Migne Reading Room

PG 49 · cols. 295–300 · Read from the page

Homilies IX on Penance

Homilies IX on Penance

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:295Read from the page
τῶν θεραπόντων παρεστηκότων εἶπε πρὸς αὐτούς· Εὐχαριστήσατε τούτῳ πολλὰ ἀντ' ἐμοῦ· οὗτός με ἐν πενίᾳ ⟨…⟩ντα διέθρεψε καὶ ἐξένισεν, οὗτος ἐμοὶ πολλὰς εὐεργεσίας ἐν καιρῷ στενοχωρίας παρέσχε· πῶς οὐκ ἂν ἕκαστος τὰ χρήματα αὐτοῦ ὅλα πρὸς ἐκεῖνον ἀνήλωσεν, ᾧ ὁ βασιλεὺς ηὐχαρίστησε; πῶς οὐκ ἂν ἀπελογίσατο; πῶς οὐκ ἂν ἕκαστος ἐσπούδασεν ἑαυτὸν αὐτῷ παραθέσθαι καὶ φι⟨…⟩ιωθῆναι;
when his attendants were standing by said to them: Render many thanks to this man on my behalf; this man nourished me and lodged me as a guest when I was in poverty, this man bestowed many kindnesses upon me in a season of distress — how would not each one have expended all his moneys upon him whom the king thanked? How would he not have reckoned it a gain? How would not each one have been earnest to commend himself to him and be joined in friendship?
γʹ. Εἴδετε τὴν δύναμιν τοῦ λόγου; Εἰ δέ γε ἐπὶ βασιλέως ⟨…⟩νθρώπου τοσαύτην τιμὴν ἔχει τὸ πρᾶγμα, ἐννόησον ⟨…⟩ριστὸν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καλοῦντα ἐπὶ ἀγγέλων καὶ ⟨…⟩άσης δυνάμεως, καὶ λέγοντα· Οὗτός με ἐν τῇ γῇ ἐξένι⟨…⟩εν· οὗτός με μυρία εὐηργέτησεν· οὗτός με ξένον ὄντα ⟨…⟩υνήγαγεν· ἐννόησον λοιπὸν τὴν παῤῥησίαν τὴν ἐπὶ τῶν ⟨…⟩γγέλων, τὸ καύχημα τὸ ἐπὶ τῶν δήμων τῶν ἄνω. ᾯ ὁ ⟨…⟩ριστὸς μαρτυρεῖ, πῶς οὐκ ἂν σχῇ παῤῥησίαν ὑπὲρ ⟨…⟩γγέλους; Μέγα οὖν πρᾶγμα ἐλεημοσύνη, ἀδελφοί· ⟨…⟩αύτην ἀσπασώμεθα, ἧς οὐδὲν ἴσον· ἱκανή ἐστι καὶ ἄλ⟨…⟩ας ἁμαρτίας ἐξαλεῖψαι, καὶ τὴν κρίσιν ἀπελάσαι· σοῦ ⟨…⟩ιωπῶντος ἕστηκε καὶ συνηγορεῖ· μᾶλλον δὲ σοῦ σιω⟨…⟩ῶντος μυρία στόματα εὐχαριστεῖ ὑπὲρ σοῦ. Τοσαῦτα ⟨…⟩γαθὰ ἐκ τῆς ἐλεημοσύνης, καὶ ἡμεῖς ἀμελοῦμεν καὶ ⟨…⟩απεπτώκαμεν. Δὸς κατὰ δύναμιν ἄρτον· οὐκ ἔχεις ⟨…⟩ρτον; δὸς ὀβολόν· οὐκ ἔχεις ὀβολόν; δὸς ποτήριον ⟨…⟩υχροῦ ὕδατος· οὐκ ἔχεις τοῦτο; συμπένθησον τῷ θλι⟨…⟩μένῳ, καὶ ἔχεις μισθόν. Οὐ γὰρ τῆς ἀνάγκης ὁ μισθὸς, ⟨…⟩λὰ τῆς προαιρέσεως. Ἀλλ' ὡς ἔτι περὶ τούτου διαλε⟨…⟩μεθα, ἐξῆλθεν ἡμῖν ἡ φροντὶς τῶν παρθένων· φέρε ⟨…⟩ν εἰς τὸ προκείμενον ἐπανέλθωμον. Δότε ἡμῖν, φησὶν, ⟨…⟩λαιον ἐκ τῶν ἀγγείων ὑμῶν. Οὐ δυνάμεθα δοῦναι ⟨…⟩μῖν, μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· ἀλλ' ἀπελ⟨…⟩ῦσαι ἀγοράσατε ἀπὸ τῶν πωλούντων. Ἀπερχομέ⟨…⟩ν δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος, καὶ αἱ ⟨…⟩υσαι τὰς λαμπάδας φαιδρὰς συνεισῆλθον αὐτῷ, ⟨…⟩ὶ ἀπεκλείσθη ἡ θύρα νυμφῶνος. Ἦλθον δὲ καὶ αἱ ⟨…⟩τε μωραὶ, καὶ ἔκρουον τὴν θύραν τοῦ νυμφῶνος ⟨…⟩υσαι· Ἄνοιξον ἡμῖν· καὶ φωνὴ ἔσωθεν πρὸς αὐτὰς ⟨…⟩ῦ νυμφίου· Ἀπέλθετε ἀπ' ἐμοῦ, οὐκ οἶδα ὑμᾶς. ⟨…⟩ὶ μετὰ τοσούτους καμάτους τί ἤκουσαν; Οὐκ οἶδα ⟨…⟩ᾶς. Τοῦτό ἐστιν, ὃ ἔλεγον, εἰκῆ καὶ μάτην ἐκτήσαντο μέγα κτῆμα τῆς παρθενίας. Ἐννόησον, μετὰ τοσού⟨…⟩ς καμάτους ἐξεβλήθησαν, ὅτε ἀκρασίαν ἐχαλίνωσαν, ὅτε πρὸς τὰς ἄνω δυνάμεις τὴν ἅμιλλαν εἶχον, ὅτε ⟨…⟩ βιωτικῶν κατεγέλασαν πραγμάτων, ὅτε τὸν καύ⟨…⟩να ὑπήνεγκαν τὸν μέγαν, ὅτε τὰ σκάμματα ὑπερ⟨…⟩σαν, ὅτε ἀπὸ γῆς εἰς οὐρανὸν ἀνεπτερώθησαν, ὅτε τοῦ ⟨…⟩ματος τὴν σφραγῖδα οὐ διέλυσαν, ὅτε τὸ μέγα εἶδος παρθενίας ἐκτήσαντο, ὅτε τὴν ἅμιλλαν πρὸς τοὺς ⟨…⟩έλους ἔσχον, ὅτε τοῦ σώματος τὰς ἀνάγκας κατεπά⟨…⟩αν, ὅτε τῆς φύσεως ἐπελήσθησαν, ὅτε ἐν σώματι τὰ ⟨…⟩ματα ἐπετέλεσαν, ὅτε τὸ μέγα καὶ ἀκαταμάχητον ⟨…⟩μα τῆς παρθενίας ἐκτήσαντο· τότε ἤκουσαν, Ἀπέλ⟨…⟩ε ἀπ' ἐμοῦ, οὐκ οἶδα ὑμᾶς. Μὴ γὰρ ἐμοὶ νομίσῃς ⟨…⟩ῆς παρθενίας μέγεθος μικρὸν εἶναι· τοιοῦτόν ἐστιν ⟨…⟩αρθενία, ὅτι οὐδεὶς ἠδυνήθη τῶν ἀρχαίων τοῦτο τη⟨…⟩αι. Διὰ τοῦτο γὰρ ἡ χάρις μεγάλη, ὅτι ἃ ἦν φοβερὰ
3. Did you see the power of the argument? And if in the case of a man who is king the thing holds so great honour, consider Christ on that day calling before angels and every power, and saying: This man lodged Me as a guest upon the earth; this man wrought ten thousand kindnesses to Me; this man took Me in when I was a stranger; consider, then, the boldness before the angels, the boast before the hosts above. He to whom Christ bears witness, how could he not hold boldness above angels? A great thing, then, is almsgiving, brethren; let us embrace her, to whom nothing is equal; she is sufficient both to wipe out other sins, and to drive away judgement; while you keep silence she stands and pleads your cause; or rather, while you keep silence ten thousand mouths give thanks on your behalf. So many good things come from almsgiving, and we are negligent and slack. Give bread according to your power; do you not have bread? Give an obol; do you not have an obol? Give a cup of cold water; do you not have this? Mourn together with the afflicted, and you have a reward. For the reward belongs not to necessity, but to purpose of will. Yet while we are still conversing concerning this, our care for the virgins has slipped away from us; come, then, let us return to our proposed theme. Give us, it says, oil out of your vessels. We cannot give to you, lest perchance there be not enough for us and for you; but go rather and buy from those who sell. And while they were going away to buy, the bridegroom came, and those who had their lamps bright entered in with him, and the door of the bridal chamber was shut. And the five foolish also came, and knocked at the door of the bridal chamber, saying: Open to us; and a voice from within came to them from the bridegroom: Depart from Me, I do not know you. And after so many toils what did they hear? I do not know you. This is what I was saying: to no purpose and in vain did they acquire the great possession of virginity. Consider how after so many toils they were cast out: when they had bridled incontinence, when they had held rivalry with the powers above, when they had laughed to scorn the affairs of this life, when they had endured the great scorching heat, when they had leapt beyond the trenches, when they had taken wing from earth unto heaven, when they had not broken the seal of the body, when they had acquired the great form of virginity, when they had held rivalry with the angels, when they had trampled under foot the necessities of the body, when they had forgotten nature, when in a body they had accomplished bodiless deeds, when they had acquired the great and unconquerable possession of virginity — then they heard: Depart from Me, I do not know you. For do not suppose, I pray, that the magnitude of virginity is small; of such a sort is virginity that none of the ancients was able to keep this. For on this account is grace great, because the things that were fearful
Notes, col. 295

On the reading

Printed ἐπανέλθωμον, for ἐπανέλθωμεν.

PG 49:296Read from the page
ἐν τοῖς προφήταις καὶ ἐν τοῖς ἀρχαίοις, ταῦτα ἐγένετο νῦν εὐκαταφρόνητα. Τίνα γὰρ ἦν τὰ βαρύτατα καὶ ἀναγκαῖα; Παρθενία, καὶ θανάτου ὑπεροψία· ἀλλὰ τούτων νῦν καὶ κόραι εὐτελεῖς καταφρονοῦσι. Βαρὺ γὰρ ἦν τὸ τῆς παρθενίας κτῆμα οὕτως, ὡς μηδένα δύνασθαι ταύτην ἀσκῆσαι τῶν παλαιῶν. Νῶε δίκαιος καὶ μαρτυρηθεὶς ὑπὸ τοῦ Θεοῦ, ἀλλὰ γυναικὶ προσωμίλησεν· ὁμοίως δὲ Ἀβραὰμ καὶ Ἰσαὰκ οἱ συγκληρονόμοι αὐτοῦ τῆς ἐπαγγελίας γυναικὶ προσωμίλησαν. Ἰωσὴφ ὁ σώφρων τὸ μέγα δρᾶμα τῆς μοιχείας ἠρνήσατο· ἀλλὰ καὶ οὗτος γυναικὶ προσωμίλησεν· βαρὺ γὰρ ἦν τὸ ἐπάγγελμα τῆς παρθενίας. Ἔκτοτε ἰσχυρὰ ἡ παρθενία ἐγένετο, ἐξότε τὸ ἄνθος τὸ τῆς παρθενίας ἐβλάστησεν. Οὐδεὶς τοίνυν τῶν παλαιῶν ἠδυνήθη παρθενίαν ἀσκῆσαι· μέγα γὰρ πρᾶγμα σῶμα χαλινῶσαι. Ἀναζωγράφησον τῷ λόγῳ τὸ τῆς παρθενίας εἶδος, καὶ κατάμαθε τὸ μέγεθος τῆς ἀρετῆς αὐτῆς· ἔτι πόλεμον ἔχει ἐφ' ἑκάστης ἡμέρας οὐδέποτε δυνάμενον ἡσυχάσαι· χείρων τοῦ βαρβαρικοῦ πολέμου οὗτος ὁ πόλεμος. Ὁ μὲν γὰρ τῶν βαρβάρων πόλεμος καιρόν τινα ἔχει ἀνοχῆς ἐν ταῖς συνθήκαις, καὶ ποτὲ μὲν συμβάλλουσι, ποτὲ δὲ οὔ, καὶ τάξεις καὶ χρόνοι εἰσίν· ἐπὶ δὲ τοῦ πολέμου τοῦ πρὸς τὴν παρθενίαν οὐκ ἔστιν ἀνοχή· διάβολος γάρ ἐστιν ὁ πολεμῶν, οὐ καιρὸν ἐπιτηρεῖν ἐπιθέσεως εἰδὼς, οὐ σύνταξιν πρὸς τὴν συμβολὴν ἐκδεχόμενος, ἀλλ' ἕστηκεν ἀεὶ ζητῶν τὴν παρθένον γυμνὴν εὑρεῖν, ἵνα καιρίαν ἐπαγάγῃ τὴν πληγήν· καὶ οὐδέποτε δύναται ἡ παρθένος τοῦ πολέμου παύσασθαι τούτου, ἀλλ' ἐν αὐτῇ τὸν τάραχον περιάγει καὶ τὸν πολεμιστήν. Καὶ οἱ μὲν κατάδικοι κἂν πρὸς καιρὸν ἴδωσι τὸν ἄρχοντα, οὐχ οὕτω χειμάζονται· ἡ δὲ παρθένος ὅπουπερ ἂν ἀπέρχηται, τὸν δικαστὴν περιάγει μεθ' ἑαυτῆς, καὶ τὸν πολέμιον περιφέρει, καὶ ὁ πολέμιος οὐχ ἑσπέρας αὐτῇ δίδωσιν ἄνεσιν, οὐκ ἐν νυκτὶ, οὐκ ὄρθρου, οὐκ ἐν μεσημβρίᾳ· ἀλλὰ πολεμεῖ πάντοτε, ἡδονὴν ὑποτιθέμενος, γάμον μηνύων, ὅπως τὴν ἀρετὴν ἐξ αὐτῆς ἀποδιώξῃ, καὶ ὅπως τὴν κακίαν ἐν αὐτῇ ἐγγεννήσῃ· ὅπως τὴν σωφροσύνην αὐτῆς ἀπελάσῃ, ὅπως πορνείαν ἐνσπείρῃ· ἐκκαίεται ἐφ' ἑκάστης ὥρας τῆς ἡδονῆς ἡ κάμινος μαλθακῶς ὑποκαιομένη. Ἐννόησον πόσος τοῦ κατορθώματος ὁ κάματος. Ἀλλ' ἐκεῖναι μετὰ ταῦτα πάντα ἤκουσαν, Ἀπέλθετε ἀπ' ἐμοῦ, οὐκ οἶδα ὑμᾶς. Ὅρα πῶς μέγα πρᾶγμα ἡ παρθενία· ὅταν ἔχῃ τὴν ἀδελφὴν αὐτῆς τὴν ἐλεημοσύνην, οὐδὲν αὐτῆς περιγίνεται τῶν δεινῶν, ἀλλ' ἀνωτέρα πάντων ἐστί. Διὰ τοῦτο ἐκεῖναι οὐκ εἰσῆλθον, ἐπειδὴ μετὰ τῆς παρθενίας τὴν ἐλεημοσύνην οὐκ εἶχον. Πολλῆς αἰσχύνης τὸ ῥῆμα ἄξιον· ἡδονὴν καταπαλαίσασα, χρημάτων οὐ κατεφρόνησας· ἀλλὰ παρθένος ἀποταξαμένη τῷ βίῳ, καὶ σταυρωθεῖσα χρημάτων ἐρᾷς. Εἴθε ἀνδρὸς ἐπεθύμησας, καὶ οὐ τοσοῦτον τὸ ἔγκλημα ἦν· τῆς γὰρ ὁμοουσίου ὕλης ἐπεθύμεις· νῦν δὲ μείζων ἡ κατηγορία, ὅτι ἀλλοτρίας ὕλης ἐπεθύμησας. Ἔστω, αἱ ὕπανδροι ἐκεῖναι κακῶς ἀπανθρωπίαν ἐπιδείκνυνται, διὰ τὴν τῶν τέκνων πρόφασιν· καὶ ἐὰν εἴπῃς αὐταῖς, Δός μοι ἐλεημοσύνην· Τέκνα ἔχω, φησὶ, καὶ οὐ δύναμαι. Ὁ Θεός σοι ἔδωκε τέκνα, καρπὸν κοιλίας ἔλαβες, ἵνα φιλάνθρωπος γένῃ, οὐχ ἵνα ἀπάνθρωπος· μὴ τὴν ὑπόθεσιν τῆς φιλανθρωπίας εἰς ἀφορμὴν ἀπανθρωπίας ἐκλάμβανε. Θέλεις κληρονομίαν καλὴν καταλεῖψαι τοῖς τέκνοις σου; κατάλειψον ἐλεημοσύνην, ἵνα πάντες ἐγκωμιάσωσί σε, καὶ πολυθρύλλητον τὴν μνήμην σου καταλείπῃς. Σὺ δὲ μὴ τέκνα ἔχουσα, ἀλλ' ἐσταυρωμένη τῷ βίῳ, ἵνα τί χρήματα συλλέγεις.
among the prophets and among the ancients have now become easy to despise. For what were the most burdensome and constraining things? Virginity, and contempt of death; yet now even humble maidens despise these. For the possession of virginity was so burdensome that none of the men of old was able to practise it. Noah was righteous and attested by God, yet he consorted with a wife; and likewise Abraham and Isaac, his fellow-heirs of the promise, consorted with wives. Chaste Joseph refused the great deed of adultery, yet he too consorted with a wife; for burdensome was the profession of virginity. From that time virginity became strong, from when the flower of virginity sprang forth. None of the men of old, therefore, was able to practise virginity; for it is a great thing to bridle the body. Depict in speech the form of virginity, and observe the magnitude of her virtue: further, she has war every day that can never be still; worse than barbarian war is this war. For the war of barbarians has some season of truce in treaties, and sometimes they engage, and sometimes not, and there are ranks and set times; whereas in the war against virginity there is no truce; for it is the devil who makes war, not knowing how to watch for a season of attack, not awaiting battle-array for the engagement, but he stands always seeking to find the virgin unarmed, so as to deal a mortal blow; and never can the virgin cease from this war, but carries round within herself the tumult and the wager of war. And condemned criminals, even if for a season they see the ruler, are not so storm-tossed; whereas the virgin, whithersoever she goes away, carries round the judge with herself, and bears about the enemy, and the enemy gives her no relief at evening, nor at night, nor at dawn, nor at noonday; but makes war at all times, suggesting pleasure, intimating marriage, so as to drive away virtue out of her, and so as to engender wickedness within her; so as to banish her chastity, so as to sow fornication within; every hour the furnace of pleasure blazes up, kindled softly from beneath. Consider how great is the toil of this right achievement. Yet those virgins after all these things heard: Depart from Me, I do not know you. See how great a thing virginity is: when she has her sister almsgiving, none of terrible things prevails over her, but she is higher than all. On this account those virgins did not enter in, because along with virginity they did not have almsgiving. Worthy of great shame is the saying: having wrestled down pleasure, you did not despise money; but a virgin who has renounced life and been crucified, you love money. Would that you had desired a husband, and the charge would not have been so great; for you would have desired matter of one substance with yourself; whereas now the accusation is greater, because you desired alien matter. Be it so: those married women wickedly display inhumanity through the pretext of children; and if you say to them, Give me alms: I have children, she says, and I cannot. God gave you children, you received the fruit of the womb, that you might become humane, not that you might be inhumane; do not take the ground of lovingkindness for an occasion of inhumanity. Do you wish to leave behind a fair inheritance to your children? Leave behind almsgiving, that all may praise you, and that you may leave behind a famous memory of yourself. Yet you who do not have children, but have been crucified to life, why do you gather money?
PG 49:297Read from the page
δʹ. Ἀλλ' ὁ λόγος ἡμῖν ἔμψυχός ἐστι, καὶ περὶ τῆς ὁδοῦ τῆς μετανοίας, καὶ περὶ τῆς ἐλεημοσύνης. Ἐλέγομεν ὅτι μέγα κτῆμα ἡ ἐλεημοσύνη· ἐκεῖθεν διεδέξατο ἡμᾶς τὸ πέλαγος τῆς παρθενίας. Ἔχεις οὖν πρώτην καὶ μεγάλην μετάνοιαν τὴν ἐλεημοσύνην, λυτρώσασθαι τῆς σειρᾶς ἁμαρτημάτων δυναμένην· ἀλλ' ἔχεις καὶ ἄλλην ὁδὸν μετανοίας εὐχερεστάτην πάλιν, δι' ἧς δύνασαι ἀπαλλαγῆναι τῶν ἁμαρτημάτων. Εὔχου ἐφ' ἑκάστης ὥρας, καὶ μὴ ἐκκακήσῃς εὐχόμενος, μήτε ῥᾳθύμως τὴν τοῦ Θεοῦ φιλανθρωπίαν αἴτει, καὶ οὐκ ἀποστρέψεται ἐμμένοντα, ἀλλὰ συγχωρήσει σοι τὰς ἁμαρτίας σου, καὶ δώσει τὰ αἰτήματά σου. Εὐχόμενος ἐὰν εἰσακουσθῇς, μένε εὐχαριστῶν ἐν τῇ εὐχῇ· εἰ δὲ οὐκ εἰσηκούσθης, ἐπίμενε εὐχόμενος, ἵνα εἰσακουσθῇς. Καὶ μὴ λέγε ὅτι Πολλὰ ηὐξάμην καὶ οὐκ εἰσηκούσθην· καὶ γὰρ καὶ τοῦτο πολλάκις ὑπὲρ τοῦ συμφέροντός σοι γίνεται. Οἶδε γὰρ ὅτι ῥάθυμος εἶ καὶ ἀναπεπτωκὼς, καὶ ἐὰν ἐπιτύχῃς τῆς χρείας, ἀναχωρεῖς, μηκέτι εὐχόμενος· καὶ προφάσει τῆς χρείας ὑπερτίθεταί σε, ἵνα πυκνότερον τῷ Θεῷ προσομιλῇς, καὶ τῇ εὐχῇ σχολάζῃς. Εἰ γὰρ ἐν τοιαύτῃ ἀνάγκῃ ὢν καὶ χρείαν ἔχων ῥᾳθυμεῖς, καὶ οὐ παραμένεις τῇ εὐχῇ, τί εἰ μηδενὸς τούτων ἔχρηζες; Ὥστε καὶ αὐτὸς ὑπὲρ τοῦ συμφέροντος, θέλων σε μὴ ἀπολιμπάνεσθαι τῆς εὐχῆς, τοῦτο ποιεῖ. Μένε οὖν εὐχόμενος καὶ μὴ ῥᾳθύμει· πολλὰ γὰρ δύναται ἡ εὐχὴ ἀνύσαι, ἀγαπητὲ, καὶ μὴ ὡς μικρῷ πράγματι προσέλθῃς τῇ εὐχῇ. Ὅτι δὲ εὐχὴ ἀφίησιν ἁμαρτίας, ἐκ τῶν θείων Εὐαγγελίων τοῦτο παιδεύθητι. Τί γάρ φησιν; Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ, ὃς ἔκλεισε τὴν θύραν αὐτοῦ, καὶ ἀνέπεσε μετὰ τῶν τέκνων αὐτοῦ· ἦλθε δέ τις ἑσπέρας θέλων λαβεῖν ἄρτους παρ' αὐτοῦ, καὶ κρούει λέγων· Ἄνοιξόν μοι, ὅτι χρείαν ἔχω ἄρτων. Ὁ δὲ πρὸς αὐτόν· Οὐ δύναμαί σοι δοῦναι νῦν· ἀνεπέσομεν γὰρ καὶ ἡμεῖς καὶ τὰ παιδία ἡμῶν. Ὁ δὲ ἐπέμενε κρούων τὴν θύραν. Καί φησι πάλιν πρὸς αὐτόν· Οὐ δύναμαί σοι δοῦναι· ἀνεπέσομεν γὰρ καὶ ἡμεῖς καὶ τὰ παιδία. Ὁ δὲ καὶ ταῦτα ἀκούσας ἐπέμενε κρούων, καὶ μὴ ἀναχωρῶν, ἕως οὗ εἶπεν ὁ οἰκοδεσπότης, Ἀνάστητε, δότε αὐτῷ καὶ ἄφετε ἀπελθεῖν. Διδάσκει σε οὖν εὔχεσθαι ἀεὶ, καὶ μὴ ἀκηδιᾷν ἀεὶ, ἀλλὰ καὶ ἐὰν μὴ λάβῃς, παραμένειν ἕως ἂν λάβῃς. Καὶ πολλὰς ἄλλας ὁδοὺς μετανοίας εὑρήσεις ἐν τῇ Γραφῇ. Αὕτη ἡ μετάνοια καὶ πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας ἐκηρύττετο διὰ τοῦ Ἱερεμίου λέγοντος· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; καὶ πάλιν, Μετὰ ταῦτα εἶπον αὐτῇ, Μετὰ τὸ πορνεῦσαι δεῦρο ἀνάστρεψον πρός μέ. Καὶ διὰ τοῦτο πολλὰς καὶ ἄλλας ὁδοὺς διαφόρους ἔδωκεν ἡμῖν, ἵνα ἐκκόψῃ πᾶσαν ἡμῶν πρόφασιν ῥᾳθυμίας. Εἰ γὰρ μίαν ὁδὸν εἴχομεν μόνην, διὰ ταύτης εἰσελθεῖν οὐκ ἂν ἠδυνήθημεν. Ταύτην τὴν μάχαιραν ἀεὶ φεύγει ὁ διάβολος. Ἥμαρτες; εἴσελθε εἰς τὴν ἐκκλησίαν, καὶ ἐξάλειψόν σου τὴν ἁμαρτίαν. Ὁσάκις ἂν πέσῃς εἰς τὴν ἀγορὰν, τοσαυτάκις ἐγείρῃ· οὕτως ὁσάκις ἂν ἁμαρτήσῃς, μετανόησον ἐπὶ τῇ ἁμαρτίᾳ· μὴ σαυτοῦ ἀπογνῷς· κἂν δεύτερον ἁμάρτῃς, δεύτερον μετανόησον, μὴ διὰ ῥᾳθυμίαν τέλεον ἐκπέσῃς τῆς τῶν προκειμένων ἀγαθῶν ἐλπίδος· κἂν ἐν ἐσχάτῃ πολιᾷ ᾖς καὶ ἁμάρτῃς, εἴσελθε, μετανόησον· ἰατρεῖον γάρ ἐστιν ἐνταῦθα, οὐ δικαστήριον, οὐκ εὐθύνας ἁμαρτημάτων ἀπαιτοῦν, ἀλλὰ συγχώρησιν ἁμαρ-
4. Yet our discourse is full of life, both concerning the way of repentance, and concerning almsgiving. We were saying that almsgiving is a great possession; from thence the ocean of virginity received us. You have, then, almsgiving as a first and great repentance, able to ransom you from the chain of sins; yet you have also another most easy way of repentance again, through which you are able to be rid of your sins. Pray every hour, and do not lose heart in praying, nor ask slothfully for God's lovingkindness towards mankind, and He will not turn away from one who perseveres, but will pardon you your sins, and will grant your requests. When praying, if you are heard, abide giving thanks in prayer; and if you were not heard, persist in praying, that you may be heard. And do not say: I prayed much and was not heard; for this too oftentimes comes to pass for your advantage. For He knows that you are slothful and slack, and if you obtain your need, you withdraw and pray no longer; and by occasion of your need He puts you off, that you may converse more frequently with God, and devote yourself to prayer. For if when you are in such necessity and have need you are slothful, and do not abide in prayer, what would you do if you required none of these things? So that He Himself too for your advantage, willing that you should not fall away from prayer, does this. Abide, then, praying and do not be slothful; for prayer can accomplish much, beloved, and do not approach prayer as a small thing. And that prayer remits sins, be taught this from the divine Gospels. For what does it say? The kingdom of the heavens was likened to a man who shut his door, and lay down with his children; and one came at evening wishing to receive loaves from him, and knocks, saying: Open to me, for I have need of loaves. And he said to him: I cannot give to you now; for both we and our little children have lain down. Yet he persisted in knocking at the door. And he says again to him: I cannot give to you; for both we and the little children have lain down. Yet he, hearing these things too, persisted in knocking, and not withdrawing, until the master of the house said: Rise up, give to him and let him depart. He teaches you, then, to pray always, and not to grow weary always, but even if you do not receive, to abide until you receive. And many other ways of repentance will you find in Scripture. This repentance was proclaimed even before the coming of Christ through Jeremiah saying: Does not he that falls rise up again, or he that turns away return?; and again: After these things I said to her, After playing the harlot come, return unto Me. And on this account He gave us many other diverse ways as well, that He might cut off every pretext of our slothfulness. For had we one way alone, we would not have been able to enter in through this. This sword the devil always flees. Did you sin? Enter into the church, and wipe out your sin. As many times as you fall in the market-place, so many times do you rise up; so, as many times as you sin, repent over your sin; do not despair of yourself; even if you sin a second time, repent a second time, lest through slothfulness you fall utterly from the hope of the good things set before us; even if you are in extreme hoary old age and sin, enter in, repent; for here is a hospital, not a law-court, not demanding accounts of sins, but granting pardon of
PG 49:298Read from the page
τημάτων παρέχον. Θεῷ μόνῳ εἰπὲ τὴν ἁμαρτίαν σου· Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· καὶ συγχωρεῖταί σου ἡ ἁμαρτία. Ἔχεις δὲ καὶ ἄλλην ὁδὸν μετανοίας, οὐ δύσκολον, ἀλλὰ καὶ πάνυ εὐχερεστάτην. Ποίαν δὲ ταύτην; Κλαῦσον ἐπὶ τῇ ἁμαρτίᾳ σου, καὶ διδάχθητι ἐκ τῶν θείων Εὐαγγελίων τοῦτο. Πέτρος ἐκεῖνος, ἡ κορυφὴ τῶν ἀποστόλων, ὁ πρῶτος ἐν τῇ Ἐκκλησίᾳ, ὁ φίλος Χριστοῦ, ὁ τὴν ἀποκάλυψιν παρὰ ἀνθρώπων μὴ δεξάμενος, ἀλλὰ παρὰ τοῦ Πατρὸς, καθὼς αὐτῷ μαρτυρεῖ ὁ Δεσπότης λέγων· Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ Πατήρ μου ὁ οὐράνιος· οὗτος ὁ Πέτρος· Πέτρον δὲ ὅταν εἴπω, τὴν πέτραν λέγω τὴν ἀῤῥαγῆ, τὴν κρηπῖδα τὴν ἀσάλευτον, τὸν ἀπόστολον τὸν μέγαν, τὸν πρῶτον τῶν μαθητῶν, τὸν πρῶτον κληθέντα, καὶ πρῶτον ὑπακούσαντα· ἐκεῖνος οὐ μικρόν τι πρᾶγμα ἔδρασεν, ἀλλὰ καὶ σφόδρα μέγα, ὡς αὐτὸν ἀρνήσασθαι τὸν Δεσπότην· το⟨…⟩ο λέγω οὐ κατηγορῶν τοῦ δικαίου, ἀλλὰ σοὶ ὑπόθεσιν διδοὺς τῆς μετανοίας, αὐτὸν τὸν Δεσπότην τῆς οἰκουμένης, τὸν κηδεμόνα, τὸν Σωτῆρα τῶν ἁπάντων ἠρνήσατο. Ἵνα δὲ ἄνωθεν τὴν ὑπόθεσιν εἴπωμεν, ἐν τῇ παραδόσει εἶδεν ὁ Σωτήρ τινας ἀναχωρήσαντας, καὶ λέγει τῷ Πέτρῳ· Μὴ καὶ σὺ ἀναχωρῆσαι θέλεις; Ὁ δὲ Πέτρος εἶπε, Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. Τί λέγεις, Πέτρε; Θεὸς ὁ ἀποφηνάμενος, καὶ ἀντιμάχῃ; Ἀλλ' ὅμως ἡ προαίρεσις τὸ ἴδιον ἔδειξε, τῆς δὲ φύσεως ἡ ἀσθένεια ἠλέγχετο. Ταῦτα δὲ πότε; Ἐν νυκτὶ, ἐν ᾗ παρεδόθη ὁ Χριστός· τότε οὖν, φησὶν, εἱστήκει ὁ Πέτρος παρὰ τὴν ἀνθρακιὰν θερμαινόμενος, καὶ κόρη τις προσῆλθε, καὶ λέγει αὐτῷ· Χθὲς καὶ σὺ μετὰ τούτου τοῦ ἀνθρώπου ἦς. Ὁ δέ· Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον. Εἶτα καὶ δεύτερον καὶ τρίτον· καὶ ἐπληρώθη ἡ ἀπόφασις. Εἶτα ὁ Χριστὸς ἐνέβλεψε τῷ Πέτρῳ, φωνὴν διὰ τοῦ βλέμματος ἀφιείς· οὐ γὰρ διὰ στόματος αὐτῷ ἐλάλησεν, ἵνα μὴ ἐλέγξῃ αὐτὸν ἐπὶ τῶν Ἰουδαίων, καὶ τὸν ἴδιον καταισχύνῃ μαθητὴν, ἀλλὰ διὰ τοῦ βλέμματος τὴν φωνὴν ἀφῆκε· τουτέστι, Πέτρε, ὃ ἔλεγον, γέγονεν. Ἀμέλει γοῦν καὶ ὁ Πέτρος αἰσθανόμενος τότε ἤρξατο κλαίειν, ἀλλ' οὐχ ἁπλῶς ἔκλαυσεν, ἀλλὰ πικρῶς, δεύτερον βάπτισμα διὰ τῶν δακρύων ἐκ τῶν ὀφθαλμῶν ποιήσας. Ἀλλὰ κλαύσας οὕτω πικρῶς, ἐξήλειψε τὴν ἁμαρτίαν· μετὰ ταῦτα δὲ πιστεύεται τὰς κλεῖς τῶν οὐρανῶν. Εἰ δὲ Πέτρου κλαυθμὸς τηλικαύτην ἐξήλειψεν ἁμαρτίαν, σὺ ἐὰν κλαύσῃς, πῶς οὐκ ἂν ἀπαλείψεις τὴν ἁμαρτίαν; Οὐ γὰρ μικρὸν ἦν ἔγκλημα τὸ ἀρνήσασθαι τὸν ἴδιον Δεσπότην, ἀλλὰ μέγα καὶ ἰσχυρόν· ἀλλ' ὅμως τὰ δάκρυα ἐξήλειψε τὸ ἁμάρτημα. Κλαῦσον οὖν καὶ σὺ ἐπὶ τῇ ἁμαρτίᾳ σου· ἀλλ' οὐχ ἁπλῶς, οὐδὲ μετὰ σχήματος, ἀλλὰ κλαῦσον πικρῶς, ὡς ὁ Πέτρος· ἐξ αὐτοῦ τοῦ βάθους προσάγαγε τὰς πηγὰς τῶν δακρύων, ἵνα οὕτως σπλαγχνισθεὶς ὁ Δεσπότης συγχωρήσῃ σοι τὸ πλημμέλημα· φιλάνθρωπος γάρ ἐστιν· αὐτὸς γὰρ εἶπεν· Οὐ θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι, καὶ μετανοῆσαι, καὶ ζῆν αὐτόν. Μικρὸν θέλει παρὰ σοῦ πόνον, καὶ αὐτὸς παρέχει τὰ μεγάλα· πρόφασιν ζητεῖ παρὰ σοῦ, ἵνα σοι δῷ θησαυρὸν σωτηρίας. Πρόβαλε δάκρυα, καὶ αὐτός σοι δίδωσι συγχώρησιν· πρόβαλε μετάνοιαν,
sins. Tell your sin to God alone: Against Thee alone have I sinned, and done evil before Thee; and your sin is pardoned you. And you have also another way of repentance, not difficult, nay rather very easy indeed. And what is this? Weep over your sin, and be taught this from the divine Gospels. That famous Peter, the summit of the apostles, the first in the Church, the friend of Christ, who received his revelation not from men, but from the Father, even as the Master bears witness to him, saying: Blessed art thou, Simon Bar-Jonah, for flesh and blood did not reveal it to thee, but My heavenly Father — this Peter, and when I say Peter, I mean the unbroken rock, the unshaken foundation, the great apostle, the first of the disciples, the first called, and the first who obeyed — he wrought no small thing, nay rather an exceedingly great one, so as to deny the Master Himself; this I say not accusing the righteous man, but giving you a ground of repentance: he denied the Master of the inhabited world Himself, the Guardian, the Saviour of all. And that we may state the matter from higher up, in the betrayal the Saviour saw certain men withdrawn, and says to Peter: Dost thou also wish to withdraw? And Peter said: Even if I must die with Thee, I will by no means deny Thee. What do you say, Peter? It is God Who pronounced, and do you contend against Him? Yet nevertheless his purpose showed what was its own, while the weakness of nature was convicted. And when were these things? In the night in which Christ was betrayed; then, it says, Peter stood warming himself beside the fire of coals, and a certain maidservant came up and says to him: Yesterday you also were with this man. And he said: I do not know this man. Then a second time and a third; and the sentence was fulfilled. Then Christ looked upon Peter, sending forth a voice through His glance; for He did not speak to him with His mouth, lest He should convict him before the Jews, and put His own disciple to shame, but sent forth His voice through His glance; that is to say: Peter, what I was saying has come to pass. At all events Peter too, perceiving it, then began to weep, and wept not simply, but bitterly, making a second baptism through the tears from his eyes. Yet having wept thus bitterly, he wiped out his sin; and after these things he is entrusted with the keys of the heavens. Now if the weeping of Peter wiped out so great a sin, if you weep, how shall you not blot out your sin? For it was no small charge to have denied his own Master, but great and strong; yet nevertheless tears wiped out the transgression. Weep, then, you also over your sin; yet not simply, nor for outward show, but weep bitterly, like Peter; bring forth from the very depths the fountains of tears, so that the Master, moved with compassion thus, may pardon you your trespass; for He is loving towards mankind; for He Himself said: I do not will the death of the sinner, as that he should turn, and repent, and live. He wills a small toil from you, and He Himself supplies great things; He seeks a pretext from you, that He may give you a treasure of salvation. Put forward tears, and He Himself gives you pardon; put forward repentance,
PG 49:299Read from the page
καὶ αὐτός σοι παρέχει ἄφεσιν ἁμαρτιῶν· πρόφασιν μικρὰν σὺ εἰσένεγκε, ἵνα εὐπρόσωπον ἔχῃς τὴν ἀπολογίαν· τὰ μὲν γὰρ παρ' αὐτοῦ ἐστι, τὰ δὲ παρ' ἡμῶν· τὰ παρ' ἡμῶν ἐὰν εἰσενέγκωμεν, πάλιν καὶ αὐτὸς παρέχει τὰ παρ' ἑαυτοῦ. Ἤδη μὲν οὖν τὰ παρ' ἑαυτοῦ αὐτὸς παρέσχεν, ἥλιον, σελήνην, ποικίλον χορὸν ἀστέρων ἐθεμελίωσεν, ἀέρα ἐξέχεε, γῆν ἥπλωσε, θάλασσαν ἐτείχισεν, ἔδωκεν ὄρη, νάπας, βουνοὺς, πηγὰς, λίμνας, ποταμοὺς, τὰ μυρία γένη τῶν φυτῶν, παραδείσους, τὰ ἄλλα πάντα· πάλιν σὺ συνεισένεγκε μικρὸν, ἵνα οὕτω καὶ τὰ ἄνω σοι χαρίσηται. Μὴ οὖν ἀμελήσωμεν ἑαυτῶν, μηδὲ ἀποστῶμεν τῆς ἡμετέρας σωτηρίας, τοσοῦτον πέλαγος φιλανθρωπίας ἔχοντες τοῦ πάντων Δεσπότου, καὶ μετανοοῦντος ἐπὶ ταῖς ἡμετέραις ἁμαρτίαις. Βασιλεία οὐρανῶν πρόκειται καὶ παράδεισος, καὶ τὰ ἀγαθὰ ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· καὶ οὐκ ὀφείλομεν ἅπαντα ποιῆσαι, ἵνα τι συνεισενέγκωμεν, ὥστε τούτων μὴ ἐκπεσεῖν; Ἢ οὐκ οἶδας Παῦλος τί λέγει, ὁ πολλὰ κοπιάσας, καὶ μυρία τρόπαια κατὰ τοῦ διαβόλου στήσας, ὁ ἐν σώματι τὴν οἰκουμένην πεζεύσας, ὁ γῆν καὶ θάλατταν καὶ ἀέρα περιδραμὼν, ὁ καθάπερ ὑπόπτερός τις τὴν οἰκου-
and He Himself grants you remission of sins; bring in some small pretext yourself, so that you may have a specious defence; for some things are from Him, while others are from us; if we bring in the things from us, He Himself in turn grants the things from Himself. Now the things from Himself He has already granted: sun, moon, the manifold choir of stars He founded, air He poured forth, earth He spread out, sea He walled round, He gave mountains, glens, hills, springs, lakes, rivers, the myriad kinds of plants, gardens, all other things; do you in turn contribute a little jointly, so that thus He may graciously bestow upon you the things above also. Let us not, therefore, neglect ourselves, nor draw back from our salvation, when we possess so vast an ocean of loving-kindness in the Master of all, Who even relents over our sins. The kingdom of heaven lies before us, and paradise, and the good things which eye has not seen, and ear has not heard, and which have not entered into the heart of man, which God has prepared for those who love Him; and ought we not to do all things so as to contribute something jointly, that we may not fall short of these things? Or do you not know what Paul says—he who laboured much, and set up ten thousand trophies against the devil, who on foot in the body traversed the inhabited world, who ran round earth and sea and air, who as though winged went round the inhabited
ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ ΚΑΙ ΕΥΧΗΣ.
On Repentance and Prayer.
Ὁμιλία δʹ.
Homily IV.
αʹ. Οἱ ποιμένες τὰ πρόβατα ἔνθα ἂν ἴδωσι βαθυτέραν οὖσαν τὴν πόαν, συνεχῶς ἄγουσι, καὶ οὐ πρότερον ἐκεῖθεν ἐγείρουσιν, ἕως ἂν αὐτὴν πᾶσαν ἀποκείρῃ τὰ ποίμνια. Τούτους δὲ καὶ ἡμεῖς μιμούμενοι, τετάρτην ταύτην ἤδη ἡμέραν εἰς τὸν τῆς μετανοίας τρόπον βόσκομεν τοῦτο τὸ ποίμνιον, καὶ οὐδέπω καὶ σήμερον ἀναστῆσαι παρασκευαζόμεθα· ὁρῶμεν γὰρ πολλὴν οὖσαν ἔτι νομῆς ⟨…⟩ὐπορίαν, καὶ πολλὴν τέρψιν ὁμοῦ καὶ ὠφέλειαν.
1. Shepherds continually lead their sheep wherever they see the grass to be thicker, and do not roust them from there before the flocks have cropped it all bare. Imitating these men, we too for this fourth day already are pasturing this flock upon the mode of repentance, and not even today are we preparing to move it away; for we see that there is still great abundance of pasture, and great delight together with profit.
Οὐδὲ γὰρ οὕτως αἱ κόμαι τῶν δένδρων ἀντὶ στέγης ⟨…⟩οῖς προβάτοις γινόμεναι κατὰ τὸ μεσημβρινὸν τῆς ⟨…⟩μέρας ἀναπαύουσι τὰ πρόβατα, ποθεινήν τε καὶ ὠφέ⟨…⟩ιμον παρέχουσι τὴν σκιὰν, καὶ μετὰ πολλῆς κατακοι⟨…⟩ίζουσι τῆς ἡδονῆς, ὡς ἡ τῶν θείων Γραφῶν ἀνάγνωσις ⟨…⟩ς ὀδυνωμένας ψυχὰς καὶ ἀθυμίᾳ κατεχομένας ἀνακτᾶ⟨…⟩αι καὶ καταψύχει, τὸ μὲν σφοδρὸν καὶ διακαὲς τῆς ⟨…⟩δύνης ἀποκρουομένη, παραμυθίαν δὲ σκιᾶς ἁπάσης ἡδίω ⟨…⟩ὶ τερπνοτέραν παρέχουσα. Οὐ γὰρ μόνον ἐν ταῖς τῶν ⟨…⟩ρημάτων ζημίαις, οὐδὲ ἐν ταῖς τῶν τέκνων ἀποβολαῖς, ⟨…⟩ὔτε ἐν τοῖς ἄλλοις τοῖς τοιούτοις, ἀλλὰ καὶ ἐν ταῖς τῶν ⟨…⟩μαρτιῶν περιστάσεσι πολλὴν ἡμῖν αὐτὴ παρέχει τὴν π⟨…⟩ραμυθίαν. Ὅταν γὰρ ἄνθρωπος ὑπὸ ἁμαρτίας ἁλοὺς ⟨…⟩ὶ ὑποσκελισθεὶς καταπέσῃ, εἶτα κατεσθίῃ αὐτὸν τὸ ⟨…⟩νειδὸς, καὶ τῆς ἁμαρτίας συνεχῶς ἀναμιμνήσκων, ⟨…⟩ὐτὸν ἀποπνίγῃ τῇ τῆς ἀθυμίας ὑπερβολῇ, καὶ καθ' ⟨…⟩άστην ἐμπυρίζηται τὴν ἡμέραν, καὶ μυρίων παρα⟨…⟩λούντων, ἂν μὴ προσίηται τὴν παράκλησιν, εἰσελθὼν ⟨…⟩ τὴν ἐκκλησίαν, καὶ ἀκούσας ὅτι πολλοὶ τῶν ἁγίων ⟨…⟩σόντες ἀνέστησαν, καὶ εἰς τὴν προτέραν πάλιν ἐπαν⟨…⟩θον εὐδοκίμησιν, λανθανόντως λαβὼν τὴν παραμυ⟨…⟩αν ἀπέρχεται. Καὶ ἀνθρώποις μὲν πολλάκις ἁμαρτόν⟨…⟩ οὔτε ἐκκαλύψαι τὸ πλημμέλημα ὑπομένομεν αισχυ⟨…⟩ενοι καὶ ἐρυθριῶντες, κἂν δὲ ἐκκαλύψωμεν, οὐδὲν
For not even so much does the foliage of trees, becoming a roof for the sheep at the noontide of the day, give rest to the sheep, and afford a welcome and beneficial shade, and lull them to sleep with great pleasure, as the reading of the divine Scriptures restores and refreshes anguished souls held fast in despondency, beating off the fierce and burning heat of grief, and affording a consolation sweeter and more delightful than any shade. For not only in losses of money, nor in bereavements of children, nor in other such calamities, but also in the distresses of sins does this reading afford us great consolation. For when a man, caught and tripped up by sin, falls down, and then his conscience gnaws at him, and, continually reminding him of the sin, chokes him with the excess of despondency, and every day he is set on fire, and though ten thousand comfort him he does not accept their exhortation—yet once he has entered the church, and heard that many of the saints after falling rose up again, and returned once more to their former good repute, imperceptibly receiving consolation he departs. And to men, when we have sinned, we often cannot bear even to uncover our transgression, feeling ashamed and blushing, and even if we do uncover it, no
Notes, col. 299

On the reading

Printed αισχυ⟨…⟩ενοι, for αἰσχυνόμενοι.

PG 49:300Read from the page
μένην περιελθὼν, ὁ λιθασθεὶς, ὁ φονευθεὶς, ὁ τυπτηθεὶς, ὁ πάντα διὰ τὸ ὄνομα τοῦ Θεοῦ παθὼν, ὁ οὐρανίᾳ φωνῇ κληθεὶς ἄνωθεν· ὅρα, οὗτος τί λέγει, ποίαν φωνὴν ἔῤῥηξεν· Ἐλάβομεν χάριν, φησὶν, ἀπὸ τοῦ Θεοῦ, ἀλλὰ κἀγὼ ἐκοπίασα, καὶ συνεισήνεγκα· Καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ κενὴ οὐκ ἐγενήθη· ἀλλὰ καὶ περισσότερον αὐτῶν πάντων ἐκοπίασα καὶ συνεισήνεγκα. Οἴδαμεν, φησὶν, οἴδαμεν τῆς χάριτος τὸ μέγεθος, ὃ ἐλάβομεν, ἀλλ' οὐκ ἀργόν με εὗρε· φανερὰ τὰ παρ' ἐμοῦ εἰσενεχθέντα. Οὕτως οὖν καὶ ἡμεῖς τὰς χεῖρας πρὸς ἐλεημοσύνην διδάξωμεν, ἵνα συνεισενέγκωμεν μικρόν τι· κλαύσωμεν ἐπὶ τῇ ἁμαρτίᾳ, θρηνήσωμεν ἐπὶ τῇ ἀνομίᾳ, ἵνα δόξωμεν μικρόν τι συνεισφέρειν, ἐπειδὴ καὶ μεγάλα τὰ μέλλοντα δίδοσθαι ἡμῖν, καὶ ὑπερβαίνει τὴν ἡμετέραν δύναμιν· παράδεισος γάρ ἐστι, καὶ βασιλεία οὐρανῶν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
world, who was stoned, slain, beaten, who suffered all things for the sake of the name of God, who was called from above by a heavenly voice: see what this man says, what sort of utterance he burst forth with: We received grace, says he, from God, yet I also laboured, and contributed jointly: And His grace towards me did not prove vain, nay, I laboured more abundantly than they all and contributed jointly. We know, says he, we know the magnitude of the grace which we received, yet it did not find me idle; manifest are the things brought in by me. Thus, then, let us also train our hands to almsgiving, that we may contribute some small thing jointly; let us weep over sin, let us mourn over lawlessness, that we may seem to contribute some small thing jointly, since great indeed are the things about to be given to us, and they surpass our power; for it is paradise, and the kingdom of heaven: which may we all attain, by the grace and loving-kindness of our Lord Jesus Christ, with Whom to the Father together with the Holy Spirit be glory, might, honour, now and always, and unto the ages of ages. Amen.
καρπωσόμεθα τοσοῦτον· ὅταν δὲ Θεὸς παρακαλῇ, καὶ τῆς καρδίας ἅπτηται, πᾶσα ταχέως φυγαδευθήσεται σατανικὴ λύπη. Διὰ τοῦτο καὶ πτώματα τῶν δικαίων ἐστὶν ἡμῖν ἀνάγραπτα, ἵνα οἵ τε κατορθοῦντες, οἵ τε ἁμαρτάνοντες τὰ μέγιστα ἐκ τούτων κερδάνωσιν. Ὁ γὰρ ἁμαρτάνων οὐκ ἔρχεται εἰς ἀπόγνωσιν καὶ ἀπελπισμὸν, ἰδὼν ἕτερον πεσόντα, καὶ παλιν ἀναστῆναι δυνηθέντα· ὁ δὲ δικαιοσύνην ἐργαζόμενος, σπουδαιότερος ἔσται καὶ ἀσφαλέστερος. Ὅταν γὰρ τῶν αὐτοῦ πολὺ βελτιόνων πολλοὺς καταπεσόντας ἴδῃ, τῷ φόβῳ τῆς ἐκείνων πτώσεως σωφρονιζόμενος, ἐναγώνιος ἔσται πάντοτε, καὶ πολλὴν περὶ ἑαυτὸν ἐπιδείξεται τὴν ἀσφάλειαν· καὶ οὕτως ὁ μὲν τὴν ἀρετὴν κατορθῶν, ὁ δὲ ἁμαρτάνων τῆς ἀπογνώσεως ἀπαλλαγεὶς, ὁ μὲν στήσεται ἀσφαλῶς, ὁ δὲ ἐπανήξει ταχέως, ὅθεν ἐξέπεσεν. Ὅταν γὰρ ἡμᾶς ἄνθρωπος παρακαλῇ λυπουμένους, καὶ δόξωμεν πρὸς ὀλίγον παραμυθεῖσθαι, πάλιν εἰς τὴν αὐτὴν ἀθυμίαν καταπίπτομεν· ἐπὰν δὲ ὁ Θεὸς προτρέπηται δι' ἑτέρων ἁμαρτησάντων, καὶ μετανοησάντων, καὶ σωθέντων, φανερὰν ἡμῖν ποιεῖ τὴν αὐτοῦ ἀγαθότητα, ἵνα μὴ ἀμφιβάλλωμεν περὶ τῆς ἑαυτῶν σωτηρίας, ὁμολογουμένην καὶ ἀσφαλῆ δεχόμενοι τὴν παράκλησιν. Ὥσπερ οὖν ἐν ταῖς τῶν ἁμαρτημάτων περιστάσεσιν, οὕτω καὶ ἐν ταῖς τῶν κινδύνων ἐπαγωγαῖς, ἱκανὸν τοῖς ἀθυμοῦσι φάρμακον αἱ παλαιαὶ τῶν Γραφῶν ἱστορίαι παρέχουσι πᾶσ⟨…⟩ τοῖς βουλομένοις προσέχειν. Καὶ εἴτε χρημάτων δήμευσις, εἴτε συκοφαντῶν ἐπήρειαι, εἴτε δεσμωτήρια, εἴτε μάστιγες, κἂν ὁτιοῦν ἕτερον τῶν δεινῶν ἡμᾶς καταλάβῃ, ἀποβλέποντες εἰς τοὺς δικαίους τοὺς τὰ αὐτὰ παθόντας καὶ ὑπομείναντας, ταχέως εἰς ἑαυτοὺς ἐλθεῖν δυνησόμεθα. Ἐπὶ μὲν γὰρ τῶν τοῦ σώματος παθῶν τὸ πρὸς τοὺς πάσχοντας ἀφορᾷν ἐπιτείνει τὴν νόσον τοῦ ἀῤῥωστοῦντος, πολλάκις δὲ καὶ οὐκ οὖσαν ἐργάζεται· οἷον ὀφθαλμοὺς πάσχοντας ἰδόντες τινὲς, μετέλαβον τοῦ νοσήματος ἀπὸ τῆς θέας μόνης· ἐπὶ δὲ ψυχῆς οὐχ οὕτως,
so great gain shall we reap; whereas when God comforts and touches the heart, all satanic sorrow will swiftly be put to flight. On this account also the falls of the righteous stand recorded for us, so that both those who walk uprightly and those who sin may gain the greatest benefits from them. For the one who sins does not come into despair and hopelessness when he sees another who fell and was able to rise up again; while he who works righteousness will be more earnest and more secure. For when he sees many men far better than himself fallen down, chastened by the fear of their fall, he will always be vigilant, and will display great caution concerning himself; and thus the one who accomplishes virtue and the sinner freed from despair—the one will stand securely, while the other will swiftly return whence he fell. For when a human being comforts us in our sorrow, and for a little while we seem to be consoled, we fall back again into the same despondency; whereas whenever God exhorts us through others who sinned, and repented, and were saved, He makes His own goodness manifest to us, so that we may have no doubt concerning our own salvation, receiving an acknowledged and sure consolation. Just as in the distresses of sins, then, so also in the onsets of perils, the ancient histories of the Scriptures furnish a sufficient remedy against despondency for all who wish to pay heed. And whether confiscation of property, or insults of informers, or prisons, or scourges, or any other whatsoever of terrors overtake us, looking away to the righteous who suffered and endured the very same things, we shall swiftly be able to come back to ourselves. For in bodily ailments, gazing upon the sufferers intensifies the sickness of the ailing man, and often even brings on one that was not there—as, for example, certain persons upon seeing ailing eyes caught a share of the disease from the sight alone; in the case of the soul, however, it is not thus,
Notes, col. 300

On the reading

Printed παλιν, for πάλιν.