Migne Reading Room

PG 48 · cols. 1067 bis–1067 bis · Read from the page

In Librum Septimum De Sacerdotio Monitum (B. de Montfaucon)

In Librum Septimum De Sacerdotio Monitum (B. de Montfaucon)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:1067 bisRead from the page
MONITUM.
ADMONITION.
deat. Haesi aliquandiu, an publicum facerem necne; quia vero in antiquis codicibus exstat, et alioqui brevissimus est, inter spuria locum habeat.
appear. I hesitated for some time whether I should make it public or not; but since it exists in ancient codices, and is besides very brief, let it hold a place among the spurious works.
ΤΟΥ ΑΥΤΟΥ [ΧΡΥΣΟΣΤΟΜΟΥ]
OF THE SAME [CHRYSOSTOM]
Περὶ ἱερωσύνης λόγος ἕβδομος.
On the Priesthood, Discourse the Seventh.
Ὢ θαῦμα παράδοξον! ὢ δύναμις ἄρῥητος! ὢ φρικτὸν μυστήριον τὸ τῆς ἱερωσύνης· νοερὰ καὶ ἁγία, σεμνὴ καὶ ἀμώμητος, ἣν Χριστὸς τοῖς ἀξίοις ἐλθὼν ἐδωρήσατο. Προσπίπτω καὶ δέομαι δάκρυσι καὶ στεναγμοῖς, ἵνα ἐσοπτρίσωμαι εἰς τοῦτον τὸν θησαυρὸν τῆς ἱερωσύνης, τοῖς αὐτὸν φυλάττουσιν ἀξίως καὶ ὁσίως. Θυρεὸς γάρ ἐστι λαμπρὸς καὶ ἀνείκαστος, καὶ πύργος ἀσάλευτος, τεῖχος ἀδιαίρετον· θεμέλιος γάρ ἐστιν ἑδραῖος ἀπὸ γῆς μέχρι τῆς οὐρανίου ἁψῖδος ἐγγίζουσα. Καὶ τί λέγω, ἀδελφοί; Ὅτι τὰ τῶν ὑψίστων ἁψίδων καθάπτεται, εἰς αὐτοὺς τοὺς οὐρανοὺς τῶν οὐρανῶν ἔρχεται ἀκωλύτως, ἐν μέσῳ τῶν ἀγγέλων ἅμα τῶν ἀσωμάτων λαμπρῶς καὶ ῥᾳδίως ἰχνοβατεῖ. Καὶ τί λέγω ἐν μέσῳ τῶν ἄνω δυνάμεων; Αὐτοῦ τοῦ Δεσπότου τῶν ἀγγέλων καὶ κτίστου καὶ φωτοδότου συνόμιλος γίνεται, καὶ καθ' ὅσον βούλεται παραυτίκα λαμβάνει τὰ αὐτοῦ αἰτήματα ἐν πολλῇ παρῥησίᾳ. Οὐ παύομαι, ἀδελφοί, ὑμνῶν καὶ δοξάζων τὸν τοῦ ἀξιώματος βαθμὸν, ὃν ἡ Τριὰς δέδωκε τοῖς υἱοῖς τοῦ Ἀδὰμ, δι' οὗ ὁ κόσμος σέσωσται, καὶ ἡ κτίσις πεφώτισται, δι' οὗ ὄρη καὶ βουνοὶ καὶ νάπαι καὶ φάραγγες πεπλήρωνται τῆς φαιδρᾶς καὶ σεμνῆς πολιτείας τοῦ μακαρίου γένους· λέγω δὴ τῶν μοναχῶν, καθὼς Ἠσαΐας ὁ λαμπροφωνότατος ἔφησεν, ὅτι Ἐκ τῶν κορυφῶν τῶν ὀρέων δώσουσι φωνὰς αὐτῶν ἄνθρωποι εἰς δοξολογίαν· δι' οὗ καὶ ἀνομία ἐκ τῆς γῆς ἀφῄρηται, δι' οὗ καὶ σωφροσύνη ἐν τῇ γῇ αὐλίζεται, δι' οὗ ὁ διάβολος πεσὼν κατήργηται, οἱ ἀσελγεῖς γεγόνασι σκεύη ἡγιασμένα, οἱ πόρνοι ἁγνοὶ καὶ ἀμίαντοι, οἱ ἄφρονες γεγόνασιν ὁδηγοὶ δικαιοσύνης· δι' οὗ καὶ τὸ τοῦ θανάτου κράτος κατήργηται, καὶ ὁ ᾅδης τὴν ἰσχὺν ἀπώλεσε, καὶ ἡ κατάρα τοῦ Ἀδὰμ λέλυται, καὶ ὁ νυμφὼν ὁ οὐράνιος ηὐτρέπισται· δι' οὗ τῶν ἀνθρώπων ἡ φύσις πρὸς τὴν τῶν ἀσωμάτων μεταβάλλεται δύναμιν. Τί εἴπω, ἢ τί ἐπαινέσω; ὑπερβαίνει γὰρ καὶ λόγον καὶ ἔννοιαν ἡ δωρεὰ τοῦ βαθμοῦ τῆς ἱερωσύνης. Καὶ, ὡς οἶμαι, τοῦτό ἐστιν ὃ ὁ Παῦλος ἐκπλαγεὶς αἰνίττεται λέγων· Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ!
O paradoxical marvel! O ineffable power! O awesome mystery of the priesthood: spiritual and holy, reverend and blameless, which Christ came and bestowed upon the worthy! I fall down and beseech with tears and groanings, that I may gaze as in a mirror into this treasure of the priesthood, for those who guard it worthily and devoutly. For it is a bright and incomparable shield, and an unshakable tower, an undivided wall; for it is a steadfast foundation reaching from earth unto the heavenly vault. And what do I say, brethren? That it layeth hold of the highest vaults, it enters unhindered into the very heavens of heavens, it treads brightly and easily in the midst of the angels together with the bodiless powers. And what do I say in the midst of the powers above? It becomes the conversant companion of the very Master of the angels and Creator and Giver of light, and as much as it wills it straightway receives its petitions in great boldness of speech. I cease not, brethren, hymning and glorifying the degree of dignity which the Trinity hath given to the sons of Adam, through which the world hath been saved, and creation hath been enlightened, through which mountains and hills and glens and ravines have been filled with the radiant and reverend way of life of the blessed race: I mean that of the monks, even as Isaiah the most clear-voiced declared, that From the tops of the mountains men shall give forth their voices unto doxology (cf. Isa. 42:11); through which lawlessness also hath been taken away from the earth, through which temperance also lodges upon the earth, through which the devil, having fallen, hath been brought to nought, the licentious have become sanctified vessels, fornicators chaste and undefiled, the foolish have become guides of righteousness; through which the might of death also hath been brought to nought, and Hades lost its strength, and the curse of Adam hath been loosed, and the heavenly bridal chamber hath been made ready; through which the nature of men is transformed towards the power of the bodiless hosts. What shall I say, or what shall I praise? For the gift of the degree of the priesthood surpasses both speech and thought. And, as I suppose, this is what Paul, astounded, hints at when he says: O the depth of the riches both of the wisdom and of the knowledge of God! How unsearchable are His judgements, and His ways past finding out! (Rom. 11:33.)
Ὑψιπέτης ὑπάρχει ἀπὸ γῆς εἰς οὐρανὸν, ὀξυτάτως προσφέρουσα τῷ Θεῷ τὰ αἰτήματα ἡμῶν· πρεσβεύει τῷ Δεσπότῃ ὑπὲρ τῶν δούλων. Καὶ πρόσχωμεν, ἀδελφοὶ, τηλαυγῶς εἰς τοῦτο τὸ μυστικὸν καὶ φρικτὸν διήγημα, ὅτι ἄνευ τῆς σεμνῆς ἱερωσύνης ἄφεσις ἁμαρτιῶν βροτοῖς οὐ δίδοται· θέτε τὸν νοῦν ὑμῶν, ἀδελφοί· ὑμεῖς γάρ ἐστε ἐρασταὶ τῆς εὐσεβείας, αὐγάζοντες τὸ φῶς τῶν διδαγμάτων. Τί ἐστιν ὃ πρώην ἐλέξαμεν περὶ τοῦ μυστηρίου τῆς ἱερωσύνης; Τὸ κλῆμα τῆς ἀμπέλου, καὶ ὁ κόκκος τοῦ σίτου, καὶ ἡ ἱερωσύνη ὁμόνοιαν κέκτηνται· τὸ κλῆμα καὶ ὁ σῖτος παιδίσκαι ὑπάρχουσιν, ἡ δὲ ἱερωσύνη ἐλευθέρα πέφυκε. Ὅταν οὖν συναχθῶσιν αἱ τρεῖς τοῦ αὐλισθῆναι ἐπάνω τῶν θησαυρῶν, προσφέρει τῷ βασιλεῖ ἑκάστη τὴν δύναμιν τῶν ἰδίων καρπῶν εἰς εὐωδίαν· τὸ κλῆμα προΐησι τὸ αἷμα, ὁμοίως καὶ ὁ σῖτος τὸν ἄρτον, ἡ δὲ ἱερωσύνη εὐπαῤῥησιάστως ὑψηλοπετεῖ ἀπὸ γῆς εἰς οὐρανὸν, ἄχρις ἂν θεωρήσῃ αὐτὸν τὸν ἀόρατον, καὶ προσκυνήσασα ἔμπροσθεν τοῦ ὑψηλοῦ θρόνου, ἱσταμένη δέηται ὑπὲρ τῶν δούλων πρὸς τὸν Δεσπότην, βαστάζουσα δάκρυα καὶ στεναγμοὺς τῶν συνδούλων καὶ προσφέρουσα τῷ Δεσπότῃ· ὁμοίως παράκλησιν ἅμα καὶ μετάνοιαν αἰτοῦσα, συγχώρησιν καὶ ἔλεον τῷ εὐσπλάγχνῳ βασιλεῖ, ὅπως τὸ παράκλητον Πνεῦμα συνέλθῃ, καὶ ἁγιάσῃ τὰ δῶρα ἐν γῇ προσκείμενα. Καὶ ὅταν προσκομισθῇ μυστήρια φοβερὰ, πλήρη ἀθανασίας διὰ τοῦ προεστῶτος ἱερέως πρεσβείαν ποιοῦντος ὑπὲρ πάντων, τότε δὴ προσέρχονται ψυχαὶ διὰ τῶν μυστηρίων καθαρμὸν λαμβάνουσαι τῶν σπίλων. Ἴδετε, φιλόθεοι, πῶς οὐκ ἐνεργοῦσιν οἱ δύο ἐπὶ τῆς γῆς, εἰ μὴ ἡ οὐρανία ψῆφος παραγένηται, καὶ ἁγιάσῃ τὰ δῶρα. Ἑώρακας, ἄνθρωπε, φαιδρὰν θαυματουργίαν; εἶδες βαθμὸν ἱερὸν πῶς ῥᾳδίως καθαίρει τῶν ψυχῶν τὰς κηλῖδας; Εὐλογεῖται ὁ Σωτὴρ ὁ δράσας ἐπὶ τῆς γῆς τοῦτο τὸ ὑπέρλαμπρον καὶ ῥυπτικὸν δώρημα, φωτίσας χάριτι τοὺς ἱερεῖς, τοῦ λάμπειν ὡς φωστῆρας ἐν κόσμῳ. Ὁ λαὸς ὁ πρὸ ἡμῶν, κέρας ἐλαιοφόρον, προκοπὴν κατείληφεν· ἡμεῖς δὲ οἱ ἀχρεῖοι δοῦλοι τοῦ εὐλογητοῦ, οὐ κέρας, οὐκ ἔλαιον αἰσθητὸν εἰλήφαμεν· ἀλλ' αὐτὸς ὁ κρανίον ὢν, ὁ ὑψηλὸς καὶ φρικτὸς κατῆλθεν ἐξ οὐρανοῦ, καὶ ἐδωρήσατο ἡμῖν ἐν τῇ ἐπιθέσει τῶν χειρῶν τὸ Πνεῦμα τὸ ἑαυτοῦ, τὸ ἐλθὸν ὡσεὶ πῦρ ἐπὶ τοὺς ἀποστόλους. Ὢ δύναμις ἄρῥητος ἡ καταπαύσασα οἰκῆσαι ἐν ἡμῖν δι' ἐπιθέσεως τῶν χειρῶν τῶν ἱερέων! ὢ τί μέγαν βαθμὸν ἔχει ἡ φρικτὴ ἱερωσύνη! Μακάριος ὑπάρχει ὅστις πολιτεύεται ἐν αὐτῇ ἁγνῶς καὶ ἀμώμως. Πέτρος ὁ κληθεὶς Κηφᾶς, ὁ σαγηνευθεὶς παρὰ τὸ χεῖλος τῆς θαλάσσης, ὁ μαρτυρηθεὶς ὑπὸ τοῦ μεγάλου ποιμένος ὅτι Ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, διὰ ἱερωσύνης καὶ τὰς κλεῖς τῶν οὐρανῶν εἴληφεν. Ὁμοίως δὲ καὶ Παῦλος, ὁ ποτὲ διώκτης, ταύτης ἀξιωθεὶς, ὑπόπτερος διέδραμε κηρύττων ἐν γῇ καὶ θαλάσσῃ τὴν ἐκ νεκρῶν ἀνάστασιν.
High-soaring is she from earth unto heaven, most swiftly offering our petitions unto God; she intercedes with the Master on behalf of the servants. And let us attend, brethren, clearly to this mystical and awesome account, that without the reverend priesthood remission of sins is not given to mortals; apply your mind, brethren, for you are lovers of piety, beaming forth the light of the teachings. What is it that we lately spoke concerning the mystery of the priesthood? The branch of the vine, and the grain of wheat, and the priesthood possess concord: the branch and the wheat are handmaids, whereas the priesthood is by nature free. Whenever, therefore, the three are gathered together to lodge over the treasures, each offers to the King the virtue of its own fruits for a sweet fragrance: the branch puts forth the blood, likewise also the wheat the bread, while the priesthood with great boldness soars aloft from earth unto heaven, until she beholds Him the Invisible One, and having worshipped before the lofty throne, standing she makes supplication on behalf of the servants unto the Master, bearing the tears and groanings of the fellow-servants and offering them to the Master; likewise entreating both consolation and repentance, pardon and mercy from the compassionate King, so that the Comforter Spirit may come together and sanctify the gifts lying before Him upon earth. And when the dread mysteries, full of immortality, have been brought forth through the presiding priest making intercession on behalf of all, then indeed souls draw near, receiving through the mysteries cleansing from their stains. Behold, O lovers of God, how the two upon the earth are ineffectual, unless the heavenly decree come beside them and sanctify the gifts. Hast thou seen, O man, a radiant working of wonders? Didst thou see the sacred degree, how easily it purges away the blemishes of souls? Blessed is the Saviour Who wrought upon the earth this supremely bright and detersive gift, having illumined the priests by grace, to shine as luminaries in the world (cf. Phil. 2:15). The people before us received an oil-bearing horn as an advancement; but we, the unprofitable servants of the Blessed One, have received neither horn nor sensible oil; but He Himself Who is heavenly, the Lofty and Dread One, came down out of heaven, and bestowed upon us in the laying on of hands His own Spirit, Who came as fire upon the apostles. O ineffable power that deigned to rest and dwell in us through the laying on of the hands of the priests! O what a great degree the dread priesthood possesses! Blessed is whoever conducts his life in it purely and blamelessly. Peter who was called Cephas, who was caught in the net beside the brink of the sea, who was borne witness to by the great Shepherd that Upon this rock I will build My Church (Matt. 16:18), through priesthood received also the keys of the heavens. Likewise also Paul, who was formerly a persecutor, deemed worthy of this, sped on wings proclaiming on land and sea the resurrection from the dead.
Ἐπανέλθωμεν πρὸς Ἄβελ τὸν δίκαιον, ὃς γέγονεν ἐν ἀρχῇ τῆς κτίσεως ἱερεὺς, καὶ μάθωμεν ἐξ αὐτοῦ ὅτι ἱεράτευεν ἐν ἀρχῇ τὴν θυσίαν αὐτοῦ πρὸς τὸν Θεόν. Οὐχὶ πῦρ ἐξ οὐρανοῦ κατελθὸν κατέφαγε τὴν θυσίαν αὐτοῦ; Ὅτε δὲ προσέφερε τῷ Θεῷ τὰς ἀπαρχὰς, ὥς φησιν ἡ Γραφὴ, Ἐπεῖδεν ὁ Θεὸς ἐπὶ τὴν θυσίαν τοῦ Ἄβελ ἐπὶ δὲ τὴν τοῦ Κάϊν οὐκ εὐδόκησεν. Πάλιν δὲ ὁ Νῶε, ὁ σωθεὶς ἐν κιβωτῷ, ὅτε ἐκόπασε τὸ ὕδωρ, καὶ ἐκάθισεν ἐπὶ τὰ ὄρη τὰ Ἀραρὰτ, ταύτην πάλιν εὐθέως μετέσχε τὴν ἱερωσύνην, καὶ προσήνεγκε θυσίαν εἰλικρινῶς τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας. Ὅθεν διέθετο μετ' αὐτοῦ διαθήκην ὁ Θεὸς, τοῦ μηκέτι ἐπάξαι κατακλυσμὸν ἐπὶ τῆς γῆς, καὶ δίδωσιν αὐτῷ εὐλογίαν τοῦ αὐξάνεσθαι καὶ πληθύνεσθαι. Εἶδες θαυματουργίαν τῆς ἱερωσύνης; ἑώρακας τὸν πρῶτον ἱερέα Ἄβελ ἐν τῇ προτέρᾳ κτίσει, πῶς τὸ πῦρ κατήνεγκεν οὐρανόθεν ἐπὶ γῆς διὰ τὴν ἄμωμον αὐτοῦ ὁλοκάρπωσιν; Εἶδες πάλιν τὸν Νῶε τὸν σεμνὸν ἱερέα ἐν τῇ δευτέρᾳ κτίσει, πῶς ἔθετο ὁ Θεὸς μετ' αὐτοῦ διαθήκην; Ταύτην δὲ Ἀβραὰμ ἠξιώθη μετασχεῖν,
Let us return to Abel the righteous, who became a priest in the beginning of creation, and let us learn from him that in the beginning he ministered his sacrifice as priest unto God. Did not fire coming down out of heaven devour his sacrifice? And when he offered the first-fruits unto God, as Scripture saith, God looked upon the sacrifice of Abel, but in that of Cain He was not well pleased (cf. Gen. 4:4-5). Again, Noah also, who was saved in the ark, when the water abated and it settled upon the mountains of Ararat, straightway partook again of this priesthood, and offered sacrifice sincerely unto God for a savour of sweet fragrance (cf. Gen. 8:4, 20-21). Whence God made a covenant with him, no more to bring a flood upon the earth, and gives him a blessing to increase and multiply (cf. Gen. 9:1, 11). Didst thou see the wonder-working of the priesthood? Hast thou seen the first priest Abel in the former creation, how he brought down the fire from heaven upon earth through his unblemished whole burnt-offering? Didst thou see again Noah the reverend priest in the second creation, how God established a covenant with him? And of this Abraham was deemed worthy to partake,
Notes, col. 1067 bis

On the reading

Printed κρανίον, for οὐράνιος.