Migne Reading Room

PG 49 · cols. 383–388 · Read from the page

Panegyrical sermons on the Solemnities

Panegyrical sermons on the Solemnities

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:383Read from the page
ἔδειξε τῶν κακῶς πασχόντων; Βλέπε πάλιν ἀλλαχοῦ τῶν κακῶς ποιούντων τὴν ἀπαραίτητον τιμωρίαν· ἄκουε τοῦ μακαρίου Παύλου λέγοντος· Ὑμεῖς δὲ, ἀδελφοὶ, μιμηταὶ ἐγενήθητε τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων Ἰησοῦν, καὶ τοὺς ἰδίους προφήτας, καὶ κωλυόντων ἡμᾶς, φησὶ, τοῖς ἔθνεσι λαλῆσαι, ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας· ἔφθασε δὲ ἐπ' αὐτοὺς ἡ ὀργὴ τοῦ Θεοῦ εἰς τέλος. Εἶδες, ὅτι ἐκείνους μάλιστα δίκαιον θρηνεῖν καὶ κόπτεσθαι τοὺς κακοποιοῦντας; Διὰ τοῦτο καὶ ὁ φιλάνθρωπος Δεσπότης ὁρῶν τοῦ μαθητοῦ τὴν τόλμαν, ἐταράττετο καὶ ἐδάκρυε, τὴν περὶ τὸν μαθητὴν συμπάθειαν ἐπιδεικνύμενος, καὶ δεικνὺς αὐτοῦ τῆς φιλανθρωπίας τὸ μέγεθος, ὅτι καὶ μέχρις αὐτῆς τῆς προδοσίας οὐκ ἐπαύετο τῆς τοῦ μαθητοῦ διορθώσεως προνοούμενος. Διὰ τοῦτον οὖν δάκρυσον πικρὸν καὶ στέναξον μᾶλλον, ἐπεὶ καὶ ὁ Δεσπότης δι' ἐκεῖνον ἠθύμησεν· Ἐταράχθη γὰρ, φησὶν, ὁ Ἰησοῦς καὶ εἶπεν· Εἷς ἐξ ὑμῶν παραδώσει με. Ὢ πόση εὐσπλαγχνία, πόση ἀγαθότης Δεσπότου! ὁ προδοθεὶς ὑπὲρ τοῦ προδότου ἀλγεῖ. Ὁρῶν γὰρ αὐτὸν ἐπιμένοντα τῇ πονηρίᾳ, Ἐταράχθη καὶ εἶπεν· Εἷς ἐξ ὑμῶν παραδώσει με. Σκόπει, πόση μακροθυμία! πόση φιλανθρωπία! πῶς φείδεται τοῦ ἀγνώμονος, καὶ οὐ βούλεται αὐτὸν ἀναίσχυντον ἐργάσασθαι, ἀλλὰ πάντας εἰς δειλίαν ἐνάγει τοὺς μαθητὰς καὶ ἐναγωνίους ποιεῖ, πρὸς τὸ ἀφορμήν τινα ἐκείνῳ παρασχεῖν τοῦ μεταγνῶναι τῆς μανίας! Ἀλλ' ὅταν ἀναίσθητος γένηται ἡ ψυχὴ μὴ δεχομένη τὸν σπόρον τῆς εὐσεβείας, οὐ παραίνεσιν δέχεται, οὐ συμβουλὴν, ἀλλὰ σκοτωθεῖσα ὑπὸ τοῦ πάθους κατὰ κρημνῶν ἄπεισι· διόπερ οὔτε οὗτος ἐκέρδανέ τι ἐκ τῆς τοσαύτης μακροθυμίας. Εἷς ἐξ ὑμῶν παραδώσει με, φησί. Τίνος ἕνεκεν ἐταράχθη καὶ ἠθύμησεν; Ὁμοῦ καὶ τὴν φιλοστοργίαν τὴν ἑαυτοῦ ἐπιδεικνύμενος, καὶ διδάσκων ἡμᾶς, ὅτι ἐκείνους μάλιστα δεῖ θρηνεῖν, τοὺς κακῶς τῷ πλησίον κατεργαζομένους. Καὶ γὰρ ἐκεῖνοι καθ' ἑαυτῶν τὴν ὀργὴν ἐπιφέρουσιν· οὐχὶ δὲ τὸν πάσχοντα κακῶς, ἀλλὰ τὸν ποιοῦντα κακὰ, τοῦτον θρηνεῖν πανταχοῦ δίκαιον. Τὸ μὲν γὰρ κακῶς παθεῖν, τὴν βασιλείαν ἡμῖν τῶν οὐρανῶν προξενεῖ· τὸ δὲ κακῶς ποιῆσαί τινι αἴτιον ἡμῖν τῆς γεέννης καὶ τῆς κολάσεως γίνεται. Μακάριοι γὰρ, φησὶν, οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης. Ὁρᾷς, πῶς τὸ κακῶς παθεῖν ἔχει μισθὸν καὶ ἔπαθλον, τὴν τῶν οὐρανῶν βασιλείαν; Ἄκουσον πῶς καὶ τὸ κακῶς ποιῆσαι κόλασιν φέρει καὶ τιμωρίαν. Εἰπὼν γὰρ ὁ Παῦλος περὶ τῶν Ἰουδαίων, ὅτι τὸν Κύριον ἀπέκτειναν, καὶ τοὺς προφήτας ἐδίωξαν, ἐπήγαγεν· Ὧν τὸ τέλος ἐστὶ κατὰ τὰ ἔργα αὐτῶν. Εἶδες πῶς οἱ μὲν διωκόμενοι τὴν βασιλείαν τῶν οὐρανῶν λαμβάνουσιν· οἱ δὲ διώκοντες, τὴν τοῦ Θεοῦ ὀργὴν κληρονομοῦσι;
showed to belong to those who suffer evil? Behold again elsewhere the inexorable vengeance upon those who do evil; hear the blessed Paul saying: For ye, brethren, became imitators of the Churches of God which are in Judaea, because ye also suffered the same things from your own countrymen, even as they also did from the Jews, who both killed the Lord Jesus and their own prophets, and hinder us, he says, from speaking to the Gentiles that they may be saved, to fill up their sins; and the wrath of God hath come upon them to the uttermost. Did you see that it is most just to bewail and mourn over those who work evil? On this account the Master Who loves mankind also, seeing the audacity of the disciple, was troubled and wept, displaying His compassion towards the disciple, and showing the magnitude of His loving-kindness, in that even right up to the betrayal itself He did not cease taking thought for the disciple's reformation. On account of this man, therefore, weep bitterly and groan the rather, since the Master also was grieved on his account; for Jesus, it says, was troubled and said: One of you shall betray Me. O what tender mercy, what goodness of the Master! He Who was betrayed grieves on behalf of the traitor. For seeing him abiding in his wickedness, He was troubled and said: One of you shall betray Me. Behold what long-suffering! What loving-kindness! How He spares the ungrateful man, and does not wish to make him shameless, but brings all the disciples into fear and throws them into anxiety, in order to afford him some occasion to repent of his madness! Yet when the soul has become insensible, not receiving the seed of godliness, it receives neither exhortation nor counsel, but darkened by passion rushes down precipices; wherefore neither did this man gain anything from so great long-suffering. One of you shall betray Me, He says. On what account was He troubled and grieved? At the same time both displaying His own tender affection, and teaching us that we ought above all to bewail those who work evil against their neighbour. For they bring down wrath upon themselves; and not him who suffers evil, but him who does evil—him it is everywhere just to bewail. For to suffer evil procures for us the kingdom of heaven, whereas to do evil to anyone becomes for us the cause of Gehenna and of punishment. For Blessed, says He, are those who are persecuted for righteousness' sake. Do you see how suffering evil has as its reward and prize the kingdom of heaven? Hear how doing evil also brings punishment and vengeance. For after Paul had said concerning the Jews that they killed the Lord and persecuted the prophets, he added: Whose end is according to their works. Did you see how those who are persecuted receive the kingdom of heaven, while those who persecute inherit the wrath of God?
Ταῦτα δὲ οὐχ ἁπλῶς κινοῦμεν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, ἀλλ' ἵνα παιδευώμεθα πρὸς τοὺς ἐχθροὺς ἡμῶν μὴ ὀργίζεσθαι, ἀλλ' ἵνα μᾶλλον ἐλεῶμεν αὐτοὺς, καὶ δακρύωμεν καὶ ἀλγῶμεν ὑπὲρ αὐτῶν. Ἐκεῖνοι γάρ εἰσιν οἱ κακῶς πάσχοντες, οἱ ἐχθραίνοντες ἡμῖν μάτην. Ἂν οὕτω παρασκευάσωμεν ἡμῶν τὴν ψυχὴν, ὡς μὴ ὀργίζεσθαι, ἀλλὰ καὶ ἀλγεῖν ὑπὲρ αὐτῶν, δυνησόμεθα κατὰ τὴν τοῦ Κυρίου φωνὴν καὶ ὑπερεύχεσθαι αὐτῶν, καὶ πολλὴν διὰ τούτου τὴν ἄνωθεν ἐπισπάσασθαι ῥοπήν. Διὰ γὰρ τοῦτο τετάρτην ἡμέραν
And we do not stir up these matters before your charity at random, but in order that we may be trained not to grow angry towards our enemies, nay rather, that we may pity them, and weep and grieve on their behalf. For it is they who suffer evil, who bear enmity against us in vain. If we so dispose our soul as not to grow angry, nay, even to grieve on their behalf, we shall be able according to the Lord's voice to pray on their behalf as well, and through this to draw down abundant favour from above. For on this account for the fourth day I
PG 49:384Read from the page
ἔχω διαλεγόμενος ὑμῖν περὶ εὐχῆς τῆς ὑπὲρ τῶν ἐχθρῶν, ἵνα μόνιμος γένηται τῆς διδασκαλίας ὁ λόγος τῇ συνεχείᾳ τῆς παραινέσεως, ἵνα ῥιζωθῇ ὑμῶν ταῖς διανοίαις. Διὰ τοῦτο συνεχῶς ἐπαντλοῦμεν ὑμῖν τοῖς ῥήμασιν, ὥστε τὸ οἴδημα τῆς ὀργῆς ὑπονοστῆσαι, καὶ κατασταλῆναι τὴν φλεγμονὴν, καὶ καθαρὸν ὀργῆς εἶναι τὸν εὐχῇ προσιόντα. Οὐδὲ γὰρ ὁ Χριστὸς ὑπὲρ τῶν ἐχθρῶν ταῦτα παραινεῖ μόνον, ἀλλὰ καὶ ὑπὲρ ἡμῶν τῶν ἀφιέντων ἐκείνοις τὰ ἁμαρτήματα. Μείζονα γὰρ λαμβάνεις ἢ δίδως, ἀφιεὶς τὴν ὀργὴν τῷ ἐχθρῷ. Καὶ πῶς μείζονα λαμβάνω, φησί; Πρόσεχε ἀκριβῶς. Ἐὰν ἀφῇς τοίνυν τὰ εἰς τὸν ἐχθρὸν ἁμαρτήματα, συγχωρεῖταί σοι τὰ εἰς τὸν Δεσπότην πλημμελήματα. Ἐκεῖνα ἀνίατά ἐστι καὶ ἀσύγγνωστα, ταῦτα δὲ πολλὴν ἔχει παραμυθίαν καὶ συγγνώμην. Ἄκουσον γοῦν τοῦ Ἠλὶ λέγοντος πρὸς τοὺς υἱοὺς αὐτοῦ· Ἐὰν ἁμαρτῶν ἁμάρτῃ ἄνθρωπος εἰς ἄνθρωπον, ὁ ἱερεὺς προσεύξεται περὶ αὐτοῦ· ἐὰν δὲ εἰς τὸν Θεὸν ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ; Ὥστε ἐκεῖνο μέγα τραῦμα, οὐδ' εὐχῇ ῥᾳδίως λύεται. Καὶ εὐχῇ μὲν οὐ λύεται τὸ τοιοῦτον παράπτωμα, συγχωρήσει δὲ τῶν ἁμαρτημάτων τῶν εἰς τὸν ἐχθρὸν λύεται παραυτίκα. Διὸ ἐκεῖνα μὲν μύρια τάλαντα ἐκάλεσεν ὁ Θεὸς, τὰ εἰς τὸν Δεσπότην ἁμαρτήματα, ταῦτα δὲ ἑκατὸν δηνάρια· ἃ ἐὰν ἀφῇς, ἀφεθήσεταί σοι τὰ μύρια τάλαντα.
have been conversing with you concerning prayer on behalf of enemies, so that the word of instruction may become lasting through the continuity of exhortation, so that it may take root in your minds. On this account we continually pour streams of words upon you, so that the swelling of wrath may subside, and the inflammation be allayed, and he who approaches prayer may be pure of wrath. For Christ exhorts these things not only on behalf of our enemies, but also on behalf of us who forgive them their sins. For you receive greater things than you give when you remit your wrath to your enemy. And how do I receive greater things, says one? Give exact heed. If then you forgive the sins committed against an enemy, your offences against the Master are pardoned you. Those are incurable and unpardonable, whereas these admit of great mitigation and pardon. Hear, at any rate, Eli saying to his sons: If a man sinning sin against a man, the priest shall pray for him; but if he sin against God, who shall pray for him? So that the former is a great wound, and is not easily dissolved even by prayer. And by prayer, indeed, such a transgression is not dissolved, yet by the pardoning of sins committed against one's enemy it is dissolved forthwith. Wherefore God called those—the sins against the Master—ten thousand talents, and these a hundred denarii; which if you forgive, the ten thousand talents will be forgiven you.
βʹ. Ἀλλὰ περὶ μὲν τῆς εὐχῆς ἱκανῶς εἴρηται. Εἰ δὲ δοκεῖ, μικρὸν ἀνωτέρω τὸν λόγον ἀγαγόντες, ἐπὶ τὸν τῆς προδοσίας ἐπανέλθωμεν λόγον, καὶ ἴδωμεν πῶς παρεδόθη ἡμῶν ὁ Δεσπότης. Ἵνα δὲ καὶ τοῦ προδότου τὴν μανίαν ἅπασαν καταμάθωμεν, καὶ τοῦ μαθητοῦ τὴν ἀγνωμοσύνην γνῶμεν, καὶ τοῦ Δεσπότου τὴν ἄφατον φιλανθρωπίαν, ἀκούσωμεν τοῦ εὐαγγελιστοῦ, πῶς ἡμῖν αὐτοῦ διηγεῖται τὴν τόλμαν· Τότε, φησὶ, πορευθεὶς εἷς τῶν δώδεκα, Ἰούδας ὁ λεγόμενος Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς, εἶπεν αὐτοῖς· Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Δοκεῖ μὲν γὰρ σαφὲς εἶναι τὸ λεγόμενον, καὶ μηδὲν πλέον αἰνίττεσθαι· εἰ δέ τις ἀκριβῶς ἐξετάσειεν ἕκαστον τῶν εἰρημένων, πολλὴν ἔχει θεωρίαν καὶ πολὺ τὸ βάθος τῶν νοημάτων. Καὶ πρῶτον ὁ καιρός. Οὐ γὰρ ἁπλῶς αὐτὸν ἐπισημαίνεται ὁ εὐαγγελιστής· οὐ γὰρ εἶπε, πορευθεὶς, ἁπλῶς· ἀλλὰ προσέθηκε, Τότε πορευθείς. Τότε· πότε; Καὶ τίνος ἕνεκεν ἐπισημαίνει τὸν χρόνον; Οὐχ ἁπλῶς ἡμῖν ἐπισημαίνεται τὸν καιρὸν ὁ εὐαγγελιστὴς Πνεύματι ἁγίῳ φθεγγόμενος· ὁ γὰρ Πνεύματι φθεγγόμενος, οὐδὲν ἁπλῶς οὐδὲ εἰκῆ φθέγγεται. Τί οὖν ἐστι τὸ, τότε; Πρὸ αὐτοῦ τοῦ χρόνου, πρὸ αὐτῆς τῆς ὥρας προσῆλθε κόρη ἀλάβαστρον μύρου ἔχουσα, καὶ κατέχεε τὸ ἔλαιον ἐκεῖνο ἐπὶ τὴν κεφαλὴν τοῦ Κυρίου. Ἐπεδείξατο πολλὴν πίστιν ἡ γυνὴ, ἐπεδείξατο πολλὴν θεραπείαν, ἐπεδείξατο πολλὴν ὑπακοὴν καὶ εὐλάβειαν· μετεβάλλετο ἀπὸ τοῦ βίου τοῦ προτέρου, καὶ ἐγένετο βελτίων καὶ σωφρονεστέρα. Καὶ ὅτε ἡ πόρνη μετενόησεν, ὅτε τὸν Δεσπότην ἐπέγνω, τότε ὁ μαθητὴς τὸν διδάσκαλον παρέδωκε. Τότε· πότε; Ὅτε πόρνη προσελθοῦσα, τὸ ἀλάβαστρον τοῦ μύρου καταχέασα κατὰ τῶν ποδῶν τοῦ Ἰησοῦ, ταῖς οἰκείαις θριξὶν ἐξέμαξε, καὶ πολλὴν τὴν θεραπείαν ἐπεδείκνυτο, τὰ ἐν παντὶ τῷ χρόνῳ ἁμαρτήματα ἐξαλείφουσα διὰ τῆς ἐξομολογήσεως αὐτῆς. Τότε οὖν, ὅτε ἐκείνην ἐθεάσατο τοσαύτην θεραπείαν τῷ διδασκάλῳ ἐπιδειξαμένην, τότε αὐτὸς ἐπὶ τὴν παράνομον προδοσίαν
2. Concerning prayer, however, enough has been said. If it seems good, carrying our account a little further back, let us return to the subject of the betrayal, and see how our Master was betrayed. And that we may learn thoroughly all the madness of the traitor, and know the ingratitude of the disciple and the ineffable loving-kindness of the Master, let us hear the evangelist, how he recounts his audacity to us: Then, says he, one of the twelve, Judas who was called Iscariot, went unto the chief priests, and said to them: What are ye willing to give me, and I will deliver Him unto you? Now what is said seems to be plain, and to hint at nothing further; yet if anyone examines each of the things spoken exactly, it holds abundant contemplation and a great depth of meanings. And first, the season. For the evangelist does not note it at random; for he did not say, having gone, simply, but added, Then having gone. Then—when? And on what account does he note the time? Not at random does the evangelist, uttering through the Holy Spirit, note the season for us; for he who utters through the Spirit utters nothing simply or in vain. What then is this Then? Before that very time, before that very hour, a maiden approached having an alabaster flask of ointment, and poured down that oil upon the head of the Lord. The woman displayed great faith, she displayed great devotion, she displayed great obedience and reverence; she was changed from her former life, and became better and more chaste. And when the harlot repented, when she recognized the Master, then the disciple betrayed the Teacher. Then—when? When a harlot approached, and having poured the alabaster flask of ointment over the feet of Jesus, wiped them off with her own hair, and displayed great devotion, blotting out through her confession the sins of all her time. Then, therefore, when he beheld her displaying so great devotion towards the Teacher, then he himself unto the lawless betrayal
PG 49:385Read from the page
ἔσπευσε. Κἀκείνη μὲν ἀπ' αὐτοῦ τοῦ πυθμένος τῆς κακίας εἰς αὐτὸν τὸν οὐρανὸν ἀνῆλθεν· οὗτος δὲ μετὰ μυρία θαύματα καὶ σημεῖα, μετὰ τὴν τοσαύτην διδασκαλίαν, μετὰ τὴν ἄφατον συγκατάβασιν, εἰς αὐτὸν τὸν πυθμένα τῶν ταρτάρων κατέπεσε. Τοσοῦτόν ἐστι ῥᾳθυμία κακὸν καὶ προαίρεσις διεφθαρμένη. Διὸ καὶ Παῦλος ἔλεγεν· Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· καὶ ὁ προφήτης πάλαι ἐβόα· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; ἵνα μήτε ὁ ἑστὼς θαῤῥῇ, ἀλλ' ἐναγώνιος ᾖ διηνεκῶς, μήτε ὁ καταπεσὼν ἀπογνῷ ἑαυτοῦ. Τοσαύτη γὰρ ἡ δύναμις τοῦ διδασκάλου, ὡς καὶ πόρνας καὶ τελώνας ἐπισπάσασθαι πρὸς τὴν οἰκείαν ὑποταγήν
hastened. And she, from the very bottom of wickedness, went up into heaven itself; whereas he, after ten thousand wonders and signs, after so great instruction, after that ineffable condescension, fell down to the very bottom of Tartarus. So great an evil is indolence and a corrupted purpose. Wherefore Paul also said: Let him who thinks that he stands take heed lest he fall; and the prophet of old cried aloud: Doth not he that falleth arise? Or doth he that turneth away not turn back? so that neither he who stands may be overconfident, but may be continually watchful, nor he who has fallen down may despair of himself. For so great was the power of the Teacher as to draw even harlots and tax-collectors to obedience unto Himself
Τί οὖν φησιν; Ὁ πόρνας ἐπισπασάμενος, μαθητὴν οὐκ ἴσχυσεν ἐπισπάσασθαι; Ναὶ, ἴσχυεν ἐπισπάσασθαι καὶ τὸν μαθητήν· ἀλλ' οὐκ ἐβούλετο αὐτὸν ἀνάγκῃ ποιῆσαι καλὸν, οὐδὲ βίᾳ ἑλκύσαι αὐτὸν πρὸς ἑαυτόν. Διὰ τοῦτο ὁ εὐαγγελιστὴς διηγούμενος ἡμῖν τὰ κατὰ τὸν μαθητὴν τὸν ἀγνώμονα ἔλεγε· Τότε πορευθεὶς, τουτέστιν, οὐχ ὑφ' ἑτέρων κληθεὶς, οὔτε βιασθεὶς παρ' ἄλλου, οὐδὲ παρ' ἑτέρου δεξάμενος τὴν προτροπὴν, ἀλλ' οἴκοθεν κινούμενος ἐπὶ τοῦτο ἐτράπη, δεικνὺς ὅτι αὐτομάτως, καὶ ἐξ οἰκείας γνώμης ἐπὶ τὸ παράνομον τοῦτο τόλμημα ὥρμησεν, ἐξ οὐδεμιᾶς αἰτίας κινούμενος, ἀλλ' ὑπὸ τῆς πηγαζούσης ἔνδοθεν κακίας ἐπὶ τὴν προδοσίαν τοῦ Δεσπότου ἑαυτὸν ὠθήσας· Τότε πορευθεὶς εἷς τῶν δώδεκα. Καὶ τοῦτο οὐ μικρὸν ἔγκλημα τὸ εἰπεῖν, Εἷς τῶν δώδεκα. Ἐπειδὴ γὰρ ἦσαν καὶ ἕτεροι ἑβδομήκοντα μαθηταὶ, διὰ τοῦτο εἶπεν, Εἷς τῶν δώδεκα, τουτέστι, τῶν ἐγκρίτων, τῶν καὶ καθ' ἑκάστην αὐτῷ συναναστρεφομένων, τῶν πολλῆς ἀπολαυόντων τῆς παῤῥησίας. Ἵνα οὖν μάθῃς ὅτι μαθητὴς ἦν τῶν δοκίμων, φησίν· Εἷς τῶν δώδεκα. Καὶ οὐ παρασιωπᾷ ταῦτα γράφων ὁ εὐαγγελιστὴς, ἵνα σὺ πεισθεὶς ὅτι ταῦτα τὰ δοκοῦντα ἐπονείδιστα εἶναι δείκνυσι τοῦ Δεσπότου τὴν πρὸς ἡμᾶς κηδεμονίαν, ὅτι τὸν προδότην, τὸν κλέπτην τοσούτων ἠξίωσεν ἀγαθῶν, καὶ μέχρι τῆς ἐσχάτης ἑσπέρας παρῄνει. Εἶδες πῶς ἡ πόρνη μὲν ἐσώθη, ἐπειδὴ ἔνιψεν· ὁ μαθητὴς δὲ ῥᾳθυμήσας κατέπεσε; Μὴ τοίνυν ἀπογνῷς ἑαυτοῦ πρὸς τὴν πόρνην ἀφορῶν, μηδὲ θαρσήσῃς πάλιν πρὸς τὴν τοῦ μαθητοῦ τόλμαν ἀπιδών· ἀμφότερα γὰρ ὀλέθρια. Εὐόλισθος γὰρ ἡμῶν ἡ γνώμη, εὐπερίτρεπτος ἡ προαίρεσις· διὸ πάντοθεν ἀσφαλίζεσθαι χρή. Τότε πορευθεὶς εἷς τῶν δώδεκα, Ἰούδας ὁ Ἰσκαριώτης. Ὁρᾷς ποίου χοροῦ ἐξέπεσεν; ὁρᾷς ποίας διδασκαλίας ἑαυτὸν ἐστέρησεν; ὁρᾷς πόσον κακὸν ἡ ῥᾳθυμία; Ἰούδας, φησὶν, ὁ Ἰσκαριώτης, ἐπειδὴ ἕτερος ἦν τούτῳ ὁμώνυμος ὁ λεγόμενος Ἰακώβου. Ὁρᾷς τοῦ εὐαγγελιστοῦ τὴν σοφίαν, ὅτι οὐκ ἀπὸ τοῦ τολμήματος, ἀλλ' ἀπὸ τοῦ τόπου, δῆλον ἡμῖν αὐτὸν ποιεῖ, ἐκεῖνον οὐκ ἀπὸ τοῦ τόπου, ἀλλ' ἀπὸ τῆς πατρωνυμίας γνώριμον ποιῶν; Καίτοι γε ἀκόλουθον ἦν εἰπεῖν, Ἰούδαν τὸν προδότην· ἀλλ' ἵνα ἡμᾶς παιδεύσῃ καθαρὰν ἔχειν κατηγορίας τὴν γλῶσσαν, καὶ αὐτὸ τὸ εἰπεῖν προδότου φείδεται. Παιδευώμεθα τοίνυν μηδένα τῶν ἐχθρῶν κακῶς μεμνῆσθαι. Εἰ γὰρ ὁ μακάριος οὗτος τοῦ προδότου οὐκ ἠνέσχετο κατηγορῆσαι, τὸ παράνομον τοῦτο τόλμημα διηγούμενος, τοῦτο μὲν ἀπεσιώπησεν, ἀπὸ δὲ τοῦ τόπου, ὅθεν ὥρμητο, δῆλον αὐτὸν ποιεῖ· ποίας ἂν εἴημεν ἡμεῖς ἄξιοι συγγνώμης τοὺς πλησίον κακηγοροῦντες; Καὶ πολλάκις οὐ μόνον
What then, says one? Could He Who drew harlots not avail to draw a disciple? Yea, He had strength to draw the disciple as well; yet He did not wish to make him good by necessity, nor to drag him to Himself by force. On this account the evangelist, recounting to us the matters concerning the ungrateful disciple, said: Then having gone—that is, neither called by others, nor forced by another, nor having received prompting from another, but moved from within himself he turned to this, showing that of his own accord and out of his own mind he rushed upon this lawless audacity, moved by no outward cause, but thrusting himself on to the betrayal of the Master through the wickedness welling up from within: Then having gone, one of the twelve. And this is no small accusation, to say, One of the twelve. For since there were seventy other disciples as well, on this account he said, One of the twelve—that is, of the chosen ones, of those who also conversed with Him day by day, of those who enjoyed great familiarity. That you may learn, therefore, that he was a disciple from among the approved, he says: One of the twelve. Nor does the evangelist pass this over in silence as he writes, so that you may be persuaded that these things which seem to be matters of reproach display the Master's care towards us—in that He counted the traitor, the thief, worthy of so many good things, and exhorted him right up to the final evening. Did you see how the harlot was saved because she washed His feet, while the disciple, having grown indolent, fell down? Do not therefore despair of yourself as you look upon the harlot, nor again grow overconfident as you look away to the audacity of the disciple; for both are ruinous. For our judgement is prone to slip, our purpose easily overturned; wherefore we must guard ourselves on every side. Then having gone, one of the twelve, Judas Iscariot. Do you see from what a choir he fell away? Do you see of what instruction he deprived himself? Do you see how great an evil indolence is? Judas, says he, Iscariot, since there was another of the same name with him, the one called the son of James. Do you see the wisdom of the evangelist, that not from his daring deed, but from his place, he makes him manifest to us, making the other known not from his place, but from his father's name? And yet it would have been consequent to say, Judas the traitor; yet in order that he may train us to keep our tongue pure of accusation, he abstains even from uttering the name of traitor. Let us be trained, therefore, to speak evil of none of our enemies. For if this blessed man did not endure to accuse the traitor when recounting this lawless audacity, but passed this over in silence and makes him manifest from the place whence he came, of what pardon should we be worthy when we speak evil of our neighbours? And often not only
Notes, col. 385

On the reading

Printed πεισθεὶς, for πεισθῇς.

PG 49:386Read from the page
τῶν ἐχθρῶν μεμνήμεθα μεθ' ὕβρεως, ἀλλὰ καὶ τῶν δοκούντων πρὸς ἡμᾶς ἔχειν διάθεσιν. Μὴ, παρακαλῶ. Τοῦτο καὶ Παῦλος παραινεῖ λέγων· Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω. Διὰ τοῦτο παντὸς τοιούτου πάθους καθαρεύων ὁ μακάριος Ματθαῖος ἔλεγε· Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας ὁ Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπε· Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Ὢ μιαρᾶς φωνῆς! ὢ τόλμης ἄνοια! ἐνθυμούμενος τρέμω, ἀγαπητοὶ, πῶς ἐξεπήδησε τοῦ στόματος ἡ φωνὴ, πῶς τὴν γλῶτταν ἐκίνησε, πῶς οὐκ ἀπέστη τοῦ σώματος ἡ ψυχὴ, πῶς οὐκ ἐνάρκησαν τὰ χείλη, πῶς οὐκ ἐξέστη τῇ διανοίᾳ.
do we make mention of our enemies with insult, but even of those who seem to bear goodwill towards us. Do not so, I entreat you. This Paul also exhorts, saying: Let no corrupt word proceed out of your mouth. On this account, being pure of every such passion, the blessed Matthew said: Then having gone, one of the twelve, who was called Judas Iscariot, said unto the chief priests: What are ye willing to give me, and I will deliver Him unto you? O polluted voice! O folly of audacity! As I ponder it I tremble, beloved: how the voice leapt forth from his mouth, how it moved his tongue, how his soul did not depart from his body, how his lips did not grow numb, how he did not lose his wits in mind!
γʹ. Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Εἰπέ μοι, Ἰούδα, ταῦτά σοι ἐπαίδευσεν ὁ διδάσκαλος ἐν τοσούτῳ χρόνῳ; οὕτω λήθην ἐποιήσω τῶν συνεχῶν παραινέσεων; οὐ διὰ τοῦτο ἔλεγε, Μὴ κτήσησθε χρυσὸν, μήτε ἄργυρον, ἄνωθεν προαναστέλλων σου τῆς περὶ τὰ χρήματα μανίας τὴν ὑπερβολήν; οὐ παρῄνει λέγων, Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην; Τίνος ἕνεκεν, εἰπέ μοι, παραδίδως τὸν διδάσκαλον; ὅτι τὴν κατὰ τῶν δαιμόνων ἐξουσίαν σοι παρέδωκεν, ὡς καὶ νοσήματα θεραπεύειν, καὶ λεπροὺς καθαίρειν, καὶ ἕτερα πολλὰ τοιαῦτα θαύματα ἐπιδείκνυσθαι; ἀντὶ οὖν τῶν εὐεργεσιῶν τούτων ταύτας αὐτῷ ἀποδίδως τὰς ἀμοιβάς; Ὢ τῆς μανίας, μᾶλλον δὲ τῆς φιλαργυρίας! Πάντα γὰρ ταῦτα τὰ κακὰ ἡ φιλαργυρία πεποίηκεν, ἡ ῥίζα τῶν κακῶν, ἥτις τὰς ψυχὰς ἡμῶν σκοτοῖ καὶ αὐτοὺς τοὺς τῆς φύσεως νόμους, καὶ αὐτῶν ἡμᾶς ἐκβάλλει τῶν φρενῶν, καὶ οὐκ ἀφίησιν οὔτε φιλίας οὔτε συγγενείας οὔτε ἄλλου τινὸς μεμνῆσθαι· ἀλλὰ καθάπαξ πηρώσασα ἡμῶν τὰ ὄμματα τῆς διανοίας, οὕτως ἐν σκότει ποιεῖ βαδίζειν. Καὶ ἵνα μάθῃς τοῦτο σαφῶς, ὅρα τότε πόσα ἐξέβαλεν ἐκ τῆς τοῦ Ἰούδα ψυχῆς. Αὕτη ἐπεισελθοῦσα τὴν ὁμιλίαν, τὴν συνήθειαν, τὴν κοινωνίαν, τὴν θαυμαστὴν διδασκαλίαν, πάντα ταῦτα εἰς λήθην ἐνέβαλεν ἡ φιλαργυρία. Καλῶς ἔλεγε Παῦλος, ὅτι Ῥίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία. — Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Παραδίδως, Ἰούδα, τὸν τὰ πάντα συνέχοντα λόγῳ; πωλεῖς τὸν ἀκατάληπτον, τὸν κτίστην οὐρανοῦ τε καὶ γῆς, τὸν δημιουργὸν τῆς ἡμετέρας φύσεως, τὸν λόγῳ καὶ νεύματι τὰ πάντα συστησάμενον; Ἵνα οὖν δείξῃ ὅτι ἑκὼν παρεδόθη, ἄκουσον τί ποιεῖ. Κατ' αὐτὸν τὸν καιρὸν τῆς προδοσίας, ὅτε ἐπῆλθον αὐτῷ μετὰ μαχαιρῶν καὶ ξύλων, λαμπάδας καὶ φανοὺς ἔχοντες, λέγει αὐτοῖς· Τίνα ζητεῖτε; Καὶ ἠγνόησαν ὃν ἤμελλον συλλαμβάνειν. Τοσοῦτον ἀπεῖχεν ἐκεῖνος τοῦ δυνηθῆναι παραδοῦναι αὐτὸν, ὅτι οὐδὲ ὁρᾷν αὐτὸν ἠδύνατο παρόντα, ὃν ἤμελλε παραδιδόναι, καὶ ταῦτα λαμπάδων οὐσῶν καὶ φωτὸς τοσούτου. Ὅτι γὰρ τοῦτο αἰνιττόμενος εἶπεν, ὅτι λαμπάδας καὶ φανοὺς εἶχον, καὶ οὐδὲ οὕτως αὐτὸν ηὕρισκον, φησὶ [γὰρ], Καὶ Ἰούδας εἱστήκει μετ' αὐτῶν, ἐκεῖνος εἰπών· Ἐγὼ ὑμῖν παραδώσω αὐτόν. Ἐπήρωσε γὰρ αὐτῶν τὴν διάνοιαν, βουλόμενος δεῖξαι τὴν οἰκείαν δύναμιν, καὶ ἵνα μάθωσιν ὅτι ἀδυνάτοις ἐπιχειροῦσιν. Εἶτα ἀκούσαντες τὴν φωνὴν αὐτοῦ ἀπῆλθον ὕπτιοι, καὶ ἔπεσον χαμαί. Εἶδες πῶς οὔτε τὴν φωνὴν ἐνεγκεῖν ἠδυνήθησαν, ἀλλὰ διὰ τῆς καταπτώσεως τὴν ἑαυτῶν ἀσθένειαν ἐναργῶς ἀπέδειξαν; Ὅρα Δεσπότου φιλανθρωπίαν. Ἐπειδὴ
3. What are ye willing to give me, and I will deliver Him unto you? Tell me, Judas, did the Teacher train you in these things over so long a time? Did you thus consign to oblivion His continual exhortations? Was it not on this account He said, Acquire neither gold nor silver, checking from the outset the excess of your madness for monies? Did He not exhort, saying, If anyone strikes you on your right cheek, turn to him the other also? On what account, tell me, do you betray the Teacher? Because He delivered to you authority against demons, so as both to heal diseases, and cleanse lepers, and display many other such wonders? In return for these benefactions, then, do you pay Him back these recompenses? O the madness—or rather, the love of money! For the love of money wrought all these evils, that root of evils, which darkens our souls and the very laws of nature, and casts us out of our very wits, and suffers us to remember neither friendship, nor kinship, nor anything else at all; nay, having once for all blinded the eyes of our mind, it thus makes us walk in darkness. And that you may learn this clearly, behold how many things it cast out of the soul of Judas at that time. Stealing in, this love of money cast into oblivion his conversation, his familiarity, his fellowship, that marvellous instruction—all these things. Well did Paul say that The love of money is the root of all evils. — What are ye willing to give me, and I will deliver Him unto you? Do you betray, Judas, Him Who holds all things together by His word? Do you sell the Incomprehensible One, the Creator of heaven and earth, the Framer of our nature, Him Who by word and nod constituted all things? That He may show, therefore, that He was delivered up willingly, hear what He does. At the very season of the betrayal, when they came upon Him with swords and clubs, holding torches and lanterns, He says to them: Whom seek ye? And they did not know Him Whom they were about to arrest. So far was that man from being able to deliver Him up that he was not even able to see Him present Whom he was about to deliver up, and that though there were torches and so great a light. For that he said this hinting at this—that they held torches and lanterns, and not even so did they find Him—he says [indeed]: And Judas stood with them, he who had said: I will deliver Him unto you. For He blinded their mind, wishing to display His own power, and so that they might learn that they were attempting impossibilities. Then, upon hearing His voice, they went backwards and fell to the ground. Did you see how they were not able to bear even His voice, but through their falling down plainly demonstrated their own weakness? Behold the Master's loving-kindness. Since
PG 49:387Read from the page
οὐδὲ οὕτω καθίκετο τῆς ἀναισχυντίας τοῦ προδότου, οὔτε τῆς τῶν Ἰουδαίων ἀγνωμοσύνης, ἑαυτὸν ἐκδίδωσι, καί φησιν ὁ Κύριος· Ὅτε ἔδειξα ὡς ἀδυνάτοις ἐπιχειροῦσιν, ἠβουλήθην αὐτῶν ἀναστεῖλαι τὴν μανίαν· οὐ βούλονται, ἀλλ' ἔτι ἐπιμένουσι τῇ πονηρίᾳ· ἰδοὺ ἐμαυτὸν παραδίδωμι.
not even so did He touch the shamelessness of the traitor, nor the ingratitude of the Jews, He gives Himself up, and the Lord says: When I showed that they were attempting impossibilities, I wished to check their madness; they are unwilling, nay, they still abide in their wickedness; behold, I deliver Myself up.
Ταῦτα λέγω ὑμῖν, ἵνα μὴ κατηγορήσωσί τινες τοῦ Χριστοῦ, λέγοντες· Διὰ τί οὐ μετέβαλε τὸν Ἰούδαν; διὰ τί οὐκ ἐποίησεν αὐτὸν βελτίονα; Καὶ πῶς ἔδει ποιῆσαι τὸν Ἰούδαν σώφρονα καὶ ἐπιεικῆ; ἀνάγκῃ, ἢ γνώμῃ; Εἰ μὲν γὰρ ἀνάγκῃ, οὐδὲ οὕτως ἔμελλεν ἔσεσθαι βελτίων· οὐδεὶς γὰρ ἀνάγκῃ γίνεται βελτίων· εἰ δὲ γνώμῃ καὶ προαιρέσει, πάντα εἰσήγαγε τὰ δυνάμενα αὐτὸν ἀναγαγεῖν. Εἰ δὲ μὴ ἠβουλήθη δέξασθαι ἐκεῖνος τὰ φάρμακα, οὐ τοῦ ἰατροῦ τὸ ἔγκλημα, ἀλλὰ τοῦ τὴν θεραπείαν διακρουομένου ἡ κατηγορία. Θέλεις μαθεῖν πόσα ἐποίησεν, ὥστε αὐτὸν ἀνακτήσασθαι; Ἐδωρήσατο αὐτῷ πολλὰ θαύματα, προεῖπεν αὐτῷ περὶ τῆς προδοσίας, οὐδὲν ἐνέλειπεν ὧν ἐχρῆν εἰς μαθητὴν ἐπιδείξασθαι. Καὶ ἵνα μάθῃς, ὅτι δυνατὸς ὢν μεταβαλέσθαι οὐκ ἠθέλησεν, ἀλλὰ τῆς αὐτοῦ ῥᾳθυμίας τὸ πᾶν ἐγένετο· ἐπειδὴ παρέδωκεν αὐτὸν, καὶ τὴν μανίαν αὐτοῦ εἰς τέλος ἤγαγεν, Ἔῤῥιψε τὰ τριάκοντα ἀργύρια, λέγων· Ἥμαρτον παραδοὺς αἷμα ἀθῶον. Πρὸ τούτου ἔλεγες· Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Ἐπειδὴ ἐτελέσθη ἡ ἁμαρτία, τότε ἔγνω τὴν ἁμαρτίαν. Ἐντεῦθεν μανθάνωμεν ὅτι, ὅταν ῥᾳθυμῶμεν, οὔτε παραίνεσις ἡμᾶς ὠφελεῖ, οὔτε νουθεσία· ὅταν δὲ σπουδάζωμεν, καὶ αὐτοὶ ἀφ' ἑαυτῶν δυνάμεθα διαναστῆναι. Ἐννόησον γάρ· Ὅτε παρῄνει αὐτὸν, καὶ ἀνέστελλεν αὐτὸν τῆς κακῆς ἐπιχειρήσεως, οὐκ ἤκουσεν οὔτε κατεδέξατο τὴν νουθεσίαν· ὅτε δὲ οὐδεὶς ἦν ὁ παραινῶν, τὸ οἰκεῖον συνειδὸς ἐπανέστη, καὶ οὐδενὸς ὄντος τοῦ διδάσκοντος μετεβάλετο, καὶ ἔῤῥιψε τὰ τριάκοντα ἀργύρια. Ἔστησαν γὰρ, αὐτῷ, φησὶ, τριάκοντα ἀργύρια. Τιμὴν κατέβαλον αἵματος τιμὴν οὐκ ἔχοντος. Τί λαμβάνεις τριάκοντα ἀργύρια, ὦ Ἰούδα; Δωρεὰν ἦλθεν ὑπὲρ τῆς οἰκουμένης ὁ Χριστὸς ἐκχέαι τὸ αἷμα, ὑπὲρ οὗ σύμφωνα νῦν ποιεῖς. Τί γὰρ ἂν ἀναισχυντότερον τοῦ συναλλάγματος τούτου; τίς εἶδε, τίς ἤκουσέ ποτε;
I say these things to you lest certain men accuse Christ, saying: Why did He not change Judas? Why did He not make him better? And how ought He to have made Judas temperate and upright—by necessity, or by judgement? If by necessity, not even so was he about to be better, for no one becomes better by necessity; if by judgement and free choice, He brought in all the things capable of leading him back. And if that man did not wish to receive the medicines, the blame is not the physician's, but the accusation belongs to him who thrusts away the treatment. Do you wish to learn how many things He did so as to win him back? He bestowed upon him many wonders, He foretold to him concerning the betrayal, He left out nothing of what needed to be displayed towards a disciple. And that you may learn that though able to change he was unwilling, and that the whole came to pass from his own indolence: once he had betrayed Him and carried his madness to its end, He flung down the thirty pieces of silver, saying: I have sinned in betraying innocent blood. Before this you were saying: What are ye willing to give me, and I will deliver Him unto you? Once the sin was accomplished, then he recognized the sin. Hence let us learn that when we are indolent, neither exhortation nor admonition profits us; whereas when we are zealous, even of ourselves we are able to rise up again. For reflect: when He exhorted him and held him back from his wicked enterprise, he neither hearkened nor accepted the admonition; yet when there was no one exhorting, his own conscience rose up against him, and with no one teaching him he changed his mind and flung down the thirty pieces of silver. For they weighed out to him, it says, thirty pieces of silver. They paid down a price for blood that has no price. Why do you take thirty pieces of silver, O Judas? Freely did Christ come to pour out on behalf of the inhabited world the blood concerning which you now make bargains. For what could be more shameless than this contract? Who ever saw, who ever heard the like?
δʹ. Ἀλλ' ἵνα μάθωμεν τὴν διαφορὰν τοῦ προδότου καὶ τῶν μαθητῶν, ἀκούσωμεν· ἅπαντα γὰρ μετὰ ἀκριβείας ἡμῖν διηγεῖται ὁ εὐαγγελιστής. Ὅτε ταῦτα, φησὶν, ἐγένετο, ὅτε ἡ προδοσία προεχώρησεν, ὅτε ἀπώλεσεν ἑαυτὸν ὁ Ἰούδας, ὅτε τὰς παρανόμους ἐκείνας συνθήκας ἐποιήσατο, καὶ ἐζήτει, φησὶν, εὐκαιρίαν, ἵνα αὐτὸν παραδῷ· Τότε προσῆλθον αὐτῷ οἱ μαθηταὶ λέγοντες· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Εἶδες μαθητὰς, εἶδες μαθητήν; Ἐκεῖνος περὶ τὴν προδοσίαν ἠσχολεῖτο, οὗτοι περὶ τὴν διακονίαν· ἐκεῖνος σύμφωνα ἐποίει, καὶ τοῦ αἵματος τοῦ Δεσποτικοῦ τὴν τιμὴν λαμβάνειν ἐπεχείρει, οὗτοι περὶ τὴν ὑπηρεσίαν παρασκευάζονται. Τῶν αὐτῶν θαυμάτων ἀπήλαυσαν καὶ οὗτος κἀκεῖνοι, τῶν αὐτῶν διδαγμάτων· πόθεν οὖν ἡ διαφορά; Ἀπὸ τῆς προαιρέσεως. Αὕτη αἰτία τῶν κακῶν καὶ τῶν ἀγαθῶν γίνεται. Ἡ ἑσπέρα αὕτη ἦν, καθ' ἣν οἱ μαθηταὶ ταῦτα ἔλεγον. Τί ἐστι, Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Διδασκόμεθα ἐντεῦθεν, ὅτι οὐκ εἶχεν οἰκίαν ἀφωρισμένην ὁ Χριστός. Ἀκουέτωσαν οἱ τὰς λαμπρὰς οἰκίας οἰκοδομοῦντες καὶ τοὺς μακροὺς περιβόλους, ὅτι ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι. Διά τοι
4. Yet in order that we may learn the difference between the traitor and the disciples, let us hear; for the evangelist recounts all things to us with exactness. When these things came to pass, says he, when the betrayal advanced, when Judas ruined himself, when he made those lawless compacts and was seeking, says he, an opportunity to betray Him: Then the disciples came to Him, saying: Where wilt Thou that we prepare for Thee to eat the Pascha? Did you see disciples, did you see a disciple? That man was busied about the betrayal, these about ministry; that man was making bargains and attempting to take the price of the Master's blood, these prepare themselves for service. Both he and they enjoyed the same wonders, the same teachings; whence then the difference? From their free choice. This becomes the cause of evils and of good things. It was this evening on which the disciples said these things. What is, Where wilt Thou that we prepare for Thee to eat the Pascha? Hence we are taught that Christ did not have a house set apart. Let those hear who build splendid houses and spacious enclosures, that the Son of Man hath not where to lay His head. On
PG 49:388Read from the page
τοῦτο λέγουσιν αὐτῷ οἱ μαθηταί· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Ποῖον Πάσχα; Τὸ Ἰουδαϊκὸν, τὸ ἀπ' Αἰγύπτου τὴν ἀρχὴν ἐσχηκός· ἐκεῖ γὰρ τὴν ἀρχὴν ἐπετέλεσαν. Καὶ τίνος ἕνεκεν ἐπιτελεῖ αὐτὸ ὁ Χριστός; Ὥσπερ πάντα τὰ ἄλλα νόμιμα ἐπλήρωσεν, οὕτω καὶ τοῦτο. Διὰ τοῦτο καὶ πρὸς τὸν Ἰωάννην ἔλεγεν· Οὕτω γὰρ πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην. Οὐ τοίνυν τὸ ἡμέτερον Πάσχα, ἀλλὰ τὸ Ἰουδαϊκὸν ἑτοιμάσαι ἐβούλοντο οἱ μαθηταί. Τοῦτο μὲν γὰρ αὐτοὶ ἡτοίμασαν, τὸ δὲ ἡμέτερον αὐτὸς παρεσκεύασεν, ἀλλὰ καὶ αὐτὸς Πάσχα ἐγένετο διὰ τοῦ τιμίου πάθους. Τίνος οὖν ἕκενεν ἐπὶ τὸ πάθος ἔρχεται; Ἵνα ἡμᾶς λυτρώσηται ἐκ τῆς κατάρας τοῦ νόμου. Διὸ καὶ Παῦλος ἐβόα· Ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ. Ἵνα οὖν μή τις λέγῃ, ὅτι διὰ τοῦτο ἔπαυσεν, ἐπειδὴ πληρῶσαι αὐτὸν οὐκ ἠδύνατο, ὡς φορτικὸν καὶ ἐπαχθῆ καὶ δυσκατόρθωτον, διὰ τοῦτο αὐτὸν πληρώσας ἅπαντα, τότε αὐτὸν ἔλυσε. Διὰ τοῦτο καὶ Πάσχα ἐποίησε· νόμου γὰρ ἐπίταγμα αὐτοῖς ἦν ἡ τοῦ Πάσχα ἑορτή. Ἄκουσον· Ἀγνώμονες ἦσαν περὶ τὸν εὐεργέτην οἱ Ἰουδαῖοι, καὶ παραυτὰ ἐπελανθάνοντο τοῦ εὐεργέτου. Καὶ ἵνα μάθῃς ἀκριβῶς, ἐξῆλθον ἐξ Αἰγύπτου, διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν, εἶδον αὐτὴν διαιρεθεῖσαν, καὶ πάλιν συναπτομένην· καὶ μετ' οὐ πολὺ λέγουσι τῷ Ἀαρών· Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν. Τί λέγεις, ὦ ἀγνῶμον Ἰουδαῖε; εἶδες τοιαῦτα θαύματα, καὶ ἐπελάθου Θεοῦ τοῦ τρέφοντός σε, καὶ οὔτε μνήμην ποιεῖς τοῦ εὐεργέτου; Ἐπεὶ οὖν ἐπελανθάνοντο τῶν εὐεργεσιῶν αὐτοῦ, τῇ ὑποθέσει τῶν ἑορτῶν ἐγκατέδησε τῶν δωρεῶν τὰ ὑπομνήματα ὁ Θεὸς, ἵνα καὶ ἑκόντες καὶ ἄκοντες ἔναυλον ἔχωσι τὴν μνήμην. Καὶ ἐκεῖνοι μὲν οὕτω· διὰ τί; Ἵν', ὅταν ἐπερωτήσῃ σε ὁ υἱός σου, Τί ἐστι τοῦτο, εἴπῃς, ὅτι τοῦτο τοῦ προβάτου τὸ αἷμα ἐπέχρισαν ταῖς φλιαῖς τῶν θυρῶν, καὶ διέφυγον τὸν θάνατον ὃν ὁ ὀλοθρεύων ἐπήγαγε τοῖς κατὰ τὴν Αἴγυπτον ἅπασι· καὶ διὰ τὸ αἷμα τοῦτο οὐκ ἴσχυσεν εἰσπηδῆσαι καὶ τὴν πληγὴν ἐπαγαγεῖν. Ἐκεῖνοι οὖν ἄκοντες, ὧδε δὲ ἑκὼν θύεται Χριστός. Διὰ τί; Ἐπειδὴ τύπος ἦν ἐκεῖνο τοῦ πνευματικοῦ. Καὶ ἵνα μάθῃς, ὅρα ὅση ἡ συγγένεια· Ἀμνὸς καὶ ἀμνὸς, ἀλλ' ὁ μὲν ἄλογος, ὁ δὲ λογικός· πρόβατον καὶ πρόβατον, σκιὰ καὶ ἀλήθεια· ἀλλ' ἐπέφανεν ὁ τῆς δικαιοσύνης ἥλιος, καὶ ἡ σκιὰ πέπαυται· ἡλίου γὰρ ὄντος κρύπτεται ἡ σκιά. Διὰ τοῦτο ἀμνὸς καὶ ἐν τῇ τραπέζῃ τῇ μυστικῇ, ἵνα τῷ αἵματι αὐτοῦ ἁγιαζώμεθα. Διὰ τοῦ ἡλίου ἐλθόντος λύχνος μηκέτι φαινέτω· τύποι γὰρ ἦσαν τῶν μελλόντων τὰ γεγονότα.
this very account the disciples say to Him: Where wilt Thou that we prepare for Thee to eat the Pascha? What sort of Pascha? The Jewish one, which had taken its beginning from Egypt; for there they celebrated it at the beginning. And on what account does Christ celebrate it? Just as He fulfilled all the other ordinances of the law, so also this one. On this account He also said to John: For thus it is fitting for us to fulfil all righteousness. Not our Pascha, therefore, but the Jewish one did the disciples wish to prepare. For that one they themselves made ready, whereas ours He Himself prepared—nay, He Himself also became the Pascha through His precious passion. On what account, then, does He come to the passion? That He may redeem us from the curse of the law. Wherefore Paul also cried aloud: God sent forth His Son, born of a woman, born under the law, that He might redeem those under the law. Lest anyone should say, therefore, that He put an end to it on this account, because He was unable to fulfil it as being burdensome and grievous and hard to accomplish, on this account, having fulfilled it entirely, He then dissolved it. On this account He also kept the Pascha; for the feast of the Pascha was a command of the law for them. Hear: the Jews were ungrateful towards their Benefactor, and straightway used to forget their Benefactor. And that you may learn exactly: they went forth out of Egypt, they crossed the Red Sea, they saw it divided and joining together again; and not long afterwards they say to Aaron: Make us gods who shall go before us. What are you saying, O ungrateful Jew? Did you see such great wonders, and yet forget God Who nourishes you, and not even make mention of your Benefactor? Since, therefore, they used to forget His benefactions, God bound fast the memorials of His gifts into the very substance of the feasts, so that both willingly and unwillingly they might have the remembrance ringing in their ears. And they, indeed, thus—wherefore? That when your son asks you, What is this? you may say that they smeared this blood of the sheep upon the doorposts, and escaped the death which the destroyer brought upon all those throughout Egypt; and on account of this blood he did not have strength to leap in and bring the plague. They, therefore, unwillingly, whereas here Christ is sacrificed willingly. Wherefore? Because that was a type of the spiritual one. And that you may learn, behold how great is the kinship: a lamb and a Lamb, yet the one irrational, and the Other rational; a sheep and a Sheep, shadow and truth; yet the Sun of righteousness has shone forth, and the shadow has ceased; for when the sun is present, the shadow is hidden. On this account there is a Lamb on the mystic table as well, that we may be sanctified by His blood. Wherefore once the Sun has come, let the lamp shine no longer; for the things that came to pass were types of the things to come.
εʹ. Ταῦτα πρὸς Ἰουδαίους λέγω, ἵνα μὴ ἀπατῶντες ἑαυτοὺς, δοκῶσι Πάσχα ἐπιτελεῖν, ἐπειδὴ γνώμῃ ἀναισχύντῳ τὰ ἄζυμα προλαμβάνουσι, καὶ προβάλλονται ἑορτὴν, οἱ ἀεὶ ἀπερίτμητοι τῇ καρδίᾳ, καὶ τοῖς ὠσὶ βαρέως ἀκούοντες. Πῶς, εἰπέ μοι, Πάσχα ἐπιτελεῖς, ὦ Ἰουδαῖε; Ὁ ναὸς κατέσκαπται· ὁ βωμὸς ἀνῄρηται, τὰ Ἅγια τῶν ἁγίων πεπάτηται, πᾶσα θυσία καταλέλυται· τίνος οὖν ἕνεκεν τολμᾷς παρανομεῖν; Ἀπῆλθές ποτε εἰς Βαβυλῶνα, ἤκουσας τῶν αἰχμαλωτευσάντων ὑμᾶς λεγόντων, Ἄσατε τὴν ᾠδὴν ἡμῖν τοῦ Κυρίου· καὶ οὐκ ἠνέσχου. Καὶ διὰ τί ἔξωθεν Ἱεροσολύμων ποιεῖς τὸ Πάσχα; Σὺ εἶπας· Πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; Καὶ ταῦτα
5. I say these things to the Jews, lest deceiving themselves they suppose that they celebrate the Pascha, since with shameless mind they take the unleavened bread beforehand and put forward a feast—they who are always uncircumcised in heart, and dull of hearing with their ears. How, tell me, do you celebrate the Pascha, O Jew? The temple has been razed to the ground, the altar has been destroyed, the Holy of Holies has been trampled down, every sacrifice has been abolished; on what account, then, do you dare to transgress the law? Once you went away into Babylon; you heard those who had led you captive saying, Sing to us the song of the Lord, and you did not endure it. And why do you keep the Pascha outside Jerusalem? You yourself said: How shall we sing the song of the Lord in a strange land? And these things
Notes, col. 388

On the reading

Printed ἕκενεν, for ἕνεκεν.