λειαν· ἀλλ' ὅμως οὐδὲ οὕτω διωρθώθη. Ὁ δὲ Χριστὸς καὶ τοῦτο προειδὼς, οὐχὶ τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερον μετὰ τούτου πολλῷ μεῖζον τούτου ἐποίησεν. Ὅτε γοῦν ἐπέθεντο αὐτῷ οἱ Ἰουδαῖοι μετὰ μαχαιρῶν καὶ ξύλων τὰς χεῖρας ὁπλίσαντες κατ' αὐτοῦ, τότε πάντας αὐτοὺς ἐπήρωσε· τὸ γὰρ εἰπεῖν, Τίνα ζητεῖτε; τοῦτο ἐμφαίνοντος ἦν. Ἐπειδὴ γὰρ ἔλεγε συνεχῶς ὁ Ἰούδας· Τί θέλετέ μοι δοῦναι, καὶ ἐγὼ ὑμῖν παραδώσω αὐτόν; βουλόμενος ὁ Κύριος καὶ τοὺς Ἰουδαίους πεῖσαι, κἀκεῖνον διδάξαι, ὅτι ἑκὼν ἔρχεται ἐπὶ τὸ πάθος, καὶ τὸ πᾶν αὐτοῦ ἐστιν, οὐ τῆς ἐκείνου πανουργίας δυνηθείσης αὐτοῦ περιγίνεσθαι, αὐτοῦ τοῦ προδότου μετὰ πάντων ἑστῶτος, φησὶ, Τίνα ζητεῖτε; οὕτως οὐκ ᾔδει ὃν ἔμελλε παραδιδόναι, ἀλλ' ἐπήρωσεν αὐτοῦ τὴν ὄψιν· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ὑπτίους ἅπαντας ἔῤῥιψε διὰ τῆς φωνῆς ταύτης. Καὶ ἐπειδὴ μηδὲ τοῦτο αὐτοὺς ἐπιεικεστέρους ἐποίησε, μηδὲ τὸν μιαρὸν ἐκεῖνον τῆς προδοσίας ἀπέστησεν, ἀλλ' ἔμενεν ἀνίατος ὢν, οὐδὲ οὕτω πάλιν ὁ Χριστὸς ἀπέστη τῆς περὶ αὐτὸν εὐνοίας τε καὶ ἐπιμελείας· ἀλλ' ὅρα πῶς ἐντρεπτικώτατα τῆς ἀναιδοῦς καθάπτεται ψυχῆς, καὶ φθέγγεται ῥήματα ἱκανὰ καὶ λιθίνην μαλάξαι διάνοιαν. Ἐπειδὴ γὰρ ὥρμησεν αὐτὸν φιλῆσαι, τί φησιν; Ἰούδα, φιλήματι τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδίδως; οὐδὲ αὐτὸ τῆς προδοσίας αἰσχύνῃ τὸ σχῆμα; Ταῦτα δὲ ἔλεγεν ὁ Χριστὸς καθαπτόμενος αὐτοῦ, καὶ τῆς προτέρας ἀναμιμνήσκων συνηθείας. Ἀλλ' ὅμως τοσαῦτα τοῦ Κυρίου καὶ ποιήσαντος καὶ εἰπόντος, οὐκ ἐγένετο βελτίων ἐκεῖνος, οὐ παρὰ τὴν τοῦ συμβουλεύσαντος ἀσθένειαν, ἀλλὰ παρὰ τὴν αὐτοῦ ῥᾳθυμίαν. Ὁ δὲ Χριστὸς, καίτοι ταῦτα πάντα προειδὼς, οὐ διέλιπεν ἐξ ἀρχῆς μέχρι τέλους τὰ παρ' ἑαυτοῦ ἅπαντα ἐπιδεικνύμενος. Ἅπερ οὖν ἅπαντα καὶ ἡμᾶς εἰδότας, ἀγαπητοὶ, συνεχῶς καὶ διαπαντὸς τοὺς ἠμελημένους τῶν ἀδελφῶν τῶν ἡμετέρων ῥυθμίζειν καὶ φιλεῖν χρὴ, κἂν μηδὲν ἐκ τῆς συμβουλῆς γίνηται κέρδος. Εἰ γὰρ ὁ τὸ τέλος εἰδὼς τοιοῦτον ἐσόμενον, τοσαύτῃ περὶ τὸν οὐδὲν μέλλοντα καρποῦσθαι ἐκ τῆς παραινέσεως ταύτης ἐχρήσατο προνοίᾳ, ποίας ἂν εἴημεν ἄξιοι συγγνώμης ἡμεῖς, ὅταν μηδὲ τὴν τῶν πραγμάτων ἔκβασιν εἰδότες, οὕτω τῆς τῶν πλησίον σωτηρίας ῥᾳθυμῶμεν, ἐκ πρώτης καὶ δευτέρας αὐτοὺς συμβουλῆς ἐγκαταλιμπάνοντες; Μετὰ δὲ τῶν εἰρημένων ἁπάντων καὶ τὰ καθ' ἡμᾶς αὐτοὺς ἐννοήσωμεν, ὅτι καθ' ἑκάστην ἡμέραν τοῦ Θεοῦ πρὸς ἡμᾶς διαλεγομένου διὰ τῶν προφητῶν, διὰ τῶν ἀποστόλων, καθ' ἑκάστην παρακούομεν τὴν ἡμέραν· καὶ ὅμως οὐκ ἀφίσταται καὶ διαλεγόμενος καὶ παρακαλῶν ἀεὶ τοὺς ἀφηνιῶντας καὶ μὴ προσέχοντας. Καὶ βοᾷ Παῦλος λέγων· Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν, δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ. Εἰ γὰρ χρή τι καὶ θαυμαστὸν εἰπεῖν, οὐ τοσούτων ἐπαίνων ἄξιος ὁ προειδὼς, ὅτι πεισθήσεται πάντως ὁ δεχόμενος τὴν συμβουλὴν, καὶ οὕτω συμβουλεύων, ὡς ὁ πολλάκις μὲν εἰπὼν καὶ συμβουλεύσας καὶ ἀποτυχὼν, οὐκ ἀφιστάμενος δὲ οὐδὲ οὕτω.
fit; yet nevertheless not even so was he corrected. And Christ, foreknowing this also, did not this only, but also another thing after this much greater than this. When the Jews, for instance, set upon Him having armed their hands with swords and clubs against Him, He then blinded them all; for to say, Whom do you seek? was the act of One manifesting this. For since Judas continually said: What are you willing to give me, and I will deliver Him up to you? the Lord, wishing both to persuade the Jews and to teach him that He comes willingly to the Passion, and that the whole matter is His own doing, that man's knavery not having been able to prevail over Him, when the traitor himself was standing with them all, says, Whom do you seek? Thus that man did not know Him Whom he was about to deliver up, for He blinded his sight; and not this only, but He also cast them all flat upon their backs through this voice. And since neither did this render them more reasonable, nor did it cause that foul man to desist from his betrayal, but he remained incurable, not even so again did Christ withdraw from His goodwill and care towards him; rather, see how most shamingly He touches his shameless soul, and utters words sufficient to soften even a stony mind. For when he rushed to kiss Him, what does He say? Judas, with a kiss do you betray the Son of man? Do you not feel shame at the very form of the betrayal? And these things Christ spoke, touching him, and reminding him of their former intimacy. Yet nevertheless, though the Lord both did and spoke so many things, that man did not become better, not on account of the weakness of Him Who gave counsel, but on account of his own sloth. Yet Christ, even though He foreknew all these things, did not cease from beginning to end displaying everything on His own part. Knowing all these things ourselves also, therefore, beloved, we must continually and perpetually regulate and love those of our brethren who have been neglected, even if no gain come from our counsel. For if He Who knew that the end would be such employed so great a providence towards him who was about to reap nothing from this exhortation, of what pardon should we be worthy, when, not even knowing the outcome of affairs, we are so slothful concerning our neighbours' salvation, abandoning them after a first and second counsel? And along with all that has been said, let us also consider our own case: that when God converses with us every single day through the prophets, through the apostles, every single day we disregard Him; and nevertheless He does not desist from both conversing with and perpetually exhorting those who spurn the rein and do not pay heed. And Paul cries aloud, saying: On behalf of Christ we are ambassadors, as though God were entreating through us; we beseech you on behalf of Christ, be reconciled to God. For if one must also say something marvellous, he who foreknows that the one receiving the counsel will altogether be persuaded, and thus gives counsel, is not worthy of such great praises as he who has often spoken and given counsel and failed, yet does not desist even so.