Migne Reading Room

PG 48 · cols. 785–790 · Read from the page

On the incomprehensible nature of God, etc., twelve homilies

On the incomprehensible nature of God, etc., twelve homilies

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:785Read from the page
ενέγκω, καὶ ποιήσω μεριστὰς πολλοὺς καὶ κοινωνοὺς, ὧν αὐτὸς ἐπίσταμαι πάντων, αὔξεταί μοι τὰ τοῦ πνευματικοῦ πλούτου. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, καὶ ὁ μὲν ἑτέροις μεταδιδοὺς αὔξει τὴν παρακαταθήκην, ὁ δὲ ἀποκρύπτων ἐλαττοῖ τὴν ἐργασίαν ἅπασαν, μάρτυρες οἱ τὰ τάλαντα ἐγχειρισθέντες ἐκεῖνοι, ὁ τὰ πέντε, καὶ ὁ τὰ δύο, καὶ ὁ τὸ ἕν. Οἱ μὲν γὰρ διπλασίονα τὰ ἐμπιστευθέντα προσήγαγον, καὶ ἐτιμῶντο διὰ τοῦτο· ὁ δὲ ἐπειδὴ ἐφύλαξε παρ' ἑαυτῷ, καὶ οὐδενὶ μετέδωκε, διπλοῦν τε αὐτὸ ποιῆσαι οὐκ ἴσχυσε, διὰ τοῦτο ἐκολάζετο. Ταῦτα οὖν ἀκούοντες ἅπαντες, καὶ τὴν κόλασιν τὴν ἐκεῖθεν δεδοικότες, ὅπερ ἂν ἔχωμεν ἀγαθὸν εἰς τοὺς ἀδελφοὺς ἐκφέρωμεν, καὶ εἰς τὸ μέσον ἅπασι καταβάλλωμεν, ἀλλὰ μὴ ἀποκρύπτωμεν. Ὅταν γὰρ ἑτέροις μεταδῶμεν, τότε πλουτοῦμεν αὐτοὶ μειζόνως· ὅταν κοινωνοὺς ποιησώμεθα τῆς ἐμπορίας πολλοὺς, τότε τὴν ἡμετέραν αὔξομεν περιουσίαν. Ἀλλ' ἐλαττοῦσθαί σοι τὰ τῆς δόξης νομίζεις, ὅταν μετὰ πολλῶν ᾖς εἰδὼς, ἃ μόνος οἶδας αὐτός. Και μὴν τότε αὔξεται καὶ τὰ τῆς δόξης, καὶ τὰ τῆς ὠφελείας, ὅταν τὸν φθόνον καταπατήσῃς, ὅταν τὴν βασκανίαν σβέσῃς, ὅταν φιλαδελφίαν ἐπιδείξῃ πολλήν· ἂν δὲ μόνος εἰδὼς περιίῃς, ἄνθρωποι μὲν ὡς βάσκανον καὶ μισάδελφον ἀποστραφήσονται καὶ μισήσουσιν, ὁ δὲ Θεὸς ὡς πονηρὸν τὴν ἐσχάτην ἀπαιτήσει σε δίκην· χωρὶς δὲ τούτων, καὶ αὐτή σε ταχέως ἡ χάρις ἔρημον ἐγκαταλιποῦσα οἰχήσεται. Ἐπεὶ καὶ ὁ σῖτος, ἂν μὲν ἐν ταῖς ἀποθήκαις ᾖ διηνεκῶς κείμενος, δαπανᾶται, σητὸς αὐτὸν κατεσθίοντος· ἂν δὲ ἐξενεχθεὶς εἰς τὰς ἀρούρας καταβάλληται, πολυπλασιάζεται καὶ ἀνανεοῦται πάλιν. Οὕτω καὶ λόγος πνευματικὸς, ἐὰν ἔνδον διαπαντὸς ἀποκλείηται, φθόνῳ καὶ ὄκνῳ καὶ τηκεδόνι φθειρομένης τῆς ψυχῆς καὶ κατεσθιομένης, κατασβέννυται ταχέως· ἂν δὲ, ὥσπερ εἰς ἄρουραν εὔφορον, εἰς τὰς τῶν ἀδελφῶν ψυχὰς διασπείρηται, πολυπλασίων ὁ θησαυρὸς καὶ τοῖς ὑποδεχομένοις, καὶ τῷ κεκτημένῳ. Καὶ καθάπερ πηγὴ συνεχῶς μὲν ἐξαντλουμένη καθαίρεται μᾶλλον καὶ ἀναβλύζει πλέον, καταχωννυμένη δὲ ἀποπνίγεται· οὕτω καὶ χάρισμα πνευματικὸν καὶ λόγος διδασκαλικὸς συνεχῶς μὲν ἀντλούμενος καὶ διδοὺς ἀρύεσθαι τοῖς βουλομένοις, ἀναβλύζει πλέον· βασκανίᾳ δὲ καὶ φθόνῳ καταχωσθεὶς, ἐλαττοῦται καὶ σβέννυται τέλεον. Ἐπεὶ οὖν τοσοῦτον τὸ κέρδος ἡμῖν, ὅπερ ἂν ἔχωμεν, φέρε εἰς μέσον καταθέντες, πᾶσαν ὑμῖν ἀποδῶμεν τὴν ὀφειλὴν, πρότερον ἀναμνήσαντες τῆς ἀκολουθίας τῶν ὀφλημάτων τούτων ἁπάσης.
forth, and make many sharers and partners in all the things that I myself know, my store of spiritual wealth is increased. And that these things are so — and that he who imparts to others increases his deposit, whereas he who conceals it diminishes his whole gain — those men who were entrusted with the talents are witnesses: he who received the five, and he who received the two, and he who received the one. For the former brought forth double what had been entrusted to them, and were honoured on this account; whereas the latter, because he kept it by himself and imparted to no one, and was unable to make it double, was punished on this account. Hearing these things therefore, all of us, and fearing the punishment that comes from thence, let us bring forth unto the brethren whatsoever good we possess, and lay it down in the midst for all, and not conceal it. For when we impart to others, then we ourselves grow richer in greater measure; when we make many partners in our trafficking, then we increase our own substance. Yet you suppose that your glory is diminished when you share with many the knowledge of things which you alone know by yourself! Nay, rather, both your glory and your benefit are increased at the very time when you trample envy under foot, when you quench grudging malice, when you display abundant brotherly love; whereas if you go about possessing knowledge alone, men will turn away from you and hate you as grudging and a hater of the brethren, while God will exact from you the utmost penalty as from a wicked servant; and apart from these things, grace itself also will speedily abandon you and depart, leaving you desolate. For just as wheat, if it lies continually in the granaries, is consumed as the weevil devours it, whereas if it is brought forth and cast into the fields, it is multiplied manifold and renewed again; so also a spiritual word, if it is always shut up within while the soul is corrupted and devoured by envy and sloth and wasting decay, is speedily quenched; whereas if, as into a fruitful field, it is sown abroad into the souls of the brethren, the treasure becomes manifold both for those who receive it and for him who possesses it. And just as a fountain, when constantly drawn from, is cleansed all the more and gushes forth more abundantly, whereas when choked up with earth it is stifled; so also a spiritual gift and a word of teaching, when constantly drawn from and allowing those who wish to draw, gushes forth more abundantly, whereas when choked up by grudging malice and envy, it is diminished and quenched utterly. Since therefore our gain is so great, come, let us lay down in the midst whatsoever we possess, and pay back to you the whole debt, after first reminding you of the entire sequence of these debts.
βʹ. Ἴστε τοίνυν καὶ μέμνησθε πρώην, ὅτι περὶ τῆς τοῦ Μονογενοῦς δόξης διαλεγόμενοι, πολλὰς ἠριθμοῦμεν αιτίας τῆς ἐν τοῖς ῥήμασι συγκαταβάσεως· καὶ ἐλέγομεν, ὅτι οὐ μόνον διὰ τὴν τῆς σαρκὸς περιβολὴν, οὐδὲ διὰ τὴν ἀσθένειαν μόνον τῶν ἀκουόντων ταπεινὰ φθέγγεται πολλάκις ὁ Χριστὸς, ἀλλὰ πολλαχοῖ καὶ ταπεινοφρονεῖν διδάσκων. Κἀκείναις μὲν ἱκανῶς τότε ἐπεξήλθομεν ταῖς αιτίαις, καὶ τῆς ἐπὶ τῷ Λαζάρῳ, καὶ τῆς πρὸς αὐτῷ τῷ σταυρῷ γενομένης εὐχῆς μνημονεύσαντες, καὶ δείξαντες σαφῶς, ὅτι τὴν μὲν, ἵνα τὴν οἰκονομίαν πιστώσηται, τὴν δὲ, ἵνα τὴν τῶν ἀκουόντων ἀσθένειαν διορθώσηται, πεποίηκεν, οὐδεμιᾶς αὐτὸς δεόμενος βοηθείας. Ὅτι δὲ πολλὰ καὶ ταπεινοφρονεῖν αὐτοὺς διδάσκων ἐποίει, καὶ τοῦτο ἄκουσον. Ἔβαλεν ὕδωρ εἰς τὸν νιπτῆρα· καὶ ὡς οὐκ ἀρ-
2. You know therefore and remember of late that, while discoursing concerning the glory of the Only-begotten, we enumerated many reasons for the condescension in His words; and we said that not only on account of the investiture of the flesh, nor only on account of the weakness of the hearers, does Christ often utter lowly things, but in many places also by way of teaching humility of mind. And those reasons we went through sufficiently at that time, making mention both of the prayer over Lazarus and of that which took place hard by the cross itself, and showing plainly that the latter He made in order to confirm the dispensation, and the former in order to set right the weakness of the hearers, standing in need of no help whatever Himself. And that He also did many things to teach them humility of mind, hear this too. He poured water into the basin; and as though not suf-
Notes, col. 785

On the reading

Printed Και, for Καὶ.

Printed αιτίας, for αἰτίας.

Printed αιτίαις, for αἰτίαις.

PG 48:786Read from the page
κοῦν τοῦτο, ἔτι καὶ λεντίῳ διεζώσατο, πρὸς τὴν ἐσχάτην εὐτέλειαν κατάγων ἑαυτὸν, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν, μετὰ δὲ τῶν μαθητῶν καὶ τοῦ προδότου τοὺς πόδας ἔνιψε. Τίς οὐκ ἂν ἐκπλαγείη καὶ θαυμάσειε; Τοῦ μέλλοντος αὐτὸν προδιδόναι νίπτει τοὺς πόδας· καὶ τὸν Πέτρον διακρουόμενον καὶ λέγοντα, Κύριε, οὐ μή μου νίψεις τοὺς πόδας, οὐ παρατρέχει, ἀλλά φησι πρὸς αὐτόν· Ἐὰν μὴ νίψω σου τοὺς πόδας, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ· ὁ δὲ, Κύριε, μὴ τοὺς πόδας μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν. Εἶδες εὐλάβειαν μαθητοῦ δι' ἀμφοτέρων. καὶ διὰ τῆς παραιτήσεως, καὶ διὰ τῆς συγκαταθέσεως; Εἰ γὰρ καὶ ἐναντία τὰ ῥήματα, ἀλλ' ὑπὸ ζεούσης ἀμφότερα γνώμης ἐλέγετο. Ὁρᾷς πῶς πανταχοῦ θερμὸς ἦν καὶ διεγηγερμένος; Ἀλλ' ὅπερ ἔλεγον, ἵνα μὴ διὰ τὴν τοῦ πράγματος εὐτέλειαν τῆς φύσεως καταγνῷς εὐτέλειαν, μετὰ τὸ νίψαι τί φησι πρὸς αὐτοὺς, ἄκουσον· Γινώσκετε τί πεποίηκα ὑμῖν; Ὑμεῖς καλεῖτέ με, ὁ Κύριος, καὶ ὁ διδάσκαλος, καὶ καλῶς λέγετε· ειμὶ γάρ. Εἰ οὖν ἐγὼ ὁ Κύριος καὶ ὁ διδάσκαλος ἔνιψα ὑμῶν τοὺς πόδας, οὕτω καὶ ὑμεῖς ὀφείλετε ἀλλήλοις ποιεῖν. Ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν, ἵνα ὡς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ἀλλήλοις ποιῆτε.
ficing, He moreover girded Himself with a towel, bringing Himself down to the utmost lowliness, and began to wash the feet of the disciples, and along with the disciples He washed the feet of the traitor also. Who would not be astounded and marvel? He washes the feet of him who was about to betray Him; and Peter, who puts Him off and says, Lord, Thou shalt never wash my feet, He does not pass by, rather He says unto him: If I wash not your feet, you have no part with Me; and he replies, Lord, not my feet only, but also my hands and my head. Did you see the disciple's reverence through both — both through his refusal and through his consent? For even though the words were opposite, yet both were spoken out of a fervent mind. Do you see how everywhere he was ardent and wide awake? Yet, as I was saying, lest on account of the lowliness of the deed you should impute lowliness to His nature, hear what He says unto them after washing them: Do you know what I have done unto you? You call Me, The Lord, and The Teacher; and you say well, for so I am. If I then, the Lord and the Teacher, have washed your feet, so you also ought to wash one another's feet. For I have given you an example, that as I have done unto you, you also should do to one another.
Ὁρᾷς ὅτι πολλὰ ὑποδείγματος ἕνεκεν ἐποίει; Καθάπερ γάρ τις διδάσκαλος σοφίας πεπληρωμένος παιδίοις ψελλίζουσι συμψελλίζει, καὶ ὁ ψελλισμὸς οὐ τῆς ἀμαθίας τοῦ διδασκάλου, ἀλλὰ τῆς κηδεμονίας τῆς πρὸς τοὺς παῖδάς ἐστι τεκμήριον· οὕτω δὴ καὶ ὁ Χριστὸς οὐ δι' εὐτέλειαν τῆς οὐσίας ταῦτα ἐποίει, ἀλλὰ διὰ συγκατάβασιν. Καὶ δεῖ ταῦτα οὐχ ἁπλῶς παρατρέχειν· καὶ γὰρ αὐτὸ τοῦτο εἰ καθ' ἑαυτὸ νῦν ἐξετάσωμεν, ὅρα ὅσον ἄτοπον ἕψεται. Εἰ γὰρ ὁ νίπτων τοῦ νιπτομένου εὐτελέστερος εἶναι δοκεῖ (ἔστι δὲ ὁ μὲν νίπτων ὁ Χριστὸς, οἱ μαθηταὶ δὲ οἱ νιπτόμενοι), ἄρα εὐτελέστερος ἔσται ὁ Χριστὸς τῶν μαθητῶν. Ἀλλ' οὐδεὶς ἂν τοῦτο οὐδὲ μαινόμενος εἴποι. Ὁρᾷς ὅσον ἐστὶ κακὸν τὰς αιτίας ἀγνοεῖν, δι' ἃς ὁ Χριστὸς ἐποίει πάντα ἅπερ ἐποίει; Μᾶλλον δὲ βλέπεις, ὅσον ἐστὶν ἀγαθὸν πάντα μετὰ ἀκριβείας ἐξετάζειν, καὶ μὴ ἁπλῶς, ὅτι εἶπέ τι ταπεινὸν ἢ ἐποίησεν, ἀλλὰ καὶ τίνος ἕνεκεν καὶ διὰ τί προστιθέναι; Οὐκ ἐνταῦθα δὲ μόνον τοῦτο ἐποίησεν, ἀλλὰ καὶ ἀλλαχοῦ τὸ αὐτὸ τοῦτο ἠνίξατο. Ειπὼν γὰρ, Τίς ἐστι μείζων, ὁ ἀνακείμενος, ἢ ὁ διακονῶν; ἐπήγαγεν, Οὐχὶ ὁ ἀνακείμενος; Ἐγὼ δέ εἰμι ἐν μέσῳ ὑμῶν, ὡς ὁ διακονῶν. Καὶ τοῦτο δὲ εἶπε, κἀκεῖνο ἐποίησε, δεικνὺς ὅτι πολλαχοῦ τὰ ἐλάττονα ἁρπάζει εις διδασκαλίαν τῶν μαθητῶν, μετριάζειν τε ὁμοῦ πείθων αὐτούς. Καὶ δῆλον ὅτι οὐ διὰ τὸ τῆς φύσεως καταδεέστερον, ἀλλὰ διὰ τὴν ἐκείνων διδασκαλίαν ταῦτα πάντα ἀνέχεται. Καὶ γὰρ ἀλλαχοῦ φησιν· Οι ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, παρὰ δὲ ὑμῖν οὐχ οὕτως· ἀλλ' ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω πάντων διάκονος. Καὶ γὰρ Ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι. Εἰ τοίνυν διακονῆσαι ἦλθε καὶ ταπεινοφροσύνην διδάξαι, μὴ θορυβοῦ, μηδὲ κατάπιπτε, εἰ τὰ τῶν διακόνων
Do you see that He did many things for the sake of an example? For just as some teacher filled with wisdom lisps along with lisping little children, and that lisping is a token not of the teacher's ignorance, but of his solicitude towards the children; so indeed Christ also did these things not out of any lowliness of His essence, but out of condescension. And one must not pass over these things carelessly; for if we now examine this very deed by itself, see what great absurdity will follow. For if he who washes seems to be lowlier than he who is washed (and He Who washes is Christ, while those who are washed are the disciples), then Christ will be lowlier than the disciples! Yet no one, not even a madman, would say this. Do you see how great an evil it is to be ignorant of the reasons on account of which Christ did all the things that He did? Or rather, do you see how great a good it is to examine all things with exactness, and not merely to note that He said or did something lowly, but also to add for what sake and why? Nor did He do this here alone, but elsewhere also He intimated this very same thing. For after saying, Who is greater, he that reclineth at table, or he that serveth? He added, Is it not he that reclineth at table? Yet I am in the midst of you as he that serveth. And He both spoke this and did that, showing that in many places He lays hold of lower things for the instruction of the disciples, and at the same time persuading them to practise moderation. And it is evident that He endures all these things not on account of any inferiority of His nature, but on account of their instruction. For elsewhere also He says: The rulers of the Gentiles lord it over them; yet among you it shall not be so; rather, whosoever wishes to be first among you, let him be servant of all. For the Son of Man came not to be served, but to serve. If therefore He came to serve and to teach humility of mind, be not troubled, nor lose heart, if the works of servants
Notes, col. 786

On the reading

Printed ειμὶ, for εἰμὶ.

Printed αιτίας, for αἰτίας.

Printed Ειπὼν, for Εἰπὼν.

Printed εις, for εἰς.

Printed Οι, for Οἱ.

PG 48:787Read from the page
ἴδοις αὐτὸν ἐπιτελοῦντά που καὶ φθεγγόμενον. Οὕτω καὶ πολλὰς τῶν εὐχῶν ἀπὸ τῆς αὐτῆς ἐπιτελεῖ γνώμης. Καὶ γὰρ προσῆλθον αὐτῷ λέγοντες, Κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, ὥσπερ Ἰωάννης ἐδίδαξε τοὺς μαθητὰς αὐτοῦ. Τί οὖν [532] ἐχρῆν ποιεῖν, εἰπέ μοι ; μὴ διδάξαι αὐτοὺς προσεύχεσθαι ; Ἀλλὰ διὰ τοῦτο ἦλθεν, ἵνα εἰς πᾶσαν αὐτοὺς ἐναγάγῃ φιλοσοφίαν. Ἀλλ' ἐχρῆν διδάξαι ; Οὐκοῦν εὔξασθαι ἔδει.
you might see Him accomplishing and uttering somewhere. Thus also He accomplishes many of His prayers from the same purpose. For indeed they came to Him saying, Lord, teach us to pray, just as John taught his disciples. What then [532] ought He to have done, tell me? Not teach them to pray? Yet for this He came, that He might lead them into every philosophy. Yet ought He to have taught them? Therefore it was necessary to pray.
Ἀλλ' ἔδει ῥήματι τοῦτο μόνον ποιῆσαι, φησίν. Ἀλλ' οὐχ οὕτως ἡ διὰ τῶν ῥημάτων, ὡς ἡ διὰ τῶν πραγμάτων διδασκαλία τοὺς μαθητευομένους ἐνάγειν εἴωθε. Διά τοι τοῦτο οὐχὶ διδάσκει αὐτοὺς εὐχὴν μόνον τὴν διὰ τῶν ῥημάτων, ἀλλὰ καὶ αὐτὸς διατελεῖ τοῦτο ποιῶν, καὶ εὔχεται διανυκτερεύων ἐν ταῖς ἐρημίαις, ἡμᾶς παιδεύων καὶ νουθετῶν, ἐπειδὰν μέλλωμεν ὁμιλεῖν τῷ Θεῷ, φεύγειν θορύβους καὶ τὰς ἐν μέσῳ ταραχὰς, καὶ πρὸς ἐρημίαν ἀναχωρεῖν, οὐχὶ τόπων μόνον, ἀλλὰ καὶ καιρῶν. Ἐρημία δὲ οὐχὶ ὄρος μόνον ἐστὶν, ἀλλὰ καὶ οἰκίσκος κραυγῆς ἀπηλλαγμένος.
Yet He ought to have done this by word alone, says one. Yet teaching through words is not so accustomed to lead on disciples as teaching through deeds. On this account indeed He not only teaches them prayer through words, but He Himself also continues doing this, and prays passing the whole night in solitary places, instructing and admonishing us, whenever we are about to converse with God, to flee tumults and the disturbances in our midst, and to withdraw towards solitude, not of places only, but also of seasons. And solitude is not a mountain only, but also a small chamber freed from shouting.
γʹ. Καὶ ἵνα μάθητε ὅτι συγκαταβάσεώς ἐστιν ἡ εὐχὴ, μάλιστα μὲν καὶ ἤδη διὰ τῶν περὶ τὸν Λάζαρον συμβάντων ἀπεδείξαμεν· πλὴν ἀλλὰ καὶ ἑτέρωθεν δῆλον. Τίνος γὰρ ἕνεκεν ἐπὶ τῶν μειζόνων οὐκ εὔχεται θαυμάτων, ἀλλ' ἐπὶ τῶν ἐλαττόνων ; Εἰ γὰρ δεόμενος βοηθείας ηὔχετο καὶ οὐκ ἔχων αὐτοτελῆ δύναμιν, ἐπὶ πάντων εὔχεσθαι ἔδει καὶ τὸν Πατέρα καλεῖν · εἰ δὲ μὴ ἐπὶ πάντων, κἂν ἐπὶ τῶν μειζόνων. Νῦν δὲ τὸ ἐναντίον ποιεῖ· ἐπὶ τῶν μειζόνων πραγμάτων οὐκ εὔχεται, ἵνα δείξῃ, ὅτι τοὺς ἄλλους παιδεύων τοῦτο ἐποίει, οὐχὶ δυνάμεως δεόμενος. Ὅτε γοῦν τοὺς ἄρτους εὐλόγησεν, ἀναβλέψας εἰς τὸν οὐρανὸν ηὔξατο, ἡμᾶς παιδεύων τραπέζης μὴ πρότερον ἀπογεύεσθαι, ἕως ἂν εὐχαριστήσωμεν τῷ τοὺς καρποὺς πεποιηκότι Θεῷ· καὶ πολλοὺς νεκροὺς ἀναστήσας, οὐκ ηὔξατο, ἐπὶ δὲ Λαζάρου μόνον. Καὶ τὴν αἰτίαν τότε εἰρήκαμεν, ὅτι τὴν ἀσθένειαν τῶν παρόντων διορθούμενος, ἣν καὶ αὐτὸς εἶπε, σαφῶς οὕτω προσθεὶς, ὅτι διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον. Καὶ ὅτι οὐχ ἡ εὐχὴ, ἀλλ' ἡ φωνὴ τὸν νεκρὸν ἤγειρεν, ἱκανῶς ἀπεδείξαμεν τότε· καὶ ἵνα μάθῃς τοῦτο σαφέστερον, ὅρα.
3. And that you may learn that the prayer belongs to condescension, especially indeed we have already demonstrated through the things that happened concerning Lazarus; nevertheless it is also evident from elsewhere. For on what account does He not pray at the greater miracles, but at the lesser? For if He prayed because He needed help and did not possess self-sufficient power, He ought to have prayed at all of them and called upon the Father; or if not at all of them, at least at the greater. But as it is, He does the opposite: at the greater matters He does not pray, that He may show that He did this while instructing others, not because He needed power. When therefore He blessed the loaves, looking up into heaven He prayed, instructing us not to taste of the table before we have given thanks to God Who made the fruits; and though He raised many dead, He did not pray, save at Lazarus alone. And we stated the reason at that time, namely that He was correcting the weakness of those present, which He Himself also spoke of, clearly adding thus, that on account of the crowd standing around I spoke. And that not the prayer, but the voice raised the dead man, we sufficiently demonstrated at that time; and that you may learn this more clearly, see.
Ὅταν γὰρ κολάζειν δέῃ, καὶ ὅταν τιμᾷν, καὶ ὅταν ἁμαρτήματα ἀφιέναι, καὶ ὅταν νομοθετεῖν, καὶ ὅταν τι τῶν πολλῷ μειζόνων δέῃ ποιεῖν, οὐδαμοῦ τὸν Πατέρα καλοῦντα αὐτὸν εὑρήσεις, οὐδὲ εὐχόμενον, ἀλλὰ μετὰ αὐθεντίας ἅπαντα πράττοντα. Καὶ τούτων ἕκαστον ἐγὼ μὲν ἀπαριθμήσομαι · σὺ δὲ σκόπει μετὰ ἀκριβείας, πῶς οὐδαμοῦ δεῖται εὐχῆς. Δεῦτε, φησὶν, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. Καὶ πάλιν, Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἰδοὺ κολάζει καὶ τιμᾷ μετὰ αὐθεντίας ἁπάσης, καὶ εὐχῆς οὐδεμιᾶς δεῖται. Πάλιν, ὅταν διορθῶσαι σῶμα δέῃ διαλελυμένον. Ἐγερθεὶς ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει· ὅταν ἀπαλλάξαι θανά-
For whenever it is necessary to punish, and whenever to honour, and whenever to forgive sins, and whenever to legislate, and whenever it is necessary to do any of the much greater things, nowhere will you find Him calling upon the Father, nor praying, but doing all things with authority. And each of these I indeed shall enumerate; and do you examine with exactness how He nowhere needs prayer. Come, says He, you blessed of My Father, inherit the kingdom prepared for you. And again, Depart from Me, you accursed, into the fire prepared for the devil and his angels. Behold, He punishes and honours with all authority, and needs no prayer at all. Again, whenever it is necessary to restore a palsied body: Arising, take up your bed, and walk; whenever to deliver from death
PG 48:788Read from the page
του, Ταλιθὰ κοῦμι, ἀνάστηθι· ὅταν ἐλευθερῶσαι ἁμαρτημάτων, Θάρσει, τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι· ὅταν ἐπιτιμῆσαι δαίμοσι, Σοὶ λέγω, τὸ πονηρὸν δαιμόνιον, ἔξελθε ἀπ' αὐτοῦ· ὅταν καταστεῖλαι τὴν θάλασσαν, Σιώπα, πεφίμωσο· ὅταν καθᾶραί τινα λέπρᾳ κατεχόμενον, Θέλω, καθαρίσθητι· ὅταν νομοθετῆσαι, Ἠκούσατε ὅτι ἐῤῥέθη [533] τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, Ὃς ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, Μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. Εἶδες πάντα μετὰ αὐθεντίας ποιοῦντα δεσποτικῆς, καὶ εἰς γέενναν ἐκβάλλοντα, καὶ εἰς βασιλείαν εἰσάγοντα, καὶ παράλυσιν διορθούμενον, καὶ εἰς θάνατον ἀπελαύνοντα, καὶ ἁμαρτίας ἀφιέντα, καὶ δαίμοσιν ἐπιτιμῶντα, καὶ τὴν θάλατταν καταστέλλοντα ; Καίτοι τί μεῖζον, εἰπέ μοι, εἰς βασιλείαν εἰσαγαγεῖν, καὶ εἰς γέενναν ἐμβαλεῖν, καὶ ἁμαρτίας ἀφιέναι, καὶ νόμους θεῖναι μετὰ αὐθεντίας, ἢ ἄρτους ποιῆσαι ; οὐκ εὔδηλον καὶ ὡμολογημένον ἅπασιν, ὅτι ταῦτα ἐκείνων μείζω ; Ἀλλ' ὅμως ἐπὶ τῶν μειζόνων οὐκ εὔχεται, δεικνὺς ὅτι καὶ ἐπὶ τῶν ἐλαττόνων οὐ δι' ἀσθένειαν δυνάμεως τοῦτο ἐποίει, ἀλλὰ διὰ διδασκαλίαν τῶν τότε παρόντων. Καὶ ἵνα μάθῃς, ὅσον ἐστὶν ἁμαρτίας ἀφιέναι, παράγω σοι μάρτυρα τὸν προφήτην· οὐδενὸς γὰρ ἑτέρου τοῦτο δείκνυσιν ὁ προφήτης, ἢ τοῦ Θεοῦ μόνου. Τίς γὰρ Θεὸς, φησὶν, ὥσπερ σὺ, ἐξαίρων ἀνομίας, ὑπερβαίνων ἀδικίας ; Καὶ τὸ εἰς βασιλείαν δὲ εἰσαγαγεῖν τοῦ τὸν θάνατον λῦσαι πολλῷ μεῖζόν ἐστι· ἀλλ' ὅμως κἀκεῖνο μετ' ἐξουσίας ποιεῖ. Καὶ τὸ νομοθετεῖν δὲ, οὐ τῶν ὑποτεταγμένων, ἀλλὰ τῶν βασιλευόντων ἐστί· καὶ τοῦτο βοᾷ μὲν αὐτὴ τῶν πραγμάτων ἡ φύσις · βασιλέων γὰρ μόνον ἐστὶ τιθέναι νόμους· δείκνυσι δὲ καὶ ὁ Ἀπόστολος, οὕτω λέγων · Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι. Ἐπειδὴ γὰρ δοῦλος ἦν καὶ διάκονος, οὐκ ἐτόλμησε προσθεῖναι τοῖς ἐξ ἀρχῆς νομοθετηθεῖσιν. Ὁ δὲ Χριστὸς οὐχ οὕτως, ἀλλὰ μετὰ πολλῆς τῆς αὐθεντίας τοὺς παλαιοὺς ἀναγινώσκει νόμους, καὶ τοὺς παρ' αὐτοῦ πάλιν εἰσάγει. Ει δὲ τὸ νόμους ἁπλῶς τιθέναι, βασιλικῆς μόνον ἐστὶν ἐξουσίας, ὅταν εὑρίσκηται μὴ μόνον νόμους τιθεὶς οὗτος, ἀλλὰ καὶ τοὺς παλαιοὺς διορθούμενος, τίς ὑπολείπεται λόγος τοῖς ἀναισχυντεῖν βουλομένοις ; Ἀπὸ γὰρ τούτου δῆλον, ὅτι τῆς αὐτῆς οὐσίας ἐστὶ τῷ γεγεννηκότι.
: Talitha coumi, arise; whenever to set free from sins: Take courage, child, your sins are forgiven you; whenever to rebuke demons: To you I say, you wicked demon, come out of him; whenever to calm the sea: Be silent, be muzzled; whenever to cleanse someone held fast by leprosy: I will, be cleansed; whenever to legislate: You heard that it was said [533] to the ancients, You shall not murder; but I say to you, Whoever says to his brother, Fool, shall be liable to the Gehenna of fire. Have you seen Him doing all things with sovereign authority, both casting into Gehenna, and leading into the kingdom, and correcting paralysis, and driving away unto death, and forgiving sins, and rebuking demons, and calming the sea? And yet what is greater, tell me: to lead into the kingdom, and to cast into Gehenna, and to forgive sins, and to lay down laws with authority, or to make loaves? Is it not quite clear and confessed by all that these are greater than those? Yet nevertheless at the greater things He does not pray, showing that at the lesser also He did this not through weakness of power, but for the instruction of those present at that time. And that you may learn how great a thing it is to forgive sins, I bring forward the prophet as a witness for you; for the prophet shows this to belong to none other than to God alone. For who is a God, says he, like Thee, taking away iniquities, passing over unrighteousnesses? And to lead into the kingdom is much greater than to loose death; yet nevertheless He does that too with power. And to legislate also belongs not to subjects, but to rulers; and the very nature of things cries this aloud—for it belongs to kings alone to lay down laws—and the Apostle also shows it, speaking thus: Now concerning virgins I have no command of the Lord, yet I give my judgement as one who has obtained mercy from the Lord to be faithful. For since he was a servant and a minister, he did not dare to add to the things legislated from the beginning. Yet Christ does not act thus, but with great authority He reads out the ancient laws, and introduces again those from Himself. Now if simply to lay down laws belongs to royal power alone, when this One is found not only laying down laws, but also correcting the ancient ones, what plea is left for those wishing to be shameless? For from this it is evident that He is of the same essence as Him Who begot Him.
Καὶ ἵνα σαφέστερον ὃ λέγω γένηται, ἐπ' αὐτὸ τῆς Γραφῆς ἔλθωμεν τὸ χωρίον. Ἀνελθὼν εἰς τὸ ὄρος, φησὶν, ἐκάθητο, καὶ περιεστώτων πάντων ἤρξατο λέγειν· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, οἱ πραεῖς, οἱ ἐλεήμονες, οἱ καθαροὶ τῇ καρδίᾳ. Εἶτα μετὰ τοὺς μακαρισμοὺς ἐκείνους λέγει· Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας · οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. Τίς γὰρ τοῦτο ὑπώπτευσεν ; ἢ τί τῶν εἰρημένων ἐναντίον ἦν τοῖς προτέροις, ἵνα τοῦτο εἴπῃ ; Μακάριοι, φησὶν, οἱ πτωχοὶ τῷ πνεύματι, τουτέστιν, οἱ ταπεινόφρονες. Ἀλλὰ τοῦτο καὶ ἡ Παλαιὰ εἶπε · Θυσία γὰρ τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην
And that what I say may become clearer, let us come to the very passage of Scripture. Having gone up onto the mountain, it says, He sat down, and when all were standing around He began to say: Blessed are the poor in spirit, the meek, the merciful, the pure in heart. Then after those beatitudes He says: Do not suppose that I came to destroy the law or the prophets; I came not to destroy, but to fulfil. For who suspected this? Or what among the things spoken was contrary to the former things, that He should say this? Blessed, says He, are the poor in spirit, that is, the humble-minded. Yet the Old Covenant also spoke this: For a sacrifice to God is a crushed spirit; a crushed
Notes, col. 788

On the reading

Printed Ει, for Εἰ.

PG 48:789Read from the page
καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Καὶ πάλιν· Μακάριοι οἱ πραεῖς. Καὶ τοῦτο Ἠσαΐας πάλιν βοᾷ ἐκ προσώπου τοῦ Θεοῦ λέγων· Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ' ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους ; Μακάριοι οἱ ἐλεήμονες. Καὶ τοῦτο πάλιν πανταχοῦ διέσπαρται· Μὴ ἀποστερήσῃς γὰρ, φησὶν, τὴν ζωὴν τοῦ πτωχοῦ, ἱκέτην θλιβόμενον μὴ ἀπαναίρου· καὶ πολὺς πανταχοῦ περὶ φιλανθρωπίας ἐστὶν ὁ λόγος. [534] Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ. Τοῦτο καὶ ὁ Δαυῒδ φησι· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Καὶ τοὺς λοιποὺς δὲ εἴ τις ἐπέλθοι μακαρισμοὺς, εὑρήσει πολλὴν οὖσαν τὴν συμφωνίαν. Τίνος οὖν ἕνεκεν, μηδὲν ἐναντίον εἰρηκὼς τοῖς προτέροις, ἐπήγαγεν· Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας ; Οὐ διὰ τὰ εἰρημένα, ἀλλὰ διὰ τὰ μέλλοντα ῥηθήσεσθαι ταύτην τὴν διόρθωσιν τίθησιν. Ἐπειδὴ γὰρ ἔμελλεν ἐμβαίνειν εἰς ἐπίτασιν ἐντολῶν, ἵνα μὴ νομίσωσι τὴν αὔξησιν ἐναντίωσιν εἶναι, μηδὲ τὴν προσθήκην μάχην, διὰ τοῦτο εἶπε· Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· τουτέστι, μέλλω τινὰ λέγειν τελειώτερα τῶν πρότερον εἰρημένων· οἷον ὅτι Ἠκούσατε, Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω, Οὐκ ὀργισθήσῃ. Ἠκούσατε ὅτι Οὐ μοιχεύσεις, ἐγὼ δὲ λέγω ὅτι Ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσε· καὶ ὅσα τοιαῦτα. Μὴ τοίνυν νομίσητε κατάλυσιν εἶναι τὴν τελείωσιν· οὐ γάρ ἐστι κατάλυσις, ἀλλὰ πλήρωσις· καὶ ὅπερ ἐπὶ τῶν σωμάτων ἐποίησε, τοῦτο καὶ ἐπὶ τοῦ νόμου ποιεῖ. Τί δὲ ἐπὶ τῶν σωμάτων εἰργάσατο ; Ἐλθὼν καὶ εὑρὼν ἀνάπηρα πολλὰ μέλη, καὶ ἐνδεῶς ἔχοντα πάντα, ἀπήρτισε, καὶ εἰς τὴν προσήκουσαν εὐκοσμίαν ἐπανήγαγε, διὰ τῶν πραγμάτων αὐτῶν ἅπασι ποιῶν φανερὸν ὅτι καὶ τοὺς ἀρχαίους αὐτὸς τέθεικε νόμους, καὶ τὴν φύσιν τὴν ἡμετέραν ἐδημιούργησε.
and humbled heart God will not despise. And again: Blessed are the meek. And this too Isaiah cries aloud again from the person of God, saying: Upon whom shall I look, save upon the meek and quiet one and him who trembles at My words? Blessed are the merciful. And this again is scattered everywhere: For do not defraud, says he, the life of the poor man, do not turn away a suppliant in affliction; and much is the discourse everywhere concerning loving-kindness. [534] Blessed are the pure in heart. This David also says: Create in me a clean heart, O God, and renew a right spirit in my inward parts. And if anyone should go through the remaining beatitudes also, he will find the harmony to be great. On what account then, having spoken nothing contrary to the former things, did He add: Do not suppose that I came to destroy the law or the prophets? Not on account of the things spoken, but on account of the things about to be spoken does He set down this correction. For since He was about to enter upon a heightening of the commandments, lest they should suppose the increase to be opposition, or the addition warfare, on this account He said: Do not suppose that I came to destroy the law or the prophets; that is, I am about to speak certain things more perfect than those spoken previously: such as, You heard, You shall not murder; but I say, You shall not be angry. You heard that You shall not commit adultery, but I say that He who has looked upon a woman so as to lust after her has already committed adultery; and whatever things are of such a kind. Do not therefore suppose perfection to be destruction; for it is not destruction, but fulfilment; and whatever He did in the case of bodies, this He also does in the case of the law. And what did He work in the case of bodies? Having come and found many maimed members, and all in a state of defect, He made them complete, and brought them back to fitting comeliness, making manifest to all through the very deeds that He Himself both laid down the ancient laws and fashioned our nature.
Καὶ ὅτι τοῦτο ἐσπούδαζεν ἀποδεῖξαι, δῆλον ἀπὸ τῆς τοῦ τυφλοῦ θεραπείας μάλιστα. Παριὼν γὰρ καὶ ἰδών τινα τυφλὸν, ἐποίησε πηλὸν, καὶ τὸν τοιοῦτον πηλὸν τοῖς πεπηρωμένοις ἐπέχρισεν ὄμμασι, καὶ εἶπεν αὐτῷ· Ὕπαγε, νίψαι εἰς τὸν Σιλωάμ. Τίνος γὰρ ἕνεκεν ὁ νεκροὺς ἐπιτάγματι ψιλῷ συνεχῶς ἐγείρων, καὶ πολλὰ ἕτερα τοιαῦτα θαυματουργῶν, ἐνταῦθα καὶ ἔργον τι προστίθησι, πηλὸν ποιῶν, καὶ διαπλάττων αὐτῷ τοὺς ὀφθαλμούς ; οὐκ εὔδηλον ἵν' ὅταν ἀκούσῃς ὅτι ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασεν τὸν ἄνθρωπον, μάθῃς διὰ τοῦ νῦν γινομένου ὅτι οὗτος ἐκεῖνός ἐστιν ὁ παρὰ τὴν ἀρχὴν πλάσας τὸν ἄνθρωπον ; ἐπεὶ εἰ μὴ τοῦτο δεῖξαι ἐβούλετο, περιττὸν ἦν ὅπερ εἰργάζετο. Εἶτα ἵνα μάθῃς ὅτι οὐχ ἡ τοῦ πηλοῦ χρεία συνέπραξεν αὐτῷ πρὸς τὴν ἀνάβλεψιν τοῦ πεπηρωμένου, ἀλλ' ἤρκει καὶ χωρὶς τῆς ὕλης ἐκείνης προστάγματι μόνῳ διαπλάσαι τοὺς ὀφθαλμοὺς, προστίθησι καὶ λέγει· Ὕπαγε, νίψαι εἰς τὸν Σιλωάμ. Μετὰ γὰρ τὸ δεῖξαι ἡμῖν διὰ τοῦ τρόπου τῆς δημιουργίας τίς ἦν ὁ καὶ ἐξ ἀρχῆς τὸν ἄνθρωπον ποιήσας, τότε λέγει αὐτῷ · Ὕπαγε, νίψαι εἰς τὸν Σιλωάμ. Καθάπερ οὖν ἀνδριαντοποιὸς ἄριστος βουλόμενος διὰ τῶν ἔργων ἐπιδείξασθαι τὴν ἑαυτοῦ τέχνην, ἀφίησι, τὸν ἀνδριάντα διαπλάττων, τὸ μέρος, ἵνα περὶ τῆς τοῦ παντὸς τέχνης ἀπόδειξιν ἐν τῷ λείποντι δῷ· οὕτω καὶ ὁ Χριστὸς, ὅτι τὸν ὅλον ἄνθρωπον αὐτὸς ἐποίησε δεῖξαι βουλόμενος, ἀφῆκεν ἀτελῆ τοῦτον, ἵν' ἐλθὼν
And that He was zealous to demonstrate this is evident most of all from the healing of the blind man. For passing by and seeing a certain blind man, He made clay, and smeared such clay upon his maimed eyes, and said to him: Go, wash in Siloam. For on what account does He Who continually raises the dead by a bare command, and works many other such wonders, here also add a certain work, making clay, and moulding his eyes for him? Is it not quite clear that it was so that whenever you hear that God took dust from the earth and formed man, you may learn through what now takes place that this One is that very One Who formed man at the beginning? Since if He had not wished to show this, what He wrought would have been superfluous. Then, that you may learn that the need of the clay did not cooperate with Him towards the recovery of sight by the maimed man, but that it sufficed even apart from that matter to mould the eyes by command alone, He adds and says: Go, wash in Siloam. For after showing us through the manner of creation Who He was Who also made man from the beginning, then He says to him: Go, wash in Siloam. Just as an excellent sculptor, wishing to display his own art through his works, leaves off a part while moulding the statue, that in what is lacking he may give proof concerning the art of the whole; so also Christ, wishing to show that He Himself made the whole man, left this man imperfect, that having come
PG 48:790Read from the page
καὶ τοὺς ὀφθαλμοὺς ἀποδοὺς, διὰ τοῦ μέρους τὴν περὶ τοῦ παντὸς ἡμῖν ἐγκαταβάλῃ πίστιν.
and restored his eyes, He might implant in us through the part faith concerning the whole.
Καὶ ὅρα ποῦ τοῦτο ἐποίησεν· οὐκ ἐπὶ χειρὸς καὶ ποδὸς, ἀλλ' ἐπὶ ὀφθαλμῶν, τοῦ καλλίστου καὶ ἀναγκαιοτάτου τῶν μελῶν τῶν ἡμετέρων, καὶ οὗ τιμιώτερον ἡμῖν οὐδέν ἐστι μέλος. Ὁ δὲ τὸ κάλλιστον καὶ ἀναγκαιότατον διαπλάσαι δυνηθεὶς, τοὺς ὀφθαλμοὺς [535] λέγω, εὔδηλον ὅτι καὶ χεῖρα καὶ πόδα καὶ τὰ λοιπὰ δύναται κατασκευάσαι μέλη. Ὢ μακαρίων ὀφθαλμῶν ἐκείνων, οἳ θέατρον ἐγένοντο τοῖς παροῦσιν ἅπασι, καὶ πάντας πρὸς ἑαυτοὺς ἐπεσπάσαντο, καὶ φωνὴν διὰ τοῦ κάλλους ἀφῆκαν, διδάσκοντες τοὺς παρόντας ἅπαντας τὴν τοῦ Χριστοῦ δύναμιν. Καὶ ἦν παράδοξον τὸ γινόμενον · ὁ γὰρ τυφλὸς τοὺς ὁρῶντας βλέπειν ἐδίδασκεν. Ὅπερ οὖν καὶ ὁ Χριστὸς δηλῶν ἔλεγεν · Εἰς κρῖμα ἦλθον εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες βλέψωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. Ὢ πηρώσεως μακαρίας · οὓς γὰρ οὐκ ἔλαβε παρὰ τῆς φύσεως, ἔλαβε παρὰ τῆς χάριτος, οὐδὲν ἐκ τῆς ἀναβολῆς ζημιωθεὶς τοσοῦτον, ὅσον ἐκέρδανε τοῦ κατὰ τὴν δημιουργίαν τρόπου. Τί γὰρ ἂν γένοιτο τῶν ὀφθαλμῶν θαυμαστότερον ἐκείνων, οὓς ἄμωμοι καὶ ἅγιαι χεῖρες διαπλάσαι κατηξίωσαν ; Καὶ ὅπερ ἐπὶ τῆς στείρας συνέβη, τοῦτο καὶ ἐνταῦθα ἐγένετο. Καθάπερ γὰρ ἐκείνη οὐδὲν ἐκ τῆς μελλήσεως παρεβλάπτετο, ἀλλὰ καὶ λαμπροτέρα μᾶλλον ἐγένετο, οὐ νόμοις φύσεως, ἀλλὰ νόμοις χάριτος τὸ παιδίον ἀπολαβοῦσα· οὕτω δὴ καὶ ὁ τυφλὸς οὐδὲν ἐκ τῆς παρελθούσης παρεβλάβη πηρώσεως, ἀλλὰ καὶ τὰ μέγιστα ἐντεῦθεν ἐκέρδανε, τὴν τῆς δικαιοσύνης ἥλιον πρότερον ἰδεῖν καταξιωθεὶς, καὶ τότε τοῦτον τὸν αἰσθητόν.
And see where He did this: not upon hand and foot, but upon eyes, the fairest and most necessary of our members, and than which no member is more precious to us. Now He Who was able to mould the fairest and most necessary, I mean the eyes [535], is plainly able also to fashion hand and foot and the remaining members. O those blessed eyes, which became a spectacle to all present, and drew all towards themselves, and sent forth a voice through their beauty, teaching all present the power of Christ! And what took place was marvellous: for the blind man taught those who saw how to see. Declaring which very thing, Christ also said: For judgement I came into this world, that those who do not see may see, and those who see may become blind. O blessed maiming! For those eyes which he did not receive from nature, he received from grace, suffering no such loss from the delay as he gained from the manner of their creation. For what could be more wonderful than those eyes, which spotless and holy hands vouchsafed to mould? And whatever happened in the case of the barren woman, this also came to pass here. For just as she was in no way harmed from the delay, nay rather became more illustrious, receiving back her child not by laws of nature, but by laws of grace; so indeed the blind man also was in no way harmed from his past maiming, nay rather gained the greatest things therefrom, being vouchsafed first to behold the Sun of righteousness, and then this sensible one.
εʹ. Ταῦτα λέγω ἵνα μὴ δυσχεραίνωμεν, ἐπειδὰν ἴδωμεν ἢ ἑαυτοὺς, ἢ ἑτέρους τινὰς ἐν συμφοραῖς ὄντας. Ἂν γὰρ εὐχαρίστως καὶ γενναίως φέρωμεν τὰ συμπίπτοντα ἅπαντα, πάντως εἰς τέλος χρηστὸν καὶ πολλὰ ἔχον ἀγαθὰ πᾶσα ἡμῖν ἀπαντήσεται ἡ συμφορά. Ἀλλ' ὅπερ ἠβουλήθην εἰπεῖν, ὅτι ὥσπερ τὰ σώματα ἐνδεῶς ἔχοντα ἀπηρτισμένα κατεσκεύαζεν, οὕτω καὶ τὸν νόμον ἀτελῆ λαβὼν ἐῤῥύθμιζε καὶ διέπλαττε καὶ πρὸς τὸ βέλτιον ἐξῆγε. Μηδεὶς δὲ ἀκούων ὅτι ὁ νόμος ἀτελὴς ἦν, τοῦ θέντος αὐτὸν κατηγορεῖν ἡμᾶς νομιζέτω. Ἀτελὴς γὰρ ἐκεῖνος οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὸν χρόνον λοιπὸν ἐγίνετο· ἐπεὶ κατὰ τὸν καιρὸν, ὃν εἰσηνέχθη, σφόδρα τέλειος ἦν, καὶ τοῖς δεχομένοις αὐτὸν κατάλληλος · ἐπειδὴ δὲ πρὸς τὸ βέλτιον ὑπ' ἐκείνου παιδευθεῖσα λοιπὸν ἡ φύσις ἐπιδέδωκεν, ἀτελέστερος, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἐπίδοσιν τῆς ἀρετῆς τῶν ὑπ' αὐτοῦ διδαχθέντων οὗτος ἐγένετο. Καὶ καθάπερ τόξα καὶ βέλη, παιδίῳ κατασκευασθέντα βασιλικῷ πρὸς γυμνασίαν μᾶλλον ἢ πρὸς μάχην καὶ πόλεμον, αὐξηθέντος δὲ τοῦ παιδίου καὶ μαθόντος ἀριστεύειν ἐν πολέμοις, ἄχρηστα γίνεται· οὕτω δὴ καὶ ἐπὶ τῆς φύσεως συνέβη τῆς ἡμετέρας · ἡνίκα ἀτελέστερον διεκείμεθα καὶ γυμνάζεσθαι ἐμανθάνομεν, κατάλληλα ἡμῖν ἔδωκεν ὅπλα, ἅπερ ἠδυνάμεθα φέρειν μετ' εὐκολίας· ἐπειδὴ δὲ ηὐξήθημεν λοιπὸν κατὰ τὸν τῆς ἀρετῆς λόγον, ἀπὸ τῆς ἡμετέρας τελειότητος ἐκεῖνα λοιπὸν ἀτελῆ γέγονε. Διὰ τοῦτο ἦλθεν ὁ Χριστὸς ἕτερα μείζονα ἐγχειρίζων ἡμῖν. Καὶ σκόπει μεθ' ὅσης συνέσεως καὶ τοὺς πα-
5. These things I say lest we be vexed whenever we see either ourselves or certain others in calamities. For if we bear thankfully and nobly all things that befall us, altogether every calamity will meet us unto a good end and one holding many good things. Yet what I wished to say is that just as He fashioned bodies that were in a state of defect so as to be complete, so also taking the law when it was imperfect He ordered and moulded it and led it out towards what is better. And let no one, hearing that the law was imperfect, suppose us to accuse Him Who laid it down. For that law became imperfect not on account of its own nature, but on account of the time thereafter; since at the season when it was brought in, it was exceedingly perfect, and suited to those receiving it; but since nature, having been trained towards what is better by it, thereafter advanced, this law became more imperfect, not on account of its own nature, but on account of the advance in virtue of those taught by it. And just as bows and arrows, fashioned for a royal child for exercise rather than for battle and war, when the child has grown and learned to excel in wars, become useless; so indeed it also happened in the case of our nature: when we were more imperfectly disposed and were learning to exercise ourselves, He gave us suited weapons, which we were able to bear with ease; but since we have grown thereafter in respect of virtue, from our perfection those things have thereafter become imperfect. On this account Christ came putting into our hands other greater things. And examine with how much understanding He both reads out the an-
Notes, col. 790

On the reading

Printed τὴν, for τὸν.