Migne Reading Room

PG 48 · cols. 1059 bis–1062 bis · Read from the page

Spuria II: Oratio De Jejunio et Eleemosyna (Περὶ νηστείας καὶ ἐλεημοσύνης)

Spuria II: Oratio De Jejunio et Eleemosyna (Περὶ νηστείας καὶ ἐλεημοσύνης)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:1059 bisRead from the page
ἠμφίαστο. Νωθρᾶς καὶ ῥᾳθύμου ψυχῆς τὸ θαυμάζειν εὐανθὲς ἔνδυμα καὶ κατὰ τὴν ἐργασίαν λεπτόν· ψυχὴ δὲ μεγαλοφυὴς ἡ τοῦ ὄντως κόσμου τοῦ ἀληθινοῦ αἰσθανομένη διαπτύει πᾶσαν μαλακὴν ἐσθῆτα, τὴν ὑψηλοτέραν αὐτῆς ἐπιποθοῦσα τὴν ἀπερίεργον, τὴν εὐπρεπεστέραν, τὴν σεμνοτάτην, τὴν ἁγνείαν πάντων προτιμήσασα. Ἀρκέσθητε τοίνυν τῇ διὰ τῶν εἰρημένων ὑπομνήσει, φυλάξατε δὲ τὴν σεμνότητα, μὴ πέρα τοῦ μέτρου ἐξαγαγεῖν ὡς πικρὰν τὴν ἀκρίβειαν, ἥτις γλυκυτέρα ὑπὲρ μέλι καὶ κηρίον αὐτῷ τε τῷ ἀκούοντι καὶ τοῖς πλησιάζουσι γίνεται. Ἡ γὰρ πνευματικὴ χαρὰ σεμνῶς καὶ μεγαλοπρεπῶς εἰς ἑνότητα Θεοῦ προσορμίζει τὴν ψυχὴν, πληροῖ δὲ τῆς γλυκύτητος καὶ τοὺς συντυγχάνοντας. Ἀλλὰ μὴ πρόφασιν λαβὼν ἐκ τῶν ἐμῶν λόγων, ὅτι ἐκωλύθης ἐν ἱλαρότητι διάγειν, ἄρξῃ σκυθρωπὸς καὶ χαλεπὸς εἶναι πρὸς τοὺς ἐρχομένους ἀδελφοὺς, μηδὲ ἀπηνής τις καὶ δυσπρόσιτος καὶ ἀπάνθρωπος ἔσο ἀντὶ χρησίμου καὶ ἀγαπητικοῦ, μηδὲ ἐν ταῖς δεξιώσεσι τῶν προσιόντων ἀδελφῶν σκυθρωπὸς, καὶ περὶ ἀπόκρισιν καὶ λόγον ἀκοινώνητος. Πάντοτε γὰρ χαίρειν πρόσταγμά ἐστιν ἀποστολικὸν, καὶ τὸ, Παρακαλεῖτε ἀλλήλους, καὶ γίνεσθε εἰς ἀλλήλους χρηστοί· καὶ, Ἡ ἀγάπη, φησὶ, χρηστεύεται· καὶ αἱ τῶν ἀποστόλων φιλοφροσύναι τοῖς γράμμασιν αὐτῶν ἔνεισιν, ὡς τέκνα φιλοφρονούμενοι τοὺς ἀκούοντας, ὡς ἀδελφοὺς παρακαλοῦντες τοὺς προσέχοντας· καὶ πολλὰ περὶ τῆς ἱερᾶς κατὰ τὴν ἀγάπην χρηστότητος ἔστιν ἐκ τῶν ἁγίων
was clothed in. It belongs to a sluggish and lazy soul to marvel at a brightly coloured garment and one fine in its workmanship; whereas a noble-natured soul that perceives the truly real adornment spits out every soft raiment, longing for that which is loftier than it—the unmeddlesome, the more seemly, the most grave—having honoured purity before all things. Be content, therefore, with the reminder given through the things that have been spoken, and guard gravity, lest you draw out strictness beyond due measure as though bitter, which becomes sweeter than honey and the honeycomb both to him who hears it and to those who draw near. For spiritual joy gravely and magnificently brings the soul to anchor in union with God, and fills with sweetness those also who meet with us. Yet do not, taking a pretext from my words because you were hindered from passing your life in cheerfulness, begin to be sad of countenance and harsh towards the brethren who come, nor be someone cruel and unapproachable and inhumane instead of serviceable and affectionate, nor sad of countenance in your welcomings of the brethren who approach, and uncommunicative as regards answer and speech. For to rejoice always is an apostolic command, and so is: Comfort one another, and be kind to one another; and: Love, says he, is kind; and the kindly courtesies of the apostles are in their writings, treating their hearers with kindly affection as children, exhorting those who give heed as brethren; and many things concerning sacred kindness according to love are to be
ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΠΕΡΙ ΝΗΣΤΕΙΑΣ ΚΑΙ ΕΛΕΗΜΟΣΥΝΗΣ.
BY THE SAME, DISCOURSE ON FASTING AND ALMSGIVING.
Καλὴ ἡ νηστεία, καλὴ καὶ ἡ τῶν Γραφῶν ἀνάγνωσις· καλὴ δέ ἐστιν, ὅταν καὶ ἡ ἐκ ταύτης πρᾶξις ἕπηται, ἐπεὶ, ἐὰν ἀναγινώσκῃς μὲν, μὴ ποιῇς δὲ, γίνεταί σοι εἰς κρῖμα ἡ ἀνάγνωσις, καὶ εἰς ἐφόδιον κολάσεως. Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου, φησὶ, δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται· καὶ πάλιν ὁ Χριστός· Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Μακάριος δὲ ὁ λέγων εἰς ὦτα ἀκουόντων, ὅταν μάλιστα τὸν τόκον καταβάλωσι· τόκος δέ ἐστιν ἡ ὑπακοὴ, καὶ ἡ τῶν ἐντολῶν τοῦ Θεοῦ ἐργασία, καθώς φησιν ὁ Κύριος· Κἀγὼ ἐλθὼν ἀπήτησα ἂν τὸ ἐμὸν σὺν τόκῳ. Τί οὖν συνήγαγες, ἀδελφὲ, ἀπὸ τῆς νηστείας; ἐπεὶ καὶ γεωργὸς διὰ τοῦτο σπείρει, ἵνα θερίσῃ, καὶ ἔμπορος διὰ τοῦτο τὰς ἀποδημίας ἀποτελεῖ, ἵνα χρήματα συναγάγῃ, καὶ κυβερνήτης διὰ τοῦτο πολλὰ πελάγη διαπερᾷ, ἵνα τὸ σκάφος φορτίων ἐμπλήσῃ. Μή μοι εἴπῃς, ὅτι Τόσας ἡμέρας ἐνήστευσα, τὸ καὶ τὸ οὐκ ἔφαγον, οἶνον οὐκ ἔπιον, ἀλουσίαν ὑπέμεινα, ἀλλὰ δεῖξόν μοι, εἰ θυμώδης ὢν, πρᾷος ἐγένου, καὶ εἰ ὠμὸς ὢν, ἐγένου φιλάνθρωπος. Ἐπεὶ ἐὰν μεθύῃς τῷ θυμῷ, τί τὴν σάρκα καταθλίβεις; ἐὰν φθόνος ᾖ ἔνδον καὶ πλεονεξία, τίς ἡ ὠφέλεια τῆς ὑδροποσίας; Οὐ ζητῶ νῦν ποταπὴ ἡ τράπεζα, ἀλλ' εἰ γνώμης κακῆς ἐγένετο μεταβολή. Ἐὰν ἡ δέσποινα, ἡ ψυγὴ λέγω, πορνεύῃ, τί τὴν θεράπαιναν, τὴν γαστέρα φημὶ, μαστίζεις; εἰ ἡ ψυχὴ παρασύρεται, τί τὸ σῶμα τήκεις;
Good is fasting, good also is the reading of the Scriptures; yet it is good when the practice arising from it also follows, since, if on the one hand you read, and on the other hand do not do, the reading turns into judgement for you, and into provision for punishment. For not the hearers of the law, says he, are righteous before God, but the doers of the law shall be justified; and again Christ says: If I had not come and spoken to them, they would not have sin; but now they have no excuse concerning their sin. And blessed is he who speaks into the ears of those who hear, above all when they pay down the interest; and interest is obedience and the working of the commandments of God, just as the Lord says: And upon coming I would have demanded back My own with interest. What then have you gathered together, brother, from fasting? Since a husbandman also sows on this account, that he may reap, and a merchant accomplishes his journeys abroad on this account, that he may gather money, and a pilot crosses many seas on this account, that he may fill his vessel with cargoes. Do not say to me: So many days I fasted, such and such I did not eat, wine I did not drink, unwashedness I endured; but show me whether, having been irascible, you became meek, and whether, having been cruel, you became humane. Since if you are drunk with wrath, why do you afflict the flesh? If envy is within and covetousness, what is the benefit of water-drinking? I do not now inquire of what sort the table is, but whether a change of evil mind has taken place. If the mistress, I mean the soul, commits fornication, why do you scourge the handmaid, I mean the belly? If the soul is swept astray, why do you melt down the body?
Notes, col. 1059 bis

On the reading

Printed ψυγὴ, for ψυχὴ.

PG 48:1060 bisRead from the page
Γραφῶν καταμαθεῖν. Μηδὲ δεῖ πρὸς ἄμετρον ἱλαρότητα μετάγειν, μηδὲ γελωτοποιΐᾳ λυμήνασθαι τὴν εἰς Θεὸν μίμησιν χρηστότητα, ἀλλὰ μεταξὺ στῆναι τῆς τελείας ἱλαρότητος, καὶ μήτε λυπεῖν τοὺς συντυγχάνοντας, μήτε ἐκλύειν καὶ ῥᾳθύμους ἀποτελεῖν, μήτε χαλεπῶς ἐπιπλήττειν, μήτε ἀπατηλῶς κολακεύειν, ἀλλὰ καὶ συμφερόντως ἐπιστρέφειν καὶ χρηστῶς παρακαλεῖν. Ὃς φείδεται, φησὶ, ῥῆμα προέσθαι σκληρὸν, νοήμων· κηρία δὲ μέλιτος λόγοι καλοὶ, γλύκασμα δὲ αὐτῶν ἴασις ψυχῆς· εἰσὶν οἳ λέγοντες τιτρώσκουσιν ὡς μάχαιραι, γλῶσσαι δὲ σοφῶν ἰῶνται. Καλὸν δὲ καὶ τὸ θείαις ᾠδαῖς ἀνακεῖσθαι μετρίως· ἡ γὰρ τοιαύτη φαιδρότης ἁγιάζει τὴν ψυχὴν, κατὰ τὸν Ἀπόστολον· Πληροῦσθε, φησὶ, Πνεύματι, ᾄδοντες καὶ ψάλλοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Κυρίῳ. Καλὸν οὖν τῇ πρὸς τὴν τοιαύτην εὐφροσύνην σπουδῇ προσιέναι, καὶ μὴ διά τινα τρόπον πικρὸν καὶ σκληρὸν ὀκνηρῶς ἔχειν πρὸς τὴν θείαν ᾠδὴν, ὡς μὴ καταξιοῦντα φωνὴν προσκομίσαι πρὸς τὴν τοῦ Θεοῦ μελῳδίαν. Πρὸς γὰρ τοιοῦτον θεῖον πνεῦμα, καὶ πρὸς τὴν ὁμιλίαν τὴν ἱερὰν φαιδρῶς ἔχειν δεῖ οὐκ εἰς ἡδυφωνίαν ἐκλυομένους, οὐδὲ βαχήλως διαχεῖσθαι εἰς τὰς θείας ᾠδὰς, οὐδὲ μελῳδικῶς ἀνακλᾷν, καὶ περιβλέπεσθαι ὧδε κἀκεῖ, ὅπως ἐπαινεθῇς, ἀλλ' ἐνευφραινομένους Θεῷ, καὶ αὐτῷ μόνῳ ἀρέσκειν σπουδάζοντας, καὶ ἐνταῦθα δὴ μάλιστα, ἵνα τῷ σεμνῷ τὸ ἱλαρὸν κεκραμένον εὑρήσηται, τοῦ μὲν πρὸς Θεὸν φόβου τὴν σεμνότητα παρέχοντος ἡμῖν, τῆς δὲ θείας ᾠδῆς εἰς φαιδρότητα ἐναγούσης, καὶ μίμησιν τῆς αἰωνίου χαρᾶς ἐμποιούσης, ἐν ᾗ τὴν μέλλουσαν ζωὴν οἱ καλῶς ἐμπολιτευσάμενοι ζήσονται παρὰ Κυρίῳ· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
learned throughout from the holy Scriptures. Nor ought one to carry things over into immoderate cheerfulness, nor by jesting mar that kindness which is an imitation of God, but stand midway short of complete hilarity, and neither grieve those who meet with us, nor slacken them and render them lazy, nor rebuke them harshly, nor flatter them deceitfully, but both turn them back profitably and exhort them kindly. He who spares, says he, to utter a harsh word is understanding; and honeycombs are good words, and their sweetness is the healing of the soul; there are those who in speaking wound like swords, whereas the tongues of the wise heal. And it is good also to devote oneself moderately to divine odes; for such brightness sanctifies the soul, according to the Apostle: Be filled, says he, with the Spirit, singing and making melody in your hearts to the Lord. It is good, therefore, to approach with zeal towards such gladness, and not on account of some bitter and harsh disposition to be sluggish towards the divine ode, as though not deeming it worthy to bring one's voice to the melody of God. For towards such a divine spirit, and towards sacred converse, one ought to be brightly disposed, not slackening oneself unto sweetness of voice, nor dissipating oneself bacchanalianly in the divine odes, nor trilling melodiously and looking round here and there so that you may be praised, but rejoicing in God, and eager to please Him alone, and here indeed above all, so that what is cheerful may be found tempered with what is grave, the fear towards God on the one hand affording us gravity, and the divine ode on the other hand leading us into brightness, and implanting an imitation of the eternal joy, wherein those who have lived well as citizens shall live the life to come in the presence of the Lord; to Whom be the glory and the might unto the ages of the ages. Amen.
Ταῦτα λέγω οὐχ ὑμῶν κατηγορῶν, ἀλλὰ διὰ τοὺς ῥᾳθύμους. Ὅσον γὰρ ἐὰν ἴδω ὑμᾶς πετομένους, ἔτι βούλομαι ὑμᾶς ἀνωτέρω πέτασθαι· τοιαύτη γὰρ ἡ τῆς ἀγάπης τυραννίς. Καὶ ὥσπερ οἱ φιλάργυροι, ὅσον ἐὰν συναγάγωσι χρυσίον, πλέον ἐπιζητοῦσιν· οὕτω καὶ ἡμεῖς πλέον ὀρεγόμεθα τῆς ὑμετέρας προκοπῆς. Εἰ οὖν θέλεις παρὰ Θεῷ προσδεχθῆναι, νήστευσον ὡς οἱ Νινευῖται, ἀδελφέ· ἐκεῖνοι νόμον οὐκ ἔλαβον· περὶ ὧν φησιν ὁ Παῦλος· Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος. Μὴ τοίνυν ἀργὴν τὴν νηστείαν ἐπιδείκνυσο· οὐ γὰρ ἀναβαίνει μόνη εἰς τὸν οὐρανὸν ἡ νηστεία, ἐὰν μὴ ἔχῃ τὴν ἀδελφὴν αὐτῆς τὴν ἐλεημοσύνην· ξυνωρὶς γὰρ αὐτῆς ἐστι, καὶ οὐ μόνον ἀδελφότης καὶ ξυνωρὶς, ἀλλὰ καὶ ὄχημα. Καὶ πόθεν τοῦτο; Τῷ Κορνηλίῳ ἔλεγεν ὁ ἄγγελος· Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. Πτερὸν γάρ ἐστι τῆς εὐχῆς ἡ ἐλεημοσύνη· ἐὰν οὖν μὴ ποιήσῃς πτερὸν τῇ εὐχῇ, οὐ πέταται· ὅταν δὲ πτερωθῇ ἡ ψυχή σου, ἵπταται εἰς τὸν οὐρανόν. Ἕως πότε ἡ φιλαργυρία καὶ τῶν κτημάτων ἡ ἐπιθυμία; Ταῦτα πάντα, ἀδελφὲ, συγκαταλύεται τῷ παρόντι βίῳ. Ἀλλὰ πάντως μοι ἐρεῖς· Ταῦτα σεαυτῷ λέγε. Καὶ ἐμαυτῷ λέγω, ἀδελφὲ, καὶ ὑμῖν· κοινὸν γὰρ τὸ συμβούλιον. Ἐγὼ ταῦτα ἀκούων, καὶ διορθούμενος, παρ' ὑμῶν χάριν λαμβάνω· κἂν δοῦλος ᾖ ὁ λέγων, δέχομαι τὴν συμβουλὴν, κἂν ἐλεύθερος ᾖ, προθύμως ἀκούω. Οὐ
These things I say not accusing you, but on account of the lazy. For the more I see you flying, the higher still I wish you to fly; for such is the tyranny of love. And just as lovers of money, the more gold they gather together, seek after more, so we also reach out for more of your progress. If then you wish to be accepted before God, fast like the Ninevites, brother; those men did not receive a law, concerning whom Paul says: For when Gentiles who do not have the law do by nature the things of the law, these, though not having the law, are a law to themselves. Do not, therefore, display your fasting idle; for fasting does not ascend alone into heaven unless it has its sister, almsgiving; for it is its yoked pair, and not only a sisterhood and a yoked pair, but also a chariot. And whence is this? To Cornelius the angel said: Your prayers and your alms have gone up for a memorial in the sight of God. For almsgiving is the wing of prayer; if then you do not make a wing for prayer, it does not fly; whereas when your soul is winged, it flies into heaven. How long shall love of money and lust for possessions last? All these things, brother, are dissolved together with the present life. Yet altogether you will say to me: Say these things to yourself. Both to myself do I say them, brother, and to you; for the counsel is common. Hearing these things and being set right, I receive favour from you; even if the speaker be a slave, I accept the counsel, and even if he be free, I hear eagerly. For not
Notes, col. 1060 bis

On the reading

Printed βαχήλως, for βακχήλως.

PG 48:1061 bisRead from the page
Nam si Moyses ille tantus vir, qui cum Deo fuerat colloquutus, soceri sui consilium non est aversatus, tametsi barbarus erat, sed cum ipse suscepit, tum Deus confirmavit (Exod. 18. 24): quanto magis nos? Non dico tibi, ut inops fias, sed ut quod redundat, in pauperes eroges, ut abundantia tua salutis occasio tibi fiat. Non videtis multos in via pauperes? Quo pacto aegri nudique remanent? Atque hic quidem junior, ille vero senior est; et alter ab altero fulcitur, et multa est illorum miseria. Da igitur conservo, ut Dominum habeas debitorem, qui lubenter est debitor, qui sortem dat cum usura. Nam in rebus quidem profanis crimen est usura, at apud Deum laus est. Non das pauperi? Eum attende, qui per illum petit, et ejus dignitatem, qui accipit, reverere: pauper accipit, et Deo mutuum datur. Cogita quo descenderit ejus causa Dominus tuus, ut te inflecteret, ne crudelis esses et inhumanus. Esurientem enim me vidistis, et non aluistis: sitientem, et non dedistis mihi potum: hospitem, et non collegistis: nudum, et non operuistis (Matth. 25. 42. 43): et quae sequuntur. Non das igitur Christo esurienti? Tu et pauper corporis ejus communiter ex mensa participes estis, et calicis ejus pariter communicatis: in rerum magnarum ac tremendarum communionem tecum venit, et tu illi exiguas non impertis? Num enim illi, quae tua sunt, largiris? Quamvis enim a parentibus acceperis, quamvis a majoribus, Dei sunt: quid in terram illa defodis? Da pauperi, et multa cum securitate tibi Dominus illa servabit. Non vides, quid faciant agricolae? Saepenumero is, cui prae inopia semen non suppetit, vestem suam pignori opponit, et quod vult accipit, ac terrae committit: tametsi persaepe, cum tempestatum intemperies ingruerit, nulla collecta messe discedit, et tamen propter spem terrae credit. Quod igitur terra praestat, hoc Dominus praestare non potest? Imitare illam in Veteri Testamento viduam, quae pugillum farinae in hydria, et paucum oleum in lecytho habuit: quoniam ex ipsis hospitio prophetam excepit (3. Reg. 17. 12): aut istam in Evangelio, quae cum obolos duos misisset, omnes superavit, quippe quae suas omnes opes miserit (Luc. 21. 3). Quid vero dicis? Pauper sum, pecunias non habeo. Duos obolos non habes, quinetiam, licet non habeas, bonae mentis et affectus opes requirit Deus: propterea dicebat, Quicumque dederit calicem aquae frigidae, non perdet mercedem suam (Matth. 10. 42). Vide, quid dicat: aquae frigidae, non calidae, ne propter lignorum sumptum mercede priveris. Atque Imperator quidem si tributum auro tibi solvendum indicat, suspensus, fidiculis tortus, quantum ille voluerit, pendis: quamvis pauper sis, non habet rationem facultatis personarum, sed proprii lucri; Deus autem non ita, verum pro cujusque facultate requirit. Cur enim sunt pauperes? An vero non poterat Deus aureum imbrem demittere? Sed ut illius paupertas solatium tibi fiat peccatorum. Magnum quiddam est homo, et pretiosum homo misericors (Prov. 20. 6). Vide quanta res sit eleemosyna: secum Deus comparat misericordem: Estote enim, inquit, misericordes, sicut et Pater vester caelestis misericors est (Luc. 6. 36). Si venerit mors, hic manent pecuniae: quin tu igitur eas illuc praemittis, ut in illa die tibi pauperes patrocinentur, ubi non est orator, nec advocatus? Ostendunt enim vestes et strophia pauperes, et ab igne te abripiunt. Non ita cum in glaciem sol inciderit, eam liquefacit, atque eleemosyna, cum in peccatorum inciderit multitudinem, ea delet. Ut autem sublimitatem intelligas eleemosynae, quid virginitate laboriosius? Nihil. Multae sunt virtutes, aliae magnae, aliae majores, aliae minores? At virginitate laboriosius est nihil. Cum natura luctatur; hoc bellum intermissionem non habet: pugna est quae pacem numquam sortitur nisi forte per Christi misericordiam. Stat virgo fornacem in seipsam conflans, nec tamen uritur: virgo super prunas consistens, non tamen incenditur, cum sit in fornace, non exuritur, sed ut tres pueri rore perfunditur, cum invisibilibus certans virtutibus, Michaelem imitatur, et Gabrielem aemulatur.
For if that great man Moses, who had conversed with God, did not spurn the counsel of his father-in-law, even though he was a barbarian, but when he himself accepted it, God also confirmed it (Exod. 18. 24), how much more we? I do not tell you to become destitute, but to expend what is superfluous upon the poor, so that your abundance may become an occasion of salvation for you. Do you not see many poor folk upon the road? How do they remain sick and naked? And the one indeed is younger, the other older; and the one is held up by the other, and great is their misery. Give therefore to your fellow-servant, that you may have the Lord as your debtor, who is gladly a debtor, who repays the principal with interest. For in worldly affairs usury is a crime, but with God it is a matter of praise. Do you not give to the poor man? Heed him who asks through him, and revere the dignity of him who receives: the poor man receives, and the loan is given to God. Reflect how far your Lord descended for his sake, in order to bend you, lest you should be cruel and inhuman. For I was hungry, you beheld me, and you did not feed me; thirsty, and you did not give me drink; a stranger, and you did not take me in; naked, and you did not clothe me (Matth. 25. 42. 43), and what follows. Do you not give, then, to Christ when he is hungry? You and the poor man partake in common of his body from the table, and share alike in his cup; he comes with you into the communion of great and awesome realities, and do you not impart to him trifling things? For do you lavish upon him what is your own? Even though you have received it from your parents, even though from your ancestors, it belongs to God: why do you bury those things in the earth? Give to the poor man, and with great security the Lord will keep them for you. Do you not see what husbandmen do? Oftentimes he who through poverty lacks seed puts his garment in pledge, and receives what he wishes, and entrusts it to the earth; and although very often, when inclement weather has come on, he departs with no harvest gathered, nevertheless on account of hope he trusts the earth. What the earth performs, therefore, cannot the Lord perform? Imitate that widow in the Old Testament who had a handful of meal in a jar and a little oil in a cruse, for from these she received the prophet in hospitality (3. Reg. 17. 12); or that widow in the Gospel who, when she had cast in two mites, surpassed all, inasmuch as she cast in all her substance (Luc. 21. 3). Yet what do you say? I am poor, I have no money. You do not have two mites? Nay more, even though you have them not, God requires the wealth of a good mind and disposition; wherefore he said, Whoever gives a cup of cold water shall not lose his reward (Matth. 10. 42). See what he says: of cold water, not hot, lest you be deprived of your reward on account of the expense of firewood. And if an emperor indeed imposes upon you a tribute to be paid in gold, hung up and racked with cords you pay as much as he wills; even though you are poor, he takes no account of persons' means, but only of his own gain; God, however, does not act thus, but requires according to each one's ability. For why do the poor exist? Could not God indeed have sent down a shower of gold? Nay, it is so that that man's poverty may become for you a remedy for sins. A great thing is man, and a precious thing is a merciful man (Prov. 20. 6). See how great a thing almsgiving is: God compares the merciful man with himself; Be ye merciful, says he, even as your heavenly Father is merciful (Luc. 6. 36). If death comes, your money remains here: why then do you not send it on ahead thither, so that on that day the poor may plead your cause, where there is neither orator nor advocate? For the poor display the garments and girdles, and snatch you from the fire. The sun, when it falls upon ice, does not so melt it as almsgiving, when it falls upon a multitude of sins, blots them out. And that you may understand the sublimity of almsgiving, what is more laborious than virginity? Nothing. Many are the virtues—some great, some greater, some lesser? Yet nothing is more laborious than virginity. It wrestles with nature; this war has no truce; it is a combat that never obtains peace save perhaps through the mercy of Christ. The virgin stands kindling a furnace against herself, and yet is not burned; the virgin standing upon live coals is nevertheless not set afire; though she is in the furnace, she is not consumed, but like the three youths is bedewed, contending with invisible powers; she imitates Michael and emulates Gabriel.
Notes, col. 1061 bis

On the reading

Printed calicl, for calicis.

PG 48:1062 bisRead from the page
In paradiso erat virginitas, et a dracone corrupta est: propterea mediis temporibus non apparebat: cum autem venit is, qui ex virgine natus est, Jesus Christus Dei Filius, tum rursus apparuit. Vis autem virginitatis magnitudinem nosse? Moyses mare divisit, aerem immutavit, manna demisit, et illi propter uxorem suam Aethiopissam obloquuti sunt (Num. 12. 1), quod uxores haberet: et vero Abraham, Isaac, et Jacob. Imo et Joseph, tametsi castus erat, postea tamen uxorem habuit. Vis intelligere, quanta res sit virginitas? Cum venisset Christus, eam necessitate non devinxit; simul enim alias virtutes cum intendisset, hanc non intendit, ut cum sponte bene egeris, coroneris. Qui in continentia et paupertate se exercent, primam illam aggrediuntur. Sunt enim eunuchi, qui sic nati sunt: et sunt eunuchi, qui facti sunt ab hominibus: et sunt eunuchi qui seipsos castraverunt propter regnum caelorum (Matth. 19. 12), non cum sibi membra amputassent, sed cum lascivam libidinem resecuissent. Qui potest capere capiat. Apostolus quoque virtutes omnes cum recensuisset, hujusque immensitatem probe nosset, ait: De virginibus praeceptum Domini non habeo (1. Cor. 7. 25). Vides ut magna sit virginitas, et tamen absque eleemosyna non servavit: eleemosynae vero sine virginitate servaverunt. Quinque virgines fatuae, propterea quod oleum non habebant, sed virginitatem solam, in sponsi thalamum non intrarunt. Sapientibus enim dicunt, Date nobis de oleo vestro (Matth. 25. 8). Ac merito sane fatuae sunt vocatae, quod cum id, quod erat laboriosius, perfecissent, quod laboris expers erat, non praestitissent: magnum adversarium dejecerant, et a minori fuere superatae. Et cum venisset sponsus, sapientes in thalamum sponsi venerunt; atque illae quoque pulsantes venerunt: aitque illis: Nescio vos (Ib. v. 12). Quid ita? Quoniam esurientem me vidistis, nec aluistis (Ib. v. 42). Absit autem, ut talem nos vocem audiamus. Illis vero quae eleemosynam erogaverunt, ait: Venite, benedicti Patris mei, possidete paratum vobis regnum a constitutione mundi (Ib. v. 34). Quid ita? num quia virginitatem servarunt? Nequaquam, sed quoniam Esurivi, et dedistis mihi manducare: sitivi, et potum mihi dedistis: hospes eram, et collegistis me: nudus eram, et cooperuistis me: infirmus et in carcere, et visitastis me (Ib. v. 42. 43). Ut autem intelligas, quanta res sit eleemosyna, rursus hanc volo vobis historiam in memoriam revocare. Decem erant virgines, quinque sapientes, et quinque fatuae: ac circa medium noctis vox est edita: surgite, sponsus venit. Medium noctis est resurrectio: quo tempore nos omnes angeli excitabunt. Cum vero virgines surrexissent, ornaverunt lampades suas. Porro lampas est virginitas, quae est quiddam purum, acre, ac lucidum. Dicunt sapientibus fatuae: Date nobis de oleo vestro: respondent illis sapientes: timemus, ne forte non sufficiat nobis et vobis (at non quod inviderent, minime dederunt: quid enim illic opus est auro? non enim illic dives et pauper est), sed abeuntes emite. Quinam autem sunt illi, qui vendunt? Pauperes. Tu enim potius accipis quam das: tu das illi terrena, et accipis caelestia. Cum igitur emptum abiissent, venit sponsus, et quae paratae erant, in sponsi thalamum sunt ingressae, et clausae sunt januae. Illae vero cum venissent, pulsarunt, et ait illis: Nescio vos. Vides, quoniam eleemosynam non habebant, laborem etiam virginitatis amiserunt, et extra thalamum sponsi remanserunt. Itaque perspecta eleemosynae utilitate, fratres, eleemosynam erogemus, ut et sponsi thalamum consequamur, et aeternis bonis perfruamur, gratia Domini nostri Jesu Christi, cum quo Patri gloria una cum sancto, bono ac vivifico Spiritu nunc et semper et in saecula saeculorum. Amen.
Virginity was in paradise, and was corrupted by the dragon; therefore in the intervening ages it did not appear; but when he came who was born of a virgin, Jesus Christ the Son of God, then it appeared again. Do you wish to know the greatness of virginity? Moses divided the sea, transformed the air, sent down manna, and they spoke against him on account of his Ethiopian wife (Num. 12. 1), because he had wives; and so too had Abraham, Isaac, and Jacob. Nay, even Joseph, although he was chaste, nevertheless afterwards had a wife. Do you wish to understand how great a thing virginity is? When Christ came, he did not bind it fast by necessity; for while he strained taut the other virtues, this one he did not strain taut, so that when you have acted nobly of your own accord, you may be crowned. Those who train themselves in continence and poverty take hold of it first. For there are eunuchs who were so born, and there are eunuchs who were made eunuchs by men, and there are eunuchs who have made themselves eunuchs for the kingdom of heaven (Matth. 19. 12)—not by amputating their own members, but by cutting off wanton lust. He who is able to receive it, let him receive it. The Apostle likewise, when he had reckoned up all the virtues and well knew the vastness of this one, said: Concerning virgins I have no commandment of the Lord (1. Cor. 7. 25). You see how great virginity is, and yet without almsgiving it did not save, whereas almsdeeds without virginity did save. The five foolish virgins, because they had no oil but virginity alone, did not enter into the bridegroom's chamber. For they say to the wise: Give us of your oil (Matth. 25. 8). And most deservedly indeed were they called foolish, because when they had accomplished what was more laborious, they had not performed what was free of toil: they had cast down the mighty adversary, and were overcome by the lesser. And when the bridegroom came, the wise entered into the bridegroom's chamber; and they also came knocking, and he said to them: I know you not (Ib. v. 12). Why so? Because when I was hungry you beheld me, and fed me not (Ib. v. 42). Far be it from us to hear such a voice! But to those who bestowed alms he says: Come, ye blessed of my Father, possess the kingdom prepared for you from the foundation of the world (Ib. v. 34). Why so? Was it because they kept virginity? By no means, but because I was hungry, and you gave me to eat; I was thirsty, and you gave me to drink; I was a stranger, and you took me in; I was naked, and you clothed me; I was sick and in prison, and you visited me (Ib. v. 42. 43). And that you may understand how great a thing almsgiving is, I wish to recall this history once more to your memory. There were ten virgins, five wise and five foolish; and about midnight a cry was raised: Arise, the bridegroom comes. Midnight is the resurrection, at which time the angels will awaken us all. And when the virgins had arisen, they trimmed their lamps. Now the lamp is virginity, which is something pure, keen, and radiant. The foolish say to the wise: Give us of your oil; the wise answer them: We fear lest perchance there be not enough for us and for you (yet it was by no means because they grudged it that they did not give; for what need is there of gold yonder? For yonder there is neither rich man nor poor man), but go rather and buy. And who are those that sell? The poor. For you receive rather than give: you give him earthly things, and you receive heavenly things. When therefore they had gone off to buy, the bridegroom came, and those who were ready entered into the bridegroom's chamber, and the doors were shut. And when the others came, they knocked, and he said to them: I know you not. You see that, because they did not have almsgiving, they lost even the toil of virginity, and remained outside the bridegroom's chamber. Having therefore beheld the profit of almsgiving, brethren, let us bestow alms, that we may both attain the bridegroom's chamber and enjoy eternal blessings, by the grace of our Lord Jesus Christ, with whom to the Father be glory together with the holy, good, and life-giving Spirit, now and ever and unto ages of ages. Amen.