Migne Reading Room

PG 49 · cols. 307–312 · Read from the page

Homilies IX on Penance

Homilies IX on Penance

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:307Read from the page
τίθεται ῥᾳθυμίαν, καὶ ἐν πλείονι καθίσταται τῇ σπουδῇ.
lays aside slothfulness, and is established in greater earnestness.
Ἀλλὰ μὴ πτήξητε φοβερὸν ἄρχοντα τὴν νηστείαν ἀκούσαντες· οὐ γὰρ ἡμῖν ἐστι φοβερὰ, ἀλλὰ τῇ τῶν δαιμόνων φύσει. Ἐὰν σεληνιαζόμενος ᾖ τις, δεῖξον αὐτῷ νηστείας πρόσωπον, καὶ τῶν λίθων αὐτῶν ἀκινητότερος μένει τῷ φόβῳ πηγνύμενος, καὶ καθάπερ δεσμῷ τινι κατεχόμενος, καὶ μάλιστα ὅταν ἴδῃ τῇ νηστείᾳ συμβεβλημένην τὴν ἀδελφὴν τῆς νηστείας καὶ ὁμόζυγον, τὴν εὐχήν. Διὰ τοῦτο καὶ ὁ Χριστός φησι· Τὸ γένος τοῦτο οὐκ ἐξέρχεται, ει μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Ὅταν οὖν τοὺς πολεμίους τῆς σωτηρίας τῆς ἡμετέρας οὕτως ἐλαύνῃ, καὶ τοῖς ἐχθροῖς τῆς ζωῆς ἡμῶν οὕτως ᾖ φοβερὰ, φιλεῖν αὐτὴν καὶ ἀσπάζεσθαι, οὐχὶ δεδοικέναι χρή· ει γὰρ φοβεῖσθαι δεῖ μέθην καὶ ἀδηφαγίαν, οὐχὶ νηστείαν φοβεῖσθαι χρή. Ἐκείνη μὲν γὰρ ὀπίσω τὰς χεῖρας ἡμῶν δήσασα, τῇ τυραννίδι τῶν παθῶν, καθάπερ τινὶ δεσποίνῃ χαλεπῇ, δούλους καὶ αἰχμαλώτους ἐκδίδωσιν· ἡ δὲ νηστεία δουλεύοντας ἡμᾶς καὶ δεδεμένους εὑροῦσα, ἀνίησι τῶν δεσμῶν, ἀπαλλάττει τῆς τυραννίδος, καὶ πρὸς τὴν ἐλευθερίαν ἐπανάγει τὴν προτέραν. Ὅταν οὖν καὶ τοῖς ἐχθροῖς ἡμῶν πολεμῇ, καὶ δουλείας ἀπαλλάττῃ, καὶ πρὸς ἐλευθερίαν ἐπανάγῃ, ποίαν ἑτέραν μείζονα ζητεῖς ἀπόδειξιν τῆς φίλιας αὐτοῦ, τῆς πρὸς τὸ γένος τὸ ἡμέτερον; Μεγίστη γὰρ φιλίας ἀπόδειξις εἶναι δοκεῖ τὸ τοὺς αὐτοὺς ἡμῖν φιλεῖν καὶ μισεῖν.
Yet do not cower upon hearing fasting called a fearful ruler; for it is not fearful to us, but to the nature of demons. If anyone is moonstruck, show that spirit the countenance of fasting, and it remains more motionless than the very stones, frozen with fear and held fast as if by some bond, and most of all when it sees joined with fasting the sister and yoke-fellow of fasting, prayer. On this account Christ also says: This kind goes not out save by prayer and fasting. When, therefore, it thus drives away the foes of our salvation and is thus fearful to the enemies of our life, we ought to love and embrace it, not fear it; for if one must fear drunkenness and gluttony, one ought not to fear fasting. For the former, binding our hands behind our backs, delivers us up as slaves and captives to the tyranny of the passions, as to some harsh mistress; whereas fasting, finding us enslaved and bound, looses us from our bonds, frees us from that tyranny, and leads us back to our former liberty. When, therefore, it both makes war upon our enemies, and frees us from slavery, and leads us back to liberty, what other greater proof do you seek of God's friendship towards our race? For the greatest proof of friendship seems to be loving and hating the very same things as we do.
Βούλει μαθεῖν, ὅσος κόσμος ἀνθρώποις ἡ νηστεία, ὅση φυλακὴ καὶ ἀσφάλεια; ἐννόησόν μοι τὸ μακάριον καὶ θαυμαστὸν τῶν μοναζόντων γένος. Οὗτοι γὰρ τοὺς ἐν μέσῳ θορύβους φυγόντες, καὶ πρὸς τὰς κορυφὰς τῶν ὀρέων ἀναδραμόντες, καὶ τὰς καλύβας ἐν τῇ τῆς ἐρημίας ἡσυχίᾳ, καθάπερ ἐν εὐδιεινῷ τινι λιμένι πηξάμενοι, ταύτην συνέμπορον καὶ συγκοινωνὸν τοῦ βίου παντὸς ἔλαβον. Τοιγαροῦν καὶ ἀγγέλους αὐτοὺς ἐξ ἀνθρώπων ἐποίησεν, οὐκ ἐκείνους δὲ μόνους, ἀλλὰ καὶ ἐν ταῖς πόλεσιν ὅσους ἂν εὕρῃ προσιεμένους αὐτὴν, πρὸς αὐτὸ τῆς φιλοσοφίας ἀνάγει τὸ ὕψος. Καὶ γὰρ Μωϋσῆς καὶ Ἠλίας, οἱ πύργοι τῶν ἐν τῇ Παλαιᾷ προφητῶν, καίτοι καὶ ἀπὸ τῶν ἄλλων ὄντες λαμπροὶ καὶ μεγάλοι, καὶ πολλὴν ἔχοντες παῤῥησίαν, ὅτε ἐβούλοντο προσελθεῖν τῷ Θεῷ καὶ διαλεχθῆναι, ὡς ἀνθρώπῳ δυνατὸν ἦν, πρὸς ταύτην κατέφυγον, καὶ διὰ τῶν ταύτης αὐτῷ προσεφέροντο χειρῶν. Διὰ τοῦτο καὶ ὁ Θεὸς τὸν ἄνθρωπον ποιῶν ἐξ ἀρχῆς, εὐθέως αὐτὸν ταῖς τῆς νηστείας φέρων παρακατέθετο χερσὶν, ὥσπερ φιλοστόργῳ μητρὶ καὶ ἀρίστῃ διδασκάλῳ τὴν ἐκείνου σωτηρίαν ἐγχειρίζων αὐτῇ. Τὸ γὰρ, Ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου βρώσει φαγῇ, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε· νηστείας εἶδός ἐστιν. Εἰ δὲ ἐν παραδείσῳ ἀναγκαία ἡ νηστεία, πολλῷ μᾶλλον ἐκτὸς τοῦ παραδείσου· εἰ πρὸ τῆς πληγῆς χρήσιμον τὸ φάρμακον, πολλῷ μᾶλλον μετὰ τὴν πληγήν· εἰ μηδέπω τοῦ πολέμου τῶν ἐπιθυμιῶν ἀναστάντος ἐπιτήδειον ἡμῖν τὸ ὅπλον ἦν, πολλῷ μᾶλλον μετὰ τὴν τοσαύτην μάχην τὴν ἀπὸ τῶν ἐπιθυμιῶν, τὴν ἀπὸ τῶν δαιμόνων, ἀναγκαία ἡ παρὰ τῆς νηστείας συμμαχία. Εἰ ταύτης ἤκουσε τῆς φωνῆς ὁ Ἀδὰμ, οὐκ ἂν ἤκουσε τῆς δευτέρας τῆς λεγούσης· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· ἀλλ' ἐπειδὴ ταύτης παρήκουσε, διὰ τοῦτο θάνατος καὶ φροντίδες καὶ πόνοι καὶ ἀθυμίαι καὶ ζωὴ θανάτου παντὸς βαρυτέρα· διὰ
Do you wish to learn how great an ornament fasting is to men, how great a safeguard and security? Consider, pray, the blessed and wondrous race of monks. For these, having fled the tumults in our midst and run up to the summits of the mountains, and having pitched their huts in the tranquillity of the wilderness as in some calm harbour, took fasting as their fellow-traveller and partner of their whole life. Accordingly, it has even made them angels out of men; nor those alone, but in the cities too, as many as it finds welcoming it, it leads up to the very summit of true wisdom. For Moses and Elijah, the towers of the prophets in the Old Testament, although illustrious and great from their other deeds as well and possessing great boldness, whenever they wished to draw near to God and converse with Him, so far as was possible for man, fled to this for refuge, and through its hands were brought near to Him. On this account God too, when making man from the beginning, straightway brought him and placed him in the hands of fasting, entrusting his salvation to it as to a loving mother and an excellent teacher. For the word, Of every tree of paradise thou mayest freely eat, but of the tree of knowing good and evil you shall not eat, is a form of fasting. Now if fasting was necessary in paradise, much more outside paradise; if the medicine was profitable before the wound, much more after the wound; if when the war of desires had not yet risen up the weapon was serviceable for us, much more after so great a battle — that from desires, that from demons — is the alliance of fasting necessary. Had Adam hearkened to this voice, he would not have heard the second voice saying: Earth thou art, and unto earth shalt thou depart; but because he disobeyed this voice, on this account came death, and cares, and toils, and despondencies, and a life more grievous than any death; on
Notes, col. 307

On the reading

Printed ει, for εἰ.

Printed ει, for εἰ.

Printed φίλιας, for φιλίας.

PG 49:308Read from the page
τοῦτο ἄκανθαι καὶ τρίβολοι, διὰ τοῦτο πόνοι καὶ ὠδῖνες καὶ βίος ἐπίμοχθος.
this account came thorns and thistles, on this account toils and travails and a laborious life.
Εἶδες πῶς ὁ Θεὸς ἀγανακτεῖ νηστείας ὑβριζομένης; μάθε καὶ πῶς εὐφραίνεται νηστείας τιμωμένης. Ὥσπερ γὰρ ὑβρισθείσης αὐτῆς θάνατον ἐπέθηκε τῷ ὑβρίσαντι τὸ ἐπιτίμιον, οὕτω πάλιν τιμηθείσης αὐτῆς θάνατον ἀνεκαλέσατο. Καὶ γὰρ βουλόμενός σοι δεῖξαι τοῦ πράγματος τὴν δύναμιν, ἔδωκεν ἐξουσίαν αὐτῇ μετὰ ἀπόφασιν, μετὰ ἀπαγωγὴν, τοὺς ἀπαγομένους τὴν ἐπὶ θάνατον ἐκ μέσης ἀναρπάσαι τῆς ὁδοῦ, καὶ πρὸς ζωὴν μεταγαγεῖν· καὶ τοῦτο οὐκ ἐπὶ δύο, ἢ καὶ τριῶν καὶ εἴκοσιν ἀνθρώπων ἐποίησεν, ἀλλὰ καὶ δῆμον ὁλόκληρον, τὴν τῶν Νινευϊτῶν πόλιν μεγάλην καὶ θαυμαστὴν ἐπὶ γόνυ κειμένην, παρ' αὐτὸ τὸ βάραθρον τὴν κεφαλὴν κλίνασαν, καὶ μέλλουσαν τὴν ἄνωθεν φερομένην δέχεσθαι πληγὴν, καθάπερ τις ἄνωθεν ἐπιπτᾶσα δύναμις, καὶ ἐξ αὐτῶν ἥρπασε τῶν τοῦ θανάτου πυλῶν, καὶ πρὸς τὴν ζωὴν ἐπανήγαγεν. Ἀλλ' εἰ δοκεῖ, καὶ τῆς ἱστορίας αὐτῆς ἐπακούσωμεν. Καὶ ἐγένετο, φησὶ, λόγος Κυρίου, πρὸς Ἰωνᾶν λέγων· Ἀνάστηθι καὶ πορεύθητι εἰς Νινευΐ τὴν πόλιν τὴν μεγάλην. Εὐθέως αὐτὸν ἀπὸ τοῦ μεγέθους τῆς πόλεως δυσωπῆσαι βούλεται, τὴν μέλλουσαν προειδὼς τοῦ προφήτου φυγήν. Ἀλλ' ἀκούσωμεν καὶ τοῦ κηρύγματος·
Did you see how God is indignant when fasting is outraged? Learn also how He rejoices when fasting is honoured. For just as when it was outraged He laid death upon him who outraged it as the penalty, so again when it was honoured He revoked death. For wishing to show you the power of the thing, He gave it authority, after sentence, after the leading away, to snatch out of the midst of the road those being led away to death, and bring them back to life; and it did this not in the case of two, or even three and twenty men, but an entire people — the great and wondrous city of the Ninevites, lying upon its knees, having bowed its head right beside the very pit, and about to receive the blow borne down from above — swooping down like some power from on high, it snatched even out of the very gates of death, and brought back to life. Yet if it seems good, let us hearken to the history itself. And the word of the Lord, it says, came unto Jonah, saying: Arise and go unto Nineveh, that great city. Straightway He wishes to shame him into compliance by the magnitude of the city, foreknowing the prophet's future flight. Yet let us hear the proclamation also:
Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευΐ καταστραφήσεται. Καὶ τίνος ἕνεκεν ἃ μέλλεις δεινὰ ποιεῖν προλέγεις; Ἵνα μὴ ποιήσω ἃ προλέγω. Διὰ τοῦτο καὶ γέενναν ἠπείλησεν, ἵνα μὴ ἀπαγάγῃ εἰς γέενναν· Φοβείτω, φησὶν, ὑμᾶς τὰ ῥήματα, καὶ μὴ λυπείτω τὰ πράγματα. Τίνος δὲ ἕνεκεν καὶ τὴν προθεσμίαν εἰς οὕτω στενὸν συνάγει χρόνον; Ἵνα καὶ τὴν τῶν βαρβάρων μάθῃς ἀρετὴν, βαρβάρων λέγω τῶν Νινευϊτῶν ἐν τρισὶν ἡμέραις δυνηθέντων τοσαύτην ἁμαρτημάτων ὀργὴν καταλῦσαι, καὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν θαυμάσῃς μετανοίᾳ τριῶν ἡμερῶν ἀρκεσθέντος ὑπὲρ τοσούτων πλημμελημάτων, καὶ αὐτὸς μὴ καταπέσῃς εἰς ἀπόγνωσιν, κἂν μυρία ἡμαρτηκὼς ᾖς. Ὥσπερ γὰρ ὁ νωθρὸς τὴν ψυχὴν καὶ ὀλίγωρος, κἂν πολὺν λάβῃ πρὸς μετάνοιαν χρόνον, οὐδὲν μέγα ἐργάζεται, οὐδὲ καταλλάξει τὸν Θεὸν ἑαυτῷ διὰ ῥᾳθυμίαν· οὕτως ὁ διεγηγερμένος καὶ τῇ προθυμίᾳ ζέων, καὶ μετὰ πολλῆς τῆς σπουδῆς τὴν μετάνοιαν ἐπιδεικνύμενος, καὶ ἐν βραχείᾳ καιροῦ ῥοπῇ πολλοῦ χρόνου παραπτώματα ἀφανίσαι δυνήσεται. Οὐχὶ τρίτον ὁ Πέτρος ἠρνήσατο; οὐχὶ μεθ' ὅρκου τὸ τρίτον; οὐχὶ θεραπαινιδίου τινὸς εὐτελοῦς ῥήματα δείσας; Τί οὖν; ἐνιαυτῶν πολλῶν ἐδέησεν αὐτῷ πρὸς μετάνοιαν; Οὐδαμῶς· ἀλλ' αὐτῇ τῇ νυκτὶ καὶ ὠλίσθησε καὶ ἀνέστη, καὶ τὴν πληγὴν καὶ τὸ φάρμακον ἐδέξατο, καὶ ἠῤῥώστησε, καὶ πρὸς τὴν ὑγίειαν ἐπανῆλθε. Πῶς καὶ τίνα τρόπον; Κλαύσας καὶ ἀποδυράμενος· μᾶλλον δὲ οὐ κλαύσας ἁπλῶς, ἀλλὰ μετὰ πολλῆς σπουδῆς καὶ διαθέσεως· καὶ διὰ τοῦτο ὁ εὐαγγελιστὴς οὐκ εἶπεν, ὅτι ἔκλαυσεν ἁπλῶς, ἀλλ', Ἔκλαυσε πικρῶς. Καὶ ποταπὴ τῶν δακρύων ἐκείνων ἡ δύναμις, φησὶ, λόγος μὲν οὐδεὶς παραστῆσαι δυνήσεται· ἡ δὲ τῶν πραγμάτων ἔκβασις δείκνυσι σαφῶς. Μετὰ γὰρ τὸ χαλεπὸν ἐκεῖνο πτῶμα· ἀρνήσεως γὰρ οὐδὲν ἴσον κακόν· ἀλλ' ὅμως μετὰ τοσοῦτον κακὸν πάλιν αὐτὸν πρὸς τὴν προτέραν ἐπανήγαγε τιμὴν, καὶ τὴν ἐπιστασίαν τῆς οἰκουμενικῆς Ἐκκλησίας ἐνεχείρισε· καὶ ὃ πάντων μεῖζόν ἐστιν, ἀπέδειξεν ἡμῖν αὐτὸν πλείω τῶν ἀποστόλων ἁπάντων ἔχοντα τὴν εἰς τὸν Δεσπότην ἀγάπην. Πέτρε γὰρ,
Yet three days, and Nineveh shall be overthrown. And on what account dost Thou foretell the terrible things Thou art about to do? That I may not do what I foretell. On this account He threatened Gehenna also, that He might not lead men away into Gehenna: Let My words, He says, strike fear into you, and let not the deeds grieve you. And on what account does He also contract the appointed term into so narrow a time? That you may both learn the virtue of barbarians — I mean those barbarians the Ninevites, who in three days were able to dissolve so great a wrath provoked by sins — and marvel at the loving-kindness of God, Who was satisfied with three days' repentance on behalf of so many transgressions, and that you yourself may not sink into despair even though you have committed ten thousand sins. For just as he who is sluggish in soul and heedless, even if he receives ample time for repentance, accomplishes nothing great, nor will he reconcile God to himself by reason of his slothfulness; so he who is thoroughly roused and fervent in zeal, displaying repentance with great earnestness, will be able even in a brief turn of time to blot out the trespasses of a long period. Did not Peter deny thrice? Did he not do so with an oath the third time? Did he not fear the words of a paltry maidservant? What then? Did he need many years for repentance? By no means; rather, on that very night he both slipped and rose again, received both the wound and the medicine, fell sick and returned to health. How and in what manner? By weeping and lamenting; nay rather, not by weeping merely, but with great earnestness and fervour; and on this account the evangelist did not say merely that he wept, but: He wept bitterly. And of what sort the power of those tears was, no speech will be able to set forth, yet the issue of events shows it clearly. For after that grievous fall — for no evil is equal to denial — nevertheless, after so great an evil, He brought him back again to his former honour, and entrusted to him the superintendence of the universal Church; and, what is greater than all, He proved to us that he possessed greater love towards the Master than all the apostles. For, Peter,
PG 49:309Read from the page
φησὶ, φιλεῖς με πλεῖον τούτων; Τούτου δ' οὐδὲν γένοιτο ἂν ἴσον εἰς ἀρετῆς λόγον. Ἵνα γὰρ μὴ λέγῃς ὅτι τοῖς Νινευΐταις εἰκότως συνέγνω, ἀνθρώποις βαρβάροις καὶ ἀνοήτοις, Ὁ γὰρ δοῦλος, φησὶν, ὁ μὴ ειδὼς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται ὀλίγας· ἵνα οὖν μὴ τοῦτο λέγῃς, διὰ τοῦτό σοι καὶ τὸν Πέτρον εἰς μέσον παρήγαγε, δοῦλον μάλιστα τὸ θέλημα τοῦ κυρίου εἰδότα. Ἀλλ' ὅμως καὶ οὗτος ἁμαρτὼν καὶ τὴν ἐσχάτην ἁμαρτίαν, ὅρα πρὸς ὅσον παῤῥησίας ὕψος ἀνῆλθε.
says He, do you love Me more than these? Nothing could be equal to this in the reckoning of virtue. For lest you should say that He naturally pardoned the Ninevites, barbarous and senseless men — For that servant, He says, who knew not his master's will, and did it not, shall be beaten with few stripes — lest, therefore, you should say this, on this account He brought Peter also into the midst for you, a servant who knew his master's will exceedingly well. Nevertheless, even after sinning the utmost sin, see to how great a height of boldness this man ascended.
Μὴ τοίνυν μηδ' αὐτὸς ἐπὶ τοῖς ἁμαρτήμασι καταπέσῃς· τὸ γὰρ χαλεπώτερον τῆς ἁμαρτίας, τὸ μένειν ἐν τῇ ἁμαρτίᾳ, καὶ τὸ δεινότερον τοῦ πτώματος, τὸ κεῖσθαι ἐν τῷ πτώματι. Τοῦτο καὶ ὁ Παῦλος θρηνεῖ καὶ ἀποδύρεται, τοῦτο πένθους ἄξιον εἶναί φησι. Μή πως γὰρ, φησὶν, ἐλθόντος μου πρὸς ὑμᾶς, ταπεινώσῃ με ὁ Θεὸς, καὶ πενθήσω πολλοὺς, οὐχὶ τῶν ἡμαρτηκότων ἁπλῶς, ἀλλὰ τῶν μὴ μετανοησάντων ἐπὶ τῇ ἀσελγείᾳ, καὶ ἀκαθαρσίᾳ, καὶ πορνείᾳ ᾗ ἔπραξαν. Πρὸς δὲ μετάνοιαν ποῖος ἐπιτηδειότερος γένοιτ' ἂν καιρὸς τοῦ τῆς νηστείας καιροῦ;
Do not, therefore, sink down in despair yourself either over your sins; for what is more grievous than sin is remaining in sin, and what is more terrible than a fall is lying prostrate in the fall. This Paul too bewails and laments, this he declares to be worthy of mourning. Lest perhaps, he says, when I come to you, my God should humble me, and I should mourn for many — not simply of those who have sinned, but of those who have not repented over the wantonness and uncleanness and fornication which they practised. And for repentance, what season could prove more suitable than the season of fasting?
γʹ. Ἀλλ' ἐπανίωμεν εἰς τὴν ἱστορίαν. Ἀκούσας γὰρ ταῦτα τὰ ῥήματα ὁ προφήτης κατέβη εἰς Ἰόππην τοῦ φεύγειν εἰς Θαρσεῖς ἀπὸ προσώπου Κυρίου. Ποῦ φεύγεις, ἄνθρωπε; οὐκ ἤκουσας τοῦ προφήτου λέγοντος· Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Εἰς τὴν γῆν; Ἀλλὰ, Τοῦ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς. Ἀλλ' εἰς τὸν ᾅδην; Κἂν καταβῶ, φησὶν, εἰς τὸν ᾅδην, πάρει. Εἰς τὸν οὐρανόν; Ἀλλ' ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ. Ἀλλ' εἰς τὴν θάλασσαν; Καὶ ἐκεῖ, φησὶ, καθέξει με ἡ δεξιά σου. Ὃ δὴ καὶ ἐπὶ τούτου γέγονεν. Ἀλλὰ τοιοῦτον ἡ ἁμαρτία· εἰς πολλὴν ἄνοιαν ἐμβάλλει τὴν ἡμετέραν ψυχήν. Καθάπερ γὰρ οἱ καρηβαρίᾳ καὶ μέθῃ κατεχόμενοι ἁπλῶς καὶ εἰκῆ περιφέρονται, κἂν βάραθρον, κἂν κρημνὸς, κἂν ὁτιοῦν ᾖ ὑποκείμενον, καταπίπτουσιν ἀφυλάκτως· οὕτω καὶ οἱ πρὸς τὴν ἁμαρτίαν ἐξολισθαίνοντες, καθάπερ μέθῃ τινὶ τῇ τῆς πράξεως ἐπιθυμίᾳ κατεχόμενοι, οὐκ ἴσασιν ὅπερ πράττουσιν· οὐ τῶν παρόντων, οὐ τῶν μελλόντων τι προορῶσι.
3. Yet let us return to the history. For upon hearing these words the prophet went down to Joppa to flee unto Tarshish from the presence of the Lord. Whither do you flee, O man? Did you not hear the prophet saying: Whither shall I go from Thy Spirit, and from Thy presence whither shall I flee? Unto the earth? Yet, The earth is the Lord's, and the fulness thereof. Unto Hades, then? Even if I go down into Hades, he says, Thou art present. Unto heaven? Yet if I go up into heaven, Thou art there. Unto the sea, then? Even there, he says, Thy right hand shall hold me fast. Which very thing came to pass in this man's case also. Yet such a thing is sin: it casts our soul into great folly. For just as those held fast by heaviness of head and drunkenness are borne along aimlessly and at random, and whether a pit, or a precipice, or whatever else lies beneath, tumble headlong unheedingly; so too those who slip away into sin, held fast as if by some drunkenness through lust for the deed, do not know what they are doing; they foresee nothing either of present or of future things.
Τὸν Δεσπότην φεύγεις, εἰπέ μοι; Οὐκοῦν μικρὸν ἀνάμεινον, καὶ διὰ τῶν πραγμάτων αὐτῶν μαθήσῃ, ὅτι οὐδὲ τῆς δούλης θαλάττης τὰς χεῖρας δυνήσῃ διαφυγεῖν. Ὁμοῦ γὰρ ἐπέβη τῆς νηὸς οὗτος, κἀκείνη τὰ κύματα διανέστησε, καὶ πρὸς ὕψος ἠγείρετο μέγα· καὶ καθάπερ θεράπαινά τις εὐγνώμων σύνδουλον εὑροῦσα φυγάδα, τῶν δεσποτικῶν ὑφελόμενόν τι κτημάτων, οὐ πρότερον ἀφίσταται μυρία τοῖς ὑποδεξαμένοις αὐτὸν παρέχουσα πράγματα, ἕως ἂν λαβοῦσα αὐτὸν ἀπέλθῃ· οὕτω δὴ καὶ ἡ θάλαττα τὸν σύνδουλον εὑροῦσα τὸν ἑαυτῆς καὶ ἐπιγνοῦσα, μυρία τοῖς ναύταις παρέχει πράγματα, ταράττουσα, βοῶσα, οὐκ εἰς δικαστήριον ἕλκουσα, ἀλλ' αὔτανδρον ἀπειλοῦσα κατάδυσιν τοῦ σκάφους, εἰ μὴ τὸν ὁμόδουλον ἀποδοῖεν αὐτῇ. Τί οὖν οι ναῦται, τούτων γινομένων; Ἐποιήσαντο, φησὶν, ἐκβολὴν τῶν σκευῶν τῶν ἐν τῷ πλοίῳ· τὸ δὲ πλοῖον οὐκ ἐκουφίζετο· ὁ γὰρ φόρτος ἅπας ἔνδον ἔμενεν ἔτι, τοῦ προφήτου τὸ σῶμα, τὸ βαρὺ φορτίον, οὐ παρὰ τὴν τοῦ σώματος φύσιν, ἀλλὰ παρὰ τὸ τῆς ἁμαρτίας ἄχθος· οὐδὲν γὰρ οὕτω βαρὺ καὶ δυσβά-
Do you flee the Master, tell me? Wait a little, then, and through the events themselves you will learn that you will not be able to escape even the hands of His fellow-servant the sea. For no sooner had this man embarked upon the ship than she stirred up her waves and rose to a great height; and just as some loyal maidservant, upon finding a runaway fellow-servant who has stolen some of his master's possessions, does not desist from causing ten thousand troubles to those who harboured him until she seizes him and goes off; so too the sea, upon finding and recognizing her fellow-servant, causes the sailors ten thousand troubles, heaving, roaring, not dragging them into a courthouse, but threatening to sink the vessel crew and all unless they surrender her fellow-servant to her. What then did the sailors do while these things were taking place? They jettisoned, it says, the gear that was in the ship; yet the ship was not lightened; for the whole cargo still remained within — the prophet's body, that heavy burden, not by reason of the nature of the body, but by reason of the weight of sin; for nothing is so heavy and unwield-
Notes, col. 309

On the reading

Printed ειδὼς, for εἰδὼς.

Printed οι, for οἱ.

PG 49:310Read from the page
στακτον, ὡς ἁμαρτία καὶ παρακοή. Διὰ τοῦτο καὶ Ζαχαρίας εἰς ὄψιν μολίβδου διετύπωσεν αὐτήν· ὁ Δαυῒδ δὲ τὴν φύσιν αὐτῆς διαγράφων ἔλεγεν· Αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ. Ὁ δὲ Χριστὸς πρὸς τοὺς ἐν ἁμαρτίαις βεβιωκότας πολλαῖς ἐβόα· Δεῦτε πρός με πάντες οι κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Αὕτη τοίνυν καὶ τὸ πλοῖον ἐβάρυνε τότε καὶ βαπτίζειν ἔμελλεν· ὁ δὲ Ἰωνᾶς ἐκάθευδε καὶ ἔρεγχε. Βαρὺς ὁ ὕπνος οὐκ ἦν ἡδονῆς, ἀλλὰ λύπης, οὐχὶ ῥᾳθυμίας, ἀλλὰ ἀθυμίας. Οἱ γὰρ εὐγνώμονες τῶν οἰκετῶν ταχέως αἰσθάνονται τῶν ἁμαρτημάτων· ὅπερ κἀκεῖνος ἔπαθε. Μετὰ γὰρ τὴν πρᾶξιν τῆς ἁμαρτίας, ἔγνω τῆς ἁμαρτίας τότε τὸ δεινόν· καὶ γὰρ τοιοῦτον ἡ ἁμαρτία· μετὰ τὸ τεχθῆναι, πλήρης τότε τὰς ὠδῖνας ἐγείρει τῇ τεκούσῃ ψυχῇ, ἀπεναντίας τῷ νόμῳ τῆς ἡμετέρας γεννήσεως. Ἡμεῖς μὲν γὰρ ὁμοῦ τεχθέντες τὰς ὠδῖνας λύομεν, ἐκείνη δὲ ὁμοῦ τεχθεῖσα διασπᾷ ταῖς ὀδύναις τοὺς τεκόντας αὐτὴν λογισμούς. Τί οὖν ὁ πρωρεύς; Προσῆλθε, φησὶν, αὐτῷ καὶ λέγει· Ἀνάστα, καὶ ἐπικαλοῦ Κύριον τὸν Θεόν σου. Ἔγνω λοιπὸν ἀπὸ τῆς πείρας, ὅτι οὐκ ἦν συνήθης ὁ χειμὼν, ἀλλὰ θεήλατος ἦν ἡ πληγὴ, καὶ μεῖζον τῆς ἀνθρωπίνης τέχνης τὸ κλυδώνιον, καὶ ὅτι τῶν τοῦ κυβερνήτου χειρῶν ὄφελος οὐδέν· ἑτέρου γὰρ ἐδεῖτο μείζονος κυβερνήτου τὰ γινόμενα, τοῦ τὸν κόσμον διακυβερνῶντος ἅπαντα, καὶ τῆς ἄνωθεν χρείαν εἶχε ῥοπῆς. Διὰ τοῦτο κἀκεῖνοι κώπας καὶ ἱστία καὶ σχοινία καὶ πάντα ἀφέντες καὶ τῆς εἰρεσίας τὰς χεῖρας ἀποστήσαντες πρὸς τὸν οὐρανὸν ἀνέτειναν, καὶ τὸν Θεὸν παρεκάλουν. Ὡς δὲ οὐδὲ οὕτως ἐγένετό τι πλέον, Ἔβαλον κλήρους, φησί· καὶ παρέδωκε λοιπὸν ὁ κλῆρος τῇ ψήφῳ τὸν ὑπεύθυνον. Οἱ δὲ οὐδὲ οὕτως αὐτὸν λαβόντες κατεπόντισαν, ἀλλὰ θορύβου τοσούτου καὶ ταραχῆς ἐπικειμένης, ὥσπερ ἡσυχίας πολλῆς ἀπολαύοντες, οὕτω δικαστήριον ἐν τῷ πλοίῳ καθιστάντες, καὶ λόγου μετέδωκαν αὐτῷ, καὶ ἀπολογίας ἠξίωσαν, καὶ πάντα μετὰ ἀκριβείας ἐξήταζον, ὥσπερ μέλλοντές τινι παρέχειν εὐθύνας, ὧν ἂν ψηφίσωνται. Ἄκουσον γοῦν αὐτῶν, ὥσπερ ἐν δικαστηρίῳ πάντα ἐξεταζόντων. Τίς σου ἡ ἐργασία ἐστί; καὶ πόθεν ἔρχῃ; καὶ ποῦ πορεύῃ; καὶ ἐκ ποίας χώρας, καὶ ἐκ ποίου λαοῦ εἶ σύ; Καίτοι κατηγόρησε μὲν ἡ θάλασσα καταβοῶσα, ἤλεγξε δὲ ὁ κλῆρος, καὶ κατεμαρτύρησεν· ἀλλ' ὅμως οὔτε τῆς θαλάσσης καταβοώσης, οὔτε τοῦ κλήρου καταμαρτυρήσαντος τὴν ψῆφον ἐπάγουσιν οὐδέπω, ἀλλ' ὥσπερ ἐν δικαστηρίῳ, καὶ κατηγόρων παρόντων, καὶ μαρτύρων ἐφεστηκότων, καὶ ἐλέγχων γινομένων, οὐ πρότερον οἱ δικάζοντες τὴν ψῆφον ἐπάγουσιν, ἕως ἂν αὐτὸς ὁ κατάδικος κατήγορος τῆς ἰδίας ἁμαρτίας γένηται· οὕτω δὴ καὶ οἱ ναῦται ἐνταῦθα, ἄνθρωποι βάρβαροι καὶ ἀνόητοι, τὴν ἐν τοῖς δικαστηρίοις εὐταξίαν ἐμιμοῦντο· καίτοι τοσούτου φόβου, τοσούτου κλυδωνίου, τοσαύτης ταραχῆς περιεστώσης αὐτοὺς, καὶ τῆς θαλάσσης οὐδὲ ἀναπνεῖν ἐπιτρεπούσης· οὕτως ἐθορύβει, καὶ κατέσπευδε μαινομένη καὶ καταβοῶσα καὶ συνεχῆ τὰ κύματα ἐπεγείρουσα. Πόθεν οὖν ἡ τοσαύτη πρόνοια γέγονεν, ἀγαπητοὶ, περὶ τὸν προφήτην; Ἀπὸ τῆς τοῦ Θεοῦ οἰκονομίας. Ὁ γὰρ Θεὸς ᾠκονόμει ταῦτα γίνεσθαι, τὸν προφήτην διὰ τούτων παιδεύων φιλάνθρωπον εἶναι καὶ ἥμερον, καὶ μονονουχὶ βοῶν πρὸς αὐτὸν καὶ λέγων· Μίμησαι τοὺς ναύτας, ἀνθρώπους ἀνοήτους·
y to bear as sin and disobedience. On this account Zechariah also fashioned it under the likeness of lead; and David, describing its nature, said: Mine iniquities are gone over my head; as a heavy burden they have weighed heavily upon me. And Christ cried aloud to those who had lived in many sins: Come unto Me, all you who labour and are heavy laden, and I will give you rest. This, therefore, weighed down the ship also at that time and was about to sink it; while Jonah slept and snored. That deep sleep was not of pleasure, but of grief; not of slothfulness, but of despondency. For right-minded servants quickly perceive their transgressions — which very thing befell that man also. For after the commission of the sin, he then recognized the dreadfulness of the sin; for such a thing is sin: once brought forth, in full measure it then stirs up travail-pangs in the soul that bore it, contrary to the law of our birth. For we, as soon as we are born, end the travail-pangs, whereas sin, as soon as it is born, rends with pains the thoughts that gave it birth. What then did the lookout man do? He came to him, it says, and said: Arise, and call upon the Lord your God. He knew at last from experience that the tempest was no ordinary one, but that the blow was sent by God, and the surge greater than human skill, and that there was no avail in the helmsman's hands; for what was taking place had need of another, greater Helmsman, Who steers the whole universe, and required the turn of the scale from on high. On this account those men too, abandoning oars and sails and ropes and everything, and withdrawing their hands from rowing, stretched them up to heaven and besought God. And when not even so was anything further gained, They cast lots, it says; and the lot thereupon handed over the culprit by its verdict. Yet not even so did they seize him and cast him into the sea, but although so great a tumult and disturbance pressed upon them, as though enjoying deep quiet, they set up a courthouse in the ship, and granted him a hearing, and deemed him worthy of a defence, and examined all things with exactness, as though about to render an account to someone for whatever verdict they might pass. Hear them, then, examining all things as in a courthouse: What is your occupation? And whence do you come? And whither are you going? And from what country and of what people are you? And yet the sea had accused him by roaring against him, and the lot had convicted him and borne witness against him; nevertheless, neither when the sea roared against him nor when the lot bore witness against him do they yet bring down the verdict; rather, just as in a courthouse, even when accusers are present and witnesses stand by and proofs are produced, the judges do not bring down the verdict until the condemned man himself becomes the accuser of his own sin, so too the sailors here, barbarous and senseless men, imitated the good order of law-courts — even though so great fear, so great a surge, so great tumult encompassed them, and the sea did not suffer them even to catch their breath, so fiercely did it clamour and press on, raging and roaring and raising unceasing waves. Whence, then, beloved, came such great providence concerning the prophet? From the dispensation of God. For God was ordaining that these things should take place, training the prophet thereby to be humane and gentle, and all but crying aloud to him and saying: Imitate the sailors, senseless men:
Notes, col. 310

On the reading

Printed οι, for οἱ.

PG 49:311Read from the page
οὗτοι μὲν οὐδὲ μιᾶς καταφρονοῦσι ψυχῆς, οὐδὲ ⟨…⟩φειδοῦσι σώματος τοῦ σοῦ· σὺ δὲ ὁλόκληρον πόλιν ⟨…⟩σας ἔχουσαν μυριάδας ἐξέδωκας τό γε σὸν μέρος· ⟨…⟩τοι μὲν τὸν αἴτιον τῶν γεγενημένων αὐτοῖς κα-⟨…⟩ὑρόντες, οὐδὲ οὕτως ὁρμῶσιν ἐπὶ τὴν καταδικά-⟨…⟩ ψῆφον· σὺ δὲ οὐδὲν ἔχων ἐγκαλεῖν τοῖς Νινευΐταις ⟨…⟩σας αὐτοὺς καὶ ἀπώλεσας. Καὶ σὺ μὲν, ἐμοῦ κε-⟨…⟩τος ἀπιέναι, καὶ πρὸς σωτηρίαν αὐτοὺς ἀνακα-⟨…⟩ι διὰ τοῦ κηρύγματος, οὐχ ὑπήκουσας· οὗτοι δὲ ⟨…⟩ς ἀκούσαντες, πάντα ποιοῦσι, καὶ πραγμα-⟨…⟩αι, ὥστε σε τὸν ὑπεύθυνον γενόμενον τιμωρίας ⟨…⟩λέσασθαι. Καὶ γὰρ καὶ μετὰ τὴν ἀπὸ τῆς θαλάττης ⟨…⟩ορίαν, μετὰ τὴν ἀπόδειξιν τὴν διὰ τοῦ κλήρου, ⟨…⟩τὸς ἑαυτοῦ κατηγόρησε, καὶ τὴν φυγὴν ὡμολόγησε, ⟨…⟩ὕτως ὥρμησαν ἐπὶ τὴν ἀπώλειαν τοῦ προφήτου, ⟨…⟩ντεῖχον καὶ ἐβιάζοντο καὶ πάντα ἐποίουν, ὥστε ⟨…⟩ μηδὲ μετὰ τοσαύτην ἀπόδειξιν ἐκδοῦναι τῇ τῆς ⟨…⟩της ὁρμῇ. Ἀλλ' οὐκ ἐπέτρεπεν οὐδὲ οὕτως ἡ θά-⟨…⟩· μᾶλλον δὲ ὁ Θεὸς οὐκ ἠφίει, ὥσπερ διὰ τῶν ⟨…⟩ν, οὕτω καὶ διὰ τοῦ κήτους αὐτὸν σωφρονίσαι βου-⟨…⟩ς. Καὶ γὰρ μετὰ τὸ ἀκοῦσαι, Ἄρατέ με καὶ ἐμ-⟨…⟩ε εἰς τὴν θάλατταν, καὶ κοπάσει ἡ θάλαττα ἀφ' ⟨…⟩ παρεβιάζοντο εἰς τὴν γῆν ἀπελθεῖν, ἀλλὰ τὰ ⟨…⟩α οὐκ ἐπέτρεπε.
these men do not despise even a single soul, nor are they ⟨…⟩unsparing of your single body; whereas you, for your part, gave up an entire city holding ⟨…⟩ myriads; ⟨…⟩these men, upon ⟨…⟩finding the author of the evils⟨…⟩ that had befallen them, do not even so rush to a condemning⟨…⟩ verdict; whereas you, having no charge to bring against the Ninevites, ⟨…⟩sank and destroyed them. And you, when I commanded⟨…⟩ you to go off and call⟨…⟩ them back to salvation through your preaching, did not obey; whereas these men, hearing ⟨…⟩no one, do and contrive⟨…⟩ everything so as to ⟨…⟩rescue you who have become liable to punishment. For even after the ⟨…⟩accusation from the sea, after the proof through the lot, ⟨…⟩himself accused himself and confessed his flight, ⟨…⟩so did they rush to the destruction of the prophet, ⟨…⟩held out and strained and did everything so as not to surrender ⟨…⟩ even after so great a proof to the onrush of the ⟨…⟩. Yet not even so did the sea⟨…⟩ permit it; nay rather, God did not suffer it, wishing⟨…⟩ to chasten him through the whale also, just as through the ⟨…⟩. For after hearing, Take me up and cast⟨…⟩ into the sea, and the sea shall grow calm from ⟨…⟩ they strained hard to win their way to the land, yet the ⟨…⟩ did not permit it.
⟨…⟩ὺ δὲ, ὥσπερ εἶδες τὸν προφήτην φεύγοντα, ἄκουσον ⟨…⟩ καὶ ἐξομολογουμένου κάτωθεν ἀπὸ τῆς γαστρὸς ⟨…⟩ρίου· ἐκεῖνο μὲν γὰρ ἔπαθεν ὡς ἄνθρωπος, τοῦτο ⟨…⟩ προφήτης ἐπεδείξατο. Λαβοῦσα τοίνυν αὐτὸν ἡ ⟨…⟩τα, καθάπερ ἐν δεσμωτηρίῳ τινὶ τῇ γαστρὶ τοῦ ⟨…⟩ς ἐναπέθετο, σῶον τῷ Δεσπότῃ φυλάττουσα τὸν ⟨…⟩α· καὶ οὔτε κύματα ἄγρια λαβόντα ἀπέπνιξαν, ⟨…⟩ῆτος κυμάτων ἀγριώτερον ὑποδεξάμενον αὐτὸν ἐν ⟨…⟩ διέφθειρεν, ἀλλὰ διέσωσε καὶ πρὸς τὴν πόλιν ⟨…⟩γαγε· καὶ θάλαττα καὶ κῆτος παρὰ φύσιν ὑπήκου-⟨…⟩να διὰ πάντων ὁ προφήτης παιδεύηται. Ἐλθὼν ⟨…⟩ εἰς τὴν πόλιν ἀνέγνω τὴν ἀπόφασιν, καθάπερ ἐπι-⟨…⟩ βασιλικὴν κόλασιν ἔχουσαν, καὶ ἐβόα λέγων· ⟨…⟩ρεῖς ἡμέραι, καὶ Νινευΐ καταστραφήσεται.
⟨…⟩you, just as you saw the prophet fleeing, hear ⟨…⟩ also confessing from beneath out of the belly ⟨…⟩beast; for the former he suffered as a man, the latter ⟨…⟩ a prophet he displayed. Receiving him, therefore, the ⟨…⟩ deposited him as if in some prison in the belly of the ⟨…⟩, keeping safe for the Master the ⟨…⟩; and neither did the fierce waves drown him on receiving him, ⟨…⟩whale fiercer than the waves destroy him on receiving him in ⟨…⟩, but preserved him and ⟨…⟩led him to the city; and both sea and whale obeyed⟨…⟩ contrary to nature, ⟨…⟩that through all things the prophet might be trained. Coming ⟨…⟩ into the city, he read aloud the sentence, like a royal let-⟨…⟩ containing punishment, and cried aloud, saying: ⟨…⟩three days, and Nineveh shall be overthrown.
⟨…⟩υσαν ταῦτ' ἐκεῖνοι, οὐ διηπίστησαν, οὐ κατεφρό-⟨…⟩ ἀλλ' εὐθέως δρόμος ἁπάντων εἷς ἐπὶ τὴν νηστείαν, ⟨…⟩ν, γυναικῶν, δούλων, δεσποτῶν, ἀρχόντων, ἀρχομέ-⟨…⟩ιδίων, πρεσβυτέρων· οὐδ' ἡ τῶν ἀλόγων φύσις ταύ-⟨…⟩ελὴς ἦν τῆς λειτουργίας· πανταχοῦ σάκκος, παντα-⟨…⟩οδὸς, πανταχοῦ θρῆνος καὶ οἰμωγή. Καὶ γὰρ καὶ ⟨…⟩ τὸ διάδημα περικείμενος, ἀπὸ τοῦ θρόνου καταβὰς ⟨…⟩σιλικοῦ, σάκκον ὑπεστρώσατο, σποδὸν κατεπάσατο, ⟨…⟩ω τὴν πόλιν ἐξήρπασε τῶν κινδύνων· καὶ ἦν ἰδεῖν ⟨…⟩α παράδοξον ὑπὸ σάκκου πορφυρίδα παρευδοκι-⟨…⟩ην. Ὅπερ γὰρ οὐκ ἴσχυσεν ἁλουργὶς, τοῦτο ἴσχυ-⟨…⟩ σάκκος· ὅπερ οὐκ ἤνυσε τὸ διάδημα, τοῦτο κατώρ-⟨…⟩ ἡ σποδός. Ὁρᾷς ὡς οὐ μάτην εἶπον ὅτι οὐ νηστείαν, ⟨…⟩έθην καὶ ἀδηφαγίαν δεδοικέναι χρή; Ἡ μὲν ⟨…⟩έθη καὶ ἀδηφαγία τὴν πόλιν ἑστῶσαν διέσεισε, καὶ ⟨…⟩λεῖν ἔμελλεν· ἡ δὲ νηστεία σαλευομένην αὐτὴν ⟨…⟩λλουσαν καταπίπτειν ἔστησε. Μετὰ ταύτης καὶ ὁ ⟨…⟩ εἰς λάκκον λεόντων εἰσελθὼν, καθάπερ προβά-⟨…⟩μέροις συγγενόμενος, οὕτως ἐξῄει. Καὶ γὰρ καὶ ⟨…⟩μῷ ζέοντες, καὶ φόνιον βλέποντες, τῆς τραπέζης
⟨…⟩heard these things, those men did not disbelieve, did not despise⟨…⟩, but straightway there was one common race of all to fasting — of ⟨…⟩, of women, of slaves, of masters, of rulers, of the ruled⟨…⟩, of ⟨…⟩children, of elders; nor was the nature of irrational creatures exempt⟨…⟩ from this service: everywhere sackcloth, every-⟨…⟩ashes, everywhere lamentation and wailing. For even ⟨…⟩ wearing the diadem stepped down from the ⟨…⟩oyal throne, spread sackcloth beneath himself, sprinkled ashes over himself, ⟨…⟩so snatched the city out of its dangers; and one might see a wondrous ⟨…⟩: the purple robe outshone⟨…⟩ by sackcloth. For what the purple robe had no strength to do, this sackcloth had strength⟨…⟩ to do; what the diadem did not achieve, this ashes accom-⟨…⟩. Do you see that not in vain did I say that one must fear not fasting, ⟨…⟩drunkenness and gluttony? For ⟨…⟩drunkenness and gluttony shook the city while it stood firm, and was about to ⟨…⟩throw it down; whereas fasting stayed it when tottering ⟨…⟩about to fall. With fasting, ⟨…⟩ also entered into the den of lions, and came out just as though he had been among ⟨…⟩tame sheep⟨…⟩. For even though seething with ⟨…⟩wrath and glaring murderously, when the table
PG 49:312Read from the page
περικειμένης οὐχ ἥπτοντο, ἀλλὰ καὶ τῆς φύσεως αὐτῆς διεγειρούσης (οὐδὲν γὰρ ἀγριώτερον ἐκείνων τῶν θηρίων) καὶ τοῦ λιμοῦ (καὶ γὰρ ἑπτὰ ἡμέρας οὐ μετέσχον τροφῆς), καθάπερ δημίου τινὸς ἔνδοθεν καθημένου, καὶ τῶν λαγόνων μὴ ἅπτεσθαι βοῶντος τῶν προφητικῶν, ᾐδέσθησαν τὴν τροφήν. Μετὰ ταύτης καὶ οἱ παῖδες οἱ τρεῖς εἰς τὴν Βαβυλωνίαν κάμινον εἰσελθόντες, καὶ πολὺν χρονον ὁμιλήσαντες τῷ πυρὶ, αὐτοῦ τοῦ πυρὸς λαμπρότερα ἔχοντες τὰ σώματα, ἀπὸ τῆς καμίνου τότε ἐξῄεσαν· καίτοι γε εἰ πῦρ ἦν ἐκεῖνο ὄντως τὸ πῦρ, πῶς οὐκ ἐποίει τὰ τοῦ πυρός; εἰ σώματα ἦν ἐκεῖνα τὰ σώματα, πῶς τὰ τῶν σωμάτων οὐκ ἔπασχε; Πῶς; ἐρώτησον τὴν νηστείαν, καὶ ἀποκρινεῖταί σοι, καὶ αὐτὴ λύσει σου τὸ αἴνιγμα· καὶ γὰρ ἦν ὄντως αἴνιγμα· σωμάτων γὰρ φύσις ἐμάχετο φύσει πυρὸς, καὶ ἡ νίκη τῶν σωμάτων ἐγίνετο. Εἶδες παράδοξον μάχην; εἶδες παραδοξοτέραν τὴν νίκην; Θαύμασον τὴν νηστείαν, καὶ ὑπτίαις ὑπόδεξαι χερσίν· ὅταν γὰρ καὶ ἐν καμίνῳ βοηθῇ, καὶ ἐν λάκκῳ λεόντων φυλάττῃ, καὶ δαίμονας ἀπελαύνῃ, καὶ ἀπόφασιν ἀναλύῃ Θεοῦ, καὶ παθῶν μανίαν καταστέλλῃ, καὶ πρὸς ἐλευθερίαν ἡμᾶς ἐπανάγῃ, καὶ πολλὴν ἐν τοῖς λογισμοῖς ἡμῶν ποιῆται τὴν γαλήνην, πῶς οὐκ ἐσχάτης ἂν εἴη παρανοίας, τοσαῦτα ἔχουσαν ἐν ταῖς χερσὶν ἀγαθὰ φεύγειν καὶ δεδοικέναι; Ἐπιτρίβει γὰρ ἡμῖν τὸ σῶμα πρὸς τὴν ἀσθένειαν, φησίν. Ἀλλ' ὅσῳ ὁ ἔξω ἡμῶν ἄνθρωπος φθείρεται, τοσούτῳ ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ· μᾶλλον δὲ, ει βουληθείης μετὰ ἀκριβείας ἐξετάσαι τὸ πρᾶγμα, καὶ εὐεξίας αὐτὴν εὑρήσεις μητέρα τυγχάνουσαν. Καὶ εἰ τοῖς ἐμοῖς ἀπιστεῖς λόγοις, παῖδας ἰατρῶν περὶ τούτων ἐρώτησον, καὶ αὐτοὶ ταῦτα σαφέστερον ἐροῦσιν, οἳ τὴν μὲν ἔνδειαν μητέρα τῆς ὑγιείας καλοῦσι, τὰς δὲ ποδαλγίας καὶ καρηβαρίας καὶ ἀποπληξίας καὶ φθόην καὶ ὕδερον καὶ φλεγμονὰς καὶ οἰδήματα, καὶ μυρίων ἑτέρων νοσημάτων χειμάῤῥους, ἀπὸ τῆς τρυφῆς καὶ τῆς ἀδηφαγίας ἐξιέναι φασὶν, ὥσπερ ἀπό τινος πονηροτάτης πηγῆς πονηροὺς ῥύακας, καὶ τῇ τοῦ σώματος εὐεξίᾳ, καὶ τῇ τῆς ψυχῆς σωφροσύνῃ λυμαινομένους.
lay spread around them they did not touch it, but even though nature itself urged them on (for nothing is fiercer than those beasts) and famine too (for seven days they had partaken of no food), as though some executioner sat within them crying aloud not to touch the prophetic flanks, they stood in awe of that food. With fasting, the three youths also entered into the Babylonian furnace, and after consorting for a long time with the fire, came forth at that time from the furnace having bodies brighter than the very fire; and yet if that fire was truly fire, how did it not work the effects of fire? If those bodies were bodies, how did they not suffer what belongs to bodies? How? Ask fasting, and it will answer you, and will itself solve the riddle for you; for it was truly a riddle: the nature of bodies fought against the nature of fire, and the victory belonged to the bodies. Did you see a wondrous battle? Did you see a still more wondrous victory? Marvel at fasting, and welcome it with open hands; for when it both brings aid in the furnace, and keeps guard in the den of lions, and drives away demons, and annuls the sentence of God, and quells the madness of the passions, and leads us back to liberty, and creates deep calm in our thoughts, how would it not belong to the utmost madness to flee and fear her who holds so many blessings in her hands? Yet it wears down our body into weakness, someone says. Nay, the more our outward man decays, the more our inward man is renewed day by day; nay rather, if you would examine the matter with exactness, you will find it to be the mother of bodily vigour as well. And if you distrust my words, ask physicians about these things, and they themselves will state them more clearly — men who call abstinence the mother of health, while gout, and heaviness of head, and apoplexy, and consumption, and dropsy, and inflammations, and swellings, and torrents of ten thousand other diseases they declare to issue forth from luxury and gluttony, like evil streams from some most evil fountain, ruining both the vigour of the body and the sobriety of the soul.
εʹ. Μὴ τοίνυν φοβώμεθα νηστείαν, τὴν τῶν τοσούτων ἡμᾶς ἀπαλλάττουσαν κακῶν. Οὐ γὰρ ἁπλῶς ὑμῖν τοῦτο παραινῶ· ἀλλ' ἐπειδὴ πολλοὺς ὁρῶ τῶν ἀνθρώπων, καθάπερ ἀγρίᾳ τινὶ γυναικὶ παραδίδοσθαι μέλλοντας, οὕτως ὀκνοῦντας καὶ ἀναδυομένους, καὶ μέθῃ καὶ ἀδηφαγίᾳ τήμερον ἑαυτοὺς διαφθείροντας· διὰ τοῦτο παραινῶ ὥστε μὴ τὴν ἐκ τῆς νηστείας ἐσομένην ὠφέλειαν προανελεῖν λαιμαργίᾳ καὶ μέθῃ. Καὶ γὰρ οἱ κακόσιτοι τῶν ἀνθρώπων, ὅταν πικρὰ μέλλωσι πίνειν φάρμακα, ἂν πολλῆς ἑαυτοὺς ἐμπλήσωσι τροφῆς, καὶ οὕτω τὰ φάρμακα λάβωσι, τὴν μὲν πικρίαν ὑπέμειναν, τῆς δὲ ὠφελείας ἐξέπεσον, δυσκολωτέραν τῷ φαρμάκῳ ποιοῦντες τὴν πάλην πρὸς τὴν τῶν διεφθορότων χυμῶν πονηρίαν. Διὰ τοῦτο αὐτοὺς οἱ τῶν ἰατρῶν παῖδες μὴ δειπνήσαντας κελεύουσι καθεύδειν, ἵνα πᾶσαν τῶν φαρμάκων τὴν δύναμιν ἐκ πρώτης εὐθέως τοῖς νοσοποιοῖς τῶν περιττωμάτων προσαγάγῃ χυμοῖς. Οὕτω καὶ ἐπὶ τῆς νηστείας· ἐὰν μὲν πολλῆς ἑαυτὸν ἐμπλήσῃς τῆς μέθης τήμερον, καὶ αὔριον ὑποδέξῃ τὸ παρ' ἐκείνης φάρμακον, ἄχρη-
5. Let us not, therefore, fear fasting, which frees us from so many evils. For I do not exhort you to this idlely; rather, since I see many men shrinking back and drawing away just as though they were about to be handed over to some savage woman, and corrupting themselves today with drunkenness and gluttony, on this account I exhort you not to destroy beforehand through greediness and drunkenness the benefit that will come from fasting. For men of queasy stomach, whenever they are about to drink bitter medicines, if they fill themselves with abundant food and so take the medicines, endure the bitterness indeed, yet forfeit the benefit, making more difficult for the medicine its struggle against the malignity of corrupted humours. On this account physicians bid them go to sleep supperless, so that straightway from the outset one may bring the whole force of the medicines to bear upon the disease-producing humours of the superfluities. So too is it in the case of fasting: if today you fill yourself with much drunkenness, and tomorrow receive the medicine that comes from fasting, use-
Notes, col. 312

On the reading

Printed χρονον, for χρόνον.

Printed ει, for εἰ.