Migne Reading Room

PG 48 · cols. 1087 bis–1088 bis · Read from the page

Spuria VIII: De Fide et Lege Naturae, et Sancto Spiritu Sermo (Περὶ πίστεως καὶ νόμου φύσεως καὶ ἁγίου Πνεύματος)

Spuria VIII: De Fide et Lege Naturae, et Sancto Spiritu Sermo (Περὶ πίστεως καὶ νόμου φύσεως καὶ ἁγίου Πνεύματος)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:1087 bisRead from the page
συνῆφθαι τοὺς ἀποστόλους τῷ ἁγίῳ Πνεύματι ἐλαττοῖ τοῦ Πνεύματος τὴν ἀξίαν, οὐκοῦν καὶ τὸ συνῆφθαι Μωϋσῆν τῷ Θεῷ ἐλαττοῖ τοῦ Θεοῦ τὴν ἀξίαν. Οἷόν τι λέγω· Ἐὰν μὴ μέγα νομίσῃς τὸ, Ἔδοξε τῷ ἁγίῳ Πνεύματι, διὰ τὸ συνῆφθαι τοὺς ἀποστόλους, οὐκ ἄρα μεγάλην δυνήσῃ λέγειν οὐδὲ τὴν εἰς Θεὸν πίστιν διὰ τὸ συνῆφθαι καὶ Μωϋσῆν τῷ Θεῷ. Λέγει γὰρ ἡ Γραφή· Ἐπίστευσεν ὁ λαὸς εἰς τὸν Θεὸν καὶ εἰς τὸν Μωϋσῆν. Ἀλλὰ καὶ ἕτερον προενέγκωμεν βέλος· Εἰ καθαιρεῖ τοῦ Πνεύματος τὴν ἀξίαν συνημμένη ἡ δόξα τῶν ἀποστόλων, ὑβρίζει τὸν Θεὸν καὶ ἐλαττοῖ αὐτοῦ τὴν ἀξίαν Σαμουὴλ προσκείμενος· γέγραπται γάρ· Καὶ ἐφοβήθη πᾶς ὁ λαὸς τὸν Κύριον καὶ τὸν Σαμουήλ. Πάλιν καὶ τρίτον ἄλλο προ[σ]ενέγκωμεν βέλος κατὰ τῆς ἀσεβείας. Ἐλαττοῖ τοῦ Πνεύματος τοῦ ἁγίου τὴν ἀξίαν καὶ τὴν θεϊκὴν αὐθεντίσν τὸ συνῆφθαι τῷ Πνεύματι τοὺς ἀποστόλους, ἐλαττοῖ τοῦ
apostles' being conjoined with the Holy Spirit diminishes the dignity of the Spirit, then Moses' being conjoined with God also diminishes the dignity of God. For instance, I mean: If you do not consider that saying, It seemed good to the Holy Spirit, to be great, because the apostles are conjoined with Him, then neither will you be able to call faith in God great because Moses also is conjoined with God. For Scripture says: The people believed in God and in Moses. Yet let us bring forward another arrow also: If the conjoined opinion of the apostles pulls down the dignity of the Spirit, Samuel also, when added, insults God and diminishes His dignity; for it is written: And all the people feared the Lord and Samuel. Again let us bring forward yet a third arrow against ungodliness. If the apostles' being conjoined with the Spirit diminishes the dignity and the divine sovereign authority of the Holy Spirit, it diminishes
ΠΕΡΙ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΟΜΟΟΥΣΙΟΥ ΤΡΙΑΔΟΣ.
ON THE HOLY AND CONSUBSTANTIAL TRINITY.
αʹ. Οἱ κατὰ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος τὰς γλώσσας ἀκονῶντες, καὶ λυττῶντες, καὶ τὸ τοῦ μονογενοῦς Υἱοῦ καὶ τὸ τοῦ ἁγίου Πνεύματος ἀξίωμα καθαιρεῖν ἐπιχειροῦντες, ἐλέγχονται μὲν ὑπ' αὐτοῦ τοῦ ἁγίου Πνεύματος τοῦ λαλήσαντος διὰ τῶν ἁγίων προφητῶν, καὶ ὑπὸ τοῦ Λόγου τοῦ κηρύξαντος τὴν ἑαυτοῦ ἔνσαρκον παρουσίαν, τὴν δι' ἡμᾶς ἐκ Παρθένου ἁγίας γενομένην, ἄφραστόν τε καὶ ἀναλλοίωτον, διὰ τῶν ἑαυτοῦ ἀξίων· ἐλεγχθήσονται δὲ ἐν ἡμέρᾳ τῆς δικαιοκρισίας αὐτοῦ τελειότατον, ὅταν πάλιν ἔρχηται ἐξ οὐρανοῦ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν τοῖς φυλάξασιν ἄτρεπτον αὐτοῦ τὴν πίστιν. Ἐτόλμησαν δὲ, ἀγαπητοὶ, Ἀρειανῶν παῖδες, καὶ Μακεδονιανῶν μανίαν κατεχόμενοι, λέγειν Θεὸν μέγαν καὶ μικρὸν, καὶ κτιστὸν Θεὸν, Ἑλληνισμὸν παρεισφέροντες ἡμῖν. Ἐκείνων γάρ ἐστι κτίσματι προσκυνεῖν, καὶ τὸν μὲν τῶν θεῶν αὐτῶν μεγαλύνειν, τὸν δὲ σμικρύνειν. Εἰ γὰρ λείπεταί τι ἢ ὁ Υἱὸς, ἢ τὸ Πνεῦμα, οὐ Θεός. Παῦλος γὰρ μεμφόμενος αὐτοὺς ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ, λέγει· Ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν ἐπὶ πάντων Θεὸς εὐλογητός. Εἰ δὲ κτίσματι προσκυνοῦσι, λέγοντες τὸν Υἱὸν καὶ τὸ Πνεῦμα κτίσμα, ἐπικατάρατοί εἰσι κατὰ τὸν Μωϋσῆν τὸν λέγοντα· Ἐπικατάρατος πᾶς ὁ προσκυνῶν κτίσματι καὶ ποιήματι. Ἡμεῖς δὲ οὐ κτίσματι προσκυνοῦμεν, ἀλλὰ Τριάδα ἄκτιστον, ἄτρεπτόν τε καὶ ἀναλλοίωτον καὶ ὁμοούσιον, μηδὲν ἐπείσακτον ἔχουσαν, ἢ δοῦλον, ἢ ἐκ προκοπῆς εἰς τὸ εἶναι ἐπανελθὸν, ὡς πρότερον μὲν οὐκ ὂν, ὕστερον δὲ ἐπιγενόμενον. Βλέπε γάρ μοι τὰς μαρτυρίας τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος, καὶ σέβου ταύτην ὀρθῶς, ἵνα μὴ ἀπόλῃ. Καὶ εἶπε, φησὶν, ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. Εἰπέ μοι οὖν, μετὰ τίνος συμβουλεύεται ὁ Θεός; Μετὰ τῶν ἀγγέλων, φησίν. Ἀλλ' οὐκ ἔχουσιν οἱ ἄγγελοι τὴν εἰκόνα τοῦ Θεοῦ· λέγει δὲ πρὸς τὸν συνδημιουργὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα. Καὶ ἵνα πεισθῇς τοῦτο ἀληθὲς εἶναι, ἄκουσον τοῦ ψαλμῳδοῦ λέγοντος· Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, κὰι τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Οὐκ ἀγνοεῖς δὲ τὸν Λόγον εἶναι τὸν Υἱόν. Φησὶ γὰρ ὁ θεολόγος Ἰωάννης· Καὶ Θεὸς ἦν ὁ Λόγος· καὶ περὶ τοῦ Πνεύματος, Πνεῦμα ὁ Θεός. Λέγει οὖν ὁ Θεὸς καὶ Πατὴρ πρὸς τὸν Θεὸν τὸν Υἱὸν, καὶ Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν. Καὶ οὐκ εἶπεν, Ἐμὴν καὶ ὑμῶν, οὔτε Ἐμὴν καὶ σήν. Σημαίνουσα δὲ ἡ Γραφὴ μίαν εἰκόνα τῆς ἁγίας Τριάδος εἶναι, λέγει· Καὶ ἐποίησεν ὁ Θεὸς
1. Those who sharpen their tongues against the Holy and Consubstantial Trinity, and rage madly, and attempt to pull down the dignity of the Only-begotten Son and that of the Holy Spirit, are convicted indeed by the Holy Spirit Himself Who spoke through the holy prophets, and by the Word Who proclaimed His own incarnate coming, which took place for our sake from the holy Virgin, ineffable and unchangeable, through those worthy of Him; and they will be convicted most perfectly in the day of His righteous judgement, whenever He comes again from heaven to be glorified in His saints, and to be marvelled at in those who have kept His faith unswerving. Yet the children of the Arians, beloved, and those possessed as to their madness by that of the Macedonians, have dared to speak of a great God and a small God, and a created God, bringing Hellenism in stealthily upon us. For it belongs to them to worship a creature, and to magnify one of their gods while belittling another. For if either the Son or the Spirit falls short in anything, He is not God. For Paul, blaming them in the Epistle to the Romans, says: They reverenced and served the creature rather than the Creator, Who is blessed God over all. And if they worship a creature, calling the Son and the Spirit a creature, they are accursed according to Moses who says: Accursed is everyone who worships a creature and a thing made. We, however, do not worship a creature, but an uncreated Trinity, unswerving and unchangeable and consubstantial, having nothing adventitious, or servile, or having entered into being by advancement, as though formerly not existing, and afterwards coming into being. For behold for me the testimonies of the Holy and Consubstantial Trinity, and reverence Her rightly, lest you perish. And God said, he says: Let Us make man according to Our image and according to likeness. Tell me, therefore, with whom does God take counsel? With the angels, he says. Yet the angels do not possess the image of God; rather, He speaks to the co-Creator Son and the Holy Spirit. And so that you may be persuaded that this is true, listen to the psalmist saying: By the word of the Lord the heavens were established, and by the spirit of His mouth all their power. And you are not ignorant that the Word is the Son. For John the Theologian says: And the Word was God; and concerning the Spirit, God is Spirit. God and Father, therefore, says to God the Son, and God the Holy Spirit: Let Us make man according to Our image. And He did not say, Mine and yours, nor Mine and thine. And Scripture, signifying that there is one image of the Holy Trinity, says: And God made
Notes, col. 1087 bis

On the reading

Printed αὐθεντίσν, for αὐθεντίαν.

Printed κὰι, for καὶ.

PG 48:1088 bisRead from the page
Θεοῦ τὴν ἀξίαν καὶ Γεδεὼν προσκείμενος αὐτοῦ τῇ προσηγορίᾳ· ἐβόησε γὰρ πᾶς ὁ λαὸς πολεμῶν, Ῥομφαία τῷ Κυρίῳ καὶ τῷ Γεδεών. Ὥσπερ οὖν συνῆπται Μωϋσῆς τῷ Θεῷ, οὐχ ὡς ὁμότιμος τοῦ Θεοῦ, ἀλλ' ὡς ὑπηρέτης Θεοῦ· καὶ Σαμουὴλ τῷ Θεῷ, οὐχ ὡς ὁμότιμος, ἀλλ' ὡς προφήτης· καὶ Γεδεὼν τῷ Θεῷ οὐχ ὡς ὁμότιμος, ἀλλ' ὡς στρατηγὸς τοῦ πολέμου· οὕτω καὶ οἱ ἀπόστολοι τῷ Πνεύματι, ὡς κήρυκες τοῦ Εὐαγγελίου. Γνώριζε τοίνυν τὴν αὐθεντίαν, καὶ μὴ ὕβριζε τοῦ Πνεύματος τὴν ἀξίαν· γνώριζε τῆς ἁγίας Τριάδος τὴν ἔνθεον θεολογίαν, Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος. Αὕτη ἐστὶν ἡ ἄκτιστος φύσις, ἡ ἀληθινὴ ἀξία, ἡ ἀμέριστος βασιλεία, ἡ ἄσχιστος τιμὴ, ἡ ἀδιαίρετος ἐλπὶς, ἡ ἀκατάληπτος δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
the dignity of God also when Gideon is added to His appellation; for all the people cried aloud while waging war, A sword for the Lord and for Gideon. Just as Moses, therefore, is conjoined with God, not as equal in honour to God, but as a servant of God; and Samuel with God, not as equal in honour, but as a prophet; and Gideon with God, not as equal in honour, but as commander of the war; so too are the apostles conjoined with the Spirit, as heralds of the Gospel. Recognize, therefore, the sovereign authority, and do not insult the dignity of the Spirit; recognize the divinely inspired theology of the Holy Trinity, of Father and Son and Holy Spirit. This is the uncreated nature, the true dignity, the undivided kingdom, the unrent honour, the indivisible hope, the incomprehensible glory of the Father and of the Son and of the Holy Spirit; to Whom belongs all glory, honour, and worship unto the ages of the ages.
Ἀμήν.
Amen.
τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Καθὼς καὶ Παῦλος βοᾷ περὶ τοῦ Υἱοῦ· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως. Καὶ πάλιν ἀλλαχοῦ ἡ Γραφή· Δεῦτε, καὶ καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας. Τῷ εἰπεῖν, Δεῦτε, τοὺς ὁμοτίμους καλεῖ. Οὔτε γὰρ εἰ ἀγγέλοις ἐπέταξεν, εἶχεν εἰπεῖν, Δεῦτε, ἀλλ' ἐπιτακτικῶς, Πορεύεσθε. Βλέπε δέ μοι Πατρὸς φωνὴν, Υἱὸν καὶ Πνεῦμα καλοῦσαν. Εἰ γὰρ πρὸς ἕνα μόνον τοῦτο ἐῤῥέθη, εἶχεν εἰπεῖν, Δεῦρο, καὶ καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας· τὸ δὲ εἰπεῖν, Δεῦτε, ἑνός ἐστι φωνὴ πρὸς δύο τινὰς ὁμοτίμους. Ἄκουε δὲ καὶ τοῦ μακαρίου Ἰὼβ σαφῶς δηλοῦντος τὴν ἀχώριστον Τριάδα· φησὶ γάρ· Ζῇ Κύριος, ὃς οὕτω με ἔκρινε, καὶ ὁ παντοκράτωρ, ὁ πικράνας μου τὴν ψυχὴν, καὶ πνεῦμα θεῖον τὸ περιὸν ἐν ῥισί μου. Κύριον καὶ παντοκράτορα καὶ θεῖον Πνεῦμα εἰπὼν, τὴν ὁμοούσιον Τριάδα ἀνεκήρυξε. Μάνθανε καὶ τῶν Σεραφὶμ τὸν ὕμνον, κραζόντων τρίτον· Ἅγιος, ἅγιος, ἅγιος. Οὐ γὰρ λέγουσιν ἅπαξ μόνον, Ἅγιος, οὔτε δεύτερον, Ἅγιος, ἅγιος, οὔτε τέταρτον, οὐδὲ λέγουσιν, Ἅγιοι, ἅγιοι, ἅγιοι· ἵνα μὴ τὸ πολυώνυμον εἰς πολυθεΐαν ἡμᾶς ἐξαγάγῃ, ἀλλ' ἓν μόνον, τρίτον δέ· Ἅγιος, ἅγιος, ἅγιος. Δηλοῦσι γὰρ διὰ τούτων μίαν καὶ ἴσην δοξολογίαν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος. Ἄκουε δὲ καὶ τοῦ προφήτου λέγοντος πάλιν· Πνεῦμα Κυρίου ἐλάλησεν ἐν ἐμοὶ, καὶ ὁ λόγος αὐτοῦ ἐν τῷ στόματί μου. Προδέδεικται, ὅτι Θεὸς ἦν ὁ Λόγος· Πνεῦμα γὰρ Κυρίου καὶ Λόγον καὶ Κύριον εἰπὼν κηρύττει ἀδιαίρετον Τριάδα. Ὅρα δὲ καὶ τοὺς τρεῖς παῖδας ἐν τῇ καμίνῳ πάντα τὰ κτίσματα καὶ τὰ ποιήματα εἰς δοξολογίαν Θεοῦ καλοῦντας, ἥλιον, σελήνην, ἄστρα, οὐρανοὺς, ἀγγέλους, δυνάμεις, ἀνθρώπους, πνευματα, πᾶσαν κτίσιν ὁρατήν τε καὶ ἀόρατον καὶ νοητήν· καὶ οὐδαμοῦ ἀπηρίθμησαν Υἱὸν ἢ Πνεῦμα ἅγιον ἐν τοῖς ποιήμασιν. Ἀλλ' ἐρεῖς πάντως· Οὐκ ᾔδεισαν Πνεῦμα ἢ Υἱόν· Ἰουδαῖοι γὰρ ἦσαν· ἐλέγχῃ δὲ εὐθὺς ἀπ' αὐτῆς τῆς Γραφῆς· Ἦν γὰρ ὁ τέταρτος, φησὶν, ὡς ὁμοίωμα Υἱου Θεοῦ. Περὶ δὲ τοῦ ἁγίου Πνευματος λέγει· Ἐξήγειρεν ὁ Θεὸς τῷ ἁγίῳ Πνεύματι παιδάριον νεώτερον, ᾧ ὄνομα Δανιήλ. Καὶ ἐν ἄλλοις δὲ πολλοῖς τόποις προκεκήρυκται τὸ Πνεῦμα τὸ ἅγιον ἐν τῇ Παλαιᾷ. Ἀλλ' ᾔδεισαν μὲν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα τῆς μιᾶς θεότητος καὶ δυνάμεως ὄντας· ᾔδεισαν δὲ τὰ δοῦλα καλεῖν εἰς δοξολογίαν τῆς θεότητος. Ἵνα δὲ γνῷς, ὅτι οὐδὲν κτιστὸν ἐν τῇ Τριάδι ἢ ἐπείσακτον ἐπιγίνεται, προτάξας ὁ Παῦλος τὸν Πατέρα, ἐν ἄλλῳ
man, according to the image of God He made him. Just as Paul also cries aloud concerning the Son: Who being the radiance of the glory, and the express image of the substance. And again elsewhere Scripture says: Come, and having gone down let Us confound their tongues. By saying, Come, He calls those who are equal in honour. For neither, if He had commanded angels, would He have had occasion to say, Come, but imperatively, Go. Behold for me the Father's voice, calling the Son and the Spirit. For if this had been spoken to one alone, He would have said, Come hither, and having gone down let Us confound their tongues; whereas to say, Come, in the plural, is the voice of One to two certain Persons equal in honour. Listen also to the blessed Job clearly declaring the inseparable Trinity; for he says: As the Lord lives, Who has thus judged me, and the Almighty, Who has embittered my soul, and the divine Spirit that remains in my nostrils. By naming the Lord and the Almighty and the divine Spirit, he proclaimed the consubstantial Trinity. Learn also the hymn of the Seraphim, crying aloud three times: Holy, holy, holy. For they do not say once only, Holy, nor a second time, Holy, holy, nor a fourth time, nor do they say in the plural, Holy ones, holy ones, holy ones; lest the plurality of names lead us astray into polytheism, but one single title, yet three times: Holy, holy, holy. For through these words they declare one and an equal doxology of Father and Son and Holy Spirit. Listen also to the prophet saying again: The Spirit of the Lord spoke in me, and His word was in my mouth. It has been demonstrated beforehand that the Word was God; for by naming the Spirit of the Lord and the Word and the Lord, he proclaims an indivisible Trinity. See also the three youths in the furnace calling all creatures and things made to the doxology of God: sun, moon, stars, heavens, angels, powers, men, spirits, all creation both visible and invisible and intelligible; and nowhere did they enumerate the Son or the Holy Spirit among the things made. Yet you will say by all means: They did not know the Spirit or the Son; for they were Jews; yet you are convicted immediately from Scripture itself: For the fourth, it says, was like a likeness of a Son of God. And concerning the Holy Spirit it says: God raised up by the Holy Spirit a young lad, whose name was Daniel. And in many other places also the Holy Spirit has been proclaimed beforehand in the Old Testament. Rather, they knew the Father and the Son and the Holy Spirit as being of the one Godhead and power; and they knew how to call servile things to the doxology of the Godhead. And so that you may know that nothing created or adventitious accrues in the Trinity, Paul, having placed the Father first, in another
Notes, col. 1088 bis

On the reading

Printed πνευματα, for πνεύματα.

Printed Υἱου, for Υἱοῦ.

Printed Πνευματος, for Πνεύματος.