αἰσθήσεται τῆς ἐκεῖ κολάσεως· ὁ δὲ πᾶσαν ἀναγκαζόμενος ἐκεῖ τὴν κόλασιν ὑπομεῖναι, ἀπαραίτητον ἕξει τὴν δίκην· καθάπερ καὶ οὗτος ὁ πλούσιος ἐνταῦθα μηδὲν διαλυσάμενος τῶν οἰκείων ἁμαρτημάτων, οὕτω χαλεπῶς ἐκολάζετο, ὡς μηδὲ σταγόνος μικρᾶς δυνηθῆναι ἐπιτυχεῖν. Καὶ τούτων δὲ αὐτῶν τῶν ἁμαρτανόντων μὲν, μηδὲν δὲ ἐνταῦθα πασχόντων δεινὸν, πολλῷ μᾶλλον ἐκείνους ταλανίζω τοὺς μετὰ τοῦ μὴ τιμωρεῖσθαι ἐνταῦθα καὶ τρυφῆς καὶ ἀδείας ἀπολαύοντας. Ὥσπερ γὰρ τὸ μὴ δοῦναι δίκην ἐνταῦθα τῶν ἁμαρτημάτων χαλεπωτέραν ἐκεῖ ποιεῖ τὴν τιμωρίαν· οὕτω δὴ τὸ πολλῆς ἀνέσεως ἀπολαύειν τοὺς ἁμαρτάνοντας καὶ τρυφῆς καὶ εὐπορίας, ἐφόδιον αὐτοῖς καὶ ὑπόθεσις κολάσεως καὶ τιμωρίας ἐκεῖ γίνεται μείζονος. Ὅταν γὰρ ἁμαρτάνοντες τιμώμεθα ὑπὸ τοῦ Θεοῦ, αὐτὸ τοῦτο ἡμᾶς μάλιστα εἰς τὸ πῦρ μειζόνως ἐμβαλεῖν δυνήσεται.
punishment there; whereas he who is compelled to endure all the punishment there will have inexorable justice; just as this rich man also, having dissolved nothing here of his own sins, was chastised so grievously that he was unable to obtain even a small drop. And among these very men themselves who sin yet suffer nothing terrible here, much more do I count wretched those who, along with not being punished here, also enjoy luxury and impunity. For just as not paying the penalty here for one's sins makes the retribution more grievous there, so indeed for those who sin to enjoy great ease and luxury and abundance becomes for them a provision and a ground for greater punishment and retribution there. For when we are honoured by God while sinning, this very thing above all will be able to cast us more severely into the fire.
Εἰ γὰρ μακροθυμίας τις ἀπολαύων μόνον, ἂν εἰς δέον αὐτῇ μὴ χρήσηται, χαλεπωτέραν ἕξει τὴν τιμωρίαν· ὅταν μετὰ τῆς μακροθυμίας καὶ τιμὰς ἔχῃ μεγίστας, εἶτα ἐπιμένῃ τῇ πονηρίᾳ, τίς αὐτὸν ἐξελεῖται τῆς κολάσεως ἐκείνης; Ὅτι γὰρ οἱ μακροθυμίας ἐνταῦθα ἀπολαύοντες συνάγουσιν ἑαυτοῖς ὁλόκληρον ἐκεῖ τὸ κακὸν, ἐὰν μὴ μετανοήσωμεν, ἄκουσον τί φησιν ὁ Παῦλος· Λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε, ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας, καὶ ποιῶν αὐτὰ, ὅτι σὺ ἐκφεύξῃ τὸ κρῖμα τοῦ Θεοῦ; Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ. Ὅταν οὖν ἴδωμέν τινας πλουτοῦντας, τρυφῶντας, μύρων ὄζοντας, ἐν μέθῃ διημερεύοντας, ἐν δυναστείᾳ ὄντας καὶ δόξῃ πολλῇ καὶ πολλῇ τῇ φαντασίᾳ καὶ περιφανείᾳ, καὶ ἁμαρτάνοντας, καὶ μηδὲν πάσχοντας δεινὸν, δι' αὐτὸ τοῦτο αὐτοὺς μάλιστα δακρύωμεν καὶ θρηνῶμεν, ὅτι ἁμαρτάνοντες οὐ κολάζονται. Ὥσπερ γὰρ εἴ τινα εἶδες ὑδέρῳ ἢ σπληνὶ κατεχόμενον, ἢ σηπεδόνα τινὰ ἔχοντα καὶ ἕλκη μυρία πάντοθεν, εἶτα ἐπὶ πᾶσι τούτοις μεθύοντα, τρυφῶντα, καὶ τὸ νόσημα ἐπιτείνοντα, οὐ μόνον οὐ θαυμάζεις, οὐδὲ μακαρίζεις διὰ τὴν τρυφὴν, ἀλλὰ δι' αὐτὸ τοῦτο μάλιστα ταλανίζεις αὐτόν· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς λογίζου. Ὅταν ἴδῃς ἄνθρωπον πονηρίᾳ συζῶντα, καὶ πολλῆς ἀπολαύοντα τῆς εὐημερίας, καὶ οὐδὲν πάσχοντα δεινὸν, διὰ τοῦτο μᾶλλον θρήνησον, ὅτι νοσήματι κατεχόμενος καὶ σηπεδόνι χαλεπωτάτῃ, τὴν ἀρρωστίαν ἐπιτείνει, διὰ τῆς τρυφῆς καὶ τῆς ἀνέσεως χείρων γινόμενος. Οὐ γὰρ ἡ κόλασις κακὸν, ἀλλ' ἡ ἁμαρτία κακόν. Αὕτη μὲν γὰρ τοῦ Θεοῦ διίστησιν, ἐκείνη δὲ συνάγει ἡμᾶς πρὸς τὸν Θεὸν, καὶ καταλύει τὴν ὀργήν. Πόθεν τοῦτο δῆλον; Ἄκουσον τοῦ προφήτου λέγοντος· Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου, ἱερεῖς, λαλήσατε ἐπὶ τὴν καρδίαν Ἱερουσαλὴμ, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. Καὶ πάλιν· Κύριος ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν. Καὶ ἵνα μάθητε ὅτι οἱ μὲν ἐνταῦθα, οἱ δὲ ἐκεῖ κολάζονται, οἱ δὲ καὶ ἐνταῦθα καὶ ἐκεῖ, ἀκούσατε
For if someone enjoying long-suffering alone, should he not use it as is fitting, will have his retribution more grievous, when along with long-suffering he also has the greatest honours, and then persists in wickedness, who will rescue him from that punishment? For to show that those who enjoy long-suffering here gather together for themselves the whole evil there, unless we repent, hear what Paul says: And do you suppose this, O man, who judge those who practise such things and do the same yourself, that you will escape the judgement of God? Or do you despise the riches of His kindness and forbearance and long-suffering, not knowing that the kindness of God leads you to repentance? But according to your hardness and impenitent heart you treasure up for yourself wrath in the day of wrath and revelation and righteous judgement of God (Rom. 2:3-5). When, therefore, we see certain men abounding in wealth, living in luxury, reeking of ointments, passing the whole day in drunkenness, being in power and great glory and great ostentation and splendour, and sinning, and suffering nothing terrible, for this very reason above all let us weep for them and lament, because though sinning they are not chastised. For just as if you saw someone gripped by dropsy or an affection of the spleen, or having some putrefaction and ten thousand ulcers on every side, and then on top of all these things getting drunk, living in luxury, and intensifying the disease, not only do you not admire or count him blessed on account of his luxury, but for this very reason above all count him wretched: so also reckon in the case of the soul. When you see a man living with wickedness, and enjoying great prosperity, and suffering nothing terrible, on this account lament all the more, because, gripped by disease and a most grievous putrefaction, he intensifies his infirmity, becoming worse through luxury and ease. For punishment is not an evil, but sin is an evil. For the one parts us from God, whereas the other brings us together unto God, and puts an end to His wrath. Whence is this manifest? Hear the prophet saying: Comfort, comfort My people, O priests; speak to the heart of Jerusalem, for she has received from the hand of the Lord double for her sins (Isa. 40:1-2). And again: O Lord our God, give us peace; for Thou hast rendered all things unto us (Isa. 26:12). And that you may learn that some are chastised here, and others there, and others both here and there, hear