Migne Reading Room

PG 48 · cols. 945–950 · Read from the page

Homily on the Anathema

Homily on the Anathema

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:945Read from the page
ΠΕΡΙ ΤΟΥ ΜΗ ΔΕΙΝ ΑΝΑΘΕΜΑΤΙΖΕΙΝ ΖΩΝΤΑΣ Η ΤΕΘΝΗΚΟΤΑΣ (a).
ON NOT ANATHEMATIZING THE LIVING OR THE DEAD (a).
αʹ. Πρώην μὲν περὶ ἀκαταλήπτου γνώσειως Θεοῦ διαλεγόμενος πρὸς ὑμᾶς, καὶ πολλοὺς λόγους κινήσας, ἀπεδείκνυον ἀπό τε γραφικῶν φωνῶν, καὶ ἀπὸ φυσικῶν λογισμῶν, ὅπως καὶ αὐταῖς ταῖς ἀοράτοις δυνάμεσιν ἀνέφικτός ἐστι παντελῶς ἡ τοῦ θείου κατάληψις, ἐκείναις ταῖς ἄϋλον καὶ μακαρίαν πολιτευομέναις διαγωγήν, καὶ ὅτι ἐν πάσῃ χαυνώσει καὶ ῥύσει βίου ζῶντες ἡμεῖς, καὶ πρὸς πᾶσαν ἐξενεχθέντες κακίαν, τὸ καὶ ταῖς ἀοράτοις οὐσίαις παντελῶς ἀγνοούμενον ἐπιχειροῦμεν λαβεῖν· τῶν τοιούτων λόγων ὑπόθεσιν ἔχοντες τὴν κρίσιν τῶν ἑαυτῶν λογισμῶν, καὶ ταύτην τὴν παρὰ τῶν ἀκουόντων κενὴν δόξαν, μήτε τὸ μέτρον τῆς ἑαυτῶν φύσεως τῷ λογισμῷ περιγράφοντες, μήτε τῇ θείᾳ Γραφῇ καὶ τοῖς πατράσιν ἑπόμενοι, ἀλλὰ δίκην ὕδατος χειμερίου, τῇ φρενίτιδι τῆς ἑαυτῶν προλήψεως ὑποσυ-
1. Recently, while discoursing to you concerning the incomprehensible knowledge of God and setting in motion many arguments, I was demonstrating both from Scriptural utterances and from natural reasonings how the comprehension of the Divine is altogether unattainable even to the invisible powers themselves, those that lead an immaterial and blessed way of life, and that we, living in all laxity and flux of life, and carried away into every wickedness, attempt to grasp what is altogether unknown even to the invisible substances; having as the foundation of such arguments the judgement of our own reasonings and this empty glory from our hearers, neither circumscribing the measure of our own nature by reason, nor following divine Scripture and the Fathers, but like a winter torrent, swept along by the frenzy of our own presumption,
Notes, col. 945

On the reading

Printed γνώσειως, for γνώσεως.

PG 48:946Read from the page
ρόμενοι εἰς τοσαύτην ἁμαρτίαν ἐκπεπτώκαμεν. Φέρε δὴ καὶ περὶ ἀναθέματος ὑμῖν τὰ εἰκότα διαλεχθέντες, καὶ δείξαντες τὴν δύναμιν τούτου τοῦ μηδενὸς νομιζομένου κακοῦ, παύσωμεν ἐξ αὐτοῦ τὰ ἀχαλίνωτα στόματα, τὴν νόσον τῶν ὡς ἔτυχεν αὐτῷ κεχρημένων ὑμῖν ἐκκαλύπτοντες. Εἰς τοσαύτην γὰρ καχεξίαν ἤλασε τὰ ἡμέτερα, ὅτι καὶ ἐσχάτως ἔχοντες ἀγνοοῦμεν τὰ χείρονα τῶν παθῶν μὴ ὑπερβαίνοντες· ὥστε τὴν προφητικὴν φωνὴν εἰς ἡμᾶς πληρωθῆναι, ὅτι οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους. Πόθεν γὰρ ἄρξομαι περὶ τούτου τοῦ κακοῦ διαλέγεσθαι; ἀπὸ τῶν διατάξεων τῶν δεσποτικῶν ἐντολῶν, ἢ ἀπὸ τῆς ἀλόγου ἀπαιδευσίας καὶ ἀναισθησίας ὑμῶν; Καὶ ἆρα οὐ γελῶμαι παρά τινων ταῦτα λέγων, καὶ ἐξεστηκέναι δοκῶ; ἆρα μὴ καταβοῶμαι, ὅτι τὰ σκυθρωπὰ ταῦτα καὶ δακρύων ἄξια διαλέγεσθαι μέλλω; Ἀλλὰ τί πάθω; ἀλγῶ καὶ διαπρίομαι τὴν διάνοιαν καὶ τὰ σπλάγχνα κόπτομαι, τὴν τοσαύτην ἀναλγησίαν ὁρῶν, ὅτι τὴν Ἰουδαϊκὴν παρανομίαν καὶ τὴν τῶν ἐθνῶν δυσσέβειαν ὑπερ-
we have fallen into so great a sin. Come then, let us discourse to you as is fitting concerning anathema also, and having shown the force of this evil that is reckoned as nothing, let us check therefrom unbridled mouths, uncovering to you the disease of those who employ it at random. For our affairs have advanced to such an ill habit that, though in the last extremity, we are unaware that we do not surmount the worse passions; so that the prophetic utterance is fulfilled in us, that there is no mollifying ointment to apply, nor oil, nor bandages (Isa. 1:6). For whence shall I begin to discourse concerning this evil? From the ordinances of the Master's commandments, or from your irrational lack of instruction and insensibility? And am I not laughed at by some in saying these things, and thought to be beside myself? Am I not cried down because I am about to discourse on these sad matters worthy of tears? Yet what am I to do? I grieve and am cut through in mind and smitten in my inward parts, seeing so great an insensibility, that our conduct surpasses Jewish lawlessness and the impiety of the Gentiles
PG 48:947Read from the page
έβαλε τὰ ἡμέτερα. Θεωρῶ γὰρ ἄνδρας προϊὼν μήτε λογισμὸν πεπαιδευμένον ἐκ τῆς θείας Γραφῆς κεκτημένους, μήτε δὲ αὐτῆς ὅλως τι τῆς Γραφῆς ἐπισταμένους, καὶ τὰ πολλὰ ἐρυθριῶν σιωπῶ, μεμηνότας καὶ ἐρεσχελοῦντας, Μὴ εἰδότας μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται, αὐτὸ τοῦτο δογματίζειν ἀμαθῶς μόνον τολμῶντας, καὶ ἀναθεματίζειν ἅπερ οὐκ ἴσασιν, ὡς γελᾶσθαι τὰ ἡμέτερα παρὰ τῶν τῆς πίστεως ἀλλοτρίων, μήτε πολιτείας φροντίζοντας ἀγαθῆς, μηδὲ ἀγαθοεργεῖν μεμαθηκότας.
— for as I go forth I behold men possessing neither a reasoning faculty trained out of divine Scripture, nor knowing anything at all of Scripture itself — and most things I pass over in silence with blushing — raving and trifling, knowing neither what they say nor whereof they affirm (1 Tim. 1:7), daring ignorantly to lay down dogmas on this very point alone, and to anathematize things which they do not know, so that our affairs are mocked by those who are strangers to the faith, while we neither care for a good way of life nor have learned to do good.
βʹ. Οἴμοι τῶν δεινῶν, οἴμοι. Πόσοι δίκαιοι καὶ προφῆται ἐπεθύμησαν ἰδεῖν ἃ εἴδομεν, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἠκούσαμεν, καὶ οὐκ ἤκουσαν· καὶ ἡμεῖς τούτοις ἐμπαίζομεν. Προσέχετε τοῖς ἀκουσθεῖσι, παρακαλῶ, μήποτε παραῤῥυῶμεν. Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; Εἰπὲ γὰρ τίς ὁ σκοπὸς τοῦ Εὐαγγελίου τῆς χάριτος; τί ἡ διὰ σαρκὸς τοῦ Υἱοῦ τοῦ Θεοῦ παρουσία; ἵνα ἀλλήλους δάκνωμεν καὶ κατεσθίωμεν; Καὶ μὴν καὶ πανταχοῦ τὰ κατὰ Χριστὸν τελειότερα τῆς νομικῆς διατάξεως ὄντα, μειζόνως παρ' ἡμῶν τὴν ἀγάπην ἀπαιτοῦνται. Ἐκεῖ γάρ φησιν, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν· ἐνταῦθα δὲ καὶ θνήσκειν ὑπὲρ τοῦ πλησίον. Ἄκουε αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ, καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ. Κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. Ὁμοίως καὶ Λευΐτης, γενόμενος κατὰ τὸν τόπον, ἰδὼν ἀντιπαρῆλθε. Σαμαρείτης δέ τις ἐλθὼν εἰς τὸν τόπον καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη, καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ, ἐπιχέων ἔλαιον καὶ οἶνον· ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν εἰς πανδοχεῖον, καὶ ἐπεμελήθη αὐτοῦ. Καὶ ἐπὶ τὴν αὔριον ἐκβαλὼν δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ εἰπὼν, Ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ τι ἂν προσδαπανήσῃς, ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. Τίς οὖν τῶν τριῶν πλησίον γεγονέναι σοι δοκεῖ τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; Ὁ δὲ εἶπεν, Ὁ ποιήσας μετ' αὐτοῦ τὸ ἔλεος. Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς, Πορεύου καὶ σὺ ποίει ὁμοίως. Βαβαὶ τοῦ θαύματος! οὐχ ἱερέα, οὐ Λευΐτην εἶπε πλησίον, ἀλλ' ἐκεῖνον τὸν κατὰ τὸ δόγμα ἐκβεβλημένον ὑπὸ τῶν Ἰουδαίων, τὸν Σαμαρείτην φημὶ, τὸν ἀλλότριον, τὸν πολλὰ βλασφημοῦντα, ἐκεῖνον μόνον εἶπε πλησίον, ἐπειδὴ παρ' αὐτῷ εὑρέθη τὸ ἔλεος. Ταῦτα τὰ ῥήματα τοῦ Υἱοῦ τοῦ Θεοῦ, ταῦτα καὶ διὰ τῶν οἰκείων ἔργων ἐλθὼν ἐπεδείξατο, οὐχ ὑπὲρ φίλων μόνον καὶ ἰδίων ἀποθανὼν, ἀλλ' ὑπὲρ ἐχθρῶν, ὑπὲρ τυράννων, ὑπὲρ γοήτων, ὑπὲρ μισούντων, ὑπὲρ τῶν σταυρωσάντων, οὓς πρὸ τῆς τοῦ κόσμου καταβολῆς ᾔδει ἐσομένους τοιούτους, καὶ προειδὼς ἐδημιούργησε, νικήσας τὴν πρόγνωσιν τῇ ἀγαθότητι, καὶ ὑπὲρ τούτων τὸ ἴδιον
2. Woe is me for these dreadful things, woe is me! How many righteous men and prophets desired to see the things which we have seen, and did not see them, and to hear the things which we have heard, and did not hear them (Matt. 13:17); and we mock at these things. Give heed to what has been heard, I beseech you, lest haply we drift away. For if the word spoken through angels proved steadfast, and every transgression and disobedience received a just recompense of reward, how shall we escape if we neglect so great a salvation (Heb. 2:1-3)? For tell me, what is the aim of the Gospel of grace? What is the coming in the flesh of the Son of God? Is it that we may bite and devour one another (Gal. 5:15)? Nay more, everywhere the things of Christ, being more perfect than the ordinance of the Law, demand love from us in greater measure. For there it says, You shall love your neighbour as yourself (Lev. 19:18; Matt. 22:39); whereas here one must even die on behalf of one's neighbour. Hear Christ Himself saying: A certain man was going down from Jerusalem to Jericho, and fell among robbers, who both stripped him and laid blows upon him, and went away leaving him half dead. And by chance a certain priest was going down by that way, and when he saw him, passed by on the other side. Likewise a Levite also, coming to the place, saw him and passed by on the other side. But a certain Samaritan, coming to the place and seeing him, was moved with compassion, and approaching bound up his wounds, pouring on oil and wine; and setting him upon his own beast, brought him to an inn and took care of him. And on the morrow he took out two denarii and gave them to the innkeeper, saying, Take care of him, and whatever more you spend, when I return I will repay you. Which then of the three seems to you to have proved a neighbour to him who fell into the hands of the robbers? And he said, He who showed mercy towards him. And Jesus said to him, Go and do likewise yourself (Luke 10:30-37). O the marvel! Not the priest, not the Levite did He call neighbour, but that man who by decree was cast out by the Jews — the Samaritan, I mean, the foreigner, who blasphemed in many things — him alone did He call neighbour, because mercy was found in him. These are the words of the Son of God, and these He also came and displayed through His own works, dying not only on behalf of friends and His own, but on behalf of enemies, on behalf of tyrants, on behalf of sorcerers, on behalf of those who hated Him, on behalf of those who crucified Him, whom before the foundation of the world He knew would be such, and foreknowing created them, overcoming foreknowledge by goodness; and on behalf of these His own
PG 48:948Read from the page
ἐξέχεεν αἷμα, ὑπὲρ τούτων τὴν σφαγὴν κατεδέξατο. Ὁ γὰρ ἄρτος, φησὶν, ἡ σάρξ μου ἐστὶν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Καὶ Παῦλος δὲ ταῦτα ἐπιστέλλων λέγει· Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ. Καὶ πάλιν ἐν τῇ πρὸς Ἑβραίους ὑπὲρ παντὸς αὐτὸν λέγει γεύσασθαι θανάτου.
blood He poured out, on behalf of these He accepted slaughter. For the bread, He says, is My flesh, which I will give on behalf of the life of the world (John 6:51). And Paul too, in writing these things, says: For if while we were enemies we were reconciled to God through the death of His Son (Rom. 5:10). And again in the Epistle to the Hebrews he says that He tasted death on behalf of every one (Heb. 2:9).
Ει τοίνυν ταῦτα γεγένηται παρ' αὐτοῦ, καὶ τούτων τοὺς τύπους ἡ Ἐκκλησία πληροῖ, καθ' ἑκάστην ὑπὲρ πάντων τὰς ἱκετηρίας ποιουμένη, πῶς σὺ τολμᾷς τοιαῦτα φθέγγεσθαι;
If therefore these things have been wrought by Him, and the Church fulfils the patterns of these things, each day offering supplications on behalf of all, how do you dare to utter such things?
Εἰπὲ γάρ μοι, τί ἐστι τοῦτο, ὃ λέγεις ἀνάθεμα; Ὅρα ὃ λέγεις, ἐπίστασαι τί φὴς, ἔγνως τούτου δύναμιν; Καίτοι γε ἐν τῇ θεοπνεύστῳ Γραφῇ εὑρήσεις ἐπὶ τῆς Ἱεριχὼ τοῦτο λεγόμενον, Καὶ ἀναθεματιεῖς πᾶσαν τὴν πόλιν Κυρίῳ τῷ Θεῷ σου. Καὶ παρ' ἡμῖν ἄχρι τῆς σήμερον ἡμέρας κοινὴ συνήθεια παρὰ πᾶσι κεκράτηκεν, ὁ δεῖνα τόδε πεποιηκὼς, τὸ ἀνάθεμα εἰς τόνδε τὸν τόπον ἐπήγαγεν. Ἆρά γε τοῦτό ἐστι τὸ ἀνάθεμα; Καίτοι γε τοῦτο ὡς περί τινος ἀγαθοῦ λέλεκται τὸ ἀναθέσθαι Θεῷ. Τί οὖν ἐστιν ὃ λέγεις ἀνάθεμα, ἀλλ' ὅτι ἀναθέσθω οὗτος διαβόλῳ, καὶ μηκέτι χώραν σωτηρίας ἐχέτω, γενέσθω ἀλλότριος ἀπὸ τοῦ Χριστοῦ;
For tell me, what is this which you call anathema? See what you say; do you understand what you affirm, have you known its force? And yet in God-inspired Scripture you will find this said in the case of Jericho, And you shall devote the whole city as an anathema to the Lord your God (Josh. 6:17). And among us down to the present day a common custom has prevailed among all, to say that such a one, having done such a thing, brought the votive offering to such a place. Is this, then, the anathema? And yet this — to be dedicated to God — has been spoken as of some good thing. What then is that which you call anathema, save: let this man be dedicated to the devil, and let him no longer have place of salvation, let him become estranged from Christ?
γʹ. Καὶ τίς εἶ σὺ ταύτης τῆς ἐξουσίας καὶ τῆς μεγάλης δυνάμεως; Τότε γὰρ καθίσει Υἱὸς τοῦ Θεοῦ καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων· Τί οὖν τῆς τοσαύτης ἐπελάβου ἀξίας, ἧς τὸ κοινὸν μόνον τῶν ἀποστόλων ἠξίωται, καὶ οἱ κατὰ πᾶσαν ἀκρίβειαν τούτων ὡς ἀληθῶς γεγονότες διάδοχοι, πλήρεις χάριτος καὶ δυνάμεως; Καὶ μὴν ἐκεῖνοι τὴν ἐντολὴν ἀκριβῶς φυλάξαντες, ὡς τὸν ὀφθαλμὸν τὸν δεξιὸν ἐξορύττοντες, οὕτω τοὺς αἱρετικοὺς ἔξω τῆς Ἐκκλησίας ἀπέβαλον· ὅπερ ἔνδειξνι ἔχει τῆς μεγάλης αὐτῶν συμπαθείας καὶ ἀλγηδόνος, ὡς ἐπικαιρίου μέλους γενομένης ἀποκοπῆς. Διὰ τοῦτο γὰρ καὶ δεξιὸν ὀφθαλμὸν τοῦτον ἀπεκάλεσεν ὁ Χριστὸς, τὴν παρὰ τῶν ἀποβαλόντων συμπάθειαν ἐνδεικνύμενος. Ὅθεν καὶ ἐν τούτῳ ὡς καὶ πᾶσιν ἀκρίβειαν ἔχοντες, τὰς μὲν αἱρέσεις διήλεγχον καὶ ἀπέβαλλον, οὐδενὶ δὲ τῶν αἱρετικῶν ταύτην ἐπιτιμίαν προσῆγον. Τοιγαροῦν ὁ Ἀπόστολος ἐν δυσὶ μόνοις τόποις τὴν φωνὴν ταύτην ἐξ ἀνάγκης φαίνεται εἰπὼν, οὐχ ὁριστικῷ δὲ προσώπῳ ταύτην ἐπήγαγεν, ἐν μὲν τῇ πρὸς Κορινθίους εἰπὼν, Εἰ τις οὐ φιλεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἔστω ἀνάθεμα· καὶ, Εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω. Τί οὖν; ὃ μηδεὶς τῶν εἰληφότων τὴν ἐξουσίαν τοῦτο πεποίηκεν, ἢ ἀποφήνασθαι τετόλμηκε, σὺ τολμᾷς ταῦτα ποιεῖν ἐναντία τοῦ δεσποτικοῦ θανάτου διαπραττόμενος, καὶ προλαμβάνεις τοῦ βασιλέως τὴν κρίσιν; Βούλεσθε μαθεῖν οἷά τις ἐφθέγξατο ἅγιός τις πρὸ ἡμῶν τῆς διαδοχῆς τῶν ἀποστόλων γενόμενος, ὃς καὶ μαρτυρίου ἠξίωτο; Δεικνὺς τούτου τοῦ λόγου
3. And who are you to lay claim to this authority and great power? For then the Son of God shall sit down and set the sheep on His right hand, and the kids on the left (Matt. 25:31-33). Why then have you seized upon so great a dignity, of which only the company of the apostles has been deemed worthy, and those who in all strictness have truly become their successors, full of grace and power? Nay more, keeping the commandment strictly, as though plucking out their right eye, even so did they cast heretics out of the Church; which affords proof of their great compassion and grief, as though the amputation were of a vital member. For on this account Christ also called it a right eye (Matt. 5:29), pointing out the compassion on the part of those who cast it out. Wherefore, maintaining strictness in this also as in all things, they refuted and cast out heresies, yet applied this censure to none of the heretics. Accordingly the Apostle appears to have uttered this expression out of necessity in two places only, and he did not bring it to bear upon a determinate person, saying in the Epistle to the Corinthians, If any man does not love our Lord Jesus Christ, let him be anathema (1 Cor. 16:22); and, If any man preaches to you a gospel beside that which you received, let him be anathema (Gal. 1:9). What then? What none of those who received the authority has done or dared to pronounce, do you dare to do these things, perpetrating deeds contrary to the Master's death, and do you forestall the King's judgement? Do you wish to learn what things a certain holy man before us uttered, who came from the succession of the apostles and was also deemed worthy of martyrdom? Showing of this word
Notes, col. 948

On the reading

Printed Ει, for Εἰ.

Printed ἔνδειξνι, for ἔνδειξιν.

PG 48:949Read from the page
τὸ φορτικὸν, τοσούτῳ ἐχρήσατο ὑποδείγματι· ὃν τρόπον ὁ περιθεὶς ἑαυτῷ ἁλουργίδα βασιλικὴν, ἰδιώτης τυγχάνων, αὐτός τε καὶ οἱ αὐτῷ συνεργήσαντες ὡς τύραννοι ἀναιροῦνται· Οὕτως, ἔφη, οἱ τῇ δεσποτικῇ ἀποφάσει χρησάμενοι, καὶ ἀνάθεμα τῆς Ἐκκλησίας ποιήσαντες ἄνθρωπον, εἰς παντελῆ ὄλεθρον ἀπάγουσιν ἑαυτοὺς, τὴν ἀξίαν τοῦ Υἱοῦ ἀφαρπάζοντες. Ἆρα τὸ τυχὸν εἶναι τὸ τοιοῦτον ἡγεῖσθε, τὸ πρὸ καιροῦ καὶ κριτοῦ τῇ τοιαύτῃ ἀποφάσει καταδικάσαι τινά; Τὸ γὰρ ἀνάθεμα παντελῶς τοῦ Χριστοῦ ἀποκόπτει. Ἀλλὰ τί λέγουσιν οἱ πάντα δεινοὶ τὴν κακίαν; [Αἱρετικὸς, φησὶν, ἐκεῖνος γεγένηται, ἔνοικον τὸν διάβολον ἔχων, καὶ λαλῶν κατὰ τοῦ Θεοῦ ἀδικίαν, καὶ πολλοὺς διὰ πιθανολογίας καὶ κενῆς ἀπάτης εἰς βυθὸν ἀπωλείας ἀπάγων· καὶ διὰ τοῦτο ὑπὸ τῶν Πατέρων ἐκβέβληται, μάλιστα ὁ τούτου διδάσκαλος μοῖραν τῆς Ἐκκλησίας ἀποτεμὼν, ἢ διὰ Παυλιανὸν ἢ Ἀπολλινάριον λέγοντες. Περὶ γὰρ τῆς ἑκάστου τούτων διαφορᾶς ὁ λόγος τοῖς πλείοσι καλῶς τὴν καινοτομίαν διέφυγεν, διελέγχων τὴν πλάνην ἐν τοῖς μυχοῖς τῆς δεινοτάτης προλήψεως κρατηθεῖσαν. Δίδαξον ἐν πραότητι παιδεύων τοὺς ἀντιδιατιθεμένους, μήποτε δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι εἰς ἐκείνου θέλημα. Ἔκτεινον τὴν τῆς ἀγάπης σαγήνην, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον· δεῖξον ὅτιπερ ἐκ πολλῆς διαθέσεως τὸ οἰκεῖον ἀγαθὸν βούλει ποιῆσαι κοινόν· ἐπίβαλε τὸ γλυκὺ ἄγκιστρον τῆς συμπαθείας, καὶ οὕτως ἐρευνήσας τὰ κεκρυμμένα, ἀνάσπασον ἐκ τοῦ βάθους τῆς ἀπωλείας τὸν καταδύντα τὸ φρόνημα. Τὸ νομισθὲν καλὸν εἶναι ἐκ προλήψεως ἢ ἀγνοίας, παίδευσον ὡς τῆς ἀποστολικῆς παραδόσεως ἀλλότριον· κἂν μὲν βουληθῇ τοῦτο δέξασθαι ὁ τὴν πλάνην ὑποδεξάμενος ἄνθρωπος, κατὰ τὴν τοῦ προφήτου φωνὴν, ἐκεῖνος ζωῇ ζήσεται, καὶ σὺ τὴν ψυχήν σου ῥύσῃ· εἰ δὲ μὴ βούλεται, ἀλλ' ἐμμένει φιλονεικῶν, ὅπως ἂν μὴ ὑπεύθυνος γένῃ, διαμαρτύρου μόνον μετὰ μακροθυμίας καὶ χρηστότητος, ἵνα μὴ τὴν ψυχὴν αὐτοῦ ἐκζητήσῃ ἐκ χειρός σου ὁ κριτής· μὴ μισῶν, μὴ ἀποστρεφόμενος, μὴ διώκων, ἀλλὰ τὴν ἀγάπην ἐπιδεικνὺς εἰλικρινῆ καὶ ἀληθῆ πρὸς αὐτόν. Ταύτην κέρδανον, κἂν μηδὲν ἕτερον ὠφελῇς, αὕτη μεγάλη ὠφέλεια, τοῦτο μέγα κέρδος, τὸ ἀγαπῆσαι καὶ διδάξαι τὴν τοῦ Χριστοῦ μαθητείαν. Ἐν τούτῳ γὰρ, φησὶ, γνώσονται ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις· ἧς μὴ παρούσης, οὔτε γνῶσιν μυστηρίων Θεοῦ, οὐ πίστιν, οὐ προφητείαν, οὐκ ἀκτημοσύνην, οὐ τὴν ὑπὲρ Χριστοῦ μαρτυρίαν ὠφελεῖν ἀπέδειξεν ὁ Ἀπόστολος. Ἐὰν γὰρ, φησὶν, ἔχω τὰ μυστήρια πάντα, καὶ πᾶσαν τὴν γνῶσιν καὶ πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι· καὶ ἐὰν ταῖς γλώσσαις τῶν ἀγγέλων λαλῶ, καὶ ἐὰν ψωμίσω μου πάντα τὰ ὑπάρχοντα, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν ειμι. Ἡ ἀγάπη χρηστεύεται, οὐ φυσιοῦται, οὐ ζητεῖ τὰ ἑαυτῆς, πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει.
burdensomeness, he employed so great an example: just as he who wraps royal purple about himself while being a private citizen, both he himself and those who have cooperated with him are put to death as usurpers; even so, said he, those who employ the Master's sentence and make a man anathema from the Church lead themselves away into utter destruction, snatching to themselves the dignity of the Son. Do you suppose such a thing to be a matter of chance — to condemn anyone by such a sentence before the time and before the Judge? For anathema cuts one off altogether from Christ. Yet what say those who are in all things bold in wickedness? He has become a heretic, says one, having the devil indwelling, and speaking iniquity against God, and leading many away through plausible speech and empty deceit into the gulf of perdition; and on this account he has been cast out by the Fathers — above all his teacher, who severed a portion of the Church — speaking either on account of Paulianus or of Apollinarius. For concerning the difference of each of these, our discourse has rightly shunned innovation for the majority, refuting the error held fast in the recesses of a most dreadful presumption. Teach, instructing in meekness those who oppose themselves, if peradventure God may give them repentance unto the full knowledge of the truth, and they may recover themselves out of the snare of the devil, having been taken captive by him unto his will (2 Tim. 2:25-26). Stretch out the drag-net of love, that what is lame may not be turned out of the way, but rather be healed (Heb. 12:13); show that out of great affection you wish to make your own good common; cast in the sweet hook of sympathy, and having thus searched out the hidden things, draw up out of the depth of perdition him whose mind has sunk down. What out of presumption or ignorance was supposed to be noble, instruct him to regard as foreign to the apostolic tradition; and if the man who has received the error be willing to accept this, according to the utterance of the prophet, that man shall surely live, and you shall deliver your soul (Ezek. 3:21); but if he is unwilling, and persists in contentiousness, that you may not become liable to account, only bear solemn witness with long-suffering and kindness, lest the Judge require his soul at your hand (Ezek. 3:18); not hating, not turning away, not persecuting, but displaying sincere and true love towards him. Gain this love, and even if you bring no other profit, this is great profit, this is great gain, to love and to teach the discipleship of Christ. For by this, He says, shall all men know that you are My disciples, if you have love one towards another (John 13:35); and where this is absent, the Apostle proved that neither knowledge of the mysteries of God, nor faith, nor prophecy, nor poverty, nor martyrdom on behalf of Christ profits aught. For though I have, says he, all mysteries, and all knowledge and faith, so as to remove mountains, and have not love, I am profited nothing; and though I speak with the tongues of angels, and though I dole out all my goods, and though I deliver up my body that I may be burned, and have not love, I am nothing. Love is kind, is not puffed up, does not seek its own, bears all things, believes all things, hopes all things, endures all things (1 Cor. 13:1-7).
δʹ. Ουδεὶς ἐξ ὑμῶν, ἀγαπητοὶ, τοιαύτην περὶ Χριστὸν διάθεσιν ἐνεδείξατο, οἵαν ἡ ἁγία ἐκείνη ψυχή· οὐ-
4. None of you, beloved, has displayed such a disposition towards Christ as that holy soul; no
Notes, col. 949

On the reading

Printed ειμι, for εἰμι.

Printed Ουδεὶς, for Οὐδεὶς.

PG 48:950Read from the page
δεὶς ἐτόλμησεν ἀνθρώπων πλὴν ἐκείνου τοιαῦτα φθέγξασθαι ῥήματα. Αὐτὴν τὴν ψυχὴν περιεκαίετο λέγων, Ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν σαρκί μου· καὶ τὸ, Ηὐχόμην αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου· καὶ, Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; Καὶ τοσαύτην ἔχων περὶ Χριστὸν διάθεσιν, οὐχ ὕβρεις, οὐκ ἀνάγκας, οὐκ ἀναθέματα ἐπέφερεν οὐδενί· ἢ γὰρ ἂν οὐ τοσαῦτα ἔθνη καὶ πόλεις ὁλοκλήρους προσέφερε τῷ Θεῷ· ἀλλὰ ταπεινούμενος, τυπτόμενος, κολαφιζόμενος, γέλως παρὰ πᾶσι γενόμενος, ταῦτα ἔπραττε, κολακεύων, παρακαλῶν, δεόμενος.
one of men save him dared to utter such words. He burned in his very soul, saying, I fill up in my turn the things that are lacking of the afflictions of Christ in my flesh (Col. 1:24); and that saying, I myself prayed that I might be anathema from Christ on behalf of my brethren (Rom. 9:3); and, Who is weak, and I am not weak (2 Cor. 11:29)? And though he held so great a disposition towards Christ, he brought neither insults, nor compulsions, nor anathemas upon anyone — for otherwise he would not have offered so many nations and entire cities to God — but humbling himself, being beaten, being buffeted, becoming a laughing-stock among all, he wrought these things, coaxing, exhorting, beseeching.
Οὕτως οὖν καὶ πρὸς Ἀθηναίους τὴν εἴσοδον ποιησάμενος, καὶ πάντας μεμηνότας εἰς τὴν εἰδωλολατρείαν εὑρὼν, οὐκ ὠνείδισε τούτους εἰπὼν, Ἄθεοί ἐστε ὑμεῖς καὶ ἀσεβεῖς παντελῶς· οὐκ εἶπε, Πάντα θεὸν ἡγεῖσθε ὑμεῖς, τὸν Θεὸν μόνον ἀρνεῖσθε τὸν Δεσπότην καὶ δημιουργὸν τοῦ παντός· ἀλλὰ τί; Περιερχόμενος, φησὶ, καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν, εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο, Ἀγνώστῳ Θεῷ. Ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. Ὢ τοῦ θαύματος, ὢ τῶν πατρικῶν σπλάγχνων! Εὐσεβεῖν εἶπεν Ἕλληνας, καίτοι εἰδωλολάτρας, καίτοι ἀσεβοῦντας. Διὰ τί; Ἐπείπερ ὡς εὐσεβεῖς ἐπετέλουν τὴν οἰκείαν θρησκείαν, Θεὸν νομίζοντες σέβειν, τοῦτο πείσαντες ἑαυτούς. Τούτου μιμητὰς ὑμᾶς γίνεσθαι πάντας παρακαλῶ, καὶ ἐμαυτὸν σὺν ὑμῖν. Εἰ γὰρ ὁ προγινώσκων Κύριος τὴν ἑκάστου προαίρεσιν, καὶ εἰδὼς ὁποῖός τις ἕκαστος ἡμῶν γενήσεται, τοῦτο πεποίηκε, διὰ τὸ τὰς δωρεὰς καὶ φιλοτιμίας τὰς παρ' αὐτοῦ πληρῶσαι· οὐ γὰρ ἐπὶ κακοῖς κτίζει ὁ Θεός· καὶ οὕτω τῶν κοινῶν ἠξίωσεν ἀγαθῶν, πάντας μιμητὰς αὐτοῦ βουλόμενος εἶναι, πῶς τὰ ἐναντία ποιεῖς, καὶ ἐν ἐκκλησίᾳ συνέρχῃ, τὴν θυσίαν τοῦ Υἱοῦ τοῦ Θεοῦ ἐκτελῶν; Οὐκ ἴστε ὅτι κάλαμον συντεθλασμένον οὐκ ἀπέκλασε, καὶ στυππεῖον καπνιζόμενον οὐκ ἔσβεσε; Τίς δὲ τούτου ἡ δύναμις; Ἄκουε, ὅτι τὸν Ἰούδαν καὶ τοὺς κατ' αὐτὸν ἐξοκείλαντας οὐκ ἀπέβαλεν, ἄχρις οὗ ἑαυτὸν ἑλκύσας ἕκαστος τῇ πλάνῃ παρέδωκεν. Οὐχ ὑπὲρ τῶν τοῦ λαοῦ ἀγνοημάτων τὰς ἱκετηρίας προσφέρομεν; οὐχ ὑπὲρ ἐχθρῶν καὶ μισούντων καὶ διωκόντων προσεύχεσθαι ἐνετάλθημεν; Ἰδοὺ τὴν δουλείαν πληροῦμεν, ἰδοὺ παρακαλοῦμεν ὑμᾶς· ἡ χειροτονία οὐκ εἰς ἐξουσίαν φέρει, οὐκ εἰς ὕψος ἐπαίρει, οὐ δεσποτείαν παρέχει· πάντες τὸ αὐτὸ Πνεῦμα ἐλάβομεν, πάντες εἰς υἱοθεσίαν ἐκλήθημεν· οὓς δὲ ὁ Πατὴρ ἐδοκίμασεν, τούτους κατ' ἐξουσίαν τοῖς ἰδίοις ἀδελφοῖς δουλεύειν ἠξίωσεν. Τὴν δουλείαν οὖν πληροῦντες παρακαλοῦμεν ὑμᾶς καὶ διαμαρτυρόμεθα, ἀποστῆναι τοῦ τοιούτου κακοῦ. Ἢ γὰρ ζῇ καὶ πάρεστιν ἐν τῷ θνητῷ βίῳ τούτῳ, ἢ τέθνηκεν, ὃν ἀναθεματίζειν προῄρησαι. Εἰ μὲν οὖν ἔτι περίεστιν, ἀσεβεῖς ἀποκόπτων τὸν ἐν τρεπτότητι ὄντα, καὶ μετατεθῆναι δυνάμενον ἐκ τοῦ κακοῦ εἰς τὸ ἀγαθόν· εἰ δὲ τέθνηκεν, πολλῷ μᾶλλον. Τί δήποτε; Ὅτι τῷ ἰδίῳ Κυρίῳ στήκει ἢ πίπτει, οὐκέτι ὑπὸ ἐξουσίαν ἀνθρωπίνην τυγχάνων· καὶ τὸ κεκρυμμένον τῷ τῶν αἰώνων κριτῇ, ἐπισφαλες ἀποφαίνεσθαι, μόνῳ εἰδότι καὶ μέτρα γνώσεως καὶ
Thus also when he made his entrance among the Athenians, and found them all raving for idolatry, he did not revile them, saying, Godless are you and utterly impious; he did not say, You deem everything a god, and deny God alone, the Master and Creator of the universe; but what? As I passed by, says he, and beheld your objects of worship, I found also an altar upon which had been inscribed, To an Unknown God. Whom therefore in ignorance you reverence, Him do I proclaim to you (Acts 17:23). O the marvel, O the paternal compassion! He said that Greeks reverenced God, albeit idolaters, albeit acting impiously. Why so? Because as pious men they performed their own worship, supposing that they worshipped God, having persuaded themselves of this. Of this man I exhort you all to become imitators, and myself with you. For if the Lord, Who foreknows each man's free choice and knows what sort of man each of us will prove to be, has done this in order to fulfil the gifts and bounties that come from Him — for God does not create for evils — and has thus deemed them worthy of common blessings, willing all men to be imitators of Him, how do you do the contrary, and come together in church, accomplishing the sacrifice of the Son of God? Do you not know that a bruised reed He did not break, and smoking flax He did not quench (Isa. 42:3; Matt. 12:20)? And what is the force of this? Hear: that Judas and those who ran aground after his manner He did not cast away until each man, drawing himself on, gave himself over to error. Do we not offer supplications on behalf of the sins of ignorance of the people? Were we not commanded to pray on behalf of enemies and those who hate and persecute us (Matt. 5:44)? Behold, we fulfil our service, behold, we exhort you: ordination does not lead to authority, does not lift up to a height, does not confer lordship; we all received the same Spirit, we all were called unto adoption as sons; and whom the Father approved, these He deemed worthy by authority to serve their own brethren. Fulfilling therefore our service, we exhort you and solemnly charge you to stand aloof from such an evil. For he whom you have chosen to anathematize either lives and is present in this mortal life, or has died. If then he still survives, you act impiously in cutting off one who is still in mutability and able to be changed from evil unto good; and if he has died, much more so. Why so? Because to his own Lord he stands or falls (Rom. 14:4), being no longer under human authority; and as to what is hidden for the Judge of the ages, it is perilous to pronounce upon it — for Him Who alone knows both the measures of knowledge and
Notes, col. 950

On the reading

Printed ἐπισφαλες, for ἐπισφαλὲς.