Migne Reading Room

PG 49 · cols. 202–207 · Read from the page

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:202Read from the page
δὲ τῶν τοῦ Θεοῦ νόμων τὸν λελυπηκότα ἀδελφὸν οὐχ ὑπομένομεν παρακαλέσαι, ἀλλὰ καὶ αἰσχύνην εἶναι νομίζομεν τὸ πρότεροι προσδραμεῖν; Αἰσχύνη, εἰπέ μοι, μέλλων πρότερος κερδαίνειν; Τούναντίον μὲν οὖν αἰσχύνεσθαι χρὴ τὸ μένειν ἐπὶ τοῦ πάθους, καὶ τὸν λελυπηκότα ἐκδέχεσθαι πρὸς τὰς καταλλαγὰς ἐλθεῖν· τοῦτο γὰρ καὶ αἰσχύνη καὶ ὄνειδος καὶ ζημία μεγίστη. Ὁ γὰρ πρότερος ἐλθὼν, ἐκεῖνος καρποῦται τὸ πᾶν. Ἂν μὲν γὰρ παρ' ἑτέρου παρακληθεὶς ἀφῇς τὴν ὀργὴν, ἐκείνῳ λογίζεται τὸ κατόρθωμα (οὐ γὰρ δὴ τῷ Θεῷ πειθόμενος, ἀλλ' ἐκείνῳ χαριζόμενος τὸν νόμον ἐπλήρωσας)· ἂν δὲ μηδενὸς παρακαλοῦντος, μήτε αὐτοῦ τοῦ λελυπηκότος πρὸς σὲ παραγενομένου καὶ δεηθέντος, αὐτὸς πᾶσαν αἰσχύνην καὶ πάντα ὄκνον ῥίψας ἀπὸ τῆς διανοίας, προσδράμῃς τῷ ἠδικηκότι καὶ καταλύσῃς τὴν ὀργὴν, ὁλόκληρόν σου γίνεται τὸ κατόρθωμα, καὶ τὸν πάντα λήψῃ μισθόν. Ἂν εἴπω, Νήστευσον, ἀσθένειάν μοι προβάλλῃ σώματος πολλάκις· ἂν εἴπω, Δὸς πένησι, παιδοτροφίαν καὶ πενίαν· ἂν εἴπω, Σχόλαζε εἰς συνάξεις, φροντίδας βιωτικάς· ἂν εἴπω, Πρόσεχε τοῖς λεγομένοις, καὶ νόει τῆς διδασκαλίας τὴν δύναμιν, ἰδιωτείαν· ἂν εἴπω, Κατόρθωσον ἕτερον, λέγεις, ὅτι Οὐχ ὑπακούσεται συμβουλευόμενος· πολλάκις γὰρ εἰπὼν κατεφρονήθην. Ψυχραὶ μὲν οὖν αἱ προφάσεις, ἀλλ' ὅμως κἂν πρόφασιν ἔχῃς εἰπεῖν· ἂν εἴπω, Τὴν ὀργὴν ἄφες, τί τούτων εἰπεῖν δυνήσῃ; Οὔτε γὰρ ἀσθένειαν σώματος, οὔτε πενίαν, οὐκ ἰδιωτείαν, οὐκ ἀσχολίαν, οὐκ ἄλλο οὐδὲν ἔχεις εἰπεῖν, ἀλλ' ἀσύγγνωστος αὕτη μάλιστα πάντων ἐστὶν ἡ ἁμαρτία.
the laws of God we do not endure to entreat the brother who has grieved us, nay, we even deem it a disgrace to run to him first? Are you ashamed, tell me, when you are about to be the first to gain? On the contrary, one ought to be ashamed of abiding in passion and waiting for him who grieved us to come for reconciliation; for this is shame and reproach and the greatest loss. For he who comes first reaps the whole fruit. If indeed you remit your wrath on being entreated by another, the good deed is reckoned to him (for it was not in obedience to God, but as doing a favour to that man, that you fulfilled the law); whereas if, with no one entreating you, nor him who grieved you coming to you and begging, you yourself cast all shame and all hesitation from your mind, run to him who wronged you, and dissolve your wrath, the good deed becomes wholly yours, and you will receive the entire reward. If I say, Fast, you oftentimes put forward bodily weakness to me; if I say, Give to the poor, the rearing of children and poverty; if I say, Devote leisure to the assemblies, worldly cares; if I say, Attend to the things spoken and understand the force of the teaching, lack of learning; if I say, Set another man right, you say, He will not hearken when counselled, for many times have I spoken and been despised. Frigid indeed are these pretexts, yet nevertheless you have at least a pretext to utter; if I say, Put away your wrath, which of these things will you be able to say? For neither bodily weakness, nor poverty, nor lack of learning, nor business, nor aught else have you to plead, but this sin most of all is unpardonable.
Πῶς δυνήσῃ τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνατεῖναι; Πῶς τὴν γλῶτταν κινῆσαι; Πῶς αἰτῆσαι συγγνώμην; Κἂν γὰρ βούληται ὁ Θεὸς ἀφεῖναι τὰς ἁμαρτίας σου, οὐκ ἀφίης αὐτὸς, τὰ τοῦ συνδούλου κατέχων. Ἀλλ' ὠμός ἐστι, καὶ ἄγριος, καὶ θηριώδης, καὶ κολάσεως ἐπιθυμεῖ καὶ ἀντιδόσεως. Καὶ διὰ τοῦτο μάλιστα ἄφες. Ἠδίκησαι πολλὰ, καὶ ἀπεστέρησαι, καὶ κακῶς ἤκουσας, καὶ ἐν τοῖς μεγίστοις ἐβλάβης πράγμασι, καὶ βούλει κολαζόμενον ἰδεῖν τὸν ἐχθρόν. Καὶ εἰς τοῦτό σοι πάλιν χρήσιμον τὸ ἀφιέναι. Ἂν μὲν γὰρ αὐτὸς ἐκδικήσῃς καὶ ἐπεξέλθῃς, εἴτε διὰ ῥημάτων, εἴτε διὰ πραγμάτων, εἴτε διὰ τῆς εὐχῆς τῆς κατ' αὐτοῦ, ὁ Θεὸς οὐκ ἐπεξελεύσεται λοιπὸν, ἅτε σοῦ τὴν τιμωρίαν λαβόντος· καὶ οὐ μόνον οὐκ ἐπεξελεύσεται, ἀλλὰ καὶ σὲ ἀπαιτήσει δίκην ὡς ὑβρισμένος.
How will you be able to stretch out your hands to heaven? How to move your tongue? How to ask pardon? For even if God wills to forgive your sins, you yourself do not allow it, while retaining those of your fellow servant. Yet he is cruel, you say, and fierce, and brutish, and he longs for punishment and retribution? On this very account most of all, forgive! Have you suffered many wrongs, and been despoiled, and been evil spoken of, and been injured in the greatest matters, and do you wish to see your enemy punished? For this very end, too, forgiving is profitable to you. For if you yourself avenge and prosecute the wrong — whether by words, or by deeds, or by praying against him — God will no longer prosecute it, inasmuch as you have taken vengeance; nay, not only will He not prosecute it, but He will also demand satisfaction of you as having been insulted.
δʹ. Εἰ γὰρ ἐπ' ἀνθρώπων τοῦτο γίνεται, κἂν τυπτήσωμεν ἀλλότριον οἰκέτην, ὁ δεσπότης ἀγανακτεῖ, καὶ ὕβριν εἶναί φησι τὸ πρᾶγμα· κἂν γὰρ ἠδικημένοι τύχωμεν εἴτε ὑπὸ δούλων, εἴτε ὑπὸ ἐλευθέρων, τὰς παρὰ τῶν ἀρχόντων καὶ τὰς παρὰ τῶν δεσποτῶν ἀναμένειν χρὴ ψήφους· εἰ τοίνυν ἐπ' ἀνθρώπων οὐκ ἀσφαλὲς ἑαυτοὺς ἐκδικεῖν, πολλῷ μᾶλλον, ὅταν ὁ Θεὸς δικάζῃ. Ἀλλ' ἠδίκησέ σε καὶ λελύπηκε, καὶ μυρία διέθηκεν ὁ πλησίον κακά.
4. For if among men this comes to pass, that even if we strike another's servant, his master is indignant and declares the deed to be an outrage — for even should we happen to have been wronged, whether by slaves or by freemen, we must await the verdicts of the magistrates and of their masters — if therefore among men it is not safe to avenge ourselves, much more so when God is judge. Yet your neighbour has wronged you and grieved you, and inflicted ten thousand evils upon you.
Μηδὲ οὕτως αὐτὸς αὐτῷ ἐπεξέλθῃς, ἵνα μὴ ὑβρίσῃς σαυτοῦ τὸν Δεσπότην· παραχώρησον τῷ Θεῷ, καὶ αὐτὸς διαθήσει τὸ πρᾶγμα πολλῷ βέλτιον οὗ σὺ βούλει. Σοὶ μόνον εὔχεσθαι ὑπὲρ τοῦ λελυπηκότος ἐκέλευσε· τὸ δὲ πῶς ἐκείνῳ δεῖ χρήσασθαι, αὐτῷ καταλιπεῖν προσέτα-
Not even so may you prosecute vengeance upon him yourself, lest you insult your own Master; yield place to God, and He Himself will dispose the matter far better than you wish. You He commanded only to pray on behalf of him who grieved you; whereas how He ought to deal with that man, He ordered you to leave to Him-
PG 49:203Read from the page
⟨…⟩. Οὐχ οὕτως σὺ σαυτὸν ἐκδικεῖς, ὡς ἐκεῖνός σε ἐκδι⟨…⟩σαι παρεσκεύασται, ἂν αὐτῷ παραχωρήσῃς μόνον, ⟨…⟩ μὴ κατεύξῃ τοῦ λελυπηκότος, ἀλλ' αὐτὸν ἀφῇς κύ⟨…⟩ν γενέσθαι τῆς ψήφου· κἂν γὰρ ἡμεῖς ἀφῶμεν τοῖς ⟨…⟩κηκόσι, κἂν καταλλαγῶμεν, κἂν ὑπὲρ αὐτῶν δεηθῶ⟨…⟩ν, ὁ Θεὸς οὐκ ἀφίησιν, ἐὰν μὴ μεταβάλλωνται καὶ ⟨…⟩τοὶ, καὶ βελτίους γένωνται· οὐκ ἀφίησι δὲ πρὸς τὸ ⟨…⟩σιμον ἐκείνων βλέπων. Σὲ μὲν γὰρ ἐπαινεῖ καὶ ἀπο⟨…⟩εται τῆς φιλοσοφίας, ἐκεῖνον δὲ ἐπεξέρχεται, ἵνα ⟨…⟩ τῇ σῇ φιλοσοφίᾳ χείρων γένηται. Ὥστε περιττὸς ὁ ⟨…⟩ν πολλῶν λόγος. Πολλοὶ γὰρ πολλάκις ἐγκαλούμενοι ⟨…⟩ρ' ἡμῶν, ἐπειδὴ παρακαλούμενοι καταλλαγῆναι τοῖς ⟨…⟩ροῖς οὐκ ἐπείθοντο, ταύτην ἐδόκουν τὴν ἀπολογίαν ⟨…⟩βαλέσθαι παραπέτασμα τῆς ἑαυτῶν οὖσαν πονηρίας· ⟨…⟩ βούλομαι καταλλαγῆναι, φησὶν, ἵνα μὴ χείρονα αὐ⟨…⟩ ἐργάσωμαι, ἵνα μὴ τραχύτερον, ἵνα μὴ μειζόνως μου καταφρονήσῃ μετὰ ταῦτα. Καὶ πρὸς τούτοις κἀ⟨…⟩νο λέγουσιν, ὅτι Πολλοὶ τῶν ἀνθρώπων ἐξ ἀσθενείας ⟨…⟩ νομίζουσι πρότερον ἐπὶ τὰς καταλλαγὰς ἔρχεσθαι ⟨…⟩ὶ τὸν ἐχθρὸν παρακαλεῖν. Ταῦτα πάντα μάταια· ὁ ⟨…⟩ρ ἀκοίμητος ὀφθαλμὸς εἶδε τὴν γνώμην τὴν σήν· ⟨…⟩περ οὐδένα χρὴ ποιεῖσθαι τῶν συνδούλων λόγον, ὅταν ⟨…⟩ν κριτὴν πείσῃς καὶ τὸν μέλλοντά σοι δικάζειν. Εἰ δὲ ⟨…⟩ῦ μὴ γενέσθαι σοι χείρονα διὰ τῆς σῆς ἐπιεικείας τὸν ⟨…⟩θρὸν φροντίζεις, ἐκεῖνο μάνθανε, ὅτι οὐχ οὕτω γίνε⟨…⟩ι χείρων, ἀλλ' ἂν μὴ καταλλαγῇς μᾶλλον· κἂν γὰρ ⟨…⟩άντων μιαρώτερος ᾖ, κἂν μὴ λέγῃ, κἂν μὴ κηρύττῃ, ⟨…⟩ὶ σιγῶν πάντως ἀποδέξεταί σου την φιλοσοφίαν, αἰ⟨…⟩σθήσεταί σου τὴν πραότητα κατὰ τὸ συνειδὸς τὸ ἑαυ⟨…⟩ῦ· ἐὰν δὲ ἐπὶ τῆς αὐτῆς μένῃ πονηρίας κολακευόμε⟨…⟩ς καὶ θεραπευόμενος, ἕξει τιμωρὸν μέγιστον τὸν Θεόν. ⟨…⟩αὶ ἵνα μάθητε, ὅτι, κἂν ἡμεῖς παρακαλέσωμεν ὑπὲρ ⟨…⟩ῶν ἐχθρῶν καὶ ὑπὲρ τῶν ἠδικηκότων, ὁ Θεὸς οὐκ ἀφ⟨…⟩σιν, ἂν μέλλωσι γίνεσθαι χείρους διὰ τῆς ἡμετέρας ⟨…⟩νεξικακίας, ἱστορίαν ὑμῖν ἐρῶ παλαιάν. Κατελάλησέ ⟨…⟩τε τοῦ Μωϋσέως ἡ Μαρία· τί οὖν ὁ Θεός; Λέπραν ⟨…⟩αφῆκεν αὐτῇ, καὶ ἀκάθαρτον αὐτὴν ἐποίησε, καίτοι ⟨…⟩ τὰ ἄλλα οὖσαν ἐπιεικῆ καὶ σώφρονα· εἶτα τοῦ Μωϋ⟨…⟩ως αὐτοῦ τοῦ ὑβρισμένου παρακαλοῦντος ἀφεῖναι τὴν ⟨…⟩γὴν, οὐκ ἠνέσχετο ὁ Θεός· ἀλλὰ τί φησιν; Εἰ ἐμπτύων ⟨…⟩νέπτυσεν ὁ πατὴρ αὐτῆς εἰς τὸ πρόσωπον, οὐκ ἂν ⟨…⟩νετράπη; Μεινάτω, φησὶν, ἔξω τῆς παρεμβολῆς ⟨…⟩τὰ ἡμέρας. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Εἰ πατέρα, ⟨…⟩ησὶν, εἶχε καὶ ἐξ ὄψεως αὐτὴν ἐποίησεν, οὐκ ἂν ἤνεγκε ⟨…⟩ὴν ἐπιτίμησιν; Σὲ μὲν ἀποδέχομαι τῆς φιλαδελφίας ⟨…⟩ὶ τῆς πραότητος καὶ τῆς ἐπιεικείας· ἐγὼ δὲ οἶδα πότε ⟨…⟩ὐτὴν ἀφεῖναι δεῖ τῆς κολάσεως. Σὺ μὲν πᾶσαν φιλο⟨…⟩ροσύνην ἐπίδειξαι περὶ τὸν ἀδελφὸν, καὶ μὴ κολάσεως ⟨…⟩πιθυμίᾳ μείζονος ἀφῇς τὰ πλημμελήματα, ἀλλὰ φιλο⟨…⟩οργίᾳ καὶ γνώμῃ χρηστῇ. Ἐκεῖνο μὲν γάρ τοι σαφῶς ⟨…⟩θι, ὅτι ὅσῳ ἂν θεραπεύοντα ὑπερίδῃ σε, τοσούτῳ μεί⟨…⟩να ἐπισπάσεται καθ' ἑαυτοῦ τὴν κόλασιν ἐκεῖνος. Τί ⟨…⟩έγεις, εἰπέ μοι; Φαυλότερος γίνεται θεραπευόμενος; ⟨…⟩οῦτο ἐκείνου μὲν κατηγορία, σὸν δὲ ἐγκώμιον· σὸν μὲν ⟨…⟩γκώμιον, ὅτι καὶ ὁρῶν τοιοῦτον γινόμενον, διὰ τὸ τῷ ⟨…⟩εῷ δοκοῦν οὐκ ἀπέστης θεραπεύων αὐτόν· ἐκείνῳ δὲ ⟨…⟩γκλημα, ὅτι οὐδὲ ἀπὸ τῆς σῆς ἐπιεικείας βελτίων γέ
[self]. Not so do you avenge yourself as He is prepared to avenge you, if only you yield place to Him, [and] do not pray against him who has grieved you, but suffer Him to become lord of the verdict; for even if we forgive those who have [wronged] us, even if we are reconciled, even if we pray on their behalf, God does not forgive, unless they themselves also change and become better; and He withholds forgiveness while looking to their [pro]fit. For you He praises and approves for your philosophy, whereas that man He visits with vengeance, lest he grow worse [through] your philosophy. Wherefore superfluous is the talk of the many. For many, oftentimes reproved [by] us, since when exhorted to be reconciled to their [ene]mies they would not obey, thought fit to [put] forward this excuse, which was a curtain for their own wickedness: [I do not] wish to be reconciled, says he, lest I make him worse, lest I make him harsher, lest he despise me the more hereafter. And besides these things they also say [that]: Many men out of weakness suppose [me] to come first to reconciliation [and] to entreat my enemy. All these things are vain; [for] the sleepless Eye has seen your mind; [where]fore one ought to make no account of fellow servants when you persuade [the] Judge Who is about to judge you. And if you are anxious [lest] your [ene]my become worse towards you through your gentleness, learn this, that he does not become worse thus, but rather if you are not reconciled; for even if he be the vilest of [all], even if he does not say it, even if he does not proclaim it, [even] in silence he will assuredly welcome your philosophy, and will respect your meekness according to his own conscience; whereas if he remains in the same wickedness while flattered and courted, he will have God as his greatest Avenger. [And] that you may learn that even if we entreat on behalf of [our] enemies and on behalf of those who have wronged us, God does not remit if they are about to grow worse through our [for]bearance, I shall relate to you an ancient history. Mary [once] spoke against Moses; what then did God do? He [sent] leprosy upon her, and made her unclean, although in other respects she was gentle and modest; then, when Moses himself — the very one who had been insulted — entreated Him to remit His [wrath], God did not consent; nay, what does He say? If her father spitting had spit in her face, would she not have been put to shame? Let her remain, says He, outside the camp [seven] days. And what He says is of this sort: If, [says] He, she had a father and he put her out of his sight, would she not have borne [the] rebuke? You indeed I approve for your brotherly love [and] meekness and gentleness; yet I know when one must release [her] from the punishment. Do you indeed display all kindliness towards your brother, and do not remit his offences out of [de]sire for a greater punishment, but out of tender affection and a kindly mind. For [know] this clearly, that the more he disdains you as you court him, so much the greater punishment will that man draw down upon himself. What do you [say], tell me? Does he become baser through being courted? [This] is his accusation, and your encomium — your [en]comium, because even seeing such a thing coming to pass, on account of what seems good to [God] you did not desist from courting him; and a [charge] against him, because not even through your gentleness has he become bet-
Notes, col. 203

On the reading

Printed την, for τὴν.

PG 49:204Read from the page
γονε. Παῦλος δέ φησιν, αἱρετώτερον ἑτέρους ἐγκαλεῖσθαι δι' ἡμᾶς, ἢ ἡμᾶς δι' ἑτέρους. Μηδὲ λέγε τὰ ψυχρὰ ταῦτα ῥήματα· Μὴ νομίσῃ, φησὶν, ὅτι φοβηθεὶς αὐτὸν προσέδραμον, ἵνα μᾶλλόν μου καταφρονήσῃ· παιδικῆς ταῦτα ψυχῆς καὶ ἀνοήτου καὶ πρὸς δόξαν ἐπτοημένης ἀνθρωπίνην. Νομιζέτω, ὅτι φοβηθεὶς προσῆλθες, καὶ οὕτω μείζων ὁ μισθὸς ἔσται σοι, ὅταν καὶ ταῦτα προειδὼς διὰ τὸν τοῦ Θεοῦ φόβον ὑπομένῃς πάντα. Ὁ μὲν γὰρ τὴν παρὰ τῶν ἀνθρώπων δόξαν θηρώμενος, καὶ διὰ τοῦτο καταλλαττόμενος, ὑποτέμνεται τῆς ἀντιδόσεως τὸ κέρδος· ὁ δὲ ἀκριβῶς ἐπιστάμενος, ὅτι πολλοὶ καταγνώσονται καὶ καταγελάσονται, καὶ οὐδὲ οὕτως ἀφιστάμενος τῆς καταλλαγῆς, διπλασίονα καὶ τριπλασίονα ἕξει τὸν στέφανον· καὶ οὗτος μάλιστά ἐστιν, ὁ διὰ τὸν Θεὸν τοῦτο ποιῶν. Μή μοι λέγε, ὅτι Τὰ καὶ τὰ ἠδίκησε· καὶ γὰρ εἰ πᾶσαν πονηρίαν τὴν ἐν ἀνθρώποις ἐπεδείξατο περὶ σὲ, καὶ οὕτω σοι πάντα ἀφεῖναι ἐκέλευσεν ὁ Θεός.
ter. And Paul says it is preferable that others be blamed on our account than we on account of others. And do not utter these frigid words: Lest, says he, he suppose that I ran to him out of fear of him, and so despise me all the more; these are the words of a childish and senseless soul, fluttering after human opinion. Let him suppose that you approached out of fear, and in this way your reward will be greater, when, foreknowing these things also, you endure all things on account of the fear of God. For he who hunts after glory from men, and is reconciled on this account, cuts short the gain of his recompense; whereas he who knows accurately that many will condemn and mock him, and not even so desists from reconciliation, will have a double and a triple crown; and this man most of all is he who does this for God's sake. Do not say to me, He wronged me in such and such ways; for even if he displayed towards you all the wickedness that is among men, even so God commanded you to forgive all things.
εʹ. Ἰδοὺ προλέγω, καὶ διαμαρτύρομαι, καὶ λαμπρᾷ βοῶ τῇ φωνῇ, μηδεὶς τῶν ἐχόντων ἐχθρὸν προσίτω τῇ ἱερᾷ τραπέζῃ καὶ δεχέσθω τὸ σῶμα τοῦ Κυρίου· μηδεὶς προσιὼν ἐχθρὸν ἐχέτω. Ἐχθρὸν ἔχεις; μὴ προσέλθῃς· βούλει προσελθεῖν; καταλλάγηθι, καὶ τότε προσελθὼν ἅψαι τοῦ ἱεροῦ. Μᾶλλον δὲ οὐκ ἐγὼ ταῦτα λέγω, ἀλλ' ὁ δι' ἡμᾶς σταυρωθεὶς Δεσπότης αὐτός· ἵνα σε καταλλάξῃ τῷ Πατρὶ, οὐδὲ σφαγῆναι παρῃτήσατο, οὐδὲ τὸ αἷμα ἐκχεῖν· καὶ σὺ ἵνα καταλλαγῇς τῷ συνδούλῳ, οὐδὲ ῥῆμα προέσθαι βούλει, οὐδὲ πρότερος προσδραμεῖν; Ἄκουσον τί φησι περὶ τῶν οὕτω διακειμένων· Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ· οὐκ εἶπεν, Ἀνάμεινον ἐκεῖνον ἐλθεῖν πρὸς σὲ, οὐδὲ, Ἑτέρῳ τινὶ μεσίτῃ διαλέχθητι, οὐδὲ, Ἄλλον τινὰ παρακάλεσον, ἀλλ', Αὐτὸς σὺ πρὸς ἐκεῖνον δράμε· Ὕπαγε γὰρ, φησὶ, πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου. Ὢ τῆς ὑπερβολῆς! αὐτὸς οὐχ ἡγεῖται ἀτιμίαν εἶναι, τοῦ δώρου καταλιμπανομένου, καὶ σὺ νομίζεις ὕβριν εἶναι τὸ πρότερος ἐπελθεῖν καὶ καταλλαγῆναι; Καὶ ποῦ ταῦτα ἄξια συγγνώμης, εἰπέ μοι; Ἐὰν ἴδῃς σου μέλος ἐκτετμημένον, οὐ πάντα ποιεῖς, ὥστε αὐτὸ ἑνῶσαι τῷ σώματι; Τοῦτο καὶ ἐπὶ τῶν ἀδελφῶν ποίησον· ὅταν ἴδῃς αὐτοὺς ἐκτμηθέντας σου τῆς φιλίας, περιστεῖλαι σπεῦσον ταχέως, μὴ προτέρους ἀναμείνῃς ἐκείνους ἐλθεῖν, ἀλλ' αὐτὸς πρότερος ἐπείχθητι λαβεῖν τὰ βραβεῖα.
5. Behold, I forewarn, and I solemnly testify, and I cry aloud with a clear voice: let no one of those who have an enemy approach the sacred table and receive the body of the Lord! Let no one who approaches have an enemy! Do you have an enemy? Do not approach! Do you wish to approach? Be reconciled, and then come near and touch the sacred Oblation! Nay rather, it is not I who say these things, but the Master Himself Who was crucified for our sakes; that He might reconcile you to the Father, He did not refuse even to be slain or to pour out His blood; and that you may be reconciled to your fellow servant, will you not even utter a word, nor run to him first? Hear what He says concerning those who are so disposed: If you offer your gift upon the altar, and there remember that your brother has something against you — He did not say, Wait for that man to come to you, nor, Converse with some other mediator, nor, Entreat someone else, but, Do you yourself run to that man; For go, says He, first be reconciled to your brother. O surpassing wonder! He Himself does not count it dishonour when the gift is left behind, and do you suppose it an insult to go first and be reconciled? And how are these things worthy of pardon, tell me? If you see a member of yours cut off, do you not do everything so as to unite it to the body? Do this also in the case of your brethren: when you see them cut off from your friendship, hasten quickly to bind them up; do not wait for them to come first, but yourself press on first to receive the prizes.
Ἕνα μόνον ἐχθρὸν ἐκελεύσθημεν ἔχειν τὸν διάβολον· πρὸς αὐτὸν μηδέποτε καταλλάττου, πρὸς δὲ τὸν ἀδελφὸν μηδέποτε κατὰ καρδίας ἀπεχθῶς ἔχε, ἀλλὰ κἂν γένηταί τις μικροψυχία, ἐφήμερος αὕτη μόνον ἔστω, καὶ μὴ ὑπερβαινέτω τὸ διάστημα τῆς ἡμέρας· Ὁ ἥλιος γὰρ, φησὶ, μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Ἂν μὲν γὰρ πρὸ τῆς ἑσπέρας καταλλαγῇς, ἔχεις ἀπὸ τοῦ Θεοῦ τινα συγγνώμην· ἂν δὲ περαιτέρω μένῃς ἐχθρὸς ὢν, οὐκέτι θυμοῦ καὶ ὀργῆς συναρπαζούσης, ἀλλὰ πονηρίας ἐστὶν ἡ ἀπέχθεια καὶ ψυχῆς μιαρᾶς καὶ κακίαν
One enemy alone were we commanded to have — the devil; to him never be reconciled, whereas towards your brother never bear hatred in your heart; nay, even if some pettiness of spirit arise, let it last a single day only, and let it not exceed the span of the day: For let not the sun go down, says Paul, upon your provocation. For if you are reconciled before evening, you obtain some pardon from God; whereas if you remain an enemy beyond that, the enmity no longer comes from passion and wrath carrying you away, but from wickedness and a polluted soul and one that ponders malice
PG 49:205Read from the page
μελετώσης. Οὐ τοῦτο δὲ μόνον ἐστὶ τὸ δεινὸν, ὅτι συγγνώμης ἑαυτὸν ἀποστερεῖς, ἀλλ' ὅτι καὶ τὸ κατόρθωμα δυσκολώτερον γίνεται· μιᾶς γὰρ παρελθούσης ἡμέρας πλείων ἡ αἰσχύνη, καὶ δευτέρας προσγινομένης αὔξεται πάλιν· κἂν ἐπιλάβῃ τρίτην καὶ τετάρτην, προσθήσει καὶ πέμπτην· οὕτως αἱ πέντε γίνονται δέκα, αἱ δέκα εἴκοσιν, αἱ εἴκοσιν ἑκατὸν, καὶ λοιπὸν ἀνίατον ἔσται τὸ ἕλκος· ὅσῳ γὰρ πρόεισιν ὁ χρόνος, τοσούτῳ μᾶλλον διιστάμεθα. Ἀλλὰ μηδὲν τούτων πάθῃς, ὦ ἄνθρωπε, τῶν παραλόγων παθῶν, μηδὲ αἰσχυνθῇς καὶ ἐρυθριάσῃς, μηδὲ εἴπῃς πρὸς σεαυτὸν, Πρὸ μικροῦ τοσαῦτα ἀλλήλους ἐλοιδορήσαμεν, μυρία ῥητὰ καὶ ἄρῥητα εἴπομεν, καὶ νῦν δραμοῦμαι ἐπὶ τὰς καταλλαγάς; καὶ τίς οὐ καταγνώσεταί μου τὴν πολλὴν εὐκολίαν; Οὐδεὶς νοῦν ἔχων εὐκολίαν σου καταγνώσεται, ἀλλ' ὅταν μένῃς ἀκατάλλακτος, τότε σε πάντες γελάσονται, τότε πολὺ δώσεις τῷ διαβόλῳ τὸ διάστημα. Οὐ γὰρ ἀπὸ τοῦ χρόνου λοιπὸν δυσδιάλυτος ἡ ἔχθρα γίνεται, ἀλλὰ καὶ ἀπὸ τῶν μεταξὺ γενομένων πραγμάτων. Ὥσπερ γὰρ Ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν, οὕτως ἔχθρα καὶ τὰ οὐκ ὄντα ἁμαρτήματα συνίστησι, καὶ πάντες ἀξιόπιστοι οἱ κατηγοροῦντες λοιπὸν, οἱ τοῖς ἀλλοτρίοις χαίροντες κακοῖς, καὶ τὰς ἑτέρων ἐκπομπεύοντες ἀσχημοσύνας. Ταῦτα οὖν ἅπαντα εἰδὼς, πρόλαβε καὶ κάτασχε τὸν ἀδελφὸν, πρὶν τέλεον ἀποπηδήσῃ, κἂν δέῃ πᾶσαν τὴν πόλιν περιδραμεῖν κατὰ τὴν ἡμέραν ἐκείνην, κἂν ἔξω τῶν τειχῶν ἀπελθεῖν, κἂν ὁδὸν βαδίσαι μακρὰν, πάντα τὰ ἐν χερσὶν ἀφεὶς, ἑνὸς τούτου μόνου γενοῦ τοῦ καταλλάξαι τὸν ἀδελφόν. Εἰ γὰρ ἐργῶδες τὸ πρᾶγμα, ἐννόησον ὅτι διὰ τὸν Θεὸν ταῦτα πάσχεις ἅπαντα, καὶ ἱκανὴν λήψῃ παράκλησιν· καὶ τὴν ψυχὴν ἀναδυομένην καὶ ὀκνοῦσαν, καὶ ἐρυθριῶσαν, καὶ αἰσχυνομένην διέγειρον, ταύτας αὐτῇ συνεχῶς ἐπᾴδων τὰς ἐπῳδάς· Τί μέλλεις, τί δὲ ἀναδύῃ καὶ ὀκνεῖς; οὐχ ὑπὲρ χρημάτων, οὐδ' ὑπὲρ ἄλλου τινὸς τῶν ἐπικήρων, ἀλλ' ὑπὲρ σωτηρίας ἡμῖν ὁ λόγος. Ὁ Θεὸς ταῦτα ποιεῖν ἐκέλευσε, καὶ πάντα δεύτερα ἔστω τῶν ἐκείνου προσταγμάτων. Ἐμπορία τίς ἐστι πνευματικὴ τὸ πρᾶγμα· μὴ ἀμελῶμεν, μήτε ῥᾳθυμῶμεν· μανθανέτω ὁ ἐχθρὸς, ὅτι πολλὴν ἐποιησάμεθα σπουδὴν, διὰ τὸ τῷ Θεῷ δοκοῦν· κἂν ὑβρίζῃ πάλιν, κἂν τύπτῃ, κἂν ὁτιοῦν ἕτερον χαλεπώτερον ποιῇ, φέρωμεν ἅπαντα γενναίως, ὡς οὐδὲν ἐκείνῳ τοσοῦτον, ὅσον ἡμῖν αὐτοῖς χαριζόμεθα· πάντων τῶν κατορθωμάτων τοῦτο μειζόνως ἡμῶν κατ' ἐκείνην προστήσεται τὴν ἡμέραν. Ἡμάρτομεν πολλὰ καὶ μεγάλα, καὶ προσεκρούσαμεν, καὶ τὸν Δεσπότην ἡμῶν παρωξύναμεν· ἔδωκε διὰ τὴν αὐτοῦ φιλανθρωπίαν ταύτην ὁδὸν καταλλαγῆς· μὴ τοίνυν προδῶμεν τὸν καλὸν τοῦτον θησαυρόν. Μὴ γὰρ οὐκ ἦν κύριος κελεῦσαι μόνον καταλλάττεσθαι, καὶ μηδένα ἡμῖν εἶναι μισθόν; μὴ γὰρ ἔχει τινὰ τὸν ἀντιλέγοντα καὶ διορθούμενον αὐτοῦ τὰ προστάγματα; Ἀλλ' ὅμως διὰ τὴν πολλὴν αὐτοῦ φιλανθρωπίαν καὶ μισθὸν ἡμῖν ὑπέσχετο μέγαν καὶ ἄφατον, καὶ οὗ μάλιστα ἐπιθυμοῦμεν τυχεῖν, τὴν τῶν ἁμαρτιῶν ἡμῶν συγχώρησιν, καὶ ταύτην τὴν ὑπακοὴν ἡμῖν εὐκολωτέραν ποιῶν.
continually. And not this alone is the dreadful thing, that you deprive yourself of pardon, but that the good deed also grows more difficult; for once a single day has passed, the shame is greater, and when a second is added, it increases again; and if it overtakes a third and a fourth, it will add a fifth also; thus the five become ten, the ten twenty, the twenty a hundred, and thereafter the ulcer will be incurable; for the more time advances, so much the wider do we stand apart. Yet do not suffer any of these unreasonable passions, O man, nor be ashamed and blush, nor say to yourself, A little while ago we reviled one another so greatly, we uttered ten thousand things fit and unfit to be spoken, and shall I now run for reconciliation? And who will not condemn my great facility? No one possessed of sense will condemn your facility; rather, when you remain irreconcilable, then all men will laugh at you, then you will give wide room to the devil. For not from time alone does the enmity thereafter grow hard to dissolve, but also from the matters that arise in the meantime. For just as love covers a multitude of sins, so enmity fabricates even sins that do not exist, and all accusers are trustworthy thereafter — those who rejoice in others' miseries and parade the indecencies of others. Knowing all these things, therefore, anticipate and lay hold of your brother before he leaps away altogether; even if it be necessary to run round the whole city on that very day, even to go out beyond the walls, even to walk a long road, leaving all things that are in your hands, devote yourself to this one thing alone — reconciling your brother. For if the task is laborious, reflect that for God's sake you endure all these things, and you will receive sufficient consolation; and rouse up your soul when it shrinks back and hesitates, and blushes, and feels shame, continually chanting these charms to it: Why do you delay, and why do you shrink back and hesitate? Not concerning money, nor concerning aught else of perishable things, but concerning salvation is our reckoning! God commanded us to do these things, and let all things stand second to His ordinances. The matter is a spiritual merchandise; let us neither be negligent nor slothful; let our enemy learn that we exerted great earnestness on account of what seems good to God; even if he insults us again, even if he strikes us, even if he does anything else more grievous whatsoever, let us bear all things nobly, as doing nothing so great as a favour to him as to ourselves; beyond all our good deeds, this one will especially champion us on that day. We have sinned many great sins, and have stumbled, and have provoked our Master to wrath; through His loving-kindness He gave this way of reconciliation; let us not, therefore, betray this noble treasure. Was He not sovereign to command merely that we be reconciled, with no reward for us at all? Has He anyone who gainsays Him and sets His ordinances right? Nevertheless, through His abundant loving-kindness He promised us a reward also, great and ineffable, and that which we most of all long to obtain — the forgiveness of our sins — making this obedience also easier for us.
Τίνα οὖν ἕξομεν συγγνώμην, ὅταν καὶ μισθὸν τοσοῦτον μέλλοντες λαμβάνειν, μηδὲ οὕτως ὑπακούωμεν τῷ νομοθέτῃ, ἀλλὰ μένωμεν καταφρονοῦντες; Ὅτι γὰρ καταφρόνησις τοῦτό ἐστι, δῆλον ἐκεῖθεν· Εἰ νόμον ἔθηκεν ὁ βασιλεὺς, τοὺς ἐχθροὺς ἅπαντας ἀλλήλοις καταλ-
What pardon, then, shall we have, when, though about to receive so great a reward as well, not even so do we obey the Lawgiver, but remain contemning Him? For that this is contempt is manifest from this: If the emperor laid down a law that all enemies should be recon-
PG 49:206Read from the page
λάττεσθαι, ἢ τὰς κεφαλὰς ἀποτέμνεσθαι, ἆρα οὐκ ἂν πάντες ἐσπεύσαμεν ἐπὶ τὰς τῶν πλησίου καταλλαγάς; Ἔγωγε οἶμαι. Τίνα οὖν ἕξομεν συγγνώμην, μηδὲ τοσαύτην ἀπονέμοντες τῷ Δεσπότῃ τιμὴν, ὅσην τοῖς ὁμοδούλοις τοῖς ἡμετέροις; Διὰ τοῦτο ἐκελεύσθημεν λέγειν, Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν.
ciled to one another or have their heads cut off, would we not all have hastened to reconciliations with our neighbours? I for my part think so. What pardon, then, shall we have, when we do not accord even so much honour to the Master as to our fellow servants? On this account we were commanded to say, Forgive us our debts, as we also forgive our debtors.
Τί τούτου πραότερον; τί δὲ ἡμερώτερον τοῦ προστάγματος; Σὲ κριτὴν ἐποίησε τῆς συγχωρήσεως τῶν σῶν ἁμαρτημάτων· ἂν ὀλίγα ἀφῇς, ὀλίγα ἀφίεται· ἂν πολλὰ ἀφῇς, πολλὰ ἀφίεται· ἂν ἀπὸ καρδίας ἀφῇς καὶ καθαρῶς, οὕτω σοι καὶ ὁ Θεὸς ἀφίησιν· ἂν μετὰ τοῦ συγχωρῆσαι καὶ φίλον αὐτὸν ἔχῃς, οὕτω καὶ ὁ Θεὸς πρὸς σ⟨…⟩ διακείσεται. Ὥστε ὅσῳ μείζονα ἥμαρτε, τοσούτῳ μᾶλλον ἡμᾶς σπεύδειν ἐπὶ τὰς καταλλαγὰς χρὴ, ἐπειδὴ καὶ μειζόνων ἁμαρτημάτων συγχωρήσεως ἡμῖν αἴτιος γίνεται. Βούλει μαθεῖν, ὡς οὐδεμία συγγνώμη μνησικακοῦσιν ἡμῖν, οὐδέ ἐστί τις ἡμᾶς ὁ ἐξαιρούμενος; Ἐπὶ παραδείγματος, ὃ λέγω, ποιήσω φανερόν· Τί σε ἠδίκησεν ὁ πλησίον; τὰ χρήματα ἥρπασεν, ἐδήμευσεν, ἐπλεονέκτησεν; οὐ λέγω τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερα προστίθημι πλείονα τούτων, καὶ ὅσαπερ ἂν ἐθέλῃς· ἀνελεῖν σε ἐπεθύμησε, μυρίους σοι παρέστησε κινδύνους, πᾶσάν σ⟨…⟩ ἐπεδείξατο μιαρίαν, καὶ οὐδὲν ἀπέλιπεν ὅλως τῆς ἀνθρωπίνης πονηρίας· ἵνα γὰρ μὴ πάντα καθ' ἕκασ⟨…⟩ ἐπεξίωμεν, θὲς τοσαύτην αὐτὸν ἠδικηκέναι σε ἀδικίαν, ὅσην οὐδεὶς οὐδέποτέ τινα ἠδίκησεν· οὐδὲ γὰρ οὕτω μνησικακῶν ἄξιος ἔσῃ συγγνώμης. Καὶ πῶς ἐγὼ λέγω. Ε⟨…⟩ τις οἰκέτης σὸς ὤφειλέ σοι χρυσίνους ἑκατὸν, εἶτα ἐκείνῳ ἕτερός τις ὤφειλε ἀργύρια ὀλίγα, καὶ προσελθὼ⟨…⟩ τοῦ δούλου χρεώστης παρεκάλεσέ σε καὶ ἱκέτευσεν ἀξι⟨…⟩ συγγνώμης τυχεῖν, καὶ σὺ τὸν οἰκέτην καλέσας τ⟨…⟩ σαυτοῦ προσέταξας εἰπὼν ἀφεῖναι τὸ ὀφείλημα τ⟨…⟩ καὶ Ἀπὸ τοῦ λόγου οὗ ὀφείλεις μοι, λογίζομαί σ⟨…⟩ τ⟨…⟩ ὀφείλημα· εἶτα ἐκεῖνος ἀναισχυντῶν καὶ πονηρευόμ⟨…⟩ πάλιν ἦγχε τὸν ὀφείλοντα· ἆρα ἂν ἐξείλετό τις αὐτ⟨…⟩ τῶν σῶν χειρῶν; ἆρα οὐκ ἂν αὐτῷ μυρίας ἐπέθηκ⟨…⟩ πληγὰς, ὡς ὑβρισθεὶς τὴν ἐσχάτην ὕβριν; καὶ μάλα ⟨…⟩κότως.
What is meeker than this? What gentler than this ordinance? He has made you judge of the forgiveness of your own sins: if you forgive few, few are forgiven; if you forgive many, many are forgiven; if you forgive from the heart and purely, in the same way God also forgives you; if after pardoning you also hold him as a friend, in the same way God also will be disposed towards [you]. So that the greater the sins he committed, so much the more ought we to hasten to reconciliation, since he becomes for us the cause of the forgiveness of greater sins as well. Do you wish to learn that there is no pardon for us if we bear malice, nor is there anyone who delivers us? By means of an example I shall make clear what I say: Wherein has your neighbour wronged you? Has he seized your goods, confiscated them, defrauded you? I do not say this alone, but I also add other things more numerous than these, and as many as ever you wish: he desired to slay you, he set ten thousand perils before you, he displayed every vileness [to you], and left nothing whatsoever of human wickedness undone; for that we may not go through all things [one by one], suppose him to have wronged you with so great a wrong as no one has ever wronged any man; for not even so, if you bear malice, will you be worthy of pardon. And how so, I tell you. [If] some servant of yours owed you a hundred gold pieces, and then someone else owed that man a few silver coins, and the servant's debtor, coming forward, entreated and besought you, beg[ging] to obtain pardon, and you, calling [your] own servant, ordered him with the words to remit [that] debt, and, From the account which you owe me, I reckon [to you the] debt; and then that man, acting shamelessly and wicked[ly], again began to choke his debtor — would anyone have rescued [him] out of your hands? Would you not have laid ten thousand blows upon him, as having suffered the utmost insult? And quite [reaso]nably so.
Τοῦτο καὶ ὁ Θεὸς ποιήσει· ἐρεῖ γάρ σοι κατ' ἐκεί⟨…⟩ τὴν ἡμέραν, Ὦ πονηρὲ δοῦλε καὶ παμμίαρε, μὴ γὰρ ἐ⟨…⟩ τῶν σῶν αὐτῷ συνεχώρησας; ἐξ ὧν ἐμοὶ ὤφειλες, ἐκελεύσθης αὐτῷ λογίσασθαι· Ἄφες γὰρ, φησὶ, καὶ ἀφί⟨…⟩μί σοι. Εἰ καὶ τὰ μάλιστα, καὶ εἰ μὴ τοῦτο προσέθηκ⟨…⟩ καὶ οὕτως ἀφιέναι ἐχρῆν δεσπότῃ πειθόμενον· νυνὶ δ⟨…⟩ οὐχ ὡς δεσπότης ἐπέταξα, ἀλλ' ὡς φίλῳ χάριν ᾔτησα καὶ ταύτην ἐκ τῶν ἐμῶν, καὶ μείζονα δώσειν ὑπεσχόμ⟨…⟩ πάλιν· καὶ οὐδὲ οὕτω βελτίων ἐγένου. Καὶ ἄνθρωπ⟨…⟩ μὲν ὅταν τοῦτο ποιῶσι, τοσοῦτον λογίζονται τοῖς α⟨…⟩ οἰκέταις, ὅσον ἐστὶ τὸ μέτρον τοῦ ὀφειλήματος· ο⟨…⟩ ὀφείλει τῷ δεσπότῃ χρυσίνους ἑκατὸν ὁ οἰκέτης, ὁ τ⟨…⟩ οἰκέτου χρεώστης χρυσίνους δέκα· ἂν αὐτῷ συγχωρή⟨…⟩ τὸ ὀφείλημα, οὐχὶ τοὺς ἑκατὸν αὐτῷ ἀφίησιν ὁ δεσπ⟨…⟩της, ἀλλὰ τοὺς δέκα μόνους, τοὺς δὲ ἑτέρους ἅπαντα⟨…⟩ ἀπαιτεῖ· ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλ' ἂν ἀφῇς ὀλίγα τ⟨…⟩ συνδούλῳ, πάντα σοι ἀφίησιν αὐτός. Πόθεν τοῦτο δῆλ⟨…⟩ Ἀπ' αὐτῆς τῆς εὐχῆς· Ἐὰν γὰρ ἀφῆτε, φησὶ, τ⟨…⟩
This God also will do; for He will say to you on [that] day, O wicked and utterly polluted servant, did you pardon him [out] of your own goods? Out of what you owed to Me, you were commanded to reckon it to him; For forgive, says He, and I for[give] you. Even in the highest degree, even had I not added this, even so you ought to have forgiven in obedience to a master; [yet] now not as a master did I enjoin it, but as of a friend I asked a favour — and that out of My own goods — and pro[mised] to give greater things in return; and not even so did you become better! Now when [men] do this, they reckon to [their] servants only so much as is the measure of the debt: [for instance,] the servant owes his master a hundred gold pieces, and [the] servant's debtor owes ten gold pieces; if he par[dons] him the debt, the mas[ter] does not forgive him the hundred, but the ten alone, and demands [all] the rest; yet God acts not thus, but if you forgive a few things [to] your fellow servant, He Himself forgives you all things. Whence is this mani[fest?] From the prayer itself: For if you forgive, says He, [to...]
Notes, col. 206

On the reading

Printed πλησίου, for πλησίον.

PG 49:207Read from the page
ἀνθρώποις τὰ ὀφειλήματα αὐτῶν, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσει ὑμῖν τὰ ὀφειλήματα ὑμῶν. Ὅσον δὲ ἑκατὸν δηναρίων καὶ μυρίων ταλάντων τὸ μέσον, τοσοῦτον ἐκείνων καὶ τούτων τῶν ὀφειλημάτων. Ποίας οὖν οὐκ ἂν εἴης κολάσεως ἄξιος ὁ τὰ μύρια τάλαντα ἀντὶ ἑκατὸν δηναρίων λαμβάνειν μέλλων, καὶ οὐδὲ οὕτω τὰ μικρὰ ταῦτα ἀφεὶς, ἀλλὰ καθ' ἑαυτοῦ τὴν εὐχὴν ταύτην ποιούμενος; Ὅταν γὰρ εἴπῃς, Ἄφες ἡμῖν, ὡς καὶ ἡμεῖς ἀφίεμεν, εἶτα σὺ μὴ ἀφῇς, οὐδὲν ἕτερον τὸν Θεὸν παρακαλεῖς, ἀλλ' ἢ πάσης ἀπολογίας ἀποστερεῖν σε καὶ συγγνώμης. Ἀλλ' οὐ τολμῶ, φησὶν, εἰπεῖν, Ἄφες μοι, καθὼς ἀφίημι, ἀλλ', Ἄφες μοι, μόνον. Καὶ τί τοῦτο; κἂν γὰρ αὐτὸς μὴ εἴπῃς, ὁ Θεὸς οὕτω ποιεῖ· καθὼς ἀφίης, οὕτως ἀφίησι. Καὶ τοῦτο ἐκ τῆς ἐπαγωγῆς εὔδηλον ἐποίησεν. Ἐὰν γὰρ μὴ ἀφῆτε, φησὶ, τοῖς ἀνθρώποις, οὐδὲ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφίησιν ὑμῖν. Μὴ τοίνυν εὐλάβειαν εἶναι νομίσῃς τὸ μὴ λέγειν ὁλόκληρον τὴν ῥῆσιν, μηδὲ ἐξ ἡμισείας ποιοῦ τὴν εὐχὴν, ἀλλ' ὡς ἔταξεν, οὕτως εὔχου, ἵνα κἂν ἡ ἀνάγκη τῆς λέξεως φοβοῦσα καθ' ἡμέραν συνωθήσῃ σε πρὸς τὴν τῶν πλησίον συγχώρησιν. Μή μοι λέγε· Παρεκάλεσα πολλὰ, ἱκέτευσα, ἐδεήθην, καὶ οὐ κατηλλάγη· πρότερον μὴ ἀποστῇς, ἕως ἂν καταλλάξῃς. Οὐ γὰρ εἶπεν, Ἄφες τὸ δῶρόν σου, καὶ ὕπαγε, ἱκέτευσον τὸν ἀδελφόν σου, ἀλλ', Ὕπαγε, διαλλάγηθι· ὥστε κἂν πολλὰ ἱκετεύσῃς, μὴ πρότερον ἀποστῇς, ἕως ἂν πείσῃς. Ὁ Θεὸς καθ' ἑκάστην ἡμέραν ἡμᾶς παρακαλεῖ, καὶ οὐκ ἀκούομεν, καὶ ὅμως οὐ παύεται παρακαλῶν· σὺ δὲ τὸν σύνδουλόν σου ἀπαξιοῖς παρακαλέσαι; Καὶ πότε δυνήσῃ σωθῆναι; Ἀλλὰ πολλάκις παρεκάλεσας, καὶ πολλάκις ἀπεκρούσθης· ἀλλὰ πλείονα διὰ τοῦτο λήψῃ μισθόν. Ὅσῳ γὰρ ἂν ἐκεῖνος φιλοκεινῇ, καὶ σὺ μένῃς παρακαλῶν, τοσούτῳ σοι τὰ τῆς ἀμοιβῆς αὔξεται· ὅσῳ μετὰ πλείονος δυσκολίας τὸ κατόρθωμα γίνεται, καὶ πολλοῦ τοῦ πόνου ἡ καταλλαγὴ, τοσούτῳ κἀκείνῳ μεῖζον ἔσται τὸ κρίμα, καὶ σοὶ λαμπρότεροι τῆς καρτερίας οἱ στέφανοι. Ταῦτα μὴ μόνον ἐπαινῶμεν, ἀλλὰ καὶ διὰ τῶν ἔργων ἐπιδειξώμεθα, καὶ μὴ πρότερον ἀναχωρήσωμεν, ἕως ἂν εἰς τὴν προτέραν ἐπανέλθωμεν φιλίαν. Οὐ γὰρ ἀρκεῖ τὸ μὴ λυπεῖν μηδὲ ἀδικεῖν τὸν ἐχθρὸν, μηδὲ ἀηδῶς ἔχειν πρὸς αὐτὸν κατὰ διάνοιαν, ἀλλὰ χρὴ κἀκεῖνον παρασκευάζειν ἡδέως πρὸς ἡμᾶς ἔχειν.
men their debts, your heavenly Father also will forgive you your debts. And as great as is the interval between a hundred denarii and ten thousand talents, so great is that between those debts and these. Of what punishment, then, would you not be worthy, if, when about to receive ten thousand talents in exchange for a hundred denarii, you do not even so forgive these small matters, but offer this prayer against yourself? For when you say, Forgive us, as we also forgive, and then you do not forgive, you entreat God for nothing else save to deprive you of every defence and pardon. Yet I do not dare, says one, to say, Forgive me as I forgive, but only, Forgive me. And what of this? For even if you yourself do not say it, God acts thus: as you forgive, so He forgives. And He made this plain from what follows. For if ye forgive not men, He says, neither does your heavenly Father forgive you. Do not therefore suppose it to be reverence not to say the whole clause, nor make your prayer by halves, but as He enjoined, so pray, in order that at least the necessity of the wording, alarming you every day, may drive you towards pardoning your neighbours. Say not to me: I entreated much, I supplicated, I begged, and he was not reconciled; do not desist beforehand until you have reconciled him. For He did not say, Leave thy gift, and go, supplicate thy brother, but, Go, be reconciled; so that even if you supplicate much, do not desist beforehand until you have persuaded him. God entreats us every day, and we do not hearken, and nevertheless He does not cease entreating; and do you disdain to entreat your fellow-slave? And when will you be able to be saved? Nay, you entreated many times, and many times you were repulsed; yet on this account you will receive a greater reward. For the more he is contentious and you abide entreating, so much the more does your recompense increase for you; the greater the difficulty with which the good deed is accomplished, and the much toil with which reconciliation is wrought, so much the greater will his judgement be, and the more splendid your crowns of endurance. Let us not only praise these things, but also display them through deeds, and let us not withdraw beforehand until we have returned to our former friendship. For it does not suffice neither to grieve nor to wrong our enemy, nor to feel unpleasantly towards him in mind, but we must also dispose him to feel kindly towards us.
ζʹ. Καὶ γὰρ ἀκούω πολλῶν λεγόντων· Ἐγὼ οὐκ ἐχθραίνω, οὐδὲ λυποῦμαι, οὐδὲ ἔχω τι κοινὸν πρὸς αὐτόν. Ἀλλ' οὐ τοῦτο ἐκέλευσεν ὁ Θεὸς, ἵνα μηδὲν κοινὸν ἔχῃς πρὸς αὐτὸν, ἀλλ' ἵνα πρὸς αὐτὸν κοινὰ ἔχῃς πολλά. Διὰ τοῦτο γάρ σού ἐστιν ἀδελφὸς, διὰ τοῦτο οὐκ εἶπεν· Ἄφες τῷ ἀδελφῷ σου, ἃ ἔχεις κατ' αὐτοῦ· ἀλλὰ τί; Ὕπαγε, πρῶτον διαλλάγηθι αὐτῷ, κἂν ἐκεῖνος ἔχῃ τι κατὰ σοῦ, καὶ μὴ πρότερον ἀποστῇς, ἕως ἂν ἑνώσῃς τὸ μέλος εἰς ὁμόνοιαν. Σὺ δὲ, ἵνα οἰκέτην κτήσῃ χρήσιμον, καὶ χρυσίον καταβάλλεις, καὶ ἐμπόροις διαλέγῃ πολλοῖς, καὶ ἀποδημίαν πολλάκις ἀποδημεῖς μακράν· ἵνα δὲ τὸν ἐχθρὸν ποιήσῃς φίλον, οὐ πάντα κινεῖς καὶ πράττεις, εἰπέ μοι; Καὶ πῶς δυνήσῃ τὸν Θεὸν παρακαλέσαι, τῶν νόμων αὐτοῦ οὕτω καταμελῶν; Καίτοι οἰκέτου μὲν ἡ κτῆσις οὐδὲν μέγα ἡμᾶς ὀνῆσαι δυνήσεται, ὁ δὲ ἐχθρὸς γενόμενος φίλος, καὶ τὸν Θεὸν ἡμῖν ἵλεω ποιήσει καὶ εὐ-
7. For indeed I hear many saying: I bear no enmity, nor am I grieved, nor have I anything in common with him. Yet God did not command this, that you should have nothing in common with him, but that you should have many things in common with him. For on this account he is your brother; on this account He did not say: Forgive thy brother what thou hast against him; but what? Go, first be reconciled to him, even if it is he who has something against you, and do not desist beforehand until you have united the member into concord. Whereas you, in order to acquire a useful servant, both lay down gold, and converse with many merchants, and often undertake a long journey abroad; yet in order to make your enemy a friend, do you not stir up and do everything, tell me? And how will you be able to entreat God, while thus neglecting His laws? And yet the possession of a servant will be able to profit us nothing great, whereas an enemy becoming a friend will both render God propitious to us and kind-
Notes, col. 207

On the reading

Printed φιλοκεινῇ, for φιλονεικῇ.