τότε πρόσφερε τὸ δῶρόν σου. Τί λέγεις, Ἀφήσω, Ναὶ, φησί· διὰ γὰρ τὴν εἰρήνην τὴν εἰς τὸν ἀδελφόν σου καὶ αὕτη ἡ θυσία γέγονεν. Εἰ τοίνυν διὰ τὴν εἰρήνην τὴν εἰς τὸν ἀδελφὸν γέγονεν ἡ θυσία, σὺ δὲ οὐ κατορθοῖς τὴν εἰρήνην, εἰκῆ μετέχεις τῆς θυσίας· ἀνόνητον γάρ σοι τὸ κατόρθωμα γέγονε. Ποίησον τοίνυν ἐκεῖνο πρῶτον, δι' ὅπερ ἡ θυσία προσενήνεκται, καὶ τότε αὐτῆς ἀπολαύσεις καλῶς. Διὰ τοῦτο κατῆλθεν ὁ Υἱὸς τοῦ Θεοῦ, ἵνα καταλλάξῃ ἡμῶν τὴν φύσιν τῷ Δεσπότῃ· διὰ τοῦτο οὐκ αὐτὸς μόνον ἦλθεν, ἀλλ' ἵνα καὶ ἡμᾶς τοὺς τὰ τοιαῦτα ποιοῦντας ποιήσῃ τῆς ἑαυτοῦ προσηγορίας κοινωνούς. Μακάριοι γὰρ, φησὶν, οἱ εἰρηνοποιοὶ, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Ὅπερ γὰρ ἐποίησεν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, τοῦτο καὶ σὺ ποίησον κατὰ δύναμιν ἀνθρωπίνην, εἰρήνης γενόμενος πρόξενος καὶ σεαυτῷ καὶ τοῖς ἄλλοις. Διὰ τοῦτό σε καὶ υἱὸν Θεοῦ καλεῖ τὸν εἰρηνοποιόν· διὰ τοῦτο καὶ ἐν τῷ καιρῷ τῆς θυσίας οὐδεμιᾶς ἄλλης ἐμνημόνευσεν ἐντολῆς, ἀλλ' ἢ τῆς πρὸς τὸν ἀδελφὸν καταλλαγῆς, δεικνὺς, ὅτι πάντων μεῖζόν ἐστι τοῦτο. Ἐβουλόμην παρεκτεῖναι τὸν λόγον, ἀλλ' ἀρκεῖ καὶ τὰ εἰρημένα τοῖς προσέχουσιν, ἐὰν μνημονεύωσι. Μνημονεύωμεν οὖν διαπαντὸς τούτων τῶν ῥημάτων, ἀγαπητοὶ, καὶ τῶν ἁγίων φιλημάτων, καὶ τοῦ φρικωδεστάτου ἀσπασμοῦ τοῦ πρὸς ἀλλήλους. Τοῦτο γὰρ συμπλέκει τὰς διανοίας ἡμῶν, καὶ ποιεῖ σῶμα γενέσθαι ἓν ἅπαντας, ἐπειδὴ καὶ ἑνὸς σώματος μετέχομεν οἱ πάντες. Κεράσωμεν οὖν ἑαυτοὺς εἰς σῶμα ἓν, οὐ τὰ σώματα ἀλλήλοις ἀναφύροντες, ἀλλὰ τὰς ψυχὰς ἀλλήλαις τῷ τῆς ἀγάπης συνδέσμῳ συνάπτοντες· οὕτω δυνησόμεθα μετὰ παῤῥησίας ἀπολαῦσαι τῆς προκειμένης τραπέζης. Κἂν γὰρ μυρία ἔχωμεν δικαιώματα, μνησίκακοι δὲ ὦμεν, πάντα εἰκῇ καὶ μάτην, καὶ οὐδὲν ἐξ αὐτῶν εἰς σωτηρίας λόγον καρπώσασθαι δυνησόμεθα. Ταῦτα οὖν συνειδότες, πᾶσαν καταλύσωμεν ὀργὴν, καὶ καθαίροντες ἑαυτῶν τὸ συνειδὸς, μετὰ πραΰτητος καὶ ἐπιεικείας πάσης προσέλθωμεν τῇ τραπέζῃ τοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ πᾶσα δόξα, τιμὴ, κράτος, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, κ. τ. λ.
then offer your gift. What are you saying? Shall I leave it behind? Yea, He says; for on account of peace towards your brother this sacrifice itself also came into being. If therefore the sacrifice came into being on account of peace towards your brother, and yet you do not set peace right, you partake of the sacrifice in vain; for the good deed has become unprofitable to you. Do that first, therefore, on account of which the sacrifice has been offered, and then you will enjoy it well. On this account the Son of God came down, that He might reconcile our nature to the Master; on this account He not only came Himself, but that He might also make us who do such things sharers of His own appellation. For Blessed, says He, are the peacemakers, for they shall be called sons of God. For what the only-begotten Son of God did, this do you also according to human power, becoming an agent of peace both for yourself and for others. On this account He also calls you, the peacemaker, a son of God; on this account at the time of the sacrifice as well He mentioned no other commandment save that of reconciliation with one's brother, showing that this is greater than all. I could have wished to extend my discourse, yet even what has been said suffices for those who give heed, if they remember it. Let us therefore continually remember these words, beloved, and the holy kisses, and the most awesome embrace towards one another. For this knits our minds together, and makes us all become one body, since we all partake of one body as well. Let us therefore mingle ourselves into one body, not confounding our bodies with one another, but joining our souls to one another by the bond of love; thus we shall be able with boldness to enjoy the table set before us. For even if we have ten thousand righteous deeds, yet bear malice, all things are at random and in vain, and we shall be able to reap nothing from them towards the account of salvation. Being conscious of these things, therefore, let us dissolve all wrath, and cleansing our own conscience, with all meekness and gentleness let us approach the table of Christ, with Whom to the Father be all glory, honour, might, together with the Holy Spirit, now and ever, etc.
δάκρυσον· ἐπεὶ καὶ αὐτὸς ὁ Δεσπότης ἡμῶν Ἰησοῦς Χριστὸς ἰδὼν τὸν Ἰούδαν ἐταράχθη καὶ ἐδάκρυσεν. Ἰδὼν γὰρ αὐτὸν, φησὶν, ἐταράχθη καὶ εἶπεν· Εἷς ἐξ ὑμῶν παραδώσει με. Καὶ τίνος ἕνεκεν ἐταράχθη; Ἐννοῶν ὅτι μετὰ τὴν τοσαύτην διδασκαλίαν, μετὰ τὰς τοσαύτας παραινέσεις, εἰς οἷον κρημνὸν ἑαυτὸν ὠθῶν οὐκ ᾐσθάνετο. Θεωρῶν τοίνυν ὁ Δεσπότης τοῦ μαθητοῦ τὴν μανίαν, καὶ ἐπελεῶν αὐτὸν ἐταράχθη καὶ ἐδάκρυσε. Τοῦτο γὰρ ἄνω καὶ κάτω τιθέασιν οἱ εὐαγγελισταὶ, ἵνα πιστώσωνται τῆς οἰκονομίας τὴν ἀλήθειαν. Ἐταράχθη τοίνυν ὁ Δεσπότης, ἰδὼν τοῦ μαθητοῦ τὴν ὑπερβάλλουσαν ἀγνωμοσυνην, καὶ διδάσκων ἡμᾶς ἐκείνους μάλιστα θρηνεῖν, τοὺς κακῶς ποιοῦντας, οὐ τοὺς κακῶς πάσχοντας· οἱ γὰρ κακῶς καὶ ἀδίκως πάσχοντες, οὗτοι μᾶλλον μακαρισμοῦ ἄξιοί εἰσι. Διὸ καὶ ἔλεγεν ὁ Χριστός· Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Εἶδες πόσον τὸ κέρδο⟨ς⟩
weep; since our Master Jesus Christ Himself also, upon seeing Judas, was troubled and wept. For seeing him, it says, He was troubled and said: One of you shall betray Me. And on what account was He troubled? Reflecting that after so great instruction, after so many exhortations, he did not perceive over what a precipice he was thrusting himself. Beholding therefore the madness of the disciple, and taking pity upon him, the Master was troubled and wept. For the evangelists set this down up and down, so that they may confirm the truth of the dispensation. The Master was troubled, therefore, upon seeing the surpassing ingratitude of the disciple, and teaching us to bewail above all those who do evil, not those who suffer evil; for those who suffer evil and unjustly, these are rather worthy of being called blessed. Wherefore Christ also said: Blessed are those who are persecuted for righteousness' sake, for theirs is the kingdom of heaven. Did you see how great a gain He