Migne Reading Room

PG 49 · cols. 250–255 · Read from the page

Homilies III on the weakness of the devil

Homilies III on the weakness of the devil

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:250Read from the page
παραδείσου, οὐκ ἂν ἐφάνη τοῦ παραδείσου πάλιν ἄξιος.
paradise, he would not have appeared worthy of paradise again.
δʹ. Τοῦτον τοίνυν διαπαντὸς τηρῶμεν τὸν λόγον, τοῦτον καὶ ἐπὶ τῆς προκειμένης, εἰ βούλεσθε, γυμνάσωμεν ὑποθέσεως. Ἔδωκε φωνὴν κοινὴν ἅπασι· τοῦτο τῆς αὐτοῦ φιλανθρωπίας. Οὐκ ἐχρήσαντο εἰς δέον ἐκεῖνοι τῷ δώρῳ, ἀλλὰ πρὸς ἄνοιαν ἐξέκλιναν ἐσχάτην· ἀφείλετο τὸ δοθὲν πάλιν. Εἰ γὰρ ἐπειδὴ γλῶσσαν εἶχον μίαν, εἰς τοσαύτην ἐξέπεσον ἄνοιαν, ὡς βουληθῆναι πύργον ἕως τοῦ οὐρανοῦ οἰκοδομῆσαι, εἰ μὴ παραχρῆμα ἐκολάσθησαν, ἆρα οὐκ ἂν ἐπεθύμησαν καὶ αὐτῆς τοῦ οὐρανοῦ τῆς κορυφῆς ἐπιλαβέσθαι; Τί γάρ; Εἰ καὶ ἀδύνατον ἦν ἐκείνοις, ἀλλ' ὅμως ἐκ τῆς προθέσεως τὰ τῆς ἀσεβείας αὐτοῖς ἀπηρτίζετο. Ἅπερ ἅπαντα προορῶν ὁ Θεὸς, ἐπειδὴ εἰς δέον οὐκ ἐχρήσαντο τῇ ὁμοφωνίᾳ, εἰς δέον αὐτοὺς διαιρεῖ τῇ διαφωνίᾳ. Καὶ σκόπει μοι τὴν φιλανθρωπίαν αὐτοῦ. Ἰδοὺ, φησὶ, φωνὴ μία πᾶσι, καὶ τοῦτο ἤρξαντο ποιῆσαι.
4. Let us therefore keep this argument continually, and let us exercise it, if you wish, upon the subject set before us also. He gave a common speech to all: this was of His loving-kindness towards mankind. Those men did not use the gift as was fitting, but turned aside to extreme folly: He took away again what had been given. For if, because they had one tongue, they fell into such great folly as to wish to build a tower reaching unto heaven, had they not been chastised immediately, would they not have desired to lay hold even of the very summit of heaven? Why, even though it was impossible for them, yet nevertheless so far as their purpose went their impiety was complete. Foreseeing all which things, since they did not use unity of speech as was fitting, God fittingly divides them by discord of speech. And observe for me His loving-kindness towards mankind: "Behold", He says, "there is one speech for all, and this they have begun to do".
Τίνος ἕνεκεν οὐκ εὐθέως ἦλθεν ἐπὶ τὸ διατεμεῖν τὴν γλῶτταν, ἀλλὰ πρότερον ἀπολογεῖται, καθάπερ ἐν δικαστηρίῳ κρίνεσθαι μέλλων; καίτοι γε οὐδεὶς αὐτῷ ἐρεῖ· Τί ἐποίησας; ἀλλὰ κύριός ἐστι πάντα ποιεῖν ὅσα βούλεται. Ἀλλ' ὅμως καθάπερ μέλλων εὐθύνας ὑπέχειν, οὕτως ἀπολογίας τίθησιν, ἡμᾶς διδάσκων ἡμέρους εἶναι καὶ φιλανθρώπους. Εἰ γὰρ ὁ Δεσπότης τοῖς δούλοις ἀπολογεῖται, καὶ ταῦτα ἠδικηκόσι, πολλῷ μᾶλλον ἡμᾶς ἀλλήλοις ἀπολογεῖσθαι χρὴ, κἂν τὰ μέγιστα ὦμεν ἠδικημένοι. Ὅρα γοῦν πῶς ἀπολογεῖται· Ἰδοὺ χεῖλος ἓν καὶ φωνὴ μία πᾶσι, φησὶ, καὶ τοῦτο ἤρξαντο ποιῆσαι. Ὡσανεὶ ἔλεγε· Μηδεὶς ἐγκαλείτω μοι ταῦτα τὴν γλῶτταν διατεμνομένην ὁρῶν, μηδεὶς ἐξ ἀρχῆς νομιζέτω τὴν διαφωνίαν ταύτην τοῖς ἀνθρώποις συγκαταβεβλῆσθαι. Ἰδοὺ χεῖλος ἓν καὶ μία φωνὴ πᾶσιν· ἀλλ' οὐκ ἐχρήσαντο εἰς δέον τῇ δωρεᾷ. Καὶ ἵνα μάθῃς ὅτι οὐ τὸ γινόμενον κολάζει τοσοῦτον, ὅσον τὸ μέλλον προδιορθοῦται, ἄκουσον τῆς ἐπαγωγῆς· Καὶ νῦν οὐ μὴ ἐκλείψῃ ἐξ αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιῆσαι. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐὰν μὴ δῶσι δίκην νῦν, καὶ ἀπὸ τῆς ῥίζης αὐτῆς τῶν ἁμαρτημάτων ἀναχαιτισθῶσιν, οὐ στήσονται τῆς πονηρίας οὐδαμοῦ· τοῦτο γάρ ἐστιν, Οὐ μὴ ἐκλείψῃ ἐξ αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιῆσαι· ὡσανεὶ ἔλεγε· Καὶ ἕτερα προσθήσουσι μείζονα ἀτοπήματα. Τοιοῦτον γὰρ ἡ πονηρία· ὅταν ἀρχὴν λαβοῦσα μὴ κωλυθῇ, καθάπερ πῦρ ὕλης ἐπιλαβόμενον, οὕτω πρὸς ὕψος ἀνίησιν ἄφατον. Ὁρᾷς ὅτι καὶ τὸ ἀφελέσθαι τὴν ὁμοφωνίαν φιλανθρωπίας ἐγένετο πολλῆς; Ἐνέβαλε γὰρ αὐτοὺς εἰς διαφωνίαν, ἵνα μὴ ἐκπέσωσιν εἰς πονηρίαν μείζονα. Τοῦτον δή μοι διατηρεῖτε τὸν λόγον, καὶ πεπηγὼς ἀεὶ παρ' ὑμῖν ἔστω καὶ ἀκίνητος, ὅτι οὐκ εὐεργετῶν μόνον, ἀλλὰ καὶ κολάζων ἀγαθός ἐστι καὶ φιλάνθρωπος ὁ Θεός· καὶ γὰρ αἱ κολάσεις αὐτοῦ καὶ αἱ τιμωρίαι μέγιστον εὐεργεσίας μέρος, μέγιστον προνοίας εἶδός εἰσιν. Ὅταν οὖν ἴδῃς λιμοὺς γενομένους, καὶ λοιμοὺς, καὶ αὐχμοὺς, καὶ ἐπομβρίας, καὶ ἀέρων ἀνωμαλίας, ἢ ἄλλο τι τῶν τοιούτων τῶν κολαζόντων τὴν ἀνθρωπίνην φύσιν, μὴ δυσχεράνῃς μηδὲ ἀποδυσπετήσῃς, ἀλλὰ προσκύνησον τὸν ποιοῦντα, θαύμασον αὐτὸν τῆς κηδεμονίας. Ἐκεῖνος γάρ ἐστιν ὁ ταῦτα
For what reason did He not proceed straightway to cleave their tongue asunder, but first makes His defence, just as though He were about to be judged in a law-court? And yet no one will say to Him, "What hast Thou done?", but He is sovereign to do whatever He wills. Nevertheless, just as though about to render an account, so does He set forth pleas of defence, teaching us to be gentle and humane. For if the Master makes His defence to His servants — and to those who have wronged Him at that — much more ought we to make defence to one another, even if we have been wronged in the greatest things. See, at any rate, how He makes His defence: "Behold, there is one lip and one speech for all", He says, "and this they have begun to do". As though He were saying: Let no one lay these things to My charge on seeing their tongue cloven asunder; let no one suppose that this discord of speech was implanted in men from the beginning. "Behold, there is one lip and one speech for all"; yet they did not use the gift as was fitting. And that you may learn that He does not so much chastise what is taking place as correct the future beforehand, hear what follows: "And now none of all the things will fail them, whatsoever they may set upon to do". Now what He means is of this sort: Unless they pay the penalty now, and are checked from the very root of their sins, they will halt nowhere in their wickedness; for this is what "None of all the things will fail them, whatsoever they may set upon to do" means — as though He were saying: They will add other still greater enormities also. For such a thing is wickedness: once it has taken a beginning and is not hindered, like fire laying hold of timber, so does it shoot up to an unutterable height. Do you see that even to take away unity of speech came from great loving-kindness towards mankind? For He cast them into discord of speech, lest they should fall out into greater wickedness. Preserve this argument for me, I pray, and let it always stand fixed and immovable among you: that not only when conferring benefits, but also when chastising, God is good and loving towards mankind; for His chastisements and His punishments are the greatest part of beneficence, the greatest form of providence. Whenever, therefore, you see famines occurring, and pestilences, and droughts, and immoderate rains, and irregularities of the air, or any other such thing among those that chastise human nature, be not vexed nor chafe in impatience, but worship Him Who works them, marvel at Him for His solicitude. For He it is Who does these
PG 49:251Read from the page
ποιῶν, καὶ τὸ σῶμα κολάζων, ἵνα τὴν ψυχὴν σωφρονίσῃ. Καὶ ὁ Θεὸς ταῦτα ποιεῖ, φησίν; Ὁ Θεὸς ταῦτα ποιεῖ· κἂν ἡ πόλις παρῇ πᾶσα, κἂν ἡ οἰκουμένη πᾶσα, οὐκ ὀκνήσω τοῦτο εἰπεῖν. Εἴθε μοι καὶ σάλπιγγος ἦν φωνὴ λαμπροτέρα, καὶ ἐν ὑψηλῷ στῆναι χωρίῳ δυνατὸν ἦν, καὶ πᾶσι βοῆσαι καὶ διαμαρτύρασθαι, ὅτι ὁ Θεὸς ταῦτα ποιεῖ. Οὐκ ἐξ ἀπονοίας ταῦτα λέγω, ἀλλ' ἔχω παρεστῶτα τὸν προφήτην μετ' ἐμοῦ βοῶντα καὶ λέγοντα, ὅτι Οὐκ ἔστι κακία ἐν πόλει, ἣν Κύριος οὐκ ἐποίησε· κακία δὲ ὁμώνυμόν ἐστιν ὄνομα· καὶ τῆς προσηγορίας ἑκατέρας βούλομαι τὴν ἀκριβῆ μαθεῖν ὑμᾶς σημασίαν, ἵνα μὴ διὰ τὴν ὁμωνυμίαν τῶν πραγμάτων συγχέοντες τὴν φύσιν, εἰς βλασφημίαν ἐμπέσητε.
things, and chastises the body that He may chasten the soul. "And does God do these things?" someone says. God does these things; even if the whole city be present, even if the whole inhabited world be present, I shall not hesitate to say this. Would that I had a voice clearer even than a trumpet, and that it were possible to stand in a lofty place, and to cry aloud and testify to all men that God does these things! Not out of presumption do I say these things, but I have the prophet standing beside me, crying aloud with me and saying: "There is no evil in a city which the Lord hath not wrought"; now "evil" is an equivocal name, and I wish you to learn the exact meaning of each appellation, lest through the ambiguity of the name you confound the nature of things and fall into blasphemy.
εʹ. Ἔστι τοίνυν κακία, ἡ ὄντως κακία, πορνεία, μοιχεία, πλεονεξία, καὶ τὰ μυρία δεινὰ τὰ τῶν ἐσχάτων ὄντα ἐγκλημάτων ἄξια καὶ τιμωριῶν. Πάλιν ἐστὶ κακία, μᾶλλον δὲ οὐκ ἔστιν, ἀλλὰ λέγεται, λιμὸς, λοιμὸς, θάνατος, νόσος, καὶ ὅσα τοιαῦτα· ταῦτα γὰρ οὐκ ἂν εἴη κακά· διὰ τοῦτο εἶπον, Λέγεται, μόνον. Τί δήποτε; Ὅτι εἰ κακὰ ἦν, οὐκ ἂν ἀγαθῶν ἡμῖν αἴτια ἐγεγόνει, σωφρονίζοντα τὴν ἀπόνοιαν, ἐγκόπτοντα τὴν ῥᾳθυμίαν καὶ πρὸς σπουδὴν ἐπανάγοντα, προσεκτικωτέρους ποιοῦντα. Ὅτε γὰρ, φησὶν, ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτὸν, καὶ ἐπέστρεφον, καὶ ὤρθριζον πρὸς τὸν Θεόν. Κακίαν οὖν ταύτην φησὶ τὴν σωφρονίζουσαν, τὴν λαμπροὺς ποιοῦσαν, τὴν σπουδαιοτέρους ἐργαζομένην, τὴν πρὸς φιλοσοφίαν ἐπανάγουσαν, οὐκ ἐκείνην τὴν διαβεβλημένην καὶ ἐγκλημάτων ἀξίαν· ἐκείνη γὰρ οὐ Θεοῦ ἔργον, ἀλλὰ τῆς ἡμετέρας προαιρέσεως εὕρεμα, αὕτη δὲ πρὸς τὴν ἐκείνης ἀναίρεσιν γίνεται. Κακίαν οὖν ταύτην καλεῖ τὴν κάκωσιν, τὴν ἐκ τῶν τιμωριῶν γινομένην ἡμῖν, οὐ κατὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ κατὰ τὴν ὑπόνοιαν τῶν ἀνθρώπων, οὕτως αὐτὴν ὀνομάζων. Ἐπειδὴ γὰρ κακίαν καλεῖν εἰώθαμεν, οὐ τὰς κλοπὰς καὶ τὰς μοιχείας μόνον, ἀλλὰ καὶ τὰς συμφορὰς, ἀπὸ τῆς τῶν ἀνθρώπων ψήφου οὕτω τὸ πρᾶγμα ἐκάλεσε. Τοῦτο οὖν ἐστιν ὅ φησιν ὁ προφήτης, ὅτι Οὐκ ἔστι κακία ἐν πόλει, ἣν Κύριος οὐκ ἐποίησε. Τοῦτο καὶ διὰ Ἠσαΐου παρεδήλωσεν ὁ Θεὸς εἰπών· Ἐγὼ Θεὸς ποιῶν εἰρήνην, καὶ κτίζων κακά· κακὰ πάλιν τὰς συμφορὰς ὀνομάζων. Ταύτην καὶ ὁ Χριστὸς τὴν κακίαν ἐν τοῖς Εὐαγγελίοις αἰνίττεται, οὕτω λέγων τοῖς μαθηταῖς· Ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς, τουτέστιν, ἡ κάκωσις, ἡ ταλαιπωρία. Πανταχόθεν οὖν δῆλον, ὅτι κακίαν ἐνταῦθα τὰς τιμωρίας καλεῖ, καὶ ταύτας ἡμῖν αὐτὸς ἐπάγει, μέγιστον προνοίας εἶδος παρεχόμενος. Καὶ γὰρ ὁ ἰατρὸς, οὐχ ὅταν εἰς παραδείσους καὶ λειμῶνας ἐξαγάγῃ τὸν κάμνοντα, θαυμαστός ἐστι μόνον, οὐδ' ὅταν εἰς βαλανεῖα καὶ κολυμβήθρας ὑδάτων, οὐδ' ὅταν τράπεζαν παρατιθῇ πλουσίαν, ἀλλὰ καὶ ὅταν ἄσιτον κελεύῃ διαμένειν, καὶ ὅταν ἄγχῃ λιμῷ καὶ δίψῃ κατατείνῃ, τῇ κλίνῃ προσηλῶν καὶ τὴν οἰκίαν δεσμωτήριον ποιούμενος, καὶ αὐτοῦ τοῦ φωτὸς ἀποστερῶν καὶ συσκιάζων πανταχόθεν τὸ δωμάτιον παραπετάσμασι, καὶ ὅταν τέμνῃ, καὶ ὅταν καίῃ. καὶ ὅταν πικρὰ προσάγῃ φάρμακα, ἰατρός ἐστιν ὁμοίως. Πῶς οὖν οὐκ ἄτοπον ἐκεῖνον μὲν τοσαῦτα ἐργαζόμενον κακὰ ιατρὸν καλεῖν, τὸν δὲ Θεὸν, εἴ ποτε ἓν τούτων ποιή-
5. There is, then, evil — that which is truly evil: fornication, adultery, covetousness, and the ten thousand dreadful things that are worthy of the utmost accusations and punishments. Again, there is evil — or rather, it is not evil, but is so called: famine, pestilence, death, disease, and all such things; for these could not be evils; on this account I said "is so called" merely. Why so? Because had they been evils, they would not have become causes of good things to us — chastening arrogance, curbing sloth and leading us back to earnestness, rendering us more attentive. "For when He slew them", it says, "then they sought Him out, and turned back, and came early at dawn unto God". He speaks, therefore, of this "evil" which chastens, which renders men illustrious, which makes them more earnest, which leads them back to philosophy — not that other which is decried and worthy of accusations; for that other is no work of God, but an invention of our own free choice, whereas this takes place for the destruction of that. By "evil", therefore, he calls this affliction which comes upon us from punishments, naming it thus not according to its own nature, but according to the notion of men. For since we are wont to call "evil" not thefts and adulteries alone, but calamities also, He called the matter thus after the verdict of men. This, therefore, is what the prophet says: "There is no evil in a city which the Lord hath not wrought". This God also signified through Isaiah, saying: "I am God Who makes peace and creates evils" — again naming calamities "evils". At this "evil" Christ also hints in the Gospels, saying thus to the disciples: "Sufficient unto the day is the evil thereof" — that is, its affliction, its hardship. From every side, therefore, it is clear that here he calls punishments "evil"; and these He Himself brings upon us, affording the greatest form of providence. For the physician also is admirable not only when he leads the sick man out into gardens and meadows, nor when into baths and pools of waters, nor when he sets before him a sumptuous table, but also when he bids him remain without food, and when he chokes him with hunger and stretches him tight with thirst, nailing him to his bed and making his house a prison, and depriving him of the very light and shading the chamber from every side with curtains, and when he cuts, and when he cauterizes, and when he applies bitter medicines, he is equally a physician. How, then, is it not absurd to call that man a physician though he works so many ills, yet if God should ever do one of these
Notes, col. 251

On the reading

Printed καίῃ., for καίῃ,.

Printed ιατρὸν, for ἰατρὸν.

PG 49:252Read from the page
σειεν, οἷον ἢ λιμὸν ἢ θάνατον ἐπαγάγοι, βλασφημεῖν καὶ τῆς τοῦ παντὸς ἐκβάλλειν προνοίας; καίτοι γε ὁ ἀληθὴς ἰατρὸς οὗτος μόνος ἐστὶ καὶ ψυχῶν καὶ σωμάτων. Διὰ τοῦτο πολλάκις τὴν φύσιν τὴν ἡμετέραν παραλαβὼν ἐξ εὐθηνίας σκιρτῶσαν, καὶ πυρετὸν ἁμαρτημάτων ὠδίνουσαν, ἐνδείᾳ καὶ λιμῷ καὶ θανάτῳ καὶ συμφοραῖς ἑτέραις, καὶ τοῖς ἄλλοις οἷς αὐτὸς οἶδε φαρμάκοις ἀπαλλάττει τῶν νοσημάτων. Ἀλλ' οἱ πένητες αἰσθάνονται μόνοι τοῦ λιμοῦ, φησίν. Ἀλλ' οὐχὶ μόνῳ λιμῷ κολάζει, ἀλλὰ καὶ ἑτέροις μυρίοις· τὸν ἐν πενίᾳ μὲν ὄντα λιμῷ πολλάκις ἐσωφρόνισε, τὸν πλουτοῦντα δὲ καὶ εὐπορίας ἀπολαύοντα κινδύνοις, νοσήμασι, θανάτοις ἀώροις· εὐμήχανος γάρ ἐστι, καὶ ποικίλα ἔχει τῆς σωτηρίας ἡμῶν τὰ φάρμακα.
things — for example, bring on either famine or death — to blaspheme and cast Him out from the providence of the universe? And yet He alone is the true physician of both souls and bodies. On this account, often taking in hand our nature when it grows skittish from abundance and is in travail with a fever of sins, by want and famine and death and other calamities, and by the other medicines which He Himself knows, He rids it of its diseases. "Yet the poor alone feel the famine", someone says. Nay, He chastises not by famine alone, but by ten thousand other things also: him who is in poverty He has often chastened by famine, while him who is rich and enjoys affluence He chastens by dangers, diseases, untimely deaths; for He is full of resource, and holds manifold medicines for our salvation.
Οὕτω καὶ δικασταὶ ποιοῦσιν· οὐ τιμῶσι μόνον ουδὲ στεφανοῦσι τοὺς τὰς πόλεις οἰκοῦντας, οὐδὲ δωρεὰς παρέχουσι μόνον, ἀλλὰ καὶ κολάζουσι πολλάκις. Διὰ τοῦτο καὶ ξίφος αὐτοῖς ἠκόνηται, καὶ βάραθρα παρεσκεύασται, καὶ τροχὸς, καὶ ξύλα, καὶ δήμιοι, καὶ ἕτερα μυρία κολάσεων εἴδη. Ὅπερ οὖν ἐπὶ τῶν δικαστῶν ὁ δήμιος, τοῦτο ἐπὶ τοῦ Θεοῦ λιμὸς, καθάπερ δήμιος, σωφρονίζων ἡμᾶς καὶ τῆς κακίας ἀπάγων. Οὕτω καὶ ἐπὶ τῶν γεωργῶν ἔστιν ἰδεῖν. Οὐ γὰρ δὴ μόνον περιστέλλουσι τὴν ῥίζαν τῆς ἀμπέλου οὐδὲ περιφράττουσιν, ἀλλὰ καὶ περικόπτουσι καὶ πολλὰ τῶν κλημάτων ἀποτέμνουσι· διὰ τοῦτο οὐχὶ σκαπάνη μόνον ἐκείνοις, ἀλλὰ καὶ δρέπανα πρὸς τομὴν ἐπιτήδεια. Ἀλλ' ὅμως οὐκ ἐγκαλοῦμεν οὐδὲ τούτοις· ἀλλὰ καὶ τότε μάλιστα αὐτοὺς θαυμάζομεν, ὅταν ἴδωμεν πολλὰ τῶν ἀχρήστων ἐκκόπτοντας, ὥστε τῇ τῶν περιττῶν ἀποβολῇ τοῖς μένουσι πολλὴν παρασκευάσαι τὴν σωτηρίαν. Πῶς οὖν οὐκ ἄτοπον, πατέρα μὲν, καὶ ιατρὸν, καὶ δικαστὴν, καὶ γεωργὸν οὕτω δοκιμάζειν, καὶ μήτε ἐκεῖνον ἐκβάλλοντα τὸν υἱὸν τῆς οἰκίας, μήτε τὸν ιατρὸν ἐκτείνοντα τὸν κάμνοντα, μήτε τὸν δικαστὴν κολάζοντα, μήτε τὸν γεωργὸν κόπτοντα μέμφεσθαι καὶ αἰτιᾶσθαι· τὸν δὲ Θεὸν, εἴ ποτε βουληθείη καθάπερ καρηβαροῦντας ἡμᾶς ἀπὸ τῆς πολλῆς ἀναστῆσαι μέθης τῆς κατὰ τὴν πονηρίαν, μέμφεσθαι καὶ μυρίαις βάλλειν κατηγορίαις; Πόσης οὐκ ἂν εἴη μανίας, μηδὲ τῆς αὐτῆς τῷ Δεσπότῃ μεταδιδόναι δικαιολογίας, ὅσης μεταδίδομεν τοῖς συνδούλοις,
Thus judges also act: they do not merely honour or crown those who dwell in cities, nor merely bestow gifts, but also often chastise. On this account the sword has been whetted for them, and pits have been prepared, and the wheel, and the rack-timbers, and executioners, and ten thousand other forms of chastisements. What the executioner is with judges, therefore, this famine is with God — like an executioner, chastening us and leading us away from wickedness. Thus also may one see in the case of husbandmen: for they do not merely earth up the root of the vine or fence it round, but they also prune it round and lop off many of the shoots; on this account they have not only a mattock, but also pruning-hooks fitted for cutting. Yet nevertheless we find no fault with them either; nay, we admire them most of all when we see them cutting out many of the useless shoots, so as by casting away superfluities to procure great safety for those that remain. How, then, is it not absurd so to approve a father, and a physician, and a judge, and a husbandman, and neither to blame nor accuse the first when he casts his son out of his house, nor the physician when he racks the sick man, nor the judge when he chastises, nor the husbandman when he lops — yet if God should ever wish to rouse us up, heavy-headed as it were from deep drunkenness in wickedness, to blame Him and pelt Him with ten thousand accusations? Of how great madness would it not be, not even to grant the Master a share in the same plea of justification as we grant to our fellow-servants?
ϛʹ. Ταῦτα ὑπὲρ αὐτῶν τῶν ἐγκαλούντων δεδοικὼς λέγω νῦν, ἵνα μὴ πρὸς κέντρα λακτίζοντες, τοὺς πόδας αἱμάσσωσιν, ἵνα μὴ εἰς οὐρανὸν τοὺς λίθους βάλλοντες, τῇ κεφαλῇ τὰ τραύματα δέξωνται. Ἐγὼ δὲ καὶ ἑτέραν ὑπερβολὴν ἔχω πλείω ταύτης εἰπεῖν. Ἀνελὼν γαρ τὸ ζητεῖν (κατὰ συγχώρησιν λέγω) εἰ χρησίμως ἔλαβε παρ' ἡμῶν ὁ Θεὸς, ἐκεῖνο λέγω μόνον, ὅτι εἰ ἔλαβε τὰ δοθέντα, οὐδὲ οὕτως ἐγκαλεῖν τις εἶχεν αὐτῷ· καὶ γὰρ κύριος ἦν τῶν αὐτοῦ. Ἐν ἀνθρώποις μὲν, ὅταν ἡμῖν παρακαταθῶνται χρήματα καὶ δανείζωσιν ἀργύριον, χάριν ὁμολογοῦμεν τοῦ χρόνου, καθ' ὃν δὴ ἐδάνεισαν, οὐκ ἀγανακτοῦμεν δὲ ὑπὲρ τοῦ χρόνου, καθ' ὃν ἀφαιροῦνται τὰ ἴδια· τῷ Θεῷ δὲ τὰ αὐτοῦ βουλομένῳ λαβεῖν ἐγκαλέσομεν, εἰπέ μοι; καὶ πῶς οὐκ ἐσχάτης ταῦτα ἀνοίας; Ἀλλ' οὐχ ὁ μέγας καὶ γενναῖος Ἰὼβ οὕτως ἐποίησεν· οὐδὲ ἡνίκα ἐλάμβανε μόνον, ἀλλὰ καὶ ἡνίκα ἀφῄρητο, χάριν ὡμο-
6. These things I now say out of fear on behalf of the accusers themselves, lest kicking against the goads they bloody their feet, lest hurling stones at heaven they receive the wounds upon their own head. Yet I have still another further point to state, greater than this. For setting aside the inquiry (I speak by way of concession) whether God took from us usefully, I say this alone: that if He took what had been given, not even so had anyone grounds to accuse Him; for He was Lord of His own. Among men, whenever they deposit moneys with us and lend silver, we acknowledge thanks for the time during which they lent it, and are not indignant at the time when they take back their own; yet when God wishes to take His own, shall we accuse Him, tell me? And how does this not belong to extreme folly? Yet great and noble Job did not act thus; not only when he received, but also when he had been deprived, he confessed thanks-
Notes, col. 252

On the reading

Printed ουδὲ, for οὐδὲ.

Printed ιατρὸν, for ἰατρὸν.

Printed συνδούλοις,, for συνδούλοις;.

Printed γαρ, for γὰρ.

PG 49:253Read from the page
λόγει μεγίστην, οὑτωσὶ λέγων· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εις τοὺς αἰῶνας. Εἰ δὲ ὑπὲρ ἀμφοτέρων τούτων εὐχαριστεῖν δεῖ καὶ καθ' ἑαυτό, καὶ τῆς δόσεως ἡ ἀφαίρεσις οὐκ ἔλαττον ἢ χρησιμωτέρα, ποίαν ἂν σχοίημεν συγγνώμην, εἰπέ μοι, τὸν οὕτως ἥμερον καὶ φιλάνθρωπον καὶ κηδεμόνα, καὶ παντὸς ἰατροῦ σοφώτερον, καὶ παντὸς πατρὸς φιλοστοργότερον, καὶ παντὸς δικαστοῦ δικαιότερον, καὶ γεωργοῦ παντὸς ἐπιμελέστερον τὰς ἡμετέρας θεραπεύοντα ψυχὰς τοῖς ἐναντίοις ἀμειβόμενοι, καὶ ὃν προσκυνεῖν δέον, ἀποδυσπετοῦντες; Ἆρα γένοιτ' ἄν τι μανικώτερον καὶ ἀναισθητότερον τῶν ἐν εὐταξίᾳ τοσαύτῃ λεγόντων ἀποστερεῖσθαι τῆς τοῦ Θεοῦ προνοίας ἡμᾶς; Ὥσπερ γὰρ εἴ τις φιλονεικοίη τὸν ἥλιον εἶναι ζοφερὸν καὶ ψυχρόν, ἐσχάτης παραφροσύνης ἐκφέρει δεῖγμα τῇ ψήφῳ· οὕτως εἴ τις ἀμφιβάλλοι περὶ τῆς τοῦ Θεοῦ προνοίας, πολλῷ μᾶλλον μανίας ἐγκλήμασίν ἐστιν ὑπεύθυνος.
testified to be very great, speaking thus: The Lord gave, the Lord took away; blessed be the name of the Lord unto the ages. And if one ought to give thanks for both of these even in itself, and the taking away is no less, or rather more useful than the giving, what pardon could we obtain, tell me, when we requite with the opposites Him Who is so gentle and loving towards mankind and caring, and wiser than every physician, and more tenderly affectionate than every father, and more just than every judge, and more careful than every husbandman in healing our souls, and spurn in vexation Him Whom we ought to worship? Could anything prove more mad and more senseless than those who in the midst of so great good order say that we are deprived of the providence of God? For just as if someone were contentiously to maintain that the sun is murky and cold, he brings forth a proof of utter madness by his verdict; so if someone should doubt concerning the providence of God, much more is he liable to charges of madness.
Οὐχ οὕτως ἥλιος φανός, ὡς ἡ τοῦ Θεοῦ πρόνοια σαφής· ἀλλ' ὅμως τολμῶσί τινες λέγειν, ὅτι δαίμονες τὰ καθ' ἡμᾶς διοικοῦσι. Τί πάθω; Φιλάνθρωπον ἔχεις Δεσπότην· αἱρεῖται μᾶλλον βλασφημεῖσθαι ὑπὸ σοῦ διὰ τῶν ῥημάτων τούτων, ἢ τοῖς δαίμοσιν ἐπιτρέψας τὰ σὰ πεῖσαί σε διὰ τῶν πραγμάτων πῶς δαίμονες διοικοῦσι. Τότε γὰρ ἂν ἔγνως καλῶς τὴν ἐκείνων πονηρίαν διὰ τῆς πείρας αὐτῆς· μᾶλλον δὲ καὶ νῦν δυνατὸν ὑμῖν παραστῆσαι, ὡς ἐν μικρῷ τινι παραδείγματι· Ἀπήντησαν τῷ Χριστῷ δαιμονιζόμενοί τινες ἐκ τῶν μνημείων ἐξερχόμενοι, καὶ παρεκάλουν αὐτὸν οἱ δαίμονες ἐπιτρέψαι αὐτοῖς εἰς τὴν ἀγέλην τῶν χοίρων εἰσελθεῖν· καὶ ἐπέτρεψε, καὶ ἀπῆλθον καὶ κατεκρήμνισαν αὐτοὺς εὐθέως ἅπαντας· οὕτω δαίμονες διοικοῦσι. Καίτοι πρὸς τοὺς χοίρους οὐδεὶς ἦν αὐτοῖς λόγος, πρὸς δὲ σὲ ἀεὶ πόλεμος ἄσπονδος καὶ ἀκήρυκτός ἐστι μάχη, καὶ ἔχθρα ἀθάνατος. Εἰ δὲ ἐκείνων, πρὸς οὓς οὐδὲν ἦν αὐτοῖς κοινόν, οὐδὲ μικρὰν καιροῦ ῥοπὴν ἀνασχέσθαι ὑπέμειναν· εἰ τοὺς πολεμίους αὐτοῖς καὶ διηνεκῶς αὐτοὺς δάκνοντας ὑποχειρίους ἔλαβον ἡμᾶς, τί οὐκ ἂν εἰργάσαντο; τί δὲ οὐκ ἂν τῶν ἀνηκέστων διέθηκαν; Διὰ γὰρ τοῦτο καὶ ὁ Θεὸς ἀφῆκεν αὐτοὺς ἐμπεσεῖν τῇ τῶν χοίρων ἀγέλῃ, ἵν' ἐν τοῖς τῶν ἀλόγων σώμασι μάθῃς αὐτῶν καὶ τὴν πονηρίαν. Καὶ ὅτι τοὺς δαιμονιζομένους ἐκείνους ταῦτα ἂν ἐποίησαν, ἃ καὶ τοὺς χοίρους, εἰ μὴ καὶ ἐν αὐτῇ τῇ μανίᾳ πολλῆς ἀπήλαυον οἱ δαιμονῶντες τῆς τοῦ Θεοῦ προνοίας, δῆλον ἅπασι. Καὶ νῦν οὖν, ὅταν ἴδῃς ἄνθρωπον ὑπὸ δαίμονος κινούμενον, προσκύνησον τὸν Δεσπότην, μάθε τῶν δαιμόνων τὴν πονηρίαν· ἀμφότερα γάρ ἐστιν ἰδεῖν ἐπὶ τῶν δαιμονώντων τούτων, καὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ τὴν τῶν δαιμόνων κακίαν· τὴν μὲν τῶν δαιμόνων κακίαν, ὅταν ταράττωσι καὶ θορυβῶσι τὴν ψυχὴν τοῦ παραπαίοντος· τὴν δὲ τοῦ Θεοῦ φιλανθρωπίαν, ὅταν οὕτως ἄγριον δαίμονα, ἔνοικον ὄντα καὶ ἐπιθυμοῦντα κατακρημνίσαι τὸν ἄνθρωπον, κατέχῃ καὶ κωλύῃ, μὴ συγχωρῶν εἰς ἅπαν τῇ οἰκείᾳ χρήσασθαι δυνάμει, ἀλλὰ τοσοῦτον ἐπιτρέπων ἐνδείξασθαι τὴν ἰσχύν, ὅσον καὶ τὸν ἄνθρωπον σωφρονίσαι, καὶ τὴν οἰκείαν ἐκφανῆ ποιῆσαι πονηρίαν. Βούλει καὶ ἐφ' ἑτέρου παραδείγματος πάλιν ἰδεῖν πῶς διοικεῖ δαίμων, ὅταν ὁ Θεὸς αὐτῷ συγχωρεῖ τῇ οἰκείᾳ κεχρῆσθαι δυνάμει; Ἐν-
The sun is not so bright as the providence of God is clear; yet nevertheless certain men dare to say that demons govern our affairs. What am I to do? You have a Master Who loves mankind; He chooses rather to be blasphemed by you through these words than, by entrusting your affairs to the demons, to persuade you through actual deeds how demons govern. For then you would have known well their wickedness through trial itself; or rather, even now it is possible to present it to you, as in some small example: Certain demoniacs coming forth out of the tombs met Christ, and the demons besought Him to permit them to enter into the herd of swine; and He permitted them, and they went off and straightway hurled them all down the cliff: thus do demons govern! And yet with the swine they had no reckoning, whereas towards you there is ever truceless war and unheralded battle, and undying enmity. And if those creatures, with whom they had nothing in common, they did not endure to spare for even a brief turn of a moment, if they had gotten us — who are their enemies and continually sting them — under their hand, what would they not have wrought? What irremediable harm would they not have inflicted? For on this account God also let them fall upon the herd of swine, so that in the bodies of irrational beings you might learn their wickedness as well. And that they would have done to those demoniacs the very things they did to the swine, had not the demoniacs even in their very madness enjoyed abundant providence from God, is manifest to all. Now too, therefore, whenever you see a man moved by a demon, worship the Master, learn the wickedness of the demons; for it is possible to see both things in these demoniacs — both the loving-kindness of God, and the malice of the demons: the malice of the demons, whenever they trouble and throw into tumult the soul of the deranged man; and the loving-kindness of God, whenever He holds back and hinders so savage a demon, indwelling and longing to hurl the man down a cliff, not permitting it to use its own power to the utmost, but allowing it to display its strength only so far as both to chasten the man to sobriety and to make its own wickedness manifest. Do you wish in yet another example again to see how a demon governs whenever God allows it to use its own power? Con-
Notes, col. 253

On the reading

Printed εις, for εἰς.

PG 49:254Read from the page
νόησον τὰ βουκόλια, τὰ ποίμνια τοῦ Ἰώβ, πῶς ἐν μιᾷ καιροῦ ῥοπῇ πάντα κατανάλωσε, τὸν ἐλεεινὸν τῶν παίδων αὐτοῦ θάνατον, τὴν κατὰ τοῦ σώματος αὐτοῦ πληγὴν ἐνεχθεῖσαν· καὶ ὄψει τὸ ὠμὸν καὶ ἀπάνθρωπον καὶ ἀφειδὲς τῆς τῶν δαιμόνων πονηρίας, καὶ ἀπὸ τούτων εἴσῃ σαφῶς, ὅτι εἰ καὶ τόδε τὸ πᾶν ἐπέτρεψεν αὐτῶν τῇ ἐξουσίᾳ ὁ Θεός, πάντα ἂν συνέχεαν καὶ συνετάραξαν, καὶ τὰ τῶν χοίρων ἡμᾶς διέθηκαν καὶ τὰ τῶν βουκολίων ἐκείνων, ὡς οὐδὲ μικρὰν καιροῦ ῥοπὴν φείσασθαι τῆς ἡμετέρας ἂν ἠνέσχοντο σωτηρίας. Εἰ δαίμονες διῴκουν, οὐδὲν τῶν δαιμονώντων ἀνθρώπων ἄμεινον διεκείμεθα, μᾶλλον δὲ κἀκείνων χείρους ἂν ἦμεν. Οὔτε γὰρ ἐκείνους καθόλου τῇ τυραννίδι τῶν δαιμόνων ἐξέδωκεν ὁ Θεός, ἐπεὶ πολλῷ τούτων χαλεπώτερα ἂν ἔπαθον, ὧν πάσχουσι νῦν. Ἐγὼ δὲ κἀκεῖνο ἂν ἐπυθόμην τῶν ταῦτα λεγόντων, ποίαν δὴ ἀταξίαν ἐν τοῖς παροῦσιν ὁρῶντες, δαιμόνων διοικήσει τὰ καθ' ἡμᾶς ἀνατιθέασι πάντα; Καίτοι γε ἥλιον ὁρῶμεν ἐπὶ τοσούτοις ἔτεσιν εὔτακτα καθ' ἑκάστην βαδίζοντα τὴν ἡμέραν, ποικίλον ἀστέρων χορὸν τὴν οἰκείαν διατηροῦντα τάξιν, σελήνης δρόμους ἀπαρεμποδίστους, νυκτὸς καὶ ἡμέρας διαδοχὴν ἀκριβῆ, πάντα, καὶ τὰ ἄνω καὶ τὰ κάτω ὥσπερ ἐν ἁρμονίῳ τινὶ χορείᾳ, μᾶλλον δὲ καὶ πολλῷ πλέον καὶ ἀκριβέστερον, τὴν οἰκείαν ἕκαστον χώραν διαφυλάττον, καὶ οὐκ ἐξιστάμενον τῆς τάξεως ἧς παρὰ τὴν ἀρχὴν αὐτὰ ποιῶν ἔταξεν ὁ Θεός.
sider the herds of cattle, the flocks of Job, how in a single turn of a moment it consumed all things, the pitiable death of his children, the stroke brought upon his body; and you will see the savage and inhuman and unsparing nature of the wickedness of demons, and from these things you will know clearly that if God had entrusted this whole universe also to their authority, they would have confounded and thrown all things into tumult, and would have inflicted upon us the fate of the swine and of those herds of cattle, so that not even for a brief turn of a moment would they have endured to spare our safety. If demons governed, we would be in no better state than demon-possessed men, or rather we would be even worse off than they. For God did not hand even those men over altogether to the tyranny of the demons, since they would have suffered things much more grievous than what they suffer now. And for my part I would also ask this of those who say these things: beholding what disorder, pray, in present things do they ascribe all our affairs to the governance of demons? And yet we behold the sun for so many years walking in good order each day, the varied chorus of stars preserving its own array, the unhindered courses of the moon, the exact succession of night and day, all things, both those above and those below, as in some harmonious dance — or rather, far more and more exactly still — each guarding throughout its own place, and not departing from the order which God appointed when making them at the beginning.
ζʹ. Καὶ τί τούτων ὄφελος, φησίν, ὅταν οὐρανὸς μέν, καὶ ἥλιος, καὶ σελήνη, καὶ ἀστέρων χορός, καὶ τὰ ἄλλα πάντα πολλὴν ἔχῃ τὴν εὐταξίαν, τὰ δὲ ἡμέτερα συγχύσεως ᾖ πεπληρωμένα καὶ ἀταξίας; Ποίας συγχύσεως, ἄνθρωπε, καὶ ἀταξίας; Ὁ δεῖνα πλουτεῖ, φησί, καὶ βιάζεται, ἁρπάζει καὶ πλεονεκτεῖ, τὰς τῶν πενήτων οὐσίας καταπίνει καθ' ἑκάστην ἡμέραν, καὶ οὐδὲν πάσχει δεινόν· ἕτερος ἐν ἐπιεικείᾳ ζῇ, σωφροσύνῃ καὶ δικαιοσύνῃ καὶ τοῖς ἄλλοις ἅπασιν ἀγαθοῖς κεκοσμημένος, καὶ πενίᾳ καὶ νόσοις καὶ τοῖς ἐσχάτοις κολάζεται δεινοῖς. Ταῦτ' οὖν ἐστι τὰ σκανδαλίζοντά σε; Ταῦτα, φησίν. Ἐὰν οὖν ἴδῃς καὶ τῶν ἁρπαζόντων πολλοὺς κολαζομένους, καὶ τῶν ἐν ἀρετῇ ζώντων ἐνίους, ἢ καὶ μυρίους ἀπολαύοντας ἀγαθῶν, διὰ τί μὴ λύεις ταύτην τὴν ψῆφον, μηδὲ ἀποδέχῃ τὸν Δεσπότην; Ὅτι αὐτὸ τοῦτό ἐστι τὸ σκανδαλίζον με πλέον. Διὰ τί γὰρ δύο ὄντων τῶν πονηρῶν, ὁ μὲν κολάζεται, ὁ δὲ διαφυγὼν ἀπέρχεται, καὶ δύο ὄντων ἀγαθῶν, ὁ μὲν τιμᾶται, ὁ δὲ τιμωρούμενος διατελεῖ; Καὶ τοῦτο αὐτὸ τῆς τοῦ Θεοῦ προνοίας μέγιστον ἔργον ἐστίν. Εἰ γὰρ πάντας ἐνταῦθα ἐκόλαζε τοὺς πονηρούς, καὶ πάντας ἐνταῦθα ἐτίμα τοὺς ἀγαθούς, περιττὴ ἡ τῆς κρίσεως ἦν ἡμέρα. Πάλιν εἰ μηδένα ἐκόλαζε πονηρόν, μηδὲ ἐτίμα τινὰ τῶν ἀγαθῶν, καὶ οἱ φαῦλοι φαυλότεροι καὶ κακίους ἂν ἐγένοντο, ὡς πολλῷ τῶν χρηστῶν ῥᾳθυμότεροι· καὶ μειζόνως οἱ βουλόμενοι βλασφημεῖν, κατηγόρησαν ἂν τοῦ Θεοῦ, καὶ ὁλοσχερῶς ἂν εἶπον ἀποστερεῖσθαι προνοίας τὰ καθ' ἡμᾶς. Εἰ γὰρ καὶ νῦν κολαζομένων τινῶν πονηρῶν, καὶ τιμωμένων ἀγαθῶν, ὁμοίως φασὶν ἀπρο-
7. And what profit is there from these things, one says, whenever heaven indeed, and sun, and moon, and the chorus of stars, and all other things possess great good order, whereas our affairs are filled with confusion and disorder? What confusion, O man, and disorder? So-and-so is rich, he says, and uses violence, plunders and defrauds, swallows down the substance of the poor each day, and suffers nothing terrible; another lives in gentleness, adorned with temperance and righteousness and all other good things, and is punished with poverty and diseases and the utmost terrible ills. Are these, then, the things that cause you to stumble? These, he says. If, then, you see both many of those who plunder being punished, and some — or even ten thousand — of those who live in virtue enjoying good things, why do you not dissolve this verdict, and accept the Master? Because this very thing is what causes me to stumble all the more! For why, when there are two wicked men, is the one punished while the other escapes and departs, and when there are two good men, is the one honoured while the other continues being punished? Yet this very thing is a very great work of God's providence. For if He punished all the wicked here, and honoured all the good here, the day of judgement would be superfluous. Again, if He punished no wicked man, nor honoured any of the good, the base would have become baser and worse still, as being far more slothful than the good; and those wishing to blaspheme would have accused God all the more, and would have said that our affairs are utterly deprived of providence. For if even now, when certain wicked men are punished and good men honoured, they likewise say that
PG 49:255Read from the page
νόητα εἶναι τὰ τῶν ἀνθρώπων πράγματα, εἰ μηδὲ τοῦτο ἐγίνετο, τί οὐκ ἂν εἶπον; ποῖα δὲ οὐκ ἂν ἐξέβαλον ῥήματα; Διὰ τοῦτο τοὺς μὲν κολάζει, τοὺς δὲ οὐ κολάζει τῶν πονηρῶν, καὶ τοὺς μὲν τιμᾷ, τοὺς δὲ οὐ τιμᾷ τῶν ἀγαθῶν. Οὐ κολάζει μὲν ἅπαντας, ἵνα σε πείσῃ, ὅτι ἔστιν ἀνάστασις· κολάζει δέ τινας, ἵνα τοὺς ῥᾳθυμοτέρους τῷ φόβῳ διὰ τῆς τῶν ἑτέρων τιμωρίας ποιήσῃ σπουδαιοτέρους. Πάλιν τιμᾷ μέν τινας τῶν ἀγαθῶν, ἵνα ἑτέρους ἐπισπάσηται ταῖς τιμαῖς πρὸς τὸν τῆς ἀρετῆς ζῆλον· οὐ τιμᾷ δὲ πάντας, ἵνα μάθῃς, ὅτι ἔστιν ἕτερος καιρὸς ἀποδιδοὺς ἅπασι τὰς ἀμοιβάς. Εἰ μὲν γὰρ ἅπαντες ἐνταῦθα ἀπελάμβανον τὰ κατ' ἀξίαν, ἠπίστησαν ἂν τῷ τῆς ἀναστάσεως λόγῳ· εἰ δὲ μηδεὶς ἀπελάμβανε τὰ κατ' ἀξίαν, οἱ πλείους ἂν ἐγένοντο ῥᾳθυμότεροι. Διὰ τοῦτο τοὺς μὲν κολάζει, τοὺς δὲ οὐ κολάζει, καὶ τοὺς κολαζομένους καὶ τοὺς μὴ κολαζομένους ὠφελῶν· ἐκείνων μὲν γὰρ ἐκκόπτει τὴν κακίαν, τοὺς δὲ ἑτέρους τῇ τούτων τιμωρίᾳ σωφρονεστέρους ποιεῖ. Καὶ τοῦτο ἐξ ὧν αὐτὸς εἶπεν ὁ Χριστὸς δῆλον. Ἐπειδὴ γὰρ ἀπήγγειλαν αὐτῷ, ὅτι πύργος κατενεχθεὶς ἀνθρώπους τινὰς κατέχωσε, φησὶ πρὸς αὐτούς· Τί νομίζετε, ὅτι ἐκεῖνοι ἁμαρτωλοὶ ἦσαν μόνον; Οὐ, λέγω ὑμῖν· ἀλλ' ἐὰν μὴ μετανοήσητε, καὶ ὑμεῖς τὰ αὐτὰ πείσεσθε.
human affairs are ungoverned by providence, if not even this came to pass, what would they not have said? What sort of words would they not have flung forth? On this account He punishes some of the wicked and does not punish others, and honours some of the good and does not honour others. He does not punish all, so that He may persuade you that there is a resurrection; whereas He punishes certain men, so that through the punishment of the others He may by fear make the more slothful more zealous. Again, He honours certain of the good, so that by their honours He may draw others on towards emulation of virtue; whereas He does not honour all, so that you may learn that there is another season rendering requitals to all. For if all received their deserts here, men would have disbelieved the doctrine of the resurrection; whereas if no one received his deserts, the majority would have become more slothful. On this account He punishes the ones and does not punish the others, benefiting both those who are punished and those who are not punished; for of the former He cuts off the malice, whereas the others He makes more sober-minded by the punishment of these. And this is manifest from what Christ Himself said. For after they reported to Him that a tower falling down had buried certain men, He says to them: What do you suppose, that those men alone were sinners? Nay, I say to you; but unless you repent, you also shall suffer the same things.
Εἶδες πῶς κἀκεῖνοι δι' ἁμαρτίας ἀπώλοντο, καὶ οἱ λοιποὶ οὐ διὰ δικαιοσύνην διέφυγον, ἀλλ' ἵνα ταῖς ἐκείνων τιμωρίαις βελτίους γένωνται; Οὐκοῦν ἠδίκηνται, φησίν, οἱ κολαζόμενοι· ἐδύναντο γὰρ μὴ κολασθέντες ταῖς ἑτέρων τιμωρίαις αὐτοὶ γενέσθαι βελτίους. Ἀλλ' εἰ ᾔδει βελτίους ἐσομένους ἐκ μετανοίας, οὐκ ἂν ἐκόλασεν ὁ Θεός. Εἰ γὰρ πολλοὺς προειδὼς οὐδὲν ἀπὸ τῆς μακροθυμίας αὐτοῦ κερδανοῦντας, ὅμως φέρει μετὰ πολλῆς τῆς ἀνεξικακίας, τὸ αὐτοῦ πληρῶν καὶ παρέχων αὐτοῖς ἀνανῆψαί ποτε ἐκ τῆς οἰκείας ἀνοίας· πῶς ἂν τοὺς μέλλοντας βελτίους ἀπὸ τῆς ἑτέρων γενέσθαι τιμωρίας, ἀπεστέρησεν ἂν τοῦ τῆς μετανοίας κέρδους; Ὥστε οὐδὲν οὗτοι ἠδίκηνται, καὶ τῆς κακίας αὐτοῖς ἐκκοπείσης τῇ τιμωρίᾳ, καὶ τῆς ἐκεῖ κολάσεως κουφοτέρας ἐσομένης, διὰ τὸ προλαβόντας ἐνταῦθα παθεῖν κακῶς. Πάλιν οἱ μὴ κολασθέντες οὐδὲν ἠδίκηνται. Ἐξῆν γὰρ αὐτοῖς, εἴπερ ἐβούλοντο, τῇ μακροθυμίᾳ τοῦ Θεοῦ πρὸς μεταβολὴν ἀρίστην χρήσασθαι, καὶ θαυμάσαντας τὸ ἀνεξίκακον αἰδεσθῆναι τῆς ἀνοχῆς τὴν ὑπερβολήν, καὶ μεταστῆναί ποτε πρὸς ἀρετήν, καὶ ταῖς ἑτέρων τιμωρίαις τὴν οἰκείαν κερδᾶναι σωτηρίαν. Εἰ δὲ ἐπιμένουσι τῇ πονηρίᾳ, οὐχ ὁ Θεὸς αἴτιος, ὁ διὰ τοῦτο μακροθυμῶν, ἵνα αὐτοὺς ἀνακτήσηται, ἀλλ' ἐκεῖνοι συγγνώμης ἀνάξιοι, οἱ μὴ χρησάμενοι εἰς δέον τῇ τοῦ Θεοῦ μακροθυμίᾳ. Οὐ τοῦτον δὲ τὸν λόγον μόνον ἔστιν εἰπεῖν, δι' ὃν οὐ κολάζονται πάντες ἐνταῦθα οἱ πονηροί, ἀλλὰ καὶ ἕτερον οὐκ ἐλάττονα τούτου. Ποῖον δὴ τοῦτον; Ὅτι εἰ πᾶσι παρ' αὐτὰ τὰ ἁμαρτήματα τὰς κολάσεις ἐπήγαγεν ὁ Θεός, προανηρπάσθη ἂν τὸ γένος ἡμῶν, καὶ οὐκ ἂν ἔφθασεν εἰς διαδοχὴν ἐλθεῖν. Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστιν ἀληθές, ἄκουσον τοῦ προφήτου λέγοντος· Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε, τίς ὑποστήσεται; Εἰ δὲ δοκεῖ καὶ βασανίσαι τὴν ῥῆσιν, τὸν ἑκάστου βίον ἀφέντες μετὰ ἀκριβείας ἐξετάζειν (οὐδὲ γὰρ δυνατὸν ἡμῖν εἰδέναι τὰ ἑκάστῳ βεβιωμένα), ἅπερ ἀναντιῤῥήτως ἅπαντες ἁμαρτάνο-
Did you see how both those men perished on account of sins, and the rest escaped not on account of righteousness, but so that by the punishments of those men they might become better? Then those who are punished have been wronged, one says; for without being punished they too could have become better by the punishments of others. Nay, had God known that they would be better from repentance, He would not have punished them. For if, though foreknowing that many will gain nothing from His long-suffering, He nevertheless bears with them in great forbearance, fulfilling His own part and affording them time to recover their senses at last from their own folly, how would He have deprived of the gain of repentance those who were about to become better from the punishment of others? So that these men have been wronged in no way, both because their malice is cut off for them by the punishment, and because their punishment yonder will be lighter on account of their having suffered ill beforehand here. Again, those who were not punished have been wronged in no way. For it was open to them, if indeed they wished, to make use of the long-suffering of God for a most excellent change, and, marvelling at His forbearance, to reverence the superabundance of His patience, and pass over at last towards virtue, and win their own salvation by the punishments of others. And if they persist in wickedness, God is not to blame — Who shows long-suffering for this purpose, that He may win them back — but those men are unworthy of pardon who did not make due use of the long-suffering of God. Yet not this reason alone is it possible to state on account of which not all the wicked are punished here, but also another no less than this. What sort of reason is this? Because if upon all men God brought punishments on the very heels of their sins, our race would have been snatched away beforehand, and would not have lived long enough to come into succession. And so that you may learn that this is true, hear the prophet saying: If Thou shouldst mark iniquities, O Lord, who shall stand? And if it seems good also to put the saying to the test, leaving aside the exact examination of each man's life (for it is not even possible for us to know what has been lived by each), the things wherein indisputably we all sin —