Πάντοτε οἱ ἐν εὐδίοις λιμέσιν ὁρμιζόμενοι τοῖς ἐν μέσῳ θαλάσσης χειμαζομένοις βοηθεῖν σπουδάζουσιν, ὡς ἂν ᾖ δυνατὸν, κατὰ δύο τρόπους· ἢ ὡς παρελθόντες τοὺς χειμῶνας, καὶ μεμνημένοι τῶν φοβερῶν κυμάτων, καὶ ὅσα αὐτοῖς κατὰ θάλατταν δεινὰ συνέβαινεν, οἰκτείρουσι τοὺς πάσχοντας· ἢ μήπω χειμασθέντες, ὡσαύτως οἰκειοῦνται τοὺς κινδύνους, διὰ τὸ δεῖν τὴν αὐτὴν θάλατταν τέμνοντας, καὶ τὰ αὐτὰ τῶν κυμάτων δεινὰ πειραθέντας, οὕτως ἐπὶ τὸν λιμένα τῆς ἀναπαύσεως καταντῆσαι σπουδάζουσι, καὶ μυρίαις μηχαναῖς χρώμενοι, εἰ δυνατὸν, ὅλην τὴν ναῦν περιποιήσασθαι· εἰ δὲ μή γε, κἂν τοὺς ναυαγήσαντας γυμνοὺς περισῶσαι σπουδάζουσι, καὶ τῆς παρὰ τοῦ Θεοῦ δικαίας μισθαποδοσίας τυχεῖν ἐλπίζουσιν. Ἀλλ' ἐμοὶ τῷ τάλανι, ναυαγίῳ περιπεσόντι χαλεπωτάτῳ, καὶ χειμαζομένῳ, οὐ λέγω ἐν μέσῳ θαλάσσης, ἀλλ' ἐν πυθμένι βυθοῦ, καὶ ἔτι ἀγωνιζομένῳ, ὥσπερ τινὶ ἰχθύϊ ἀπὸ βάθους πρὸς τὴν ἄνω ἐπιφάνειαν ἀνανηξαμένῳ, ἀπαλλαγῆναι τῶν κατὰ τὸν βυθὸν ἰοβόλων ἑρπετῶν, οὐδεὶς ὁ βοηθῶν πάντως διὰ τὸ τοιαύτας ἡμῶν μνήμας ἔχειν. Οὐδέποτε γὰρ δυνάμενοί τισι τοιοῦτοι ἐπεφάνημεν, καὶ διὰ τοῦτο ἐν τούτοις εὑρέθημεν, ἵνα μάθωμεν ἀφ' ὧν πάσχομεν. Ἀλλὰ μὴ τὰ αὐτὰ σπλάγχνα, τίμιοι Πατέρες, ἐπιδείξησθε ἐν ἐμοὶ τῷ ἐκπτώτῳ καὶ ταπεινῷ, ἵνα μὴ τῶν αὐτῶν πειρασθῆτε, ἰδόντες δὲ τὸ ἐμὸν τραῦμα φοβήθητε. Τί γὰρ εἴποιμι ; ἆρα ὑμέτερε οὐ χάρτης, οὐχ ἡμερῶν δύο σχολὴ, οὐχ ἑνὸς ζώου κάματος εὑρέθη ; Ἀλλὰ πάντως κατὰ τοὺς ἐμπειροτάτους τῶν ἰατρῶν, ὅτι ὅταν ἅψωνται καὶ ἴδωσι πρὸς θάνατον ἐπειγομένους, ἀποκρατοῦσι μὲν τὰ βοηθήματα, παρασκευάζουσι δὲ διὰ τῶν ζώντων τῷ ὁρμήσαντι τὰ ἐπιθανάτια, καὶ τοῖς φίλοις τοῦ ζῶντος τὸν θάνατον καταγγέλλουσι, πένθους δεινοῦ ὑποφῆται γινόμενοι, οὐ τῆς αὐτῶν τέχνης τὰς ἀποτυχίας ἐννοούμενοι, ἀλλ' ἀρχοντικῷ φρονήματι κατὰ τοῦ κάμνοντος ἀποφαίνονται· οὕτω δὴ καὶ ἡ ὑμετέρα ὁσιότης ἀπεκράτησε μὲν τὴν παράκλησιν, ἀπέκλεισε δὲ τὴν παραίνεσιν, ἐσπούδασε δὲ τὸ σύστημα τῆς ἀδελφότητος διασπαρῆναι, καὶ πᾶσι τοῖς ὑπὸ τήνδε τὴν ἐνορίαν οἰκοῦσιν ἐξήγγειλε τὸν ἡμέτερον θάνατον, ὡς διαδοθῆναι καὶ τοῖς ὑπὲρ τὰ ὅρια οἰκοῦσι. Καὶ τοῖς μὲν εὐλαβέσι καὶ ἀγαπητοῖς πένθος δεινὸν, τοῖς δὲ ἄλλως ἔχουσι κατὰ τῆς πίστεως εὐφροσύνη καὶ χαρά. Πάντως δὲ ἐρεῖτε τοῦτο· Ἐφώνησε πέρδιξ, καὶ συνήγαγεν ἃ οὐκ ἔτεκε, ποιῶν ἔλεον αὐτοῦ· ἐν ἡμίσει ἡμερῶν αὐτοῦ ἐγκαταλείψουσιν αὐτὸν, καὶ ἐπ' ἐσχάτων αὐτοῦ ἔσται ἄφρων. Ἰδόντες τοίνυν τὸ ἐμὸν τραῦμα, Πατέρες τίμιοι, φοβήθητε, καὶ πρῶτον μὲν διὰ τῶν ἁγίων ὑμῶν εὐχῶν δυσωπῆσαι τὸν εὔσπλαγχον σπουδάσατε, ὥστε φθάσαι αὐτοῦ τὴν φιλανθρωπίαν μέχρις ἡμῶν τῶν, καθὰ προείρηται, ἐν πυθμένι βυθοῦ, καὶ ἐν μέσῳ ᾅδου πεσόντων· ἔπειτα καὶ συντυχίᾳ ἀγαθῇ βοηθῆσαι μὴ ὀκνήσητε. Ἔτι γὰρ τολμῶ τῆς ὑμετέρας ἀγάπης καταθαρῥεῖν τὸ, Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος. Οἶδα γὰρ ὡς οὐκ ἄχθεσθε, εὔχεσθε δὲ μᾶλλον, καὶ ἰδόντες τὸ ἐμὸν τραῦμα φοβεῖσθε. Ἀλλὰ μή με νομίσητε ἐπίδειξιν λόγων ποιεῖσθαι, ἢ διδασκαλίας σύνταγμα· οὐ μὰ τὴν ὑμετέραν ἀγάπην· ἀλλὰ δέξασθέ με ὡς ἄλγος ἔχοντα μεγάλης πληγῆς, καὶ φόβον κολάσεως αἰωνίου, ἐπιθυμίαν τε τῶν αἰωνίων ἀγαθῶν, ὧν τε ἤκουσα, ὧν τε ἐγευσάμην, ἐν οἷς καὶ χρόνον διήγαγον πρὸ τοῦ με ὑπὸ τῶν πολεμίων κατατιτρώσκεσθαι. Ταῦτα γὰρ θεασάμενοι οἱ δόλιοι ἐβάσκανον, καὶ τούτων παντοίων μηχανῶν παγιδεύματα θέμενοι, τῆς νίκης τρόπαιον ἔστησαν. Ἰδὼν τοίνυν ἕκαστος ὑμῶν τὸ ἐμὸν τραῦμα, φοβηθήτω, καὶ ὁ μὲν διάγων ἐν τοῖς προειρημένοις ἀγαθοῖς, ὡς δεινοὺς καὶ μεγάλους ἐχθροὺς ἔχων κύκλῳ, περισκοπείτω τὴν ἐπιβουλὴν τῆς τοῦ θησαυροῦ ἀφαιρέσεως· ὁ δὲ μήπω γευσάμενος, σπουδάζων δὲ, ὡς πολλοὺς καὶ μεγάλους πολεμίους τοὺς τοῦτον διακωλύοντας ἔχων, ἀσφαλιζέσθω. Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν, καὶ τῶν ἡμῖν συμβαλλομένων δεηθῶμεν παρὰ τῆς ὑμετέρας ἀγάπης. Ὑπὸ γὰρ τῆς ἡδονῆς των λεγομένων κατὰ μικρὸν ἐμετεωρίσθημεν, εἰ καὶ μὴ ἐβλάψαμεν τοὺς τρέχοντας, μᾶλλον δὲ ἐπερῥώσαμεν. Ἡ γὰρ ὑμετέρα νίκη παρὰ τοῦ Ἐχθροῦ ἐκεῖνον μὲν ἀσθενέστερον παρασκευάζει, ἡμᾶς δὲ ἀναλαβόντας τὰ ὅπλα αὖθις ἐπὶ τοὺς ἀγῶνας ἐλθεῖν, μὴ τῷ φόβῳ τῆς ἑαυτῶν πληγῆς νῶτα διδόντας, ἀλλὰ τῇ προθυμίᾳ τῆς ὑμετέρας νίκης ἐπὶ τὸ στάδιον γενναιοτέρους ἐλθεῖν. Πάλιν οὖν, ὡς καὶ πολλάκις ἐδεήθην, καὶ νῦν τῆς ὑμετέρας εὐλαβείας ἐτόλμησα, ἵνα καταξιώσητε τὰς εὐχὰς ὑμῶν ἀγκίστρου δίκην εἰς βυθὸν πέμψαι, καὶ ἐκεῖ θνητὸν ἰχθὺν ἀνακαλέσασθαι, καὶ εἰσαγαγεῖν τοῦτον εἰς τὴν σαγήνην, ἐξ ἧς ὑπὸ σφοδρῶν καὶ δεινῶν κυμάτων εἰς βυθὸν κατερῥίφην, καὶ ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε. Καὶ ταῦτα μὲν ὅσον πρὸς ὑπόμνησιν τῆς ὑμετέρας ἀγάπης γράψαι ἐσπούδασα, οὐκ ἀξίως τὸν λόγον τῆς ὑποθέσεως ποιούμενος. Εἴθε γὰρ ἂν δυνατὸν ἦν, ἐπὶ τὰ τῶν ἀκρωτηρίων ἐπιστάντα με, σαλπίσαι διὰ τοῦ στόματός μου, καὶ βροντῆς δίκην ἐξαποστεῖλαι κατὰ παντὸς τοῦ κόσμου θριαμβεύοντα τὴν ἐμὴν ἁμαρτίαν, καὶ οὐκ ἂν εἴασα τὴν οἰκουμένην εἰς βοήθειαν τοῦ κατορθώματός μου μὴ ἐπισπάσασθαι. Ἀλλ' ἀδύνατον τὸ πρᾶγμα· ἄνθρωπος γάρ εἰμι μικρόφωνος καὶ ὀλιγόβιος. Λοιπὸν δὲ συνεχόμενος ὑπὸ τοῦ λόγου, τολμήσω μνημονεῦσαι τῶν θείων Γραφῶν, καὶ τοῦτο παρ' αὐτὰς ποιῶν. Τῷ γὰρ ἁμαρτωλῷ, φησὶν, εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά
Always those who lie at anchor in calm harbours are eager to help those tossed by storms in the midst of the sea, as far as may be possible, in two ways: either, having passed through the storms and remembering the fearful waves and all the dreadful things that befell them at sea, they pity those who suffer; or, not yet having been tossed by storms, they likewise make the dangers their own, because they too must cleave the same sea, and having experienced the same terrors of the waves, thus they endeavour to arrive at the haven of rest, and employing countless devices, if possible, to preserve the whole ship; or if not, they endeavour at least to save the shipwrecked naked, and hope to obtain just recompense from God. Yet for me, wretched as I am, having fallen into a most grievous shipwreck, and tossed by storms—I say not in the midst of the sea, but at the bottom of the abyss—and still struggling, like some fish swimming up from the depth towards the upper surface to be rid of the venomous reptiles in the abyss, there is no one to help, above all because they hold such remembrances of us. For never, when we had the power, did we show ourselves such towards certain persons, and on this account we have been found in these straits, so that we may learn from the things we suffer. Yet do not display the same bowels, honoured Fathers, in the case of me, the fallen and lowly one, lest you experience the same things, but seeing my wound, be afraid. For what might I say? Was there not found for yours [corrupt Greek: hymetere] paper, not the leisure of two days, not the labour of a single beast of burden? Yet altogether after the manner of the most experienced of physicians, who, when they touch the sick and see them hastening towards death, withhold remedies, prepare through the living the funeral preparations for him who has rushed headlong, and announce death to the friends of the living man, becoming prophets of dreadful mourning—not reflecting upon the failures of their own art, but pronouncing sentence against the sufferer with a magisterial air—even so your holiness withheld consolation, shut out admonition, was eager that the body of the brotherhood should be scattered, and proclaimed our death to all who dwell under this parish, so that it spread abroad even to those who dwell beyond its borders. And to the devout and beloved there was dreadful mourning, while to those otherwise disposed regarding the faith there was gladness and joy. Doubtless you will say this: The partridge cried out, and gathered what it did not hatch, making its mercy; in the midst of his days they shall forsake him, and at his end he shall be a fool. Seeing my wound, therefore, honoured Fathers, be afraid, and first be eager through your holy prayers to entreat the Compassionate One, so that His loving-kindness towards mankind may reach even to us who, as was said before, have fallen to the bottom of the abyss and into the midst of Hades; and next, do not hesitate to help us by a kindly meeting as well. For I still dare to take courage in your charity as to that saying, A brother helped by a brother. For I know that you are not vexed, but rather pray, and seeing my wound you are afraid. Yet do not suppose that I am making a display of words or a treatise of teaching—no, by your charity!—but receive me as one having the pain of a great blow, and fear of eternal punishment, and desire for the eternal good things which I both heard of and tasted, and in which I also spent time before I was wounded down by the enemies. For beholding these things, the deceitful ones were envious, and setting snares of all-various devices against them, they set up a trophy of victory. Let each of you, therefore, seeing my wound, be afraid: let him who abides in the aforesaid good things, as having terrible and great enemies round about, keep watch against the plot to rob his treasure; and let him who has not yet tasted, yet is eager, secure himself, as having many and great foes hindering him. Yet let us return to the matter before us, and let us beg from your charity the things conducive to our good. For through pleasure in the things spoken we were carried up a little, even if we did not harm those who are running, nay rather strengthened them. For your victory won from the Enemy renders him weaker, and causes us, taking up our arms, to come again to the contests, not turning our backs out of fear of our own blow, but through the eagerness of your victory coming more nobly to the stadium. Again, therefore, as I have often besought, now too I have ventured upon your reverence, that you may vouchsafe to send your prayers like a fish-hook into the abyss, and call up thence a mortal fish, and bring him into the drag-net out of which by violent and dreadful waves I was hurled down into the abyss; and seeing my wound, be afraid. And these things I have been eager to write by way of reminder to your charity, though not framing my discourse worthily of the subject. For would that it had been possible for me, taking my stand upon the headlands, to sound a trumpet through my mouth, and like thunder to send forth throughout the whole world a triumphal proclamation of my sin, and I would not have ceased from drawing the inhabited world to the aid of my recovery! Yet the thing is impossible: for I am a man of small voice and brief life. For the rest, being constrained by my discourse, I shall dare to make mention of the divine Scriptures, even though doing this contrary to them. For to the sinner, it says, God said: Why do you declare My statutes