχεσθαι δεῖ, οὕτω καὶ τὸν δίκαιον ἐνταῦθα πολλὰ ὑπομένειν χρὴ καὶ φέρειν ἅπαντα γενναίως, εἴ γε μέλλοι λαμπροὺς ἀπολήψεσθαι τοὺς στεφάνους ἐκεῖ. Εἰ δὲ αἱ τῶν πονηρῶν εὐημερίαι θορυβοῦσί τινας, καὶ ἐπὶ τούτων ἐκεῖνο λογιζέσθωσαν πάλιν, ὅτι, καθάπερ λῃσταὶ καὶ τυμβωρύχοι καὶ ἀνδροφόνοι καὶ οἱ τὴν θάλασσαν πλέοντες πειραταὶ, πρὶν ἢ εἰς τὸ δικαστήριον εἰσελθεῖν, πολλῆς ἀπολαύουσι τρυφῆς, οἰκείαν εὐπορίαν τὰς ἀλλοτρίας ποιούμενοι συμφορὰς, καὶ τὸν ἄδικον κτώμενοι πλοῦτον, καὶ καθ' ἑκάστην μεθύοντες τὴν ἡμέραν· ἐπειδὰν δὲ ὑπὸ ταῖς τοῦ δικαστοῦ γένωνται ψήφοις, πάντων ἐκείνων διδόασι δίκην· οὕτω καὶ οὗτοι οἱ πόρνας ἀγοράζοντες, καὶ τὰς Συβαριτικὰς παρατιθέμενοι τραπέζας, καὶ τὰς ὀφρῦς ἀνασπῶντες, καὶ σοβοῦντες ἐπὶ τῆς ἀγορᾶς, καὶ τοὺς πένητας σπαράττοντες, ὅταν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ παραγένηται μετὰ τῶν ἀγγέλων τῶν ἑαυτοῦ, καὶ ἐπὶ τοῦ βήματος ἐκείνου καθίσῃ, καὶ τὴν οἰκουμένην εἰς μέσον παραγάγῃ, γυμνοὶ καὶ πάσης ἔρημοι τῆς φαντασίας εἰσενεχθέντες, καὶ οὐδένα συνήγορον οὐδὲ προστάτην ἔχοντες, χωρὶς συγγνώμης ἁπάσης εἰς τοὺς τοῦ πυρὸς ἀπενεχθήσονται ποταμούς. Μὴ τοίνυν μήτε τούτους μακαρίσῃς διὰ τὴν
For when certain men see those who are gentle and temperate and living in righteousness throttled by poverty, maltreated, slandered, scarcely supplied with necessary nourishment, and often wasted away by long illness and grievous diseases, and obtaining no protection at all, while impostors and polluted men and those full of many evils are clothed in wealth, living in luxury, wearing splendid garments, trailing a great swarm of domestics behind them, admired, enjoying domination, possessing great boldness of speech before the emperor; and then certain men on account of these things accuse the providence of God, and say: Where is providence in these things? And where is righteous judgement? The temperate and gentle man is in afflictions, the licentious and corrupt man in good things; and the latter is admired, while the former is despised; the latter enjoys great luxury, while the former is in poverty and extreme evils—then he who doubts concerning the things to come will be put to silence, and will say nothing at all; whereas he who knows how to philosophize concerning the resurrection will easily check the blasphemy, and to those who rail indignantly in such wise he will say: Cease sharpening your tongue against the God Who made you. For our affairs do not stand merely up to the present life, but we are hastening on towards another life much longer, or rather having no end; and there assuredly this poor man who lives in righteousness will receive the recompenses of these toils, while the licentious man and impostor will pay the penalty of this wickedness and unjust luxury. Let us not, therefore, cast our vote concerning the providence of God from present things alone, but also from the things to come. For the present things are a contest and wrestling-pit and stadium, while the things to come are prizes and crowns and rewards. Just as, therefore, the athlete must fight in the wrestling-pit and in sweat and dust and great heat and toils and hardships, so too the righteous man here must endure many things and bear all things nobly, if indeed he is to receive bright crowns there. And if the prosperities of the wicked trouble certain men, in their case too let them reckon this again, that, just as robbers and grave-diggers and murderers and pirates who sail the sea, before entering the court of justice, enjoy much luxury, making others' calamities their own abundance, and acquiring unjust wealth, and getting drunk every single day, yet whenever they come under the votes of the judge, they pay the penalty for all those things; so too these men who buy harlots, and set Sybaritic tables before themselves, and raise their eyebrows, and strut about in the market-place, and tear the poor to pieces, when the only-begotten Son of God arrives with His angels, and sits upon that judgement-seat, and brings the inhabited world into the midst, brought in naked and stripped of all their pomp, and having no advocate nor patron, without any pardon at all will be carried away into the rivers of fire. Do not, therefore, either count these men blessed on account of their