Θεοῦ τὴν ἀξίαν καὶ Γεδεὼν προσκείμενος αὐτοῦ τῇ προσηγορίᾳ· ἐβόησε γὰρ πᾶς ὁ λαὸς πολεμῶν, Ῥομφαία τῷ Κυρίῳ καὶ τῷ Γεδεών. Ὥσπερ οὖν συνῆπται Μωϋσῆς τῷ Θεῷ, οὐχ ὡς ὁμότιμος τοῦ Θεοῦ, ἀλλ' ὡς ὑπηρέτης Θεοῦ· καὶ Σαμουὴλ τῷ Θεῷ, οὐχ ὡς ὁμότιμος, ἀλλ' ὡς προφήτης· καὶ Γεδεὼν τῷ Θεῷ οὐχ ὡς ὁμότιμος, ἀλλ' ὡς στρατηγὸς τοῦ πολέμου· οὕτω καὶ οἱ ἀπόστολοι τῷ Πνεύματι, ὡς κήρυκες τοῦ Εὐαγγελίου. Γνώριζε τοίνυν τὴν αὐθεντίαν, καὶ μὴ ὕβριζε τοῦ Πνεύματος τὴν ἀξίαν· γνώριζε τῆς ἁγίας Τριάδος τὴν ἔνθεον θεολογίαν, Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος. Αὕτη ἐστὶν ἡ ἄκτιστος φύσις, ἡ ἀληθινὴ ἀξία, ἡ ἀμέριστος βασιλεία, ἡ ἄσχιστος τιμὴ, ἡ ἀδιαίρετος ἐλπὶς, ἡ ἀκατάληπτος δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
the dignity of God also when Gideon is added to His appellation; for all the people cried aloud while waging war, A sword for the Lord and for Gideon. Just as Moses, therefore, is conjoined with God, not as equal in honour to God, but as a servant of God; and Samuel with God, not as equal in honour, but as a prophet; and Gideon with God, not as equal in honour, but as commander of the war; so too are the apostles conjoined with the Spirit, as heralds of the Gospel. Recognize, therefore, the sovereign authority, and do not insult the dignity of the Spirit; recognize the divinely inspired theology of the Holy Trinity, of Father and Son and Holy Spirit. This is the uncreated nature, the true dignity, the undivided kingdom, the unrent honour, the indivisible hope, the incomprehensible glory of the Father and of the Son and of the Holy Spirit; to Whom belongs all glory, honour, and worship unto the ages of the ages.
τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Καθὼς καὶ Παῦλος βοᾷ περὶ τοῦ Υἱοῦ· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως. Καὶ πάλιν ἀλλαχοῦ ἡ Γραφή· Δεῦτε, καὶ καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας. Τῷ εἰπεῖν, Δεῦτε, τοὺς ὁμοτίμους καλεῖ. Οὔτε γὰρ εἰ ἀγγέλοις ἐπέταξεν, εἶχεν εἰπεῖν, Δεῦτε, ἀλλ' ἐπιτακτικῶς, Πορεύεσθε. Βλέπε δέ μοι Πατρὸς φωνὴν, Υἱὸν καὶ Πνεῦμα καλοῦσαν. Εἰ γὰρ πρὸς ἕνα μόνον τοῦτο ἐῤῥέθη, εἶχεν εἰπεῖν, Δεῦρο, καὶ καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας· τὸ δὲ εἰπεῖν, Δεῦτε, ἑνός ἐστι φωνὴ πρὸς δύο τινὰς ὁμοτίμους. Ἄκουε δὲ καὶ τοῦ μακαρίου Ἰὼβ σαφῶς δηλοῦντος τὴν ἀχώριστον Τριάδα· φησὶ γάρ· Ζῇ Κύριος, ὃς οὕτω με ἔκρινε, καὶ ὁ παντοκράτωρ, ὁ πικράνας μου τὴν ψυχὴν, καὶ πνεῦμα θεῖον τὸ περιὸν ἐν ῥισί μου. Κύριον καὶ παντοκράτορα καὶ θεῖον Πνεῦμα εἰπὼν, τὴν ὁμοούσιον Τριάδα ἀνεκήρυξε. Μάνθανε καὶ τῶν Σεραφὶμ τὸν ὕμνον, κραζόντων τρίτον· Ἅγιος, ἅγιος, ἅγιος. Οὐ γὰρ λέγουσιν ἅπαξ μόνον, Ἅγιος, οὔτε δεύτερον, Ἅγιος, ἅγιος, οὔτε τέταρτον, οὐδὲ λέγουσιν, Ἅγιοι, ἅγιοι, ἅγιοι· ἵνα μὴ τὸ πολυώνυμον εἰς πολυθεΐαν ἡμᾶς ἐξαγάγῃ, ἀλλ' ἓν μόνον, τρίτον δέ· Ἅγιος, ἅγιος, ἅγιος. Δηλοῦσι γὰρ διὰ τούτων μίαν καὶ ἴσην δοξολογίαν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος. Ἄκουε δὲ καὶ τοῦ προφήτου λέγοντος πάλιν· Πνεῦμα Κυρίου ἐλάλησεν ἐν ἐμοὶ, καὶ ὁ λόγος αὐτοῦ ἐν τῷ στόματί μου. Προδέδεικται, ὅτι Θεὸς ἦν ὁ Λόγος· Πνεῦμα γὰρ Κυρίου καὶ Λόγον καὶ Κύριον εἰπὼν κηρύττει ἀδιαίρετον Τριάδα. Ὅρα δὲ καὶ τοὺς τρεῖς παῖδας ἐν τῇ καμίνῳ πάντα τὰ κτίσματα καὶ τὰ ποιήματα εἰς δοξολογίαν Θεοῦ καλοῦντας, ἥλιον, σελήνην, ἄστρα, οὐρανοὺς, ἀγγέλους, δυνάμεις, ἀνθρώπους, πνευματα, πᾶσαν κτίσιν ὁρατήν τε καὶ ἀόρατον καὶ νοητήν· καὶ οὐδαμοῦ ἀπηρίθμησαν Υἱὸν ἢ Πνεῦμα ἅγιον ἐν τοῖς ποιήμασιν. Ἀλλ' ἐρεῖς πάντως· Οὐκ ᾔδεισαν Πνεῦμα ἢ Υἱόν· Ἰουδαῖοι γὰρ ἦσαν· ἐλέγχῃ δὲ εὐθὺς ἀπ' αὐτῆς τῆς Γραφῆς· Ἦν γὰρ ὁ τέταρτος, φησὶν, ὡς ὁμοίωμα Υἱου Θεοῦ. Περὶ δὲ τοῦ ἁγίου Πνευματος λέγει· Ἐξήγειρεν ὁ Θεὸς τῷ ἁγίῳ Πνεύματι παιδάριον νεώτερον, ᾧ ὄνομα Δανιήλ. Καὶ ἐν ἄλλοις δὲ πολλοῖς τόποις προκεκήρυκται τὸ Πνεῦμα τὸ ἅγιον ἐν τῇ Παλαιᾷ. Ἀλλ' ᾔδεισαν μὲν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα τῆς μιᾶς θεότητος καὶ δυνάμεως ὄντας· ᾔδεισαν δὲ τὰ δοῦλα καλεῖν εἰς δοξολογίαν τῆς θεότητος. Ἵνα δὲ γνῷς, ὅτι οὐδὲν κτιστὸν ἐν τῇ Τριάδι ἢ ἐπείσακτον ἐπιγίνεται, προτάξας ὁ Παῦλος τὸν Πατέρα, ἐν ἄλλῳ
man, according to the image of God He made him. Just as Paul also cries aloud concerning the Son: Who being the radiance of the glory, and the express image of the substance. And again elsewhere Scripture says: Come, and having gone down let Us confound their tongues. By saying, Come, He calls those who are equal in honour. For neither, if He had commanded angels, would He have had occasion to say, Come, but imperatively, Go. Behold for me the Father's voice, calling the Son and the Spirit. For if this had been spoken to one alone, He would have said, Come hither, and having gone down let Us confound their tongues; whereas to say, Come, in the plural, is the voice of One to two certain Persons equal in honour. Listen also to the blessed Job clearly declaring the inseparable Trinity; for he says: As the Lord lives, Who has thus judged me, and the Almighty, Who has embittered my soul, and the divine Spirit that remains in my nostrils. By naming the Lord and the Almighty and the divine Spirit, he proclaimed the consubstantial Trinity. Learn also the hymn of the Seraphim, crying aloud three times: Holy, holy, holy. For they do not say once only, Holy, nor a second time, Holy, holy, nor a fourth time, nor do they say in the plural, Holy ones, holy ones, holy ones; lest the plurality of names lead us astray into polytheism, but one single title, yet three times: Holy, holy, holy. For through these words they declare one and an equal doxology of Father and Son and Holy Spirit. Listen also to the prophet saying again: The Spirit of the Lord spoke in me, and His word was in my mouth. It has been demonstrated beforehand that the Word was God; for by naming the Spirit of the Lord and the Word and the Lord, he proclaims an indivisible Trinity. See also the three youths in the furnace calling all creatures and things made to the doxology of God: sun, moon, stars, heavens, angels, powers, men, spirits, all creation both visible and invisible and intelligible; and nowhere did they enumerate the Son or the Holy Spirit among the things made. Yet you will say by all means: They did not know the Spirit or the Son; for they were Jews; yet you are convicted immediately from Scripture itself: For the fourth, it says, was like a likeness of a Son of God. And concerning the Holy Spirit it says: God raised up by the Holy Spirit a young lad, whose name was Daniel. And in many other places also the Holy Spirit has been proclaimed beforehand in the Old Testament. Rather, they knew the Father and the Son and the Holy Spirit as being of the one Godhead and power; and they knew how to call servile things to the doxology of the Godhead. And so that you may know that nothing created or adventitious accrues in the Trinity, Paul, having placed the Father first, in another