Migne Reading Room

PG 49 · cols. 148–153 · Read from the page

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:148Read from the page
μιαρὸς ἐκεῖνος καὶ τούτου πάλιν ἐναγέστερον φόνον εὑρεῖν. Ει μὲν γὰρ εἰδὼς ἥμαρτε καὶ ἐσφάγη, παιδοκτονία μόνον τὸ γινόμενον ἦν· νυνὶ δὲ ἐξ ἀγνοίας ἁμαρτὼν (οὐδὲ γὰρ ἤκουσε τῶν ὅρκων), εἶτα ἀναιρεθεὶς, διπλοῦν ἂν ἐποίησε τῷ πατρὶ τὸ ἄλγος· καὶ γὰρ παῖδα, καὶ παῖδα οὐδὲν ἁμαρτόντα, καταθύειν ἔμελλεν. Ἀλλ' ἐπὶ τὰ ἐχόμενα τῆς ἱστορίας πορευτέον λοιπόν. Ἐπειδὴ γὰρ ἔφαγεν, Ἀνέβλεψαν οἱ ὀφθαλμοὶ αὐτοῦ, φησί. Πολλὴν καὶ ἐνταῦθα τοῦ βασιλέως κατηγορεῖ τὴν ἄνοιαν, δεικνὺς ὅτι σχεδὸν ὁ λιμὸς ἐπήρωσε τοὺς στρατιώτας ἅπαντας, καὶ πολλὴν τῶν ὀφθαλμῶν αὐτῶν κατέχεε τὴν ἀχλύν. Εἶτα ἰδών τις, φησὶ, τῶν στρατιωτῶν λέγει· Ὁρκίσας ὥρκισεν ὁ πατήρ σου τὸν λαὸν λέγων· Ἐπικατάρατος ὁ ἄνθρωπος ὃς φάγεται ἄρτον σήμερον· καὶ ἐξελύθη ὁ λαός. Καὶ εἶπεν Ἰωνάθαν· Ἀπήλλαχεν ὁ πατήρ μου τὴν γῆν. Τί ἐστιν, Ἀπήλλαχεν; Ἀπώλεσε, διέφθειρεν ἅπαντας. Παραβαθέντος τοίνυν τοῦ ὅρκου πάντες ἐσίγων, καὶ οὐδεὶς τὸν ὑπεύθυνον εἰς μέσον ἀγαγεῖν ἐτόλμα· οὐ μικρὸν δὲ καὶ τοῦτο ἔγκλημα λοιπὸν ἐγίνετο· οὐ γὰρ οἱ ἐπιορκοῦντες μόνον, ἀλλὰ καὶ οἱ συνειδότες μὲν, περιστέλλοντες δὲ, κοινωνοῦσι τῶν ἐγκλημάτων.
accursed fiend devised to find a slaughter yet more abominable than this. For had he sinned wittingly and been slaughtered, what took place would have been child-slaying alone; whereas now, having sinned out of ignorance (for he had not even heard the oaths), and then being put to death, he would have made the grief double for his father: for he was about to slaughter both his child, and a child who had committed no sin at all. Yet we must now proceed to what follows in the history. For after he ate, His eyes saw clearly, says Scripture. Here also it strongly arraigns the folly of the king, showing that famine had almost blinded all the soldiers and poured thick mist over their eyes. Then one of the soldiers, says Scripture, seeing it, says: Thy father straitly adjured the people, saying: Cursed be the man who eats bread today; and the people fainted. And Jonathan said: My father has undone the land. What is the meaning of, Has undone? He has destroyed, he has ruined all men. When the oath, therefore, had been transgressed, all kept silent, and no one dared to bring forward the culprit; and this too thereafter became no small charge: for not only those who commit perjury, but also those who are privy to it and yet cloak it over, share in the charges.
δʹ. Πλὴν ἀλλ' ἴδωμεν τὰ ἑξῆς. Καὶ εἶπε Σαούλ· Καταβῶμεν ὀπίσω τῶν ἀλλοφύλων καὶ διαρπάσωμεν αὐτούς. Καὶ εἶπεν ὁ ἱερεύς· Προσέλθωμεν ἐνταῦθα πρὸς τὸν Θεόν. Τὸ γὰρ παλαιὸν ὁ Θεὸς ἐστρατήγει τῶν πολέμων, καὶ χωρὶς τῆς ἐκείνου γνώμης οὐδέποτε ἐτόλμων ἅπτεσθαι μάχης, καὶ ὁ πόλεμος αὐτοῖς εὐσεβείας ὑπόθεσις ἐγίνετο. Οὔτε γὰρ ἐξ ἀσθενείας σώματος, ἀλλ' ἀπὸ ἁμαρτιῶν ἡττῶντο, εἴ ποτε καὶ ἡττήθησαν, οὔτε ἀπὸ δυνάμεως καὶ ἀνδρείας, ἀλλ' ἀπὸ εὐνοίας τῆς ἄνωθεν ἐκράτουν, ὁπότε καὶ ἐκράτουν. Καὶ ἡ νίκη καὶ ἡ ἧττα γυμνάσιον αὐτοῖς καὶ διδασκάλιον ἀρετῆς ἦν, οὐκ αὐτοῖς δὲ μόνον, ἀλλὰ καὶ τοῖς πολεμοῦσιν αὐτοῖς· καὶ γὰρ καὶ ἐκείνοις τοῦτο κατάδηλον ἦν, ὅτι οὐ τῇ φύσει τῶν ὅπλων ὁ πρὸς Ἰουδαίους ἐκρίνετο πόλεμος, ἀλλὰ τῷ βίῳ τῶν πολεμούντων καὶ τοῖς κατορθώμασι. Τοῦτο γοῦν ποτε συνιδόντες οἱ Μαδιηναῖοι, καὶ γνόντες ὡς ἀκαταμάχητόν ἐστι τὸ ἔθνος ἐκεῖνο, καὶ μηχανήμασι μὲν καὶ ὅπλοις ἀμήχανον αὐτὸ καταγωνίσασθαι, ἁμαρτίᾳ δὲ μόνον δυνατὸν αὐτοὺς ἑλεῖν, παρθένους καλλωπίσαντες εὐμόρφους καὶ στήσαντες ἐπὶ τῆς παρατάξεως, εἰς ἀσέλγειαν ἐξεκαλοῦντο τοὺς στρατιώτας, διὰ τῆς πορνείας ἀποστῆσαι τοῦ Θεοῦ τὴν συμμαχίαν σπουδάζοντες· ὅπερ δὴ καὶ συνέβη. Ἐπειδὴ γὰρ ἐνέπεσον εἰς τὴν ἁμαρτίαν, εὐχείρωτοι πᾶσιν ἐγένοντο, καὶ οὓς ὅπλα καὶ ἵπποι καὶ στρατιῶται καὶ τοσαῦτα μηχανήματα ἑλεῖν οὐκ ἴσχυσαν, τούτους ἁμαρτίας φύσις δεδεμένους τοῖς πολεμίοις παρέδωκε· καὶ ἀσπίδες μὲν καὶ δόρατα καὶ βέλη πάντα ἠλέγχετο, ὄψεως δὲ εὐμορφία καὶ ψυχῆς ἀκολασία τοὺς γενναίους ἐχειρώσατο τούτους. Διὰ τοῦτο παραινεῖ τις λέγων· Μὴ καταμάνθανε κάλλος ἀλλότριον, καὶ μὴ ὑπάντα γυναικὶ ἑταιριζομένῃ. Μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ὃ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα, ὕστερον δὲ πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου.
4. Nevertheless let us see what follows. And Saul said: Let us go down after the Philistines and plunder them. And the priest said: Let us draw near hither unto God. For of old God commanded their wars, and without His counsel they never dared to engage in battle, and war became for them a matter of piety. For neither from weakness of body, but from sins were they defeated, whenever indeed they were defeated; nor from strength and valour, but from goodwill from above did they prevail, whenever indeed they prevailed. Both victory and defeat were for them a training-ground and school of virtue — and not for them alone, but also for those warring against them; for to those men also this was quite manifest, that war against the Jews was decided not by the nature of weapons, but by the way of life of the combatants and their virtuous deeds. Perceiving this, for instance, on one occasion, the Midianites, and knowing that that nation was invincible, and that while by engines and weapons it was impossible to overpower it, by sin alone was it possible to capture them, decked out comely virgins and stationed them before the battle-line, provoking the soldiers to licentiousness, earnestly seeking through fornication to draw away the alliance of God; which very thing indeed came to pass. For after they fell into the sin, they became easy to subdue for all, and those whom weapons and horses and soldiers and so many engines had not strength to capture, the nature of sin delivered over bound to the enemies; and shields and spears and darts were all proved vain, while comeliness of countenance and intemperance of soul subdued these noble men. On this account a certain one exhorts, saying: Gaze not intently upon another's beauty, and meet not a woman given to harlotry. For honey drips from the lips of a harlot woman, which for a season lubricates your throat, but afterwards you will find it bitterer than gall, and sharpened more than a two-edged sword.
Notes, col. 148

On the reading

Printed Ει, for Εἰ.

PG 49:149Read from the page
Πόρνη γὰρ φιλεῖν οὐκ ἐπίσταται, ἀλλ' ἐπιβουλεύει μόνον· ἰὸν ἔχει αὐτῆς τὸ φίλημα, καὶ φάρμακον δηλητήριον τὸ στόμα. Εἰ δὲ οὐ φαίνεται εὐθέως, διὰ τοῦτο μᾶλλον ἀποφεύγειν αὐτὴν δεῖ, ὅτι περιέστειλε τὸν ὄλεθρον, καὶ τὸν θάνατον ἐγκεκρυμμένον ἔχει, καὶ οὐδὲ ἀφίησιν ἐκ προοιμίων γενέσθαι κατάδηλον. Ὥστε εἴ τις ἡδονὴν διώκει, καὶ εὐθυμίας γέμοντα βίον, τὰς τῶν πορνευομένων γυναικῶν φευγέτω συνουσίας· πολέμων γὰρ μυρίων καὶ θορύβων τὰς τῶν ἐραστῶν πληροῦσι ψυχὰς, μάχας αὐτοῖς καὶ φιλονεικίας κινοῦσαι διηνεκεῖς διὰ ῥημάτων, διὰ πραγμάτων ἁπάντων. Καὶ καθάπερ οἱ τῶν ἐχθρῶν πολεμιώτατοι, οὕτω δὴ καὶ αὗται πάντα ποιοῦσι καὶ πραγματεύονται, ὥστε καὶ αἰσχύνῃ καὶ πενίᾳ καὶ τοῖς ἐσχάτοις αὐτοὺς περιβαλεῖν κακοῖς. Καὶ ὃν τρόπον οἱ θηραταὶ τὰ δίκτυα ἀναπετάσαντες, τὰ ἄγρια τῶν ζώων ἐμβάλλειν ἐπιχειροῦσιν, ὥστε αὐτὰ κατασφάξαι· οὕτω δὴ καὶ αὗται, ἐπειδὰν τὰ πτερὰ τῆς ἀσελγείας πάντοθεν ἀναπετάσωσι δι' ὀφθαλμῶν καὶ σχημάτων καὶ ῥημάτων, εἶτα τοὺς ἑαυτῶν ἐραστὰς ἐμβάλωσι καὶ καταδήσωσιν, οὐ πρότερον ἀφίστανται, ἕως ἂν αὐτῶν καὶ αὐτὸ τὸ αἷμα ἐκπίωσιν, ἐπεμβαίνουσαι μετὰ ταῦτα καὶ κωμῳδοῦσαι αὐτῶν τὴν ἄνοιαν, καὶ πολὺν αὐτῶν καταχέουσαι τὸν γέλωτα. Οὐδὲ γὰρ ἐλεεῖσθαι λοιπὸν ὁ τοιοῦτος ἄξιος, ἀλλὰ γελᾶσθαι καὶ σκώπτεσθαι, ὅταν γυναικὸς, καὶ γυναικὸς πόρνης ἀλογώτερος φαίνηται. Διὰ τοῦτο παραινεῖ πάλιν ὁ σοφὸς ἐκεῖνος λέγων· Πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων καὶ ἀπὸ σῶν φρεάτων πηγῆς· καὶ πάλιν· Ἔλαφος φιλ⟨ί⟩ας καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι· περὶ γυναικὸς τῆς νόμῳ γάμου συνοικούσης τοιαῦτα λέγων· Τί καταλιμπάνεις τὴν βοηθὸν, καὶ πρὸς τὴν ἐπίβουλον τρέχεις; τί τὴν κοινωνὸν ἀποστρέφῃ τοῦ βίου, καὶ τὴν ἀνατρέπουσάν σου τὴν ζωὴν θεραπεύεις; Αὕτη σοῦ μέλος ἐστὶ καὶ σῶμα, ἐκείνη δὲ ξίφος ἐστὶν ἠκονημένον. Διὸ, ἀγαπητοὶ, φεύγετε τὴν πορνείαν, καὶ διὰ τὰ παρόντα κακὰ, καὶ διὰ τὴν μέλλουσαν κόλασιν. Τάχα δοκοῦμεν τῆς ὑποθέσεως ἐκπεπτωκέναι, ἀλλ' οὐκ ἔστι τοῦτο ἐκπεσεῖν· οὐ γὰρ ἁπλῶς ὑμῖν ἱστορίας ἀναγνῶναι βουλόμεθα, ἀλλ' ὥστε ἕκαστον τῶν ἐνοχλούντων ὑμῖν διορθώσασθαι παθῶν· διὰ τοῦτο καὶ συνεχεῖς ποιούμεθα τὰς ἐντροπὰς, παντοδαπὸν κατασκευάζοντες ὑμῖν τὸν λόγον, ἐπειδὴ καὶ παντοδαπὰ νοσήματα ἐν δήμῳ τοσούτῳ εἶναι εἰκὸς, καὶ οὐχ ἓν ἕλκος θεραπεύειν πρόκειται μόνον, ἀλλὰ πολλὰ καὶ διάφορα, διὰ τοῦτο καὶ ποικίλον εἶναι χρὴ τῆς διδασκαλίας τὸ φάρμακον. Ἐπανίωμεν τοίνυν ὅθεν ἐξέβημεν ταῦτα εἰπεῖν. Καὶ εἶπεν ὁ ἱερεύς· Προσέλθωμεν πρὸς τὸν Θεόν. Καὶ ἐπηρώτησε Σαοὺλ τὸν Θεόν· Εἰ καταβῶ ὀπίσω τῶν ἀλλοφύλων, καὶ εἰ παραδώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου; Καὶ οὐκ ἀπεκρίθη αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὁ Κύριος. Ὅρα πραότητα καὶ ἐπιείκειαν τοῦ φιλανθρώπου Θεοῦ· οὐ γὰρ σκηπτὸν ἀφῆκεν, οὐδὲ τὴν γῆν ἔσεισεν, ἀλλ' ὃ φίλοι πρὸς φίλους ποιοῦσιν, ἐπειδὰν ὑβρισθῶσι, τοῦτο πρὸς τὸν δοῦλον ὁ Δεσπότης ἐποίησε· παρεσιώπησε μόνον, διὰ τῆς σιγῆς φθεγγόμενος καὶ πᾶσαν ἐνδεικνύμενος αὐτῷ τὴν ὀργήν. Συνεῖδε τοῦτο ὁ Σαοὺλ, Καὶ εἶπε, φησί· Προσαγάγετε τὰς φυλὰς τοῦ λαοῦ, καὶ γνῶτε καὶ ἴδετε ἐν τίνι γέγονεν ἡ ἁμαρτία αὕτη σήμερον, ὅτι ζῇ Κύριος ὁ σώσας τὸν Ἰσραὴλ, ὅτι ἐὰν ἀποκριθῇ κατὰ Ἰωνάθαν τοῦ υἱοῦ μου, θανάτῳ ἀποθανεῖται. Εἶδες προπέτειαν; ἰδὼν τὸν πρότερον ὅρκον παραβαθέντα, οὐδὲ
For a harlot knows not how to love, but only plots treachery; her kiss holds venom, and her mouth a deadly poison. And if this does not appear immediately, on that account one must all the more flee her, because she has veiled destruction, and keeps death concealed, and does not suffer it to become manifest from the outset. Wherefore if anyone pursues pleasure and a life full of cheerfulness, let him flee the company of fornicating women; for they fill the souls of their lovers with countless wars and tumults, stirring up ceaseless battles and contentions for them through words and through deeds of every kind. And just as the most hostile of enemies do, even so do these women too practise and contrive everything so as to plunge them into shame and poverty and the utmost evils. And in the manner that hunters, having spread out their nets, endeavour to drive in the wild beasts so as to slaughter them, even so these women also, once they have spread out the wings of licentiousness on every side through eyes and gestures and words, and then cast in their lovers and bind them fast, do not desist before they drink out even their very blood, trampling upon them afterwards and ridiculing their folly, and pouring great laughter down upon them. For such a man is no longer worthy even to be pitied, but to be laughed at and jeered, when he appears more senseless than a woman, and a harlot woman at that. On this account that wise man exhorts us again, saying: Drink waters from thine own vessels, and from the spring of thine own wells; and again: Let the hind of friendship and the foal of thy graces converse with thee; speaking thus concerning a wife who dwells with a man by the law of marriage: Why dost thou forsake thy helper, and run towards the plotter? Why dost thou turn away from the partner of thy life, and court her who overturns thy life? This one is thy member and body, whereas that one is a sharpened sword. Wherefore, beloved, flee fornication, both on account of present evils and on account of the coming punishment. Perhaps we seem to have wandered from our subject, yet this is not to wander away; for we do not wish simply to read histories to you, but so that you may correct each of the passions that trouble you; for this reason we also make our rebukes continual, fashioning our discourse for you of every kind; since manifold diseases are likely to exist in so great a people, and our task is to heal not one wound alone, but many and diverse ones, on this account the medicine of teaching must also be varied. Let us return, therefore, to the point from which we digressed to say these things. And the priest said: Let us draw near unto God. And Saul inquired of God: Shall I go down after the Philistines, and wilt Thou deliver them into my hands? And the Lord answered him not on that day. Behold the meekness and clemency of God Who loves mankind: for He did not hurl a thunderbolt, nor did He shake the earth, but what friends do towards friends when they have been insulted, this the Master did towards His servant: He kept silence alone, speaking through silence and declaring all His wrath to him. Saul perceived this, And he said, Scripture says: Bring near the tribes of the people, and know and see in whom this sin hath come to pass today; for as the Lord liveth, Who hath saved Israel, though the answer fall against Jonathan my son, he shall surely die. Did you see his rashness? Having seen his former oath transgressed, not even
PG 49:150Read from the page
οὕτω σωφρονίζεται, ἀλλὰ καὶ δεύτερον προστίθησι πάλιν. Καὶ σκόπει διαβόλου κακουργίαν. Ἐπειδὴ γὰρ συνεῖδεν ὅτι πολλάκις ὁ παῖς φωραθεὶς καὶ εἰς μέσον ἐνεχθεὶς, ἀπὸ τῆς ὄψεως αὐτῆς εὐθέως τὸν πατέρα πραῦναι δύναται καὶ μαλάξαι τὸν τοῦ βασιλέως θυμὸν, δευτέρων πάλιν ὅρκων ἀνάγκῃ προκατέλαβεν αὐτοῦ τὴν γνώμην, διπλῷ τινι δεσμῷ κατέχων αὐτὸν, καὶ οὐκ ἀφιεὶς τῆς οἰκείας γενέσθαι γνώμης κύριον, ἀλλὰ πανταχόθεν αὐτὸν ὠθῶν εἰς τὴν παράνομον ἐκείνην σφαγήν. Καὶ οὔπω τοῦ ἡμαρτηκότος φανέντος τὴν κρίσιν πεποίηται, καὶ τὸν ἁλόντα οὐκ εἰδὼς ἀπεφήνατο, καὶ ὁ πατὴρ ἐγένετο δήμιος, καὶ πρὸ τῆς ἐξετάσεως τὴν καταδικάζουσαν ψῆφον ἐξήνεγκε. Τί τούτου γένοιτ' ἂν ἀλογώτερον;
thus is he chastened, but he adds a second one once again. And observe the malice of the devil. For since he perceived that often the youth, once detected and brought forward into the midst, is able straightway from his very sight to appease his father and soften the king's wrath, by the compulsion of second oaths again he preoccupied his judgement, holding him fast by a kind of double bond, and not suffering him to become master of his own mind, but thrusting him from every side into that lawless slaughter. And before the one who had sinned had yet appeared, he passed judgement, and without knowing the culprit he pronounced sentence, and the father became executioner, and before the inquiry he brought forth the condemnatory vote. What could be more senseless than this?
εʹ. Ταῦτα τοίνυν εἰπόντος τοῦ Σαοὺλ, μᾶλλον ἔδεισεν ὁ δῆμος, καὶ πάντες ἦσαν ἐν τρόμῳ καὶ φόβῳ πολλῷ· ὁ δὲ διάβολος ἔχαιρε πάντας ἐν ἀγωνίᾳ καταστήσας. Οὐ γὰρ ἦν ὁ ἀποκρινόμενος, φησὶν, ἐκ παντὸς τοῦ λαοῦ. Καὶ εἶπε Σαούλ· Ὑμεῖς ἔσεσθε εἰς δουλείαν, καὶ ἐγὼ καὶ Ἰωνάθαν ὁ υἱός μου εἰς δουλείαν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὐδὲν ἕτερον σπουδάζετε, φησὶν, ἀλλ' ἢ τοῖς πολεμίοις ὑμᾶς παραδοῦναι καὶ δούλους ἀντ' ἐλευθέρων ποιῆσαι, τὸν Θεὸν καθ' ὑμῶν παροξύναντες, τῷ μὴ διδόναι τὸν ὑπεύθυνον. Ὅρα δὲ καὶ ἄλλην ἀπὸ τοῦ ὅρκου γινομένην ἐναντίωσιν. Δέον γὰρ, εἴπερ ἐβούλετο τὸν αἴτιον εὑρεῖν, μηδὲν ἀπειλῆσαι τοιοῦτο, μηδὲ ὅρκῳ καταδῆσαι τὴν τιμωρίαν, ἵν' ἀδεέστεροι γενόμενοι προχειρότερον εἰς μέσον ἀγάγωσι τὸν ὑπεύθυνον· ὁ δὲ ὑπὸ θυμοῦ καὶ μανίας πολλῆς καὶ τῆς προτέρας ἀλογίας, πάλιν τοὐναντίον ἤπερ βούλεται ποιεῖ. Τί δεῖ τὰ πολλὰ λέγειν; Κλήρῳ τὸ πρᾶγμα ἐπέτρεψε, καὶ κατακληροῦνται Σαοὺλ καὶ Ἰωνάθαν. Καὶ εἶπε Σαούλ· Βάλετε κλῆρον ἀνὰ μέσον ἐμοῦ καὶ Ἰωνάθαν· καὶ βάλλουσι κλῆρον, καὶ κατακληροῦται Ἰωνάθαν. Καὶ εἶπε Σαοὺλ πρὸς Ἰωνάθαν· Ἀπάγγειλόν μοι τί ἐποίησας. Καὶ ἀπήγγειλεν αὐτῷ Ἰωνάθαν λέγων· Γευσάμενος ἐγευσάμην ἐν ἄκρῳ τῷ σκήπτρῳ ἐν τῇ χειρί μου μικρὸν ἐκ τοῦ μέλιτος· καὶ ἰδοὺ ἐγὼ ἀποθνήσκω. Τίνα οὐκ ἂν ἐπέκαμψε, τίνα οὐκ ἂν εἰς οἶκτον ἤνεγκε ταῦτα τὰ ῥήματα; Ἐννόησον ὅσον χειμῶνα λοιπὸν ὁ Σαοὺλ ὑπέμεινε, τῶν σπλάγχνων αὐτοῦ διακοπτομένων, καὶ ἑκατέρωθεν βαθυτάτου κρημνοῦ φαινομένου· ἀλλ' ὅμως οὐδὲ οὕτως ἐσωφρονίζετο, ἀλλὰ τί φησι; Τάδε ποιήσαι μοι ὁ Θεὸς, καὶ τάδε προσθείη, ὅτι θανάτῳ ἀποθανῇ σήμερον. Ἰδοὺ τρίτος ὅρκος πάλιν, καὶ οὐδὲ ἁπλῶς τρίτος, ἀλλὰ μετὰ πολλῆς τῆς τοῦ καιροῦ στενοχωρίας· οὐ γὰρ εἶπεν ἁπλῶς, ὅτι Ἀποθανῇ, ἀλλὰ, Σήμερον. Ἤπειγε γὰρ, ἤπειγεν ὁ διάβολος συνωθῶν καὶ συνελαύνων αὐτὸν εἰς τὴν παράνομον ταύτην σφαγήν. Διόπερ οὐκ ἀφίησιν οὐδὲ προθεσμίαν δοῦναι τῇ ψήφῳ, ἵνα μηδεμία ἀπὸ τῆς μελλήσεως διόρθωσις γένηται τοῦ κακοῦ. Καὶ εἶπεν ὁ λαὸς πρὸς Σαούλ· Τάδε ποιήσαι ἡμῖν ὁ Θεὸς, καὶ τάδε προσθείη, εἰ θανάτῳ θανατωθήσεται ὁ ποιήσας τὴν σωτηρίαν τὴν μεγάλην τῷ Ἰσραήλ. Ζῇ Κύριος, εἰ πεσεῖται τῆς τριχὸς τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τὴν γῆν, ὅτι ἔλεον Θεοῦ ἐποίησεν ἐν τῇ ἡμέρᾳ ταύτῃ. Ἰδοὺ καὶ ὁ δῆμος δεύτερον ὤμοσε, καὶ ἀντώμοσε τῷ βασιλεῖ. Νῦν ἀναμνήσθητέ μοι τοῦ καλωδίου τοῦ παρὰ τῶν παίδων ἑλκομένου, καὶ διαρῥηγνυμένου καὶ τοὺς ἕλκοντας ῥίπτοντος ὑπτίους. Ὤμοσεν ὁ Σαοὺλ, οὐχ ἅπαξ, οὐδὲ
5. When Saul, therefore, had spoken these things, the people feared all the more, and all were in great trembling and fear; whereas the devil rejoiced at having placed them all in anguish. For there was none that answered, Scripture says, out of all the people. And Saul said: Ye shall be on one side, and I and Jonathan my son shall be on the other side. And what he means is of this sort: You are eager for nothing else, says he, than to betray yourselves to the enemies and make yourselves slaves instead of free men, provoking God against you by not giving up the culprit. And behold yet another contradiction arising from the oath. For whereas he ought, if indeed he wished to find the guilty one, to have threatened nothing of the sort, nor bound the punishment with an oath, so that becoming more fearless they might more readily bring the culprit into the midst, he, driven by wrath and great madness and his former folly, again does the very opposite of what he wishes. What need is there to say much? He committed the matter to the lot, and Saul and Jonathan are taken by lot. And Saul said: Cast lots between me and Jonathan; and they cast lots, and Jonathan is taken by lot. And Saul said unto Jonathan: Tell me what thou hast done. And Jonathan told him, saying: I did but taste with the tip of the sceptre that was in my hand a little of the honey, and, lo, I die. Whom would these words not have bent, whom would they not have moved to pity? Consider how great a tempest Saul then endured, as his bowels were torn asunder and a most deep precipice appeared on either side; yet nevertheless not even thus was he chastened, but what does he say? God do so to me, and more also, for thou shalt surely die today. Behold a third oath again, and not simply a third, but with great straitness of time; for he did not say simply, Thou shalt die, but, Today. For the devil urged him on, urged him on, thrusting and driving him together into this lawless slaughter. Wherefore he does not suffer him even to grant a reprieve to the sentence, lest any correction of the evil arise from delay. And the people said unto Saul: God do so to us, and more also, if he shall be put to death who hath wrought this great salvation in Israel. As the Lord liveth, there shall not fall a hair of his head to the ground; for he hath wrought with the mercy of God on this day. Behold, the people too swore a second oath, and swore against the king. Now call to mind for me the rope pulled by the children, bursting asunder and hurling those who pull it flat on their backs. Saul swore, not once, nor
PG 49:151Read from the page
ᾶς, ἀλλὰ καὶ πολλάκις· ἀντώμοσεν ὁ λαὸς, καὶ ἀντέτεινεν. Ἀνάγκη λοιπὸν διαρῥαγῆναι πάντως τὸν ὅρκον· πάντας γὰρ εὐορκῆσαι τούτους ἀδύνατον.
twice, but even many times; the people swore in opposition, and strove against him. Of necessity, then, the oath had altogether to be burst asunder; for it was impossible for all these men to keep their oaths.
Καὶ μή μοι τὴν ἔκβασιν τοῦ πράγματος εἴπῃς, ἀλλ' ἐννόησον ὅσα ἐτίκτετο κακὰ, καὶ πῶς τὴν τοῦ Ἀβεσσαλὼμ τραγῳδίαν καὶ τυραννίδα ἐντεῦθεν κατεσκεύαζεν ὁ διάβολος. Εἰ γὰρ ἐθέλησεν ὁ βασιλεὺς ἀντιτεῖναι καὶ ἐπεξελθεῖν τῷ ὅρκῳ, πᾶς ὁ δῆμος ἂν ἀντέστη, καὶ τυραννὶς ἂν ἐγένετο χαλεπωτάτη· πάλιν εἰ ἐθέλησεν ὁ παῖς τῆς οἰκείας φειδόμενος σωτηρίας δοῦναι ἑαυτὸν τῷ στρατοπέδῳ, πατροκτόνος ἂν εὐθέως ἐγένετο. Ὁρᾷς καὶ τυραννίδα καὶ παιδοκτονίαν, καὶ πατροκτονίαν, καὶ πόλεμον ἐμφύλιον, καὶ μάχην, καὶ σφαγὰς, καὶ αἵματα, καὶ μυρίους νεκροὺς ἀφ' ἑνὸς ὅρκου γενομένους; Εἰ γὰρ συνέβη γενέσθαι πόλεμον, καὶ ὁ Σαοὺλ ἂν ἐσφάγη καὶ Ἰωνάθαν, ἴσως καὶ πολλοὶ τῶν στρατιωτῶν κατεκόπησαν ἂν, καὶ οὐδ' ἂν οὕτω τὰ τῆς εὐορκίας προεχώρησεν. Ὥστε μὴ τοῦτο ἴδῃς, ὅτι οὐ γέγονεν, ἀλλ' ἐκεῖνο σκόπει, ὅτι ἡ τοῦ πράγματος φύσις ταῦτα ἠνάγκαζε γενέσθαι· ὁ δὲ λαὸς ἐκράτησε. Φέρε τοίνυν ἀριθμήσωμεν τὰς γεγενημένας ἐπιορκίας. Παρεβάθη πρότερον ὁ ὅρκος τοῦ Σαοὺλ ὑπὸ τοῦ παιδὸς, δεύτερος καὶ τρίτος πάλιν ὁ αὐτοῦ τοῦ Σαοὺλ ὁ περὶ τῆς σφαγῆς τοῦ παιδός· καὶ ἔδοξεν ὁ λαὸς εὐορκεῖν· ἀλλ' ἐάν τις ἀκριβῶς ἐξετάσῃ τὸ πρᾶγμα, καὶ οὗτοι πάλιν τοῖς τῆς ἐπιορκίας ἐγκλήμασιν ὑπεύθυνοι πάντες ἐγένοντο. Τὸν γὰρ πατέρα αὐτοῦ τοῦ Ἰωνάθαν ἐπιορκῆσαι ἠνάγκασαν, οὐκ ἐκδόντες τῷ πατρὶ τὸν υἱόν. Ὁρᾷς εἷς ὅρκος ὅσους ἀνθρώπους ὑπέβαλεν ἐπιορκίᾳ, καὶ ἑκόντας καὶ ἄκοντας; ὅσα κακὰ εἰργάσατο; ὅσας σφαγὰς ἐποίησεν;
And tell me not of the outcome of the affair, but consider how many evils were being bred, and how the devil was contriving thence a tragedy and tyranny like Absalom's. For had the king wished to resist and carry out his oath, the whole people would have withstood him, and a most grievous rebellion would have arisen; again, had the youth, sparing his own safety, wished to give himself over to the army, he would straightway have become a parricide. Do you see rebellion, and filicide, and parricide, and civil war, and battle, and slaughters, and bloodshed, and countless corpses arising from a single oath? For if war had happened to break out, both Saul and Jonathan would perhaps have been slain, and many of the soldiers would have been cut down, and not even thus would the keeping of the oath have prospered. Wherefore look not at this, that it did not come to pass, but observe that the very nature of the matter was forcing these things to happen; yet the people prevailed. Come then, let us count up the perjuries that took place. First, Saul's oath was transgressed by his son; second and third, again, that of Saul himself concerning the slaughter of his son; and the people seemed to keep their oath; yet if anyone examines the matter exactly, all these men too became liable in turn to the charges of perjury. For they forced Jonathan's own father to perjure himself by not surrendering the son to his father. Do you see how many men, both willing and unwilling, a single oath subjected to perjury? How many evils it wrought? How many slaughters it caused?
ϛʹ. Ἐγὼ μὲν οὖν ὑπεσχόμην ἀρχόμενος τοῦ λόγου δείξειν ἐν ταῖς ἀντωμοσίαις πάντως ἐπιορκίαν γινομένην, ἡ δὲ ἱστορία προϊοῦσα πολλῷ πλέον ἤπερ παρεσκευαζόμην ἀπέδειξεν· οὐ γὰρ ἕνα καὶ δύο καὶ τρεῖς ἀνθρώπους, ἀλλὰ δῆμον, οὐχ ἕνα καὶ δύο καὶ τρεῖς ὅρκους, ἀλλὰ πολλῷ πλείους παραβαθέντας ἀπέφηνεν. Ἐνῆν καὶ ἑτέραν ἱστορίαν εἰπεῖν καὶ δεῖξαι καὶ ἐξ ἐκείνης χαλεπωτέραν ταύτης καὶ μείζονα συμφορὰν ἐργασάμενον ὅρκον ἕνα. Καὶ γὰρ πόλεων καὶ γυναικῶν καὶ παιδίων αἰχμαλωσίαν, καὶ πυρπόλησιν, καὶ βαρβάρων ἔφοδον, καὶ ἁγίων μολυσμὸν, καὶ μυρία ἕτερα χαλεπώτερα τοὺς Ἰουδαίους ἅπαντας εἷς ὅρκος διέθηκεν. Ἀλλ' ὁρῶ πρὸς μῆκος τὸν λόγον ἐκτεινόμενον· διὰ τοῦτο ἐνταῦθα τῆς ἱστορίας ταύτης τὴν διήγησιν καταλύσας, μετὰ τῆς Ἰωάννου κεφαλῆς καὶ τὴν τοῦ Ἰωνάθαν σφαγὴν, καὶ τὴν πανωλεθρίαν τοῦ δήμου παντὸς, τὴν οὐ γενομένην μὲν, συμβᾶσαν δὲ ὅμως ἀπὸ τῆς ἀνάγκης τῶν ὅρκων, πρὸς ἀλλήλους λέγειν παρακαλῶ, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ πρὸς γυναῖκας, καὶ πρὸς φίλους, καὶ πρὸς γείτονας, καὶ πρὸς πάντας ἀνθρώπους ἁπλῶς ὑπὲρ τοῦ πράγματος τούτου ποιεῖσθαι σπουδὴν, καὶ μὴ νομίζειν ἀρκοῦσαν ἡμῖν ἀπολογίαν εἶναι, εἰ συνήθειαν προβαλοίμεθα. Ὅτι γὰρ σκῆψις ταῦτα καὶ πρόφασις, καὶ οὐ συνηθείας, ἀλλὰ ῥᾳθυμίας ἐστὶν ἡ παρανομία, ἀπὸ τῶν ἤδη συμβάντων ὑμῖν πεῖσαι πειράσομαι.
6. Now when I began my discourse I promised to show that in counter-oaths perjury altogether arises, whereas the history as it proceeded demonstrated far more than I was preparing to show: for it exhibited not one and two and three men, but an entire people, and not one and two and three oaths, but far more transgressed. It would have been possible to relate another history as well, and from it too to show a single oath working a calamity more grievous and greater than this one. For the captivity of cities and women and little children, and burning by fire, and the inroad of barbarians, and the defilement of holy things, and countless other more grievous evils did a single oath inflict upon all the Jews. Yet I see my discourse stretching out to great length; wherefore, bringing the narration of this history to a close here, I exhort you to recount to one another, along with John's head, both the slaughter of Jonathan and the utter destruction of the whole people — which did not take place indeed, yet befell nonetheless so far as lay in the compulsion of the oaths — and at home, and in the market-place, and towards wives, and towards friends, and towards neighbours, and towards all men simply, to exercise earnest care concerning this matter, and not to suppose it a sufficient defence for us if we put forward custom. For that these things are an excuse and a pretext, and that the transgression belongs not to custom, but to sloth, I shall endeavour to persuade you from the things that have already come to pass.
Ἀπέκλεισε τὰ βαλανεῖα τῆς πόλεως ὁ βασιλεὺς, καὶ μηδένα λούσασθαι ἐκέλευσε, καὶ οὐδεὶς ἐτόλμησε παραβῆναι τὸν νόμον, οὐδὲ αἰτιάσασθαι τὸ γεγενημένον, οὐδὲ
The emperor shut up the baths of the city, and commanded that no one should bathe, and no one dared to transgress the law, nor to find fault with what had been done, nor
Notes, col. 151

On the reading

Printed ᾶς, for δὶς.

PG 49:152Read from the page
συνήθειαν προβαλέσθαι· ἀλλὰ καὶ ἐν ἀῤῥωστίᾳ ὄντες πολλάκις, καὶ ἄνδρες καὶ γυναῖκες, καὶ παῖδες καὶ γέροντες, καὶ ὠδίνων ἄρτι παυσάμεναι πολλαὶ γυναῖκες, καὶ ἀναγκαίως ἅπαντες τὸ φάρμακον τοῦτο ἐπιζητοῦντες, φέρουσι καὶ ἑκόντες καὶ ἄκοντες τὸ ἐπίταγμα, καὶ οὔτε ἀσθένειαν σώματος προβάλλονται, οὔτε συνηθείας τυραννίδα, οὔτε τὸ ἑτέρων ἁμαρτανόντων αὐτοὶ κολάζεσθαι, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν, ἀλλὰ στέργουσι τὴν τιμωρίαν ταύτην διὰ τὸ μείζονα προσδοκῆσαι κακὰ, καὶ καθ' ἑκάστην εὔχονται τὴν ἡμέραν μέχρι τούτου στῆναι τὴν βασιλικὴν ὀργήν. Ὁρᾷς ὅτι ἔνθα φόβος, εὐκόλως λύεται συνήθεια, κἂν σφόδρα χρονία τις ᾖ καὶ ἀναγκαία; Καίτοι τὸ μὴ λούσασθαι χαλεπόν. Κἂν γὰρ μυριάκις φιλοσοφῶμεν, ἡ τοῦ σώματος φύσις ἐλέγχεται οὐδὲν ἀπὸ τῆς κατὰ τὴν ψυχὴν φιλοσοφίας εἰς τὴν οἰκείαν ὑγίειαν ὠφελουμένη· τὸ δὲ μὴ ὀμνύειν σφόδρα ῥᾴδιον, καὶ οὐδεμίαν οἴσει βλάβην, οὐ τοῖς σώμασιν, οὐ ταῖς ψυχαῖς, ἀλλὰ καὶ πολὺ τὸ κέρδος, μεγάλην τὴν ἀσφάλειαν, πολλὴν τὴν εὐπορίαν. Πῶς οὖν οὐκ ἄτοπον, βασιλέως μὲν ἐπιτάττοντος καὶ τὰ χαλεπώτατα φέρειν, Θεοῦ δὲ νομοθετοῦντος οὐδὲν χαλεπὸν οὐδὲ δύσκολον, ἀλλὰ ῥᾴδιον σφόδρα καὶ εὔκολον, καταφρονεῖν καὶ καταγελᾷν, καὶ συνήθειαν προβάλλεσθαι; Μὴ, παρακαλῶ, μὴ μέχρι τοσούτου τῆς ἑαυτῶν καταφρονῶμεν σωτηρίας, ἀλλὰ φοβηθῶμεν τὸν Θεὸν, ὡς φοβούμεθα ἄνθρωπον. Οἶδα ὅτι ἐφρίξατε τοῦτο ἀκούοντες, ἀλλὰ φρίκης ἄξιον τὸ μηδὲ τοσαύτην ἀπονέμειν τῷ Θεῷ τιμὴν, ἀλλὰ τοὺς βασιλικοὺς νόμους μετὰ ἀκριβείας φυλάττοντας, τοὺς θείους καὶ ἐκ τῶν οὐρανῶν καταβάντας καταπατεῖν, καὶ πάρεργον εἶναι νομίζειν τὴν περὶ ταῦτα σπουδήν. Ποία γὰρ ἡμῖν ἀπολογία λοιπὸν ἔσται; τίς δὲ συγγνώμη, ὅταν μετὰ τοσαύτην παραίνεσιν τοῖς αὐτοῖς ἐπιμένωμεν; Καὶ γὰρ ἀρξαμένης τῆς συμφορᾶς ταύτης τῆς τὴν πόλιν κατεχούσης ἠρξάμην τῆς παραινέσεως ταύτης· καὶ ἡ μὲν μέλλει λύεσθαι λοιπὸν, ἡμεῖς δὲ οὐδέπω μίαν ἐντολὴν κατωρθώσαμεν. Πῶς οὖν αἰτήσομεν ἀπαλλαγὴν τῶν κατεχόντων ἡμᾶς δεινῶν, μίαν ἐντολὴν ἀνύσαι μὴ δυνηθέντες; πῶς δὲ προσδοκήσομεν τὴν χρηστὴν μεταβολήν; πῶς δὲ εὐξόμεθα; ποίᾳ δὲ γλώττῃ τὸν Θεὸν καλέσομεν; Ἂν μὲν γὰρ ἀνύσωμεν τὸν νόμον, πολλὴν καρπωσόμεθα τὴν ἡδονὴν, τοῦ βασιλέως τῇ πόλει καταλλαγέντος· ἂν δὲ μείνωμεν ἐπὶ τῆς παρανομίας, αἰσχύνη καὶ ὄνειδος ἡμῖν ἔσται πάντοθεν, ὅτι, τοῦ Θεοῦ λύσαντος τὸν κίνδυνον, ἡμεῖς ἐπὶ τῆς αὐτῆς ἐμείναμεν ῥᾳθυμίας. Εἴθε μοι δυνατὸν ἦν τὰς ψυχὰς ἀποδῦσαι τῶν πολυόρκων, καὶ ὄψεσιν ὑποβαλεῖν αὐτῶν τὰ τραύματα καὶ τοὺς μώλωπας, οὓς ἀπὸ τῶν ὅρκων καθ' ἑκάστην λαμβάνουσι τὴν ἡμέραν· καὶ οὐκ ἂν ἐδεήθημεν παραινέσεως ἢ συμβουλῆς, τῆς τῶν τραυμάτων ὄψεως ἀρκούσης λόγου παντὸς δυνατώτερον καὶ τοὺς σφόδρα ἐπικειμένους τῇ πονηρᾷ ταύτῃ συνηθείᾳ τῆς πονηρίας ἀπαγαγεῖν. Πλὴν ἀλλ' εἰ καὶ μὴ ταῖς ὄψεσι δυνατὸν, τῷ λογισμῷ δυνατὸν αὐτῶν ὑποβαλεῖν τῆς ψυχῆς τὸ αἶσχος, καὶ δεῖξαι σεσηπυῖαν αὐτὴν καὶ διεφθαρμένην. Ὥσπερ γὰρ, φησὶν, οἰκέτης ἐταζόμενος ἐνδελεχῶς ἀπὸ μώλωπος οὐ καθαρισθήσεται, οὕτως ὁ ὀμνύων καὶ ὀνομάζων τὸν Θεὸν διαπαντὸς, ἀπὸ ἁμαρτίας οὐ καθαρισθήσεται. Ἀμήχανον γὰρ, ἀμήχανον, στόμα μεμελετηκὸς ὀμνύναι, μὴ συνεχῶς ἐπιορκεῖν. Διὸ δὴ παρακαλῶ πάντας τὴν ὀλέθριον
to put forward custom; nay, even those who are often in sickness — both men and women, and children and old men, and many women newly delivered from the pangs of childbirth, and all who of necessity seek after this remedy — bear the command both willingly and unwillingly, and put forward neither bodily infirmity, nor the tyranny of custom, nor their being punished themselves when others sinned, nor any other such thing at all, but acquiesce in this punishment because they expected greater evils, and pray every single day that the imperial wrath may stop at this point. Do you see that where there is fear, custom is easily dissolved, even if it be exceedingly long-standing and necessary? And yet not to bathe is hard. For though we philosophize ten thousand times, the nature of the body is proved to gain no benefit for its own health from the philosophy of the soul; whereas not to swear is exceedingly easy, and will bring no harm at all, neither to bodies nor to souls, nay, rather great profit, great security, abundant wealth. How then is it not absurd, when an emperor gives command, to bear even the hardest things, yet when God enacts a law that is nowise hard nor difficult, but exceedingly easy and light, to despise and deride it, and to put forward custom? Let us not, I beseech you, let us not to such a degree despise our own salvation, but let us fear God as we fear a man. I know that you shuddered upon hearing this; yet worthy of shuddering it is not to accord even so much honour to God, but while keeping the imperial laws with strictness, to trample under foot the divine laws that have come down from heaven, and to deem earnestness concerning these things a matter of secondary account. For what defence will remain for us? And what pardon, when after so great an exhortation we persist in the very same practices? For when this calamity that holds the city fast first began, I began this exhortation; and that calamity is now about to be dissolved, whereas we have not yet accomplished a single commandment. How then shall we ask for deliverance from the terrors that hold us fast, having been unable to fulfil a single commandment? And how shall we look for a gracious change? And how shall we pray? And with what tongue shall we call upon God? For if we fulfil the law, we shall reap great delight when the emperor is reconciled to the city; whereas if we remain in our transgression, shame and reproach will be ours from every side, because when God had dissolved the danger, we remained in the very same sloth. Would that it were possible for me to strip bare the souls of frequent swearers, and to set before your eyes their wounds and the welts which they receive every single day from their oaths; and we should have had no need of exhortation or counsel, the sight of the wounds sufficing more powerfully than any discourse to draw away from wickedness even those exceedingly addicted to this evil custom. Yet even if it is not possible to set them before the eyes, it is possible to set the shame of their soul before the mind, and to show it putrefied and corrupted. For just as a servant, Scripture says, who is scourged continually shall not be cleansed from his welt, so he that sweareth and nameth God continually shall not be cleansed from sin. For it is impossible, impossible for a mouth that has practised swearing not to perjure itself continually. Wherefore I exhort all men, to put away from the soul this ruinous
PG 49:153Read from the page
ταύτην καὶ πονηρὰν συνήθειαν ἀποθεμένους τῆς ψυχῆς, ἕτερον στέφανον ἀναδήσασθαι. Καὶ ὥσπερ πανταχοῦ περὶ τῆς πόλεως ᾄδουσι τῆς ἡμετέρας, ὅτι πρώτη τῶν κατὰ τὴν οἰκουμένην ἁπασῶν τὸ Χριστιανῶν ὄνομα ἀνεδύσατο, οὕτω δότε πᾶσι λέγειν, ὅτι μόνη τῶν κατὰ τὴν οἰκουμένην ἁπασῶν Ἀντιόχεια τοὺς ὅρκους τῶν οἰκείων ὅρων ἀπήλασε. Μᾶλλον δὲ, ἂν τοῦτο γένηται, οὐκ αὐτὴ στεφανωθήσεται μόνη, ἀλλὰ καὶ ἑτέρας εἰς τὸν αὐτὸν ἐνάξει ζῆλον· καὶ καθάπερ τὸ ὄνομα τῶν Χριστιανῶν ὥσπερ ἔκ τινος πηγῆς ἐντεῦθεν ἀρξάμενον πᾶσαν τὴν οἰκουμένην ἐπέκλυσεν, οὕτω δὴ καὶ τὸ κατόρθωμα τοῦτο τὴν ῥίζαν καὶ τὴν ἀφορμὴν ἐντεῦθεν λαβὸν,
and wicked custom, having laid it aside from the soul, to bind on another crown. And just as everywhere men sing concerning our city that first of all cities throughout the inhabited world she put on the name of Christians, so grant all men to say that alone of all cities throughout the inhabited world Antioch drove oaths out of her own borders. Nay rather, if this comes to pass, not she alone will be crowned, but she will lead other cities also into the very same zeal; and just as the name of Christians, having begun hence as from some fountain, flooded the whole inhabited world, even so this virtuous achievement too, having taken its root and its starting-point hence,
Ἔτι εἰς τὴν συμφορὰν τῆς πόλεως Ἀντιοχείας, καὶ ὅτι χρήσιμον πανταχοῦ φόβος, καὶ ὅτι πένθος γέλωτος λυσιτελέστερον, καὶ εἰς τὴν ῥῆσιν τὴν λέγουσαν· Ἐπίγνωθι ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις· καὶ ὅτι τοῦ φονεύειν τὸ ὁρκίζειν χεῖρον.
Further on the calamity of the city of Antioch; that fear is everywhere beneficial, and that mourning is more profitable than laughter; on the saying, Know that thou walkest in the midst of snares; and that administering an oath is worse than murder.
Ὁμιλία ιεʹ.
Homily XV.
αʹ. Ἔδει καὶ τήμερον καὶ τῷ προτέρῳ σαββάτῳ τὸν περὶ νηστείας κινῆσαι λόγον, καὶ μηδεὶς ἄκαιρον εἶναι νομιζέτω τὸ λεχθέν. Ἐν μὲν γὰρ ταῖς ἡμέραις τῆς νηστείας οὐδὲν δεῖ συμβουλῆς καὶ παραινέσεως εἰς τοῦτο, αὐτῆς τῶν ἡμερῶν τῆς παρουσίας καὶ τοὺς σφόδρα ἀναπεπτωκότας διεγειρούσης πρὸς τὸν τῆς νηστείας ἀγῶνα. Ἐπειδὴ δὲ πολλοὶ τῶν ἀνθρώπων εἰσιέναι τε εἰς νηστείαν μέλλοντες, καθάπερ πολιορκίᾳ τινὶ μακρᾷ παραδίδοσθαι μελλούσης τῆς γαστρὸς, ἀδηφαγίαν καὶ μέθην προλαβόντες ἀποτίθενται, ἐξιόντες τε πάλιν, ὥσπερ ἔκ τινος μακροῦ λιμοῦ καὶ χαλεποῦ δεσμωτηρίου τῆς νηστείας ἀπαλλαγέντες, μετὰ πολλῆς τῆς ἀπειροκαλίας ἐπὶ τὰς τραπέζας τρέχουσι, καθάπερ σπουδάζοντες τὴν ἐκ τῆς νηστείας γενομένην αὐτοῖς ὠφέλειαν τῇ τῆς ἀδηφαγίας ἀμετρίᾳ καταλῦσαι πάλιν, ἀναγκαῖον ἦν καὶ τότε καὶ νῦν τοὺς περὶ ἐγκρατείας κινῆσαι λόγους.
1. Both today and on the former Sabbath it was needful to take up the discourse concerning fasting, and let no one suppose what has been said to be unseasonable. For during the days of the fast there is no need at all of counsel and exhortation to this end, since the very presence of the days rouses even the utterly lax towards the contest of fasting. Yet since many men, both when they are about to enter upon a fast — as though their belly were about to be surrendered to some long siege — lay up gluttony and drunkenness beforehand, and again when they come out of it — as though released from some long famine and grievous prison of fasting — run to their tables with great unseemliness, as though eager to undo once more by the excess of gluttony the benefit that accrued to them from fasting, it was necessary both then and now to take up discourses concerning self-control.
Ἀλλ' ὅμως οὔτε πρώην εἰρήκαμέν τι τοιοῦτον, οὔτε νῦν ἐροῦμεν· ὁ γὰρ τῆς ἐπικειμένης συμφορᾶς φόβος ἀντὶ πάσης παραινέσεως καὶ συμβουλῆς ἀρκεῖ τὰς ἁπάντων σωφρονίσαι ψυχάς. Τίς γὰρ οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς ἐν τοσούτῳ χειμῶνι μεθύειν; τίς οὕτως ἀναίσθητος, ὡς τῆς πόλεως οὕτω σαλευομένης, καὶ ναυαγίας τοιαύτης ἀπειλουμένης, μὴ νήφειν καὶ ἐγρηγορέναι, καὶ πάσης συμβουλῆς καὶ παραινέσεως ἀκριβέστερον ἀπὸ τῆς ἀγωνίας διορθοῦσθαι ταύτης; Οὐ γὰρ τοσοῦτον ἐργάσασθαι δυνήσεται λόγος, ὅσον ἐργάζεται φόβος· καὶ τοῦτο αὐτὸ ἀπὸ τῶν συμβεβηκότων νῦν δυνατὸν ἀποδεῖξαι. Πόσους γοῦν ἀνηλώσαμεν λόγους, πολλοὺς τῶν ῥᾳθύμων παραινοῦντες, καὶ συμβουλεύοντες τὰ θέατρα ἀφεῖναι, καὶ τὰς ἐκεῖθεν ἀκολασίας; καὶ οὐκ ἠνέσχοντο, ἀλλ' ἀεὶ κατὰ τὴν ἡμέραν ταύτην ἐπὶ τὰς παρανόμους τῶν ὀρχουμένων συνέτρεχον θεωρίας, καὶ σύλλογον διαβολικὸν ἀντικαθίστασαν τῷ πληρώματι τῆς Ἐκκλησίας τοῦ Θεοῦ, καὶ ταῖς ἐνταῦθα ψαλμῳδίαις ἀντήχουν αἱ ἐκεῖθεν κραυγαὶ μετὰ πολλῆς φερόμεναι τῆς σφοδρότητος· ἀλλ' ἰδοὺ νῦν σιγώντων ἡμῶν, καὶ οὐδὲν περὶ τούτου λεγόντων, αὐτόματοι τὴν ὀρχήστραν ἔφραξαν, καὶ ὁ ἱππόδρομος ἄβατος γέγονε· καὶ πρὸ τούτου μὲν πολλοὶ τῶν ἡμετέρων πρὸς ἐκείνους ἔτρεχον, νυνὶ δὲ πάντες ἐκεῖθεν εἰς τὴν ἐκκλησιαν
Yet nevertheless neither formerly have we spoken anything of the sort, nor shall we speak of it now; for the fear of the impending calamity suffices in place of all exhortation and counsel to chasten the souls of all men. For who is so wretched and miserable as to get drunk in so great a tempest? Who is so insensible, when the city is thus tossed and such shipwreck is threatened, as not to be sober and watchful, and to be corrected by this anguish more strictly than by all counsel and exhortation? For discourse will not be able to accomplish so much as fear accomplishes; and this very thing it is possible to demonstrate from the events that have now come to pass. How many discourses, indeed, did we expend, exhorting many of the slothful, and counselling them to forsake the theatres and the licentiousness arising thence? And they did not endure it, but always on this very day kept running together to the lawless spectacles of the dancers, and setting up a diabolical assembly against the fulness of the Church of God, and the shouts borne thence with great vehemence echoed back against the psalm-singing here; yet behold, now while we keep silence and say nothing concerning this, of their own accord they have walled up the orchestra, and the hippodrome has become untrodden; and whereas before this many of our own people used to run to them, now all men from there into the church
Notes, col. 153

On the reading

Printed ἐκκλησιαν, for ἐκκλησίαν.

Printed Ἔτι εις, for Ἔτι εἰς.

Printed καὶ εις, for καὶ εἰς.