οὖν οὗτός φησιν; Ἀρξάμενος ἀπὸ τοῦ Ἄβελ, καὶ εἰπὼν, ὅτι πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ, καὶ δι' αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ· εἶτα καταβὰς εἰς τοὺς προφήτας, καὶ διελθὼν εἰς τὴν Ἰωάννην, καὶ εἰπών· Ἐν φόνῳ μαχαίρας ἀπέθανον, ἕτεροι δὲ ἐτυμπανίσθησαν· καὶ πολλοὺς καὶ διαφόρους διηγησάμενος θανάτους, ἐπήγαγεν οὕτω· Τοιγαροῦν καὶ ἡμεῖς τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα, δι' ὑπομονῆς τρέχωμεν. Ὁρᾷς, ὅτι καὶ τὸν Ἄβελ μάρτυρα ἐκάλεσε, καὶ τὸν Νῶε, καὶ τὸν Ἀβραὰμ, καὶ τὸν Ἰσαὰκ, καὶ τὸν Ἰακώβ. Οἱ μὲν γὰρ αὐτῶν οὕτως ἀπέθανον διὰ τὸν Θεόν· ὥσπερ οὖν καὶ Παῦλός φησι, Καθ' ἡμέραν ἀποθνήσκω· καίτοι οὐκ ἀποθνήσκων, ἀλλὰ τῇ προθέσει μόνον ὑπομένων τοῦτο. Οὕτω καὶ σὺ, ἂν διακρούσῃ τὰς ἐπῳδὰς καὶ τὰς φαρμακείας καὶ τὰς μαγγανείας, καὶ ἀποθάνῃς τῇ νόσῳ, μάρτυς ἀπηρτισμένος εἶ, ὅτι ἀπαλλαγὴν μετὰ ἀσεβείας ἐπαγγελλομένων ἑτέρων εἵλου θάνατον μετ' εὐσεβείας μᾶλλον. Καὶ ταῦτα μὲν ἡμῖν εἴρηται πρὸς τοὺς κομπάζοντας καὶ λέγοντας, ὅτι θεραπεύουσι δαίμονες· ἵνα δὲ μάθῃς, ὅτι οὐδὲ τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον τί φησιν ὁ Χριστὸς περὶ τοῦ διαβόλου· Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς. Ὁ Θεὸς λέγει, ἀνθρωποκτόνος, καὶ σὺ ὡς πρὸς ἰατρὸν τρέχεις; Καὶ τίνα ἕξεις λόγον εἰπεῖν ἐγκαλούμενος, εἰπέ μοι, τῆς ἀποφάσεως τοῦ Χριστοῦ τὰς γοητείας τούτων ἀξιοπιστοτέρας εἶναι νομίζων; Ὅταν γὰρ ὁ μὲν Θεὸς λέγῃ, ὅτι ἀνθρωποκτόνος ἐστὶν, οὗτοι δὲ ὅτι νοσήματα δύναται λύειν λέγωσιν, ἀπεναντίας τῇ θείᾳ ψήφῳ, σὺ δὲ καταδέχῃ τὰς μαγγανείας τούτων καὶ τὰς ἐπῳδὰς, οὐδὲν ἕτερον ἀλλ' ἢ τούτους ἀξιοπιστοτέρους ἐκείνου νομίζεις εἶναι δι' ὧν ποιεῖς, κἂν μὴ λέγῃς τοῦτο τοῖς ῥήμασιν. Εἰ δὲ ὁ διάβολος ἀνθρωποκτόνος, εὔδηλον ὅτι καὶ οἱ διακονοῦντες αὐτῷ δαίμονες. Καὶ τοῦτό σε δι' αὐτῶν τῶν ἔργων ἐπαίδευσεν ὁ Χριστός· ὅτε γοῦν αὐτοὺς ἀφῆκεν ἐμπεσεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων, κατεπόντισαν εἰς τὸν κρημνὸν ἅπασαν τὴν ἀγέλην ἐκείνην, ἵνα μάθῃς, ὅτι καὶ τοὺς ἀνθρώπους ταῦτα ἂν εἰργάσαντο, καὶ ἀπέπνιξαν εὐθέως, εἰ συνεχώρησεν αὐτοῖς ὁ Θεός. Νυνὶ δὲ αὐτὸς αὐτοὺς κατεῖχε καὶ ἐκώλυσε, καὶ οὐδὲν ἠφίει τοιοῦτον ἐργάσασθαι· καὶ τοῦτο ἐξουσίαν λαβόντες κατὰ τῶν χοίρων ἐδήλωσαν. Εἰ γὰρ χοίρων οὐκ ἐφείσαντο, πολλῷ μᾶλλον ἡμῶν οὐκ ἂν ἀπέσχοντο. Μὴ τοίνυν, ἀγαπητὲ, ταῖς ἐκείνων ἀπάταις παρασύρου, ἀλλ' ἔσο ἐστηριγμένος ἐν τῷ φόβῳ τοῦ Θεοῦ.
then does he say? Beginning from Abel, and saying that Abel offered to God a greater sacrifice than Cain, and through it, though dead, still speaks (Heb. 11:4); then coming down to the prophets, and going through up to John, and saying: They died by slaughter of the sword, while others were beaten to death on the wheel (Heb. 11:37, 35); and after recounting many and diverse deaths, he added thus: Wherefore we also, having so great a cloud of martyrs surrounding us, laying aside every weight, let us run through endurance (Heb. 12:1). You see that he called Abel a martyr too, and Noah, and Abraham, and Isaac, and Jacob. For some of them died thus for God's sake—just as Paul also says, I die daily (1 Cor. 15:31), although not dying, yet enduring this by resolve alone. So you also, if you beat off incantations and potions and sorceries, and die of your disease, are a perfected martyr, because when others promised deliverance with ungodliness you chose death with godliness rather. And these things have been said by us against those who boast and say that demons heal; and that you may learn that not even this is true, hear what Christ says concerning the devil: He was a man-slayer from the beginning (John 8:44). God says, a man-slayer, and do you run to him as to a physician? And what word will you have to say when called to account, tell me, when you deem the juggleries of these men more trustworthy than the verdict of Christ? For when God says that he is a man-slayer, and these men say, contrary to the divine decree, that he is able to loose diseases, and you welcome their sorceries and their incantations, you deem them none other than more trustworthy than Him by what you do, even if you do not say this in words. And if the devil is a man-slayer, it is plain that the demons who minister to him are so too. And Christ taught you this through the very deeds themselves: when at any rate He permitted them to fall upon the herd of swine, they plunged that whole herd down the cliff into the sea (cf. Matt. 8:32; Luke 8:32-33), so that you might learn that they would have wrought these things upon men also, and choked them straightway, had God allowed them. But as it is, He Himself restrained and hindered them, and suffered them to work nothing of the sort; and this they showed when they received authority against the swine. For if they did not spare swine, much less would they have refrained from us. Be not swept away, therefore, beloved, by their deceits, but stand fast in the fear of God.
Πῶς δὲ καὶ εἰσελεύσῃ εἰς τὴν συναγωγήν; Ἂν μὲν σφραγίσῃς τὸ πρόσωπον, εὐθέως ἀπεπήδησεν ἡ πονηρὰ δύναμις ἡ τὴν συναγωγὴν οἰκοῦσα· ἂν δὲ μὴ σφραγίσῃς, ἀπὸ τῶν θυρῶν εὐθέως τὸ ὅπλον ἔῤῥιψας· εἶτα γυμνὸν καὶ ἄοπλόν σε λαβὼν ὁ διάβολος, μυρία διαθήσει δεινά. Καὶ τί χρὴ λέγεσθαι ταῦτα παρ' ἡμῶν; Ὅτι γὰρ καὶ αὐτὸς σὺ μεγίστην ἁμαρτίαν εἶναι νομίζεις τὸ δραμεῖν εἰς τὸ πονηρὸν ἐκεῖνο χωρίον, δῆλον ἀπὸ τοῦ τρόπου τῆς ἀφίξεως. Καὶ γὰρ λαθεῖν σπουδάζεις ἀφικνούμενος ἐκεῖσε, καὶ οἰκέταις καὶ φίλοις καὶ γείτοσι παρακελεύῃ, μὴ κατειπεῖν σου πρὸς τοὺς ἱερέας, κἂν διαβάλῃ τις, ἀγανακτεῖς. Πόσης οὖν οὐκ ἂν εἴη ἀνοίας, ἀνθρώπους πειρᾶσθαι λανθάνειν,
And how will you even enter into the synagogue? If you seal your face with the cross, straightway the evil power dwelling in the synagogue leaps away; but if you do not seal it, straightway at the doors you have flung away your weapon; and then the devil, taking you stripped and unarmed, will inflict ten thousand dreadful ills upon you. And what need is there for these things to be spoken by us? For that you yourself also deem it a most grievous sin to run off to that wicked place is plain from the manner of your going there. For indeed you strive to go there unnoticed, and charge household servants and friends and neighbours not to inform against you to the priests, and if anyone denounces you, you are indignant. Of how great folly, then, would it not be to try to escape the notice of men,