Migne Reading Room

PG 49 · cols. 268–273 · Read from the page

Homilies III on the weakness of the devil

Homilies III on the weakness of the devil

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:268Read from the page
βον ἐπαγγελίας καὶ οὗτοι κἀκεῖνοι, τὰ αὐτὰ ἔπαθλα ἀμφοτέροις προέκειτο κατορθώσασιν, ὁ αὐτὸς καὶ πρὸς τούτους καὶ πρὸς ἐκείνους ἦλθε, μετὰ τῆς αὐτῆς γυμνότητος καὶ πρὸς τούτους καὶ πρὸς ἐκείνους, μετὰ τῆς αὐτῆς πείνης, καὶ ξένος ὁμοίως· πάντα ἴσα κἀκείνοις καὶ τούτοις.
received the same promises, both these and those; the same prizes were set before both upon achieving rightly; the same One came both to these and to those—with the same nakedness both to these and to those, with the same hunger, and as a stranger in like manner: all things were equal both for those and for these.
Πῶς οὖν τὸ τέλος οὐκ ἴσον; Ὅτι ἡ προαίρεσις οὐκ ἀφῆκεν· αὕτη γὰρ μόνη τὴν διαίρεσιν ἐποιήσατο. Διὰ τοῦτο ἐκεῖνοι μὲν εἰς γέενναν, οὗτοι δὲ εἰς βασιλείαν· εἰ δὲ ὁ διάβολος ἦν αὐτοῖς τῶν ἁμαρτημάτων ὁ αἴτιος, οὐκ ἂν, ἄλλου ἁμαρτόντος καὶ ὠθήσαντος, οὗτοι ἔμελλον κολάζεσθαι. Εἶδες ἐνταῦθα καὶ τοὺς ἁμαρτόντας, καὶ τοὺς κατορθώσαντας; εἶδες πῶς ἰδόντες τοὺς συνδούλους ἐπεστομίσθησαν; Φέρε σοι καὶ ἐφ' ἕτερον παράδειγμα τὸν λόγον ἀγάγωμεν. Παρθένοι, φησὶν, ἦσαν δέκα. Πάλιν ἐνταῦθα αἱ προαιρέσεις αἱ κατορθώσασαι, πάλιν αἱ διαμαρτοῦσαι, ἵνα ἐκ παραλλήλου καὶ τούτων τὰ ἁμαρτήματα ἴδῃς, κἀκείνων τὰ κατορθώματα· ἡ γὰρ σύγκρισις σαφέστερα ταῦτα ποιεῖ. Καὶ αὗται παρθένοι κἀκεῖναι, καὶ αὗται πέντε κἀκεῖναι· λαμπάδας εἶχον καὶ αὗται κἀκεῖναι· τὸν νυμφίον ἀνέμενον πᾶσαι. Πῶς οὖν αἱ μὲν εἰσῆλθον, αἱ δὲ οὐκ εἰσῆλθον; Ὅτι αἱ μὲν ἀπάνθρωποι ἦσαν, αἱ δὲ ἥμεροι καὶ φιλάνθρωποι. Ὁρᾷς πάλιν τὴν προαίρεσιν τοῦ τέλους αἰτίαν γινομένην, οὐχὶ τὸν διάβολον; εἶδες ἐκ παραλλήλου τὰς κρίσεις, καὶ ἐκ τῶν ὁμοίων φερομένην τὴν ψῆφον; Σύνδουλοι συνδούλους κρινοῦσι. Βούλει σοι δείξω καὶ ἐξ ἀνομοίων γινομένην σύγκρισιν; γίνεται γὰρ καὶ ἐξ ἀνομοίων, ὥστε τὴν κατάκρισιν γενέσθαι σαφεστέραν. Ἄνδρες Νινευΐται, φησὶν, ἀναστήσονται καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην. Οὐκέτι ὅμοιοι οἱ κρινόμενοι· οἱ μὲν γὰρ βάρβαροι, οἱ δὲ Ἰουδαῖοι· οἱ μὲν προφητικῆς ἀπήλαυσαν διδασκαλίας, οἱ δὲ οὐδέποτε μετέσχον θείας ἀκροάσεως. Οὐ τοῦτο δὲ μόνον ἐστὶ τὸ διάφορον, ἀλλ' ὅτι ἐκεῖ μὲν δοῦλος ἀπῆλθεν, ἐνταῦθα δὲ ὁ Δεσπότης· κἀκεῖνος μὲν καταστροφὴν ἐκήρυττε παραγενόμενος, οὗτος δὲ βασιλείαν οὐρανῶν εὐηγγελίζετο. Τίνας οὖν εἰκὸς ἦν πιστεῦσαι μᾶλλον, τοὺς βαρβάρους καὶ ἀνοήτους καὶ μηδέποτε μετασχόντας θείας διδασκαλίας, ἢ τοὺς ἐκ πρώτης ἡλικίας προφητικαῖς ἐντραφέντας βίβλοις; Παντὶ δῆλον, ὅτι τοὺς Ἰουδαίους μᾶλλον· ἀλλὰ γέγονε τοὐναντίον. Καὶ οὗτοι μὲν ἠπίστησαν τῷ Δεσπότῃ βασιλείαν οὐρανῶν κηρύττοντι, ἐκεῖνοι δὲ ἐπίστευσαν τῷ συνδούλῳ καταστροφὴν ἀπειλοῦντι, ἵνα μειζόνως κἀκείνων ἡ ἐπιείκεια καὶ τούτων ἡ ἀγνωμοσύνη φανήσηται. Μή τι δαίμων; μή τι διάβολος; μή τι τύχη; μή τι εἱμαρμένη; οὐχὶ ἕκαστος ἑαυτῷ αἴτιος καὶ τῆς κακίας καὶ τῆς ἀρετῆς ἐγίνετο; Εἰ γὰρ μὴ αὐτοὶ ἔμελλον ὑπεύθυνοι ἔσεσθαι, οὐκ ἂν εἶπεν, ὅτι Κατακρινοῦσι τὴν γενεὰν ταύτην· οὐκ ἂν καὶ τὴν βασίλισσαν τοῦ νότου κατακρίνειν τοὺς Ἰουδαίους ἔφη. Οὐ γὰρ δὴ δῆμοι δήμους μόνον κατακρινοῦσι τότε, ἀλλὰ καὶ εἷς ἄνθρωπος δῆμον ὁλόκληρον πολλάκις, ὅταν οὓς μὲν ἐνεδέχετο μᾶλλον ἀπατηθῆναι, φαίνονται μείναντες ἀνεξαπάτητοι, οἱ δὲ ἐκ παντὸς τρόπου περιγενέσθαι ὀφείλοντες, ἡττηθέντες τύχωσι. Διὰ τοῦτο καὶ τοῦ Ἀδὰμ καὶ τοῦ Ἰὼβ ἐμνήσθημεν· ἀνάγκη γὰρ πάλιν ἐπανελθεῖν ἐπὶ τὴν ὑπόθεσιν ἐκείνην, ὥστε τὰ λείψανα ἀποδοῦναι τῷ λόγῳ. Τῷ μὲν οὖν Ἀδὰμ διὰ ῥημάτων προσέβαλε ψιλῶν, τῷ δὲ Ἰὼβ καὶ διὰ πραγμάτων· τὸν μὲν γὰρ τοῦ πλούτου παντὸς ἐγύμνωσε καὶ τῶν παίδων ἀπεστέρησε· τούτου δὲ οὐ μικρὸν, οὐ μέγα τι τῶν ὄντων ἀφείλετο. Μᾶλλον δὲ καὶ αὐτὰ τὰ ῥήματα ἐξετάσωμεν. καὶ τῆς ἐπιβολῆς τὸν
How then was the end not equal? Because their choice did not permit it; for that alone made the division. On this account those depart into Gehenna, and these into the kingdom; whereas if the devil had been the cause of their sins, these men would not have been about to be punished when another had sinned and driven them on. Did you see here both those who sinned and those who accomplished rightly? Did you see how upon beholding their fellow-servants their mouths were stopped? Come, let us bring our discourse for you to another example also. There were, He says, ten virgins. Here again are the choices that accomplished rightly, and again those that missed the mark, so that side by side you may see both the sins of these and the virtuous deeds of those; for the comparison makes these things clearer. Both these were virgins, and those; both these were five, and those; both these had lamps, and those; all awaited the bridegroom. How then did some enter in, while the others did not enter in? Because the latter were inhumane, while the former were gentle and loving towards mankind. Do you see again free choice becoming the cause of the end, and not the devil? Did you see the judgements side by side, and the verdict pronounced from like cases? Fellow-servants will judge fellow-servants. Do you wish me to show you a comparison made from unlike cases also? For it comes about from unlike cases as well, so that the condemnation may become clearer. The men of Nineveh, He says, shall stand up and shall condemn this generation. No longer alike are those who are judged: for the former are barbarians, while the latter are Jews; the latter enjoyed prophetic teaching, while the former never partook of divine hearing. Nor is this alone the difference, but that there a servant went forth, whereas here the Master; and the former came proclaiming overthrow, while the latter preached the good news of the kingdom of the heavens. Whom then was it more natural to expect to believe—those barbarous and foolish men who had never partaken of divine teaching, or those reared from their earliest age in prophetic books? It is plain to all: the Jews rather; yet the contrary came to pass. And these disbelieved the Master proclaiming the kingdom of the heavens, while those believed their fellow-servant threatening overthrow, so that both the docility of those and the ingratitude of these might appear more plainly. Was a demon to blame? Was the devil? Was fortune? Was fate? Did not each man become the cause to himself both of vice and of virtue? For unless they themselves were about to be accountable, He would not have said, They shall condemn this generation; He would not also have said that the queen of the south will condemn the Jews. For not peoples alone will condemn peoples then, but oftentimes even one man will condemn an entire people, whenever those whom it was more plausible to expect to be deceived are seen to have remained undeceived, while those who by every means ought to have prevailed happen to have been worsted. On this account we also made mention of Adam and Job; for it is necessary to return again to that subject, so as to render what remains to our discourse. Now Adam he assailed through bare words, whereas Job he assailed through deeds also: for the latter he stripped of all his wealth and bereaved of his children, while from the former he took away neither small nor great part of his possessions. Nay rather, let us examine the very words also, and of his assault the
PG 49:269Read from the page
τρόπον. Προσῆλθε, φησὶν, ὁ ὄφις, καὶ εἶπε τῇ γυναικί· Τί ὅτι εἶπεν ὁ Θεὸς, Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ; Ἐνταῦθα ὄφις, ἐκεῖ γυνὴ ἐπὶ τοῦ Ἰώβ· τέως πολὺ τῶν συμβούλων τὸ μέσον. Ὁ μὲν γὰρ δοῦλος, ἡ δὲ κοινωνὸς τοῦ βίου· ἡ μὲν βοηθὸς, ὁ δὲ ὑπετέτακτο. Εἶδες τὸ ἀσύγγνωστον ὅσον; τὴν μὲν γὰρ ὁ ὑποτεταγμένος καὶ δουλεύων ἠπάτησεν, ἐκεῖνον δὲ οὐδὲ ἡ κοινωνὸς καὶ βοηθὸς ὑποσκελίσαι ἴσχυσεν. Ἀλλ' ἴδωμεν καὶ τί φησι· Τί ὅτι εἶπεν ὁ Θεὸς, Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου; Καὶ μὴν οὐκ εἶπεν ὁ Θεὸς τοῦτο, ἀλλὰ τὸ ἐναντίον. Ὅρα οὖν κακουργίαν τοῦ διαβόλου· εἶπε τὸ μὴ εἰρημένον, ἵνα μάθῃ τὸ εἰρημένον. Τί οὖν ἡ γυνή; Δέον ἐπιστομίσαι, δέον μὴ μεταδοῦναι λόγου, ὑπὸ ἀνοίας ἐξελάλησε τὴν γνώμην τὴν Δεσποτικήν· διὰ τοῦτο παρέσχεν αὐτῷ λαβὴν ἰσχυράν.
manner. The serpent came, it says, and said to the woman: Why is it that God said, You shall not eat of every tree that is in paradise? Here a serpent; there, in the case of Job, a wife: meanwhile vast is the distance between the counsellors. For the one was a servant, while the other was a partner of life; the one was a helper, while the other had been made subject. Did you see how unpardonable it was? For her the one who was subject and in servitude deceived, whereas not even his partner and helper prevailed to trip him up. Yet let us see also what he says: Why is it that God said, You shall not eat of every tree? And yet God had not said this, but the contrary. Mark, then, the malice of the devil: he spoke what had not been spoken, that he might learn what had been spoken. What then did the woman do? Whereas she ought to have stopped his mouth, whereas she ought not to have shared speech with him, through folly she blabbed out the Master's mind; on this account she afforded him a strong grip.
δʹ. Ὅρα ὅσον κακόν ἐστι τὸ ἁπλῶς τοῖς ἐχθροῖς καὶ τοῖς ἐπιβούλοις ἑαυτοὺς ἐγχειρίζειν. Διὰ τοῦτο ὁ Χριστὸς ἔλεγε· Μὴ δῶτε τὰ ἅγια τοῖς κυσὶ, μηδὲ ῥίψητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε στραφέντες ῥήξωσιν ὑμᾶς. Τοῦτο δὲ ἐγένετο ἐπὶ τῆς Εὔας· ἔδωκε τὰ ἅγια τῷ κυνὶ, τῷ χοίρῳ· κατεπάτησεν ἐκεῖνος τὰ ῥήματα, στραφεὶς ἔῤῥηξε τὴν γυναῖκα. Καὶ ὅρα πῶς κακουργεῖ· Οὐ θανάτῳ ἀποθανεῖσθε, φησί. Ἐνταῦθά μοι προσέχετε, ὅτι δυνατὴ ἦν ἡ γυνὴ συνιδεῖν τὴν ἀπάτην. Εὐθέως γὰρ τὴν ἔχθραν καὶ τὸν πόλεμον προεκήρυττε τὸν πρὸς τὸν Θεὸν, εὐθέως ἀπεναντίας ἐφθέγξατο. Ἔστω· πρὸ τούτου βουλομένῳ μαθεῖν τὴν γνώμην ἔλεγες· μετὰ ταῦτα ἐναντία εἰπόντι τί ἠκολούθεις; Εἶπεν ὁ Θεός· Θανάτῳ ἀποθανεῖσθε· ἀντεφθέγξατο τούτοις ἐκεῖνος, καὶ εἶπεν· Οὐ θανάτῳ ἀποθανεῖσθε. Τί τοῦ πολέμου τούτου σαφέστερον; πόθεν ἄλλοθεν ἔδει μαθεῖν τὸν ἐχθρὸν καὶ πολέμιον, ἀλλ' ἢ ἐντεῦθεν ἐκ τοῦ ἀντιφθέγξασθαι τῷ Θεῷ; Ἔδει τοίνυν φυγεῖν εὐθέως τὸ δέλεαρ, ἔδει τῆς παγίδος ἀποπηδῆσαι. Οὐ θανάτῳ ἀποθανεῖσθε, φησίν· ᾔδει γὰρ ὁ Θεὸς, ὅτι ᾗ ἂν ἡμέρᾳ φάγητε, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοί. Ἐλπίδι μείζονος ὑποσχέσεως καὶ τὰ ἐν χερσὶν ἐξέβαλεν ἀγαθά· ἐπηγγείλατο ποιήσειν θεοὺς, καὶ κατέβαλεν εἰς τὴν τοῦ θανάτου τυραννίδα. Πόθεν οὖν ἐπίστευσας, ὦ γύναι, τῷ διαβόλῳ; τί συνεῖδες ἀγαθόν; οὐκ ἤρκει ἡ ἀξιοπιστία τοῦ νομοθέτου, ὅτι ὁ μὲν Θεὸς καὶ δημιουργὸς καὶ ποιητὴς, ὁ δὲ διάβολος καὶ ἐχθρός; Καὶ οὔπω λέγω διάβολον· ὄφιν αὐτὸν ἐνόμιζες εἶναι ψιλόν· ὄφιν οὖν, εἰπέ μοι, τοσαύτης ἰσηγορίας ἀξιῶσαι ἐχρῆν, ὡς καὶ Δεσποτικὴν γνώμην ἐξαγγεῖλαι αὐτῷ; Ὁρᾷς ὅτι δυνατὸν ἦν συνιδεῖν τὴν ἀπάτην, ἀλλ' οὐκ ἠθέλησεν αὕτη. Καίτοι ὁ μὲν Θεὸς ἱκανὰς ἔδωκε τῆς εὐεργεσίας τῆς ἑαυτοῦ τὰς ἀποδείξεις, καὶ διὰ τῶν ἔργων τὴν κηδεμονίαν ἐπεδείξατο· καὶ γὰρ οὐκ ὄντα τὸν ἄνθρωπον ἔπλασε, καὶ ψυχὴν ἐνέπνευσε, καὶ κατ' εἰκόνα αὐτὸν ἐποίησεν, ἄρχοντα τῶν ἐπὶ γῆς ποιήσας ἁπάντων, καὶ βοηθὸν ἐχαρίσατο, καὶ παράδεισον ἐφύτευσε, καὶ τὴν χρῆσιν τῶν λοιπῶν ἐπιτρέψας δένδρων, ἑνὸς ἀπηγόρευσε μὴ ἅψασθαι μόνου· καὶ τοῦτο δὲ αὐτὸ χρησίμως ἐκώλυσεν. Ὁ δὲ διάβολος ἔργῳ μὲν οὔτε μικρὸν, οὔτε μέγα ἐπεδείξατο ἀγαθὸν, ῥήμασι δὲ ψιλοῖς ἐπάρας τὴν γυναῖκα, καὶ φυσήσας ταῖς ματαίαις ἐλπίσιν, οὕτως ἠπάτησεν. Ἀλλ' ὅμως τοῦ Θεοῦ τὸν διάβολον ἀξιοπιστότερον εἶναι ἐνόμισε, καίτοι διὰ τῶν ἔργων
4. Mark how great an evil it is lightly to entrust ourselves to enemies and plotters. On this account Christ used to say: Give not that which is holy to the dogs, neither cast your pearls before the swine, lest perchance they turn and rend you. Now this happened in the case of Eve: she gave that which was holy to the dog, to the swine; he trampled the words underfoot, and turning rent the woman. And mark how maliciously he acts: You shall not die by death, he says. Give heed to me here, that the woman was able to perceive the deceit. For straightway he proclaimed his enmity and warfare against God, straightway he spoke in opposition. Granted that before this you spoke to one wishing, as it seemed, to learn the mind of God; after these things, why did you follow one speaking the contrary? God said: By death you shall die; he spoke against these words, and said: You shall not die by death. What could be clearer than this warfare? Whence else ought one to have learned the enemy and foe, save from this, from his speaking against God? She ought, therefore, straightway to have fled the bait, she ought to have leaped away from the snare. You shall not die by death, he says; for God knew that on whatsoever day you eat, your eyes shall be opened, and you shall be as gods. Through hope of a greater promise he cast out even the good things that were in their hands; he promised to make them gods, and cast them down into the tyranny of death. Whence then, O woman, did you trust the devil? What good did you perceive? Did not the trustworthiness of the Lawgiver suffice—that God was both Artificer and Maker, while the devil was also an enemy? Nay, I do not yet say devil: you supposed him to be a mere serpent; ought you then, tell me, to have deemed a serpent worthy of such freedom of speech as even to disclose the Master's mind to him? Do you see that it was possible to perceive the deceit, yet she was not willing? And yet God gave ample proofs of His own beneficence, and through deeds displayed His solicitude: for He fashioned man when he did not exist, and breathed in a soul, and made him according to His image, making him ruler over all things upon earth, and granted a helper, and planted paradise, and while permitting the enjoyment of the remaining trees, forbade them to touch one alone—and even that very tree He usefully withheld. Whereas the devil in deed displayed neither small nor great good, but exciting the woman with bare words and puffing her up with vain hopes, thus deceived her. Yet nevertheless she deemed the devil more trustworthy than God, although through deeds
PG 49:270Read from the page
ἐπιδειξαμένου τὴν εὔνοιαν· τὰ ῥήματα ψιλὰ προσενεγκόντι μόνα, ἄλλο δὲ οὐδὲν, ἐπίστευσεν ἡ γυνή. Ὁρᾷς ὅπως ἐξ ἀνοίας μόνης καὶ ῥᾳθυμίας, οὐκ ἀπὸ βίας ἡ ἀπάτη γέγονε; Καὶ ἵνα μάθῃς αὐτὸ σαφέστερον, ἄκουσον, πῶς καὶ ἡ Γραφὴ κατηγορεῖ τῆς γυναικός. Οὐ γὰρ εἶπεν, Ἀπατηθεῖσα, ἀλλ', Ἰδοῦσα τὸ ξύλον, ὅτι ὡραῖόν ἐστιν, ἔφαγεν. Ὥστε τῆς ὄψεως τῆς ἀκρατοῦς τὸ ἔγκλημα, οὐ τῆς ἀπάτης τῆς παρὰ τοῦ διαβόλου μόνης· ὑπὸ γὰρ τῆς ἐπιθυμίας ἡττήθη τῆς οἰκείας, οὐχ ὑπὸ τῆς πονηρίας τοῦ δαίμονος. Διὰ τοῦτο οὐδὲ συγγνώμης ἀπήλαυσεν, ἀλλ' εἰποῦσα, ὅτι Ὁ ὄφις ἠπάτησέ με, καὶ οὕτω δίκην ἔδωκε τὴν ἐσχάτην· ἐν αὐτῇ γὰρ ἦν τὸ μὴ πεσεῖν. Καὶ ἵνα μάθῃς τοῦτο σαφέστερον, φέρε ἐπὶ τὸν Ἰὼβ τὸν λόγον ἀγάγωμεν, ἀπὸ τῶν ἡττηθέντων ἐπὶ τὸν κρατήσαντα, ἀπὸ τῶν νενικημένων ἐπὶ τὸν νενικηκότα· καὶ γὰρ πλείονα ἡμῖν οὗτος δώσει προθυμίαν, ὥστε ἀντᾶραι χεῖρας κατὰ τοῦ διαβόλου. Ἐκεῖ ὄφις ἦν ὁ ἀπατῶν, καὶ ἐκράτησεν· ἐνταῦθα γυνὴ, καὶ οὐκ ἴσχυσε· καίτοι γε αὕτη πολλῷ πιθανωτέρα ἐκείνου. Καὶ τῷ μὲν Ἰὼβ μετὰ τὴν ἀπώλειαν τῶν χρημάτων, μετὰ τὴν ἀποβολὴν τῶν παίδων καὶ τὴν γύμνωσιν τῶν ὄντων ἁπάντων ἡ μηχανὴ προσήγετο· ἐκεῖ δὲ οὐδὲν τοιοῦτον ἦν· οὐκ ἀπέβαλε παῖδας, οὐκ ἀπώλεσε χρήματα ὁ Ἀδὰμ, οὐκ ἐπὶ κοπρίας ἐκάθητο, ἀλλὰ παράδεισον ᾤκει τρυφῆς, καὶ δένδρων ἀπήλαυε παντοδαπῶν καὶ πηγῆς καὶ ποταμῶν καὶ τῆς ἄλλης ἀδείας ἁπάσης. Οὐδαμοῦ πόνος οὐδὲ ὀδύνη, οὐδὲ ἀθυμία καὶ φροντίδες, οὐδὲ ὀνείδη καὶ λοιδορίαι, οὐδὲ τὰ μυρία κακὰ, ἅπερ κατέσκηψεν εἰς τὸν Ἰώβ· ἀλλ' ὅμως οὐδενὸς ὄντος τοιούτου, κατέπεσε καὶ ὑπεσκελίσθη. Οὐκ εὔδηλον, ὅτι διὰ ῥᾳθυμίαν; Ὥσπερ οὖν ἐκεῖνος πάντων τούτων ἐπικειμένων καὶ βαρούντων ἔστη γενναίως, καὶ οὐ κατέπεσεν, οὐκ εὔδηλον ὅτι καὶ οὗτος διὰ νῆψιν ψυχῆς;
having displayed goodwill; yet the woman believed him who brought forward bare words alone, and nothing else. Do you see how the deceit came to pass out of folly alone and indolence, not from compulsion? And so that you may learn this more clearly, hear how Scripture also accuses the woman. For it did not say, Having been deceived, she ate, but, Seeing the tree, that it was fair, she ate. So that the charge belongs to unbridled sight, not to the deceit from the devil alone; for she was worsted by her own desire, not by the wickedness of the demon. On this account she did not even enjoy pardon, but though she said, The serpent deceived me, even so she paid the uttermost penalty; for it lay in her power not to fall. And so that you may learn this more clearly, come, let us lead our discourse on to Job—from those who were worsted to him who prevailed, from the vanquished to the victor; for this man will give us greater eagerness to lift up our hands against the devil. There it was a serpent that was deceiving, and he prevailed; here it was a wife, and she did not succeed—and yet she was far more persuasive than that serpent. And against Job the engine was brought up after the loss of his wealth, after the bereavement of his children and the stripping away of all his possessions; whereas there nothing of the sort existed: Adam did not lose children, he did not perish in his wealth, he did not sit upon a dunghill, but he inhabited a paradise of delight, and enjoyed trees of every kind, and a fountain and rivers, and all other security. Nowhere was there toil or pain, nor despondency and cares, nor reproaches and revilings, nor the ten thousand evils that swooped down upon Job; yet nevertheless, though nothing of the sort existed, he fell down and was tripped up. Is it not manifest that it was through indolence? Just as, therefore, when all these things lay upon him and weighed him down, that man stood nobly and did not fall, is it not manifest that he too stood so through sobriety of soul?
εʹ. Ἐκατέρωθεν οὖν, ἀγαπητὲ, κάρπωσαι μέγιστον κέρδος, καὶ φύγε τὸν τοῦ Ἀδὰμ ζῆλον, εἰδὼς ὅσα ἀπὸ τῆς ῥᾳθυμίας τίκτεται κακά· ζήλωσον δὲ τὴν τοῦ Ἰὼβ εὐλάβειαν, μαθὼν ὅσα ἀπὸ τῆς σπουδῆς βλαστάνει καλά· τοῦτον διαπαντὸς λογίζου τὸν στεφανίτην, καὶ πάσης ὀδύνης καὶ περιστάσεως ἱκανὴν ἕξεις παραμυθίαν. Καθάπερ γὰρ ἐν κοινῷ θεάτρῳ τῆς οἰκουμένης ἑστὼς ὁ μακάριος καὶ γενναῖος ἐκεῖνος, ἅπασι διὰ τῶν συμβεβηκότων αὐτῷ παθῶν διαλέγεται πάντα φέρειν τὰ συμπίπτοντα γενναίως, καὶ πρὸς μηδὲν ἐνδιδόναι τῶν ἐπιόντων δεινῶν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν ἀνθρώπινον πάθος, ὃ μὴ δύναται παραμυθίαν ἐκεῖθεν δέξασθαι· ἃ γὰρ ἐν πάσῃ τῇ οἰκουμένῃ διέσπαρται πάθη, ταῦτα ὁμοῦ συνελθόντα εἰς ἓν σῶμα κατέσκηψε τὸ ἐκείνου. Τίς οὖν ἔσται συγγνώμη τῷ μὴ δυναμένῳ τι μέρος τῶν ἐπαχθέντων ἐκείνῳ δεινῶν μετ' εὐχαριστίας ἐνεγκεῖν, ὃς μὴ μέρος μόνον, ἀλλ' ὁλόκληρα φαίνεται τὰ πάντων ἀνθρώπων φέρων κακά; Καὶ ἵνα μὴ καταγνῷς ὑπερβολὴν τοῦ λόγου, φέρε καθ' ἕκαστον προχειρισάμενοι τῶν ἐπελθόντων αὐτῷ, τὴν ὑπόσχεσιν ταύτην ἐπάγωμεν. Καὶ, εἰ βούλει, τὸ πάντων ἀφορητότερον εἶναι δοκοῦν, πρῶτον εἰς μέσον ἀγάγωμεν, τὴν πενίαν λέγω, καὶ τὴν ἐκ ταύτης ὀδύνην· τοῦτο γὰρ πανταχοῦ πάντες ἄνθρωποι θρηνοῦσι. Τί οὖν τοῦ Ἰὼβ πενέστερον γέγονεν, ὃς καὶ τῶν ἐν βαλανείοις ἐρῥιμμένων, καὶ τῶν ἐν τῇ καμινιαίᾳ τέφρᾳ καθευδόντων, καὶ πάντων ἁπλῶς ἀνθρώπων πενέστερος ἦν; Οὗτοι μὲν γὰρ κἂν ἱμάτιον ἔχουσι διερ-
5. From both sides, therefore, beloved, reap the greatest gain, and flee the emulation of Adam, knowing how many evils are born from indolence; and emulate the pious reverence of Job, having learned how many good things sprout forth from earnestness; reckon upon this crowned victor continually, and you shall have sufficient consolation in every pain and affliction. For standing as though in the common theatre of the inhabited world, that blessed and noble man discourses to all through the sufferings that befell him, bidding them bear all things that befall them nobly, and yield to none of the terrors that come upon them. For there is not—there is not a single human suffering that cannot receive consolation from that source; for the sufferings that have been scattered throughout the whole inhabited world, coming together at once, swooped down upon that one body of his. What pardon, therefore, shall there be for him who is unable to bear with thanksgiving some part of the terrors brought upon that man, who is seen bearing not a part only, but in their entirety the evils of all men? And lest you condemn our discourse of exaggeration, come, let us take in hand one by one the things that came upon him, and make good this promise. And, if you wish, let us bring forward into the midst first that which seems to be more unbearable than all—I mean poverty, and the pain arising from it; for everywhere all men bewail this. What, then, ever became poorer than Job, who was poorer than those cast out in the bath-houses, and than those sleeping in the furnace ashes, and than simply all men? For these men at least have a garment, even if torn
Notes, col. 270

On the reading

Printed Ἐκατέρωθεν, for Ἑκατέρωθεν.

PG 49:271Read from the page
ῥωγὸς, ἐκεῖνος δὲ γυμνὸς ἐκάθητο, καὶ ὃ μόνον ἱμάτιον εἶχε παρὰ τῆς φύσεως, τῆς σαρκὸς τὴν περιβολὴν, χαλεπῇ σηπεδόνι καὶ τοῦτο πανταχόθεν διέφθειρεν ὁ διάβολος. Πάλιν οὗτοι οἱ πένητες κἂν ὑπὸ στέγην εἰσὶ προπυλαίων τῶν ἐν τοῖς βαλανείοις, κἂν καλύβῃ καλύπτονται· ἐκεῖνος δὲ αἴθριος διανυκτερεύων ἀεὶ διετέλει, οὐδὲ τὴν ἀπὸ ψιλῆς στέγης παραμυθίαν ἔχων· καὶ τὸ δὴ μεῖζον, ὅτι οὗτοι μὲν πολλὰ ἑαυτοῖς συνίσασι τὰ δεινὰ, ἐκεῖνος δὲ οὐδὲν ἑαυτῷ συνήδει. Τοῦτο γὰρ καθ' ἕκαστον τῶν συμβεβηκότων αὐτῷ παρατηρούμενον, ὃ μείζονα αὐτοῦ τὴν ὀδύνην ἐποίει, καὶ πλείονα τὴν ἀπορίαν εἰργάζετο, τὸ μηδὲ τὴν αἰτίαν τῶν γινομένων εἰδέναι. Οὗτοι μὲν οὖν, ὅπερ ἔφην, πολλὰ ἂν ἔχοιεν ἑαυτοὺς αἰτιᾶσθαι· οὐ μικρὸν δὲ τοῦτο εἰς παραμυθίαν συμφορᾶς, τὸ συνειδέναι ἑαυτῷ δικαίως τιμωρουμένῳ· ἐκεῖνος δὲ καὶ ταύτης ἀπεστέρητο τῆς παραμυθίας, καὶ πολιτείαν ἐπιδειξάμενος ἀρετῆς γέμουσαν, τὰ τῶν ἔσχατα τετολμηκότων ὑπέμεινε. Καὶ οὗτοι μὲν οἱ παρ' ἡμῖν πένητες ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐνεμελέτησαν τῇ συμφορᾷ· ἐκεῖνος δὲ ἀμελέτητον ὑπέμεινε πενίαν, ἀθρόον δεξάμενος τὴν ἐκ τοῦ πλούτου μεταβολήν. Ὥσπερ οὖν τὸ τὴν αἰτίαν εἰδέναι τῶν γινομένων, μέγιστον εἰς παραμυθίαν, οὕτως οὐκ ἔλαττον ἐκείνου, τὸ μελετήσαντα πενίαν ἐξ ἀρχῆς, οὕτως ἐν πενίᾳ διάγειν· ὧν ἀμφοτέρων ὁ δίκαιος ἐκεῖνος ἐστέρητο, καὶ οὐδὲ οὕτω κατέπιπτεν. Εἶδες αὐτὸν καὶ πρὸς ἐσχάτην ἐλθόντα πενίαν, καὶ μεθ' ἣν ἑτέραν οὐκ ἔστιν εὑρεῖν; τί γὰρ ἂν τοῦ γυμνοῦ, καὶ μηδὲ στέγην ἔχοντος πενέστερον γένοιτ' ἄν; Μᾶλλον δὲ οὐδὲ ἐδάφους πάντως ἀπολαύειν κύριος ἦν· οὐ γὰρ ἐπὶ τῆς γῆς, ἀλλ' ἐπὶ τῆς κοπρίας ἐκάθητο. Οὐκοῦν ὅταν ἴδῃς σαυτὸν ἐν πενίᾳ γενόμενον, ἐννόησον τοῦ δικαίου τὸ πάθος, καὶ εὐθέως ἀναστήσῃ, καὶ πάντα ἀποκρούσῃ λογισμὸν ἀθυμίας. Μία μὲν οὖν αὕτη συμφορὰ πάντων ὁμοῦ τῶν δεινῶν ὑπόθεσις εἶναι δοκεῖ τοῖς ἀνθρώποις· δευτέρα δὲ μετ' ἐκείνην, μᾶλλον δὲ πρὸ ἐκείνης, ἡ τοῦ σώματος πληγή. Τίς οὖν οὕτως ἠρῥώστησέ ποτε; τίς τοιαύτην νόσον ὑπέμεινε; τίς τοσαύτην πληγὴν ἐδέξατο, ἢ ἕτερον δεξάμενον εἶδεν; Οὐκ ἔστιν οὐδείς. Κατὰ μικρὸν αὐτῷ τὸ σῶμα ἐδαπανᾶτο, καὶ πηγὴ σκωλήκων αὐτῷ πάντοθεν ἔβρυεν ἀπὸ τῶν μελῶν, καὶ διηνεκὴς ἦν αὕτη ἡ ἐπιρῥοὴ, καὶ πολλὴ πανταχόθεν ἡ δυσωδία, καὶ τὸ σῶμα κατὰ μικρὸν ἀναιρούμενον καὶ τοιαύτῃ σηπεδόνι τηκόμενον ἀηδῆ τὰ σιτία ἐποίει, καὶ λιμὸς ἦν αὐτῷ ξένος καὶ παράδοξος· οὐδὲ γὰρ δεδομένης ἠδύνατο τῆς τροφῆς ἀπολαύειν· Βρόμον γὰρ, φησὶν, ὁρῶ τὰ σιτία μου. Ὅταν οὖν ἀρῥωστίᾳ περιπέσῃς, ἄνθρωπε, ἀναμνήσθητι τοῦ σώματος ἐκείνου, καὶ τῆς σαρκὸς τῆς ἁγίας· ἁγία γὰρ ἦν καὶ καθαρὰ, καὶ τοιαῦτα ἔχουσα τραύματα. Κἂν ἐν στρατείᾳ δέ τις τελῇ, εἶτα ἀδίκως καὶ χωρὶς εὐλόγου τινὸς προφάσεως ἀναρτηθεὶς ἐν τῷ ξύλῳ διαξαίνηται τὰς πλευρὰς, μήτε ὄνειδος εἶναι νομιζέτω τὸ πρᾶγμα, μήτε πρὸς τὴν ὀδύνην ἐνδιδότω, τὸν ἅγιον τοῦτον ἐννοῶν. Ἀλλ' ἱκανὴν εἶχεν οὗτος παράκλησιν καὶ παραμυθίαν, φησὶ, τὸ εἰδέναι τὸν Θεὸν αὐτῷ ταῦτα ἐπάγοντα. Τοῦτο μὲν οὖν αὐτὸν μάλιστα ἐτάραττε καὶ ἐθορύβει, ὅτι τὸν δίκαιον Θεὸν, καὶ παντὶ τρόπῳ παρ' αὐτοῦ θεραπευθέντα, τοῦτον ἐνόμιζεν αὐτῷ πολεμεῖν. Καὶ πρόφασίν τινα εὔλογον εὑρεῖν τῶν γινομένων οὐκ εἶχεν· ἐπεὶ, ὅτε γε ἔμαθεν ὕστερον τὴν αἰτίαν, ὅρα πόσην εὐλά-
into tatters, whereas that man sat naked, and the only garment that he had from nature—the covering of the flesh—even this the devil corrupted on every side with grievous putrefaction. Again, these poor men are at least under the roof of the porticoes in the bath-houses, or at least are covered by a hut; whereas that man continued always passing the night under the open sky, not even having the consolation of a bare roof; and what is greater still, these men are conscious in themselves of many evil deeds, whereas that man was conscious in himself of nothing. For this is to be observed in each of the things that befell him—which made his pain greater and wrought greater perplexity—that he did not even know the cause of what was taking place. These men, therefore, as I said, might have many things for which to blame themselves—and this is no small contribution towards the consolation of a calamity, to be conscious in oneself that one is justly chastised—whereas that man was deprived of this consolation also, and, having displayed a way of life teeming with virtue, he endured the punishments of those who have dared the worst crimes. And these poor men among us have been practised in calamity from of old and from the beginning, whereas that man endured unrehearsed poverty, receiving all at once the reversal from wealth. Just as, therefore, to know the cause of what is taking place is the greatest help towards consolation, so no less than that is it to live in poverty after having practised poverty from the beginning; of both of which that righteous man was deprived, and not even so did he fall. Have you seen him come to extreme poverty, beyond which it is impossible to find another? For what could be poorer than one who is naked and has not even a roof? Nay, rather, he was not even master of enjoying the bare ground at all; for he sat not upon the earth, but upon the dunghill. Therefore, when you see yourself fallen into poverty, bear in mind the suffering of the righteous man, and straightway you will rise up and beat off every thought of despondency. This one calamity, then, seems to men to be the foundation of all terrors together; and second after it—nay, rather, before it—is the plague of the body. Who, then, ever fell so sick at any time? Who endured such a disease? Who received so great a plague, or saw another receive it? There is no one at all. Little by little his body was being wasted away, and a fountain of worms teemed up for him on every side out of his members, and this influx was perpetual, and great on every side was the stench; and his body, being destroyed little by little and melting away in such putrefaction, made his food loathsome, and his hunger was strange and paradoxical; for not even when nourishment was given was he able to enjoy it: For I behold my food, he says, as a stench. When, therefore, you fall into sickness, O man, call to remembrance that body and that holy flesh; for holy it was and pure, even while having such wounds. And even if someone serves in the army, and then unjustly and without any reasonable pretext is hung up upon the racking-post and has his sides lacerated, let him neither account the matter a reproach, nor yield to the pain, thinking upon this saint. Yet this man, one says, had sufficient comfort and consolation in knowing that God was bringing these things upon him. Nay, rather, this very thing troubled and disturbed him most of all, that he supposed that the righteous God, Who had been served by him in every way, was waging war against him. And he was unable to find any reasonable cause for what was taking place; since, when at least he learned the cause afterwards, see how great a pious reve-
PG 49:272Read from the page
βειαν ἐπεδείξατο· ὅτε γὰρ εἶπεν αὐτῷ ὁ Θεός· Ἄλλως με οἴει σοι κεχρηματικέναι, ἢ ἵνα δίκαιος ἀναφανῇς; καταπλαγεὶς, φησί· Χεῖρα θήσω ἐπὶ στόματί μου· ἅπαξ ἐλάλησα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω. Καὶ πάλιν, Ἕως μὲν ὠτὸς ἀκοῆς ἤκουόν σε τὸ πρότερον· νυνὶ δὲ ὁ ὀφθαλμός μου ἑώρακέ σε· διὸ ἐφαύλισα ἐμαυτὸν, καὶ ἐτάκην· ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν.
rence he displayed: for when God said to him, Do you suppose that I have dealt with you otherwise than so that you may be shown righteous? struck with awe, he says: I will lay my hand upon my mouth; once have I spoken, and a second time I will not add to it. And again, Hitherto indeed by the hearing of the ear I heard Thee formerly; but now mine eye hath seen Thee; wherefore I have despised myself, and melted away, and I have accounted myself earth and ashes.
ϛʹ. Εἰ δὲ ἀρκεῖν τοῦτο εἰς παράκλησιν νομίζεις, δυνήσῃ δὲ καὶ αὐτὸς ταύτην τὴν παραμυθίαν ἔχειν. Κἂν γὰρ μὴ διὰ τὸν Θεὸν πάθῃς τι τῶν δεινῶν, ἀλλ' ἐξ ἀνθρώπων ἐπηρείας, εὐχαριστήσῃς δὲ, καὶ μὴ βλασφημήσῃς τὸν δυνάμενον κωλῦσαι μὲν, ἀφέντα δὲ τῆς σῆς ἕνεκεν δοκιμῆς, ὥσπερ οἱ διὰ τὸν Θεὸν παθόντες στεφανοῦνται, οὕτω καὶ σὺ τῶν αὐτῶν ἐπιτεύξῃ μισθῶν, ὅτι τὰς παρὰ ἀνθρώπων ἐπαχθείσας σοι συμφορὰς γενναίως ἤνεγκας, καὶ τῷ δυναμένῳ αὐτὰς κωλῦσαι μὲν, μὴ βουληθέντι δὲ, ηὐχαρίστησας. Ἰδοὺ τοίνυν καὶ πενίαν καὶ νόσον, καὶ ἀμφότερα μετὰ τῆς ἐσχάτης ὑπερβολῆς εἶδες ἐπενεχθέντα τῷ δικαίῳ. Βούλει σοι καὶ τὸν παρὰ τῆς φύσεως πόλεμον ἐπιδείξω μετὰ τοσαύτης ὑπερβολῆς τῷ γενναίῳ τότε ἐπιθέμενον ἐκείνῳ; Δέκα τέκνα ἀπώλεσε, τὰ δέκα ἀθρόον, τὰ δέκα ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας, τὰ δέκα πολλὴν ἀρετὴν ἐπιδεδειγμένα, καὶ οὐδὲ τῷ κοινῷ τῆς φύσεως νόμῳ, ἀλλὰ βιαίῳ θανάτῳ καὶ ἐλεεινῷ. Τίς ἂν ἔχοι τοιαύτην συμφορὰν εἰπεῖν; Οὐκ ἔστιν οὐδείς. Ὅταν οὖν ἀποβάλῃς υἱὸν καὶ θυγατέρα ὁμοῦ, ἀνάδραμε πρὸς τὸν δίκαιον ἐκεῖνον, καὶ πάντως εὑρήσεις πολλὴν σαυτῷ τὴν παραμυθίαν. Ἆρα οὖν ταῦτα μόνα αὐτῷ συνέβη τὰ δεινά; Ἡ δὲ τῶν φίλων ἐγκατάλειψις καὶ προδοσία, τὰ δὲ σκώμματα καὶ αἱ λοιδορίαι, ἡ δὲ χλευασία καὶ ὁ γέλως· τὸ δὲ ὑπὸ πάντων διασύρεσθαί τι ἀφόρητον ἦν. Οὐ γὰρ οὕτως ἡ τῶν συμφορῶν φύσις, ὡς οἱ παρὰ τὰς συμφορὰς ἡμῖν ὀνειδίζοντες δάκνειν ἡμῶν εἰώθασι τὴν ψυχήν. Οὐ μόνον ὁ παρακαλῶν οὐκ ἦν, ἀλλὰ καὶ πολλοὶ πολλαχόθεν ἐπέκειντο ὀνειδίζοντες. Καὶ ὁρᾷς αὐτὸν τοῦτο ἀποδυρόμενον, καὶ λέγοντα· Ἀτὰρ δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι· καὶ ἀνελεήμονας αὐτοὺς καλεῖ, καί φησιν· Ὅτι ἀπείπαντό με οἱ πλησίον μου, καὶ οἱ οἰκέται μου κατ' ἐμοῦ ἐλάλουν, καὶ υἱοὺς παλλακίδων μου ἐκάλουν, αὐτοὶ δὲ ἀπεπήδων. Ἕτεροι δὲ, φησὶν, ἐνέπτυόν μοι, καὶ θρύλλημα πάντων ἐγενόμην, καὶ αὐτὴ, φησὶν, ἡ στολή μου ἐβδελύξατό με. Ταῦτά γε οὐδὲ ἀκοῦσαι φορητὰ, μήτι γε διὰ τῶν πραγμάτων αὐτῶν ὑπομεῖναι. Πενία ἐσχάτη, καὶ νόσος ἀφόρητος καὶ καινὴ καὶ παράδοξος· παίδων ἀποβολὴ τοσούτων καὶ τοιούτων καὶ τοιούτῳ τρόπῳ· ὀνείδη καὶ σκώμματα καὶ λοιδορίαι παρὰ ἀνθρώπων· οἱ μὲν ἐχλεύαζον, οἱ δὲ ὠνείδιζον, οἱ δὲ κατεφρόνουν, οὐκ ἐχθροὶ μόνον, ἀλλὰ καὶ φίλοι· οὐ φίλοι μόνον, ἀλλὰ καὶ οἰκέται· οὐκ ἐχλεύαζον δὲ οὐδὲ ὠνείδιζον μόνον, ἀλλὰ καὶ ἐβδελύσσοντο, καὶ ταῦτα οὐκ ἐπὶ δύο καὶ τρισὶ καὶ δέκα ἡμέραις, ἀλλ' ἐπὶ πολλοῖς τοῖς μησί· καὶ ὅπερ ἐπ' ἐκείνου συνέβη μόνου, οὐδὲ τὴν ἀπὸ τῆς νυκτὸς εἶχε παραμυθίαν, ἀλλὰ τῶν μεθ' ἡμέραν δεινῶν προσθήκη μείζων ἦν ἡ τῶν νυκτερινῶν φόβων φαντασία. Ὅτι γὰρ χαλεπώτερα ἐν τοῖς ὕπνοις ὑπέμενεν, ἄκουσον τί φησι· Διὰ τί με φοβεῖς ἐν ὕπνοις, καὶ ἐν ὁράμασί με καταπλήσσεις; Ποῖος σιδηροῦς ἄνθρωπος, ποῖος ἀδάμας τοσαῦτα ἂν ὑπέμεινε δεινά; Εἰ γὰρ καὶ καθ' ἑαυτὸ τούτων ἕκαστον ἀφόρητον, ἐννόησον ὁμοῦ συνελθόντα πόσον ἤγειρε θόρυβον.
6. And if you suppose that this suffices for comfort, you yourself also will be able to possess this consolation. For even if you suffer something dreadful not on God's account, but from the malice of men, yet you give thanks and do not blaspheme Him Who was able indeed to hinder it, yet permitted it for the sake of your proving, just as those who have suffered on God's account are crowned, even so shall you also attain the same rewards, because you nobly bore the calamities brought upon you by men, and gave thanks to Him Who was able indeed to hinder them, yet wished not to do so. Behold, therefore, you have seen both poverty and disease, and both brought upon the righteous man with the uttermost excess. Do you wish that I should also display to you the war from nature that assailed that noble man at that time with so great an excess? He lost ten children—all ten at once, all ten in the very flower of their youth, all ten having displayed great virtue, and not even by the common law of nature, but by a violent and pitiable death. Who could be able to express such a calamity? There is no one at all. When, therefore, you lose a son and a daughter together, run back to that righteous man, and by all means you will find great consolation for yourself. Did these terrors alone, then, befall him? Nay, what of the desertion and betrayal of friends, the jeers and revilings, the mockery and laughter? And to be torn to pieces by all was something unbearable. For the nature of calamities is not wont to bite our soul so much as those who reproach us amid our calamities. Not only was there no one to comfort him, but many from many sides pressed hard upon him, reproaching him. And you see him bewailing this and saying: Yet you also have set upon me; and he calls them merciless, and says: My neighbours have renounced me, and my household servants spoke against me, and I called the sons of my concubines, and they leapt away. And others, he says, spat upon me, and I became a byword among all, and my very robe, he says, abhorred me. These things are not even bearable to hear, much less to endure through the deeds themselves. Extreme poverty, and a disease unbearable, new, and paradoxical; the loss of so many and such children, and in such a manner; reproaches and jeers and revilings from men: some mocked, others reproached, others despised him—not enemies only, but friends also; not friends only, but household servants also; and they did not merely mock or reproach him, but also abhorred him, and this not for two or three or ten days, but for many months; and—what happened in his case alone—he did not even have the consolation that comes from the night, but the phantasm of nightly terrors was a greater addition to the terrors of the day. For that he endured more grievous things in sleep, hear what he says: Why dost Thou frighten me in dreams, and terrify me in visions? What man of iron, what adamant could have endured so great terrors? For if even taken by itself each of these things is unbearable, consider how great a tumult they raised when coming together all at once.
PG 49:273Read from the page
Attamen ille haec omnia tulit, et in nullis eorum, quae sibi accidebant, peccavit, neque in labiis ejus fuit dolus.
Yet he endured all these things, and in none of those things which befell him did he sin, neither was there deceit upon his lips.
7. Sint itaque illius aerumnae malorum nostrorum remedia: et graves quibus agitatus ille est fluctus, calamitatum nostrarum portus sint: atque in singulis, quae nobis accidunt, sanctum reputemus: ac videntes unum corpus universa orbis hausisse mala, fortiter in singulis affecti erimus. Et velut ad matrem amantissimam undique manus extendentem, et liberos exterritos excipientem ac recreantem, sic ad hunc librum semper confugiamus: etiamsi omnium miserrimis malis afficiamur, magnam in omnibus adepti consolationem, sic discedemus.
7. Let that man's afflictions therefore be the remedies of our woes: and let the heavy billows by which he was tossed be harbours in our calamities: and in every single thing that befalls us, let us call that holy man to mind: and, seeing one body to have drunk up all the woes of the world, we shall bear ourselves bravely in each. And just as to a most loving mother stretching forth her hands on every side, and receiving and refreshing her terrified children, so let us always flee for refuge to this book: even though we be afflicted with the most wretched woes of all, having obtained great consolation in all things, so shall we depart.
Cum Spiritus gratia faciliora certamina sunt. — Quod si dicas, Ille Job erat, et ideo haec tulit; ego non illi sum similis: his dictis majori te dignum reprehensione reddis, et laudem illius justi viri extollis; par esset enim haec te potius perferre, quam ipsum. Quare? Quia ille quidem ante gratiam et ante legem, quo tempore non ita diligenter vita instituebatur, quo non tanta erat Spiritus gratia, quo expugnatu difficile peccatum erat, quo maledictum obtinebat, quo mors terribilis erat; nunc autem faciliora certamina reddita sunt, post adventum Christi his sublatis omnibus. Quare post tantum tempus, tantum incrementum, post tot dona nobis a Deo collata, si non possimus ad eam virtutis mensuram pertingere, nulla nobis superest excusatio. Haec igitur omnia considerantes: quod gravioribus ille malis premeretur, et cum difficilius certamen esset, tunc se ad pugnam ille comparaverit, et manus conseruerit; omnia, quae nobis accidunt, fortiter feramus, et cum magna gratiarum actione, ut possimus easdem quas ille coronas consequi, gratia et benignitate Domini nostri Jesu Christi, cum quo Patri gloria una cum sancto Spiritu, nunc et semper, et in saecula saeculorum. Amen.
With the grace of the Spirit the contests are easier. — Now if you should say, That man was Job, and therefore he endured these things; I am not like him: by these words you render yourself worthy of greater reproof, and you exalt the praise of that righteous man; for it would be fitting that you rather than he should endure these things. Why? Because he indeed lived before grace and before the Law, at a time when life was not regulated with such care, when the grace of the Spirit was not so great, when sin was hard to vanquish, when the curse prevailed, when death was terrible; whereas now the contests have been rendered easier, since all these things have been taken away after the coming of Christ. Wherefore after so long a time, so great an advance, after so many gifts bestowed upon us by God, if we cannot reach that measure of virtue, no excuse remains to us. Pondering all these things, therefore—that he was pressed by heavier woes, and when the contest was more difficult, then readied himself for battle and joined combat—let us bear bravely all things that befall us, and with great thanksgiving, so that we may be able to attain the same crowns as he, by the grace and loving-kindness of our Lord Jesus Christ, with whom to the Father be glory, together with the Holy Spirit, now and always, and unto the ages of ages. Amen.
IN HOMILIAS DE POENITENTIA
On the Homilies on Repentance
Difficilem operosamque rem aggredimur, cum homiliarum De poenitentia ordinem, tempus, quarumdam etiam vel νοθείαν vel γνησιότητα statuere conamur. Qui enim ante huic rei manum admoverunt, vel eas ut sese offerebant, nulla seriei, nulla γνησιότητος vel νοθείας habita ratione, confertim ediderunt; vel taedio difficultatis fracti, partem suo loco pro facultate restituerunt, alias hinc inde avulsas et a reliquis segregatas posuerunt. Qui primus huic rei operam dedit Laelius Tifernas 10 De poenitentia homilias Latine edidit; quarum prior inscripta est De poenitentia homil. prima, cujus initium Graece est Φαιδρὰ σήμερον ἡ πανήγυρις. Secundam posuit Laelius homiliam eam, quae prima est inter homilias in Genesim; tertiam eam, quae sic Graece incipit, Εἰ καὶ χθὲς ὑμῶν ἀπελείφθην; quartam eam, quae sic Graece init, Οἱ ποιμένες τὰ πρόβατα; quintam eam quae incipit Graece, Πάντοτε μέν; sextam eam, quae non Graece reperitur, estque supposititia; septimam cujus initium Latine, Jam ergo turbine: estque cento variis ex locis consarcinatus, ut ostendit in notis Fronto Ducaeus infra; octavam eam, cujus exordium est, ὡς τερπνὰ τῆς πνευματικῆς; nonam eam, cujus principium Graece, ἆρα οἴδατε πόθεν ἡμῖν ὁ λόγος; decimam et postremam, quae sic incipit, ἆρα ἐμέμνησθε ἡμῶν. Laelii Tifernatis ordinem partim secutus est, partim ejecit Fronto Ducaeus: primam enim ut supra retinuit; secundam quia erat prima in Genesim omisit, et cum aliis in Genesim edendam censuit; tertiam, cujus Graecum contextum nondum repererat, in serie homiliarum De poenitentia praetermisit, sed postea cum reperisset, eam cum titulo homiliae tertiae De poenitentia in quarto tomo procul ab aliis De poenitentia homiliis positam locavit; quartam post primam, nulla interposita alia, cum titulo quartae posuit, et postea quintam ut Laelius edidit; sextam et septimam ob causam supra memoratam rejecit: ita ut octavam, nonam et decimam, cum titulis octavae, nonae et decimae, post quintam posuerit. Savilius longe alium secutus ordinem est: homiliarum enim De poenitentia primam posuit eam, quae sic incipit: Ἆρα ἐμέμνησθε ἡμῶν, quae in editione Frontonis Ducaei est decima et postrema; secundam, quae sic init, Πάντοτε μὲν ὁ θεῖος ἀπόστολος, quam Fronto Ducaeus quintam inscripsit; tertiam εἴδετε τῇ προτέρᾳ κυριακῇ, quae in edit. Frontonis Ducaei extra seriem homiliarum De poenitentia in finem quinti tomi ablegata est; quartam εἰ καὶ χθὲς ἀπελείφθην, tertiam apud Ducaeum; quintam, ὥσπερ τοῖς σπείρουσιν ὄφελος οὐδέν, quae in edit. Frontonis extra seriem homiliarum De poenitentia est tom. V, p. 488: est autem suspecta, fragmentumque videtur: sextam, ἆρα οἴδατε πόθεν ἡμῖν ὁ λόγος, nonam edidit Fronto Ducaeus; septimam, οἱ ποιμένες τὰ πρόβατα, quartam Fronto posuit; octavam, φέρε δὴ καὶ τῶν ἡμετέρων, quae in editione Frontonis Ducaei non comparet, sed lacera est in edit. Savil. et passim hiulca, integram illam et sartam tectam dedit Franciscus Combefisius anno 1645. Concionem vero, quam primam De poenitentia posuit Fronto Ducaeus, primam De jejunio, περὶ νηστείας, edidit Savilius; hujus initium, Φαιδρὰ σήμερον ἡμῖν ἡ πανήγυρις; secundam De jejunio addidit, ὡς τερπνά τῆς πνευματικῆς, quae apud Frontonem Ducaeum est octava De poenitentia. Tres alias De poenitentia homilias edidit Henr. Savilius eodem t. VI, p. 905, quae pro spuriis jure habentur. Prima init, ἀεὶ μὲν μνημονεύειν; secunda, βασιλέως μὲν τοῦ ἐπιγείου; tertia, διαγράψωμεν, ἀγαπητοὶ, τὰ τῆς μετ.
We enter upon a difficult and laborious task when we endeavour to establish the order and time of the homilies On Repentance, and even the spuriousness or genuineness of certain of them. For those who previously set their hand to this work either published them in a heap as they presented themselves, taking no account of series, none of genuineness or spuriousness; or else, broken by weariness at the difficulty, restored a part to its place according to their ability, and set down others torn off here and there and separated from the rest. Laelius Tifernas, who first bestowed labour on this matter, published 10 homilies On Repentance in Latin; the first of which is entitled First Homily on Repentance, whose beginning in Greek is Bright today is the festival. As the second, Laelius placed that homily which is the first among the homilies On Genesis; as the third, that which in Greek begins thus, Even if yesterday I was left behind by you; as the fourth, that which in Greek opens thus, Shepherds tend the sheep; as the fifth, that which begins in Greek, Always indeed; as the sixth, one which is not found in Greek and is supposititious; as the seventh, one whose beginning in Latin is Jam ergo turbine: and it is a cento patched together from various passages, as Fronto du Duc shows in his notes below; as the eighth, one whose opening is, how delightful of the spiritual; as the ninth, one whose beginning in Greek is, do you know whence our discourse comes to us; as the tenth and last, one which begins thus, did you remember us. Fronto du Duc partly followed, partly rejected the order of Laelius Tifernas: for the first he retained as above; the second, because it was the first On Genesis, he omitted, and judged that it should be published with the others On Genesis; the third, whose Greek text he had not yet found, he passed over in the series of homilies On Repentance, but afterwards, when he had found it, he placed it furnished with the title of the third homily On Repentance in the fourth tome far away from the other homilies On Repentance; the fourth he placed after the first, with no other interposed, under the title of the fourth, and afterwards published the fifth just as Laelius did; the sixth and seventh he rejected for the reason mentioned above: so that he placed the eighth, ninth, and tenth, with the titles of eighth, ninth, and tenth, after the fifth. Savile followed a far different order: for as the first of the homilies On Repentance he placed the one which begins thus: Did you remember us, which in the edition of Fronto du Duc is the tenth and last; as the second, the one which opens thus, Always indeed the divine Apostle, which Fronto du Duc entitled the fifth; as the third, you saw on the previous Lord's Day, which in the edition of Fronto du Duc was relegated outside the series of homilies On Repentance to the end of the fifth tome; as the fourth, even if yesterday I was left behind, the third in Du Duc; as the fifth, just as there is no profit to those who sow, which in the edition of Fronto stands outside the series of homilies On Repentance in tome V, p. 488: yet it is suspect, and seems a fragment; as the sixth, do you know whence our discourse comes to us, which Fronto du Duc published as the ninth; as the seventh, the shepherds tend the sheep, which Fronto placed fourth; as the eighth, come now, our own matters also, which does not appear in the edition of Fronto du Duc, and in Savile's edition is mutilated and gaping with lacunae throughout, Francois Combefis gave whole and soundly repaired in the year 1645. Moreover, the discourse which Fronto du Duc placed first On Repentance, Savile published as the first On Fasting, Concerning Fasting; its beginning is, Bright today for us is the festival; as the second On Fasting he added, how delightful of the spiritual, which in Fronto du Duc is the eighth On Repentance. Three other homilies On Repentance Henry Savile published in the same t. VI, p. 905, which are rightly regarded as spurious. The first opens, always indeed to remember; the second, of an earthly king indeed; the third, let us trace out, beloved, the things of repentance.
Ex hisce porro omnibus permistim positis De poenitentia homiliis, sex solum ut germanas agnoscimus, caeteras vero tanquam ut minimum suspectas subjungimus, quasdam etiam aperte spurias alium in locum ablegavimus. Primam inter germanas ponimus, Ἆρα ἐμέμνησθε ἡμῶν; secundam, Εἴδετε τῇ προτέρᾳ κυριακῇ; tertiam, Ἆρα οἴδατε πόθεν; quartam, Οἱ ποιμένες τὰ πρόβατα; quintam, Φαιδρὰ σήμερον ἡμῖν ἡ πανήγυρις; sextam, Ὡς τερπνὰ τῆς πνευμ. Hic Savilii ordinem sequimur, iis solum omissis, quae vel admodum suspectae vel omnino spuriae videntur, ut suo loco probabitur. Homilias vero duas, quas Περὶ νηστείας, De jejunio, Savilius inscripsit, praecipue de poenitentia agere nemo non videat, quamobrem eas in serie homiliarum De poenitentia, sicut et Fronto Ducaeus, locavimus.
Furthermore, out of all these homilies On Repentance thus promiscuously arranged, we recognize six alone as genuine, whereas the rest we subjoin as at least suspect, and certain others, as manifestly spurious, we have relegated to another place. First among the genuine we place Did you remember us; second, You saw on the previous Lord's Day; third, Do you know whence; fourth, The shepherds tend the sheep; fifth, Bright today for us is the festival; sixth, How delightful of the spiritual. Here we follow Savile's order, omitting those alone which seem either highly suspect or altogether spurious, as will be proved in its proper place. And as for the two homilies which Savile entitled Concerning Fasting, On Fasting, no one can fail to see that they treat chiefly of repentance, wherefore we have placed them in the series of homilies On Repentance, just as Fronto du Duc also did.
Restat ut de harumce homiliarum inter se ordine disseramus. Illa, quam primam cum Savilio poni-
It remains for us to discuss the mutual order of these homilies. That one which with Savile we place first
Notes, col. 273

On the reading

Printed τερπνά, for τερπνὰ.