Migne Reading Room

PG 48 · cols. 719–724 · Read from the page

On the incomprehensible nature of God, etc., twelve homilies

On the incomprehensible nature of God, etc., twelve homilies

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:719Read from the page
ΠΕΡΙ ΑΚΑΤΑΛΗΠΤΟΥ, Καὶ ὅτι οὐδὲ ἡ συγκατάβασις τοῦ Θεοῦ φορητὴ τοῖς Σεραφίμ.
ON THE INCOMPREHENSIBLE, And that not even the condescension of God is endurable to the Seraphim.
Λόγος τρίτος.
Discourse the Third.
αʹ. Οἱ φιλόπονοι τῶν γεωργῶν, ἐπειδὰν ἴδωσι δένδρον ἄκαρπον καὶ ἀνήμερον τοῖς αὐτῶν λυμαινόμενον πόνοις, καὶ τῇ τῆς ῥίζης τραχύτητι καὶ τῇ βαρύτητι τῆς σκιᾶς διαφθεῖρον τὰ ἥμερα τῶν φυτῶν, μετὰ πολλῆς ἐκτέμνουσιν αὐτὸ τῆς σπουδῆς. Πολλάκις δὲ αὐτοῖς καὶ ἄνεμός ποθεν ἐπελθὼν, συνεφάπτεται τῆς τομῆς, καὶ τῇ κόμῃ τοῦ δένδρου προσπεσὼν, καὶ μετὰ πολλῆς τινάξας τῆς σφοδρότητος, συνέκλασέ τε αὐτὸ, καὶ εἰς τὴν γῆν ἔῤῥιψε, καὶ τοῦ πόνου τὸ πλέον αὐτοῖς ἐπεκούφισεν. Ἐπεὶ οὖν καὶ ἡμεῖς δένδρον ἐκτέμνομεν ἄγριον καὶ ἀνήμερον, τῶν Ἀνομοίων τὴν αἵρεσιν, παρακαλέσωμεν τὸν Θεὸν πέμψαι τοῦ Πνεύματος ἡμῖν τὴν χάριν, ἵνα ἀνέμου σφοδρότερον παντὸς προσβαλοῦσα πρόῤῥιζον ἀνασπάσῃ τὴν αἵρεσιν, τὸ πλέον ἡμῖν ἐπικουφίζουσα τοῦ πόνου. Ἤδη γάρ που καὶ γῆ χερσωθεῖσα, καὶ γεωργικῶν οὐκ ἀπολαύσασα χειρῶν, πονηρὰς βοτάνας, καὶ ἀκανθῶν πλῆθος, καὶ δένδρα ἄγρια ἐξέβρασεν ἐκ τῶν οἰκείων κόλπων πολλάκις· οὕτω καὶ ἡ τῶν Ἀνομοίων ἐρημωθεῖσα ψυχὴ, καὶ τῆς ἀπὸ τῶν Γραφῶν ἐπιμελείας οὐκ ἀπολαύσασα, οἴκοθεν καὶ παρ' ἑαυτῆς τὴν ἀγρίαν ταύτην καὶ ἀνήμερον ἐξέβρασεν αἵρεσιν. Τοῦτο γὰρ τὸ δένδρον οὐ Παῦλος ἐφύτευσεν, οὐκ Ἀπολλὼς ἐπότισεν, οὐχ ὁ Θεὸς ηὔξανεν, ἀλλ' ἐφύτευσε μὲν λογισμῶν ἄκαιρος περιεργία, ἐπότισε δὲ ἀπονοίας τῦφος, ηὔξησε δὲ φιλοδοξίας ἔρως. Καὶ δεῖ τῆς τοῦ Πνεύματος ἡμῖν φλογὸς, ἵνα μὴ μόνον ἀνασπάσωμεν, ἀλλὰ καὶ κατακαύσωμεν τὴν πονηρὰν ταύτην ῥίζαν. Καλέσωμεν τοίνυν αὐτὸν, τὸν ὑπ' ἐκείνων μὲν βλασφημούμενον, ὑφ' ἡμῶν δὲ εὐφημούμενον Θεὸν, καὶ παρακαλέσωμεν, ὥστε καὶ τὴν γλῶτταν ἡμῶν πρὸς πλείονα διεγεῖραι δρόμον, καὶ τὴν διάνοιαν ἡμῖν πρὸς σαφεστέραν διανοῖξαι τῶν λεγομένων ἀνάπτυξιν. Ὑπὲρ γὰρ αὐτοῦ καὶ τῆς αὐτοῦ δόξης ἅπας ἡμῖν ὁ πόνος, μᾶλλον δὲ ὑπὲρ τῆς σωτηρίας τῆς ἡμετέρας.
1. Industrious husbandmen, whenever they see a fruitless and wild tree marring their labours, and by both the roughness of its root and the heaviness of its shade destroying the cultivated plants, cut it out with great earnestness. And often a wind too, coming upon it from some quarter, joins them in the felling, and falling upon the crown of the tree and shaking it with great vehemence, both snaps it off and hurls it to the earth, and lightens the greater part of the toil for them. Since, therefore, we too are cutting out a savage and wild tree—the heresy of the Anomoeans—let us entreat God to send us the grace of the Spirit, so that, assailing it more vehemently than any wind, it may pluck up the heresy root and branch, lightening the greater part of the toil for us. For ere now even earth left untilled, and not enjoying husbandmen's hands, has often thrown up noxious weeds, and a multitude of thorns, and wild trees out of its own bosom; so too the soul of the Anomoeans, laid desolate and not enjoying the care that comes from the Scriptures, of its own accord and from itself has thrown up this savage and wild heresy. For this tree Paul did not plant, Apollos did not water, God did not make to grow; rather, unseasonable curiosity of reasonings planted it, the conceit of folly watered it, and the passion for vainglory made it grow. And we have need of the flame of the Spirit, that we may not only pluck up, but also burn up this wicked root. Let us call upon Him, therefore—the God who by them indeed is blasphemed, but by us is praised—and let us entreat Him both to rouse our tongue to a fuller course, and to open up our mind to a clearer unfolding of the things spoken. For on behalf of Him and of His glory is all our toil—nay rather, on behalf of our own salvation.
Τὸν μὲν γὰρ Θεὸν οὐδεὶς οὔτε ἀτιμάζων παραβλάψαι δυνήσεται, οὔτε εὐφημῶν λαμπρότερον ἀποφῆναι· ἀλλ' ἐπὶ τῆς οἰκείας ἀεὶ μένει δόξης, οὔτε εὐφημίαις αὐξανόμενος, οὔτε ἐλαττούμενος βλασφημίαις· τῶν δὲ ἀνθρώπων οἱ μὲν δοξάζοντες αὐτὸν κατ' ἀξίαν, μᾶλλον δὲ κατ' ἀξίαν μὲν οὐδενὶ δυνατὸν, εἰς δὲ δύναμιν τὴν ἑαυτῶν, τὴν ἀπὸ τῆς δοξολογίας ὠφέλειαν καρποῦνται· οἱ δὲ βλασφημοῦντες καὶ ἐξευτελίζοντες, τὴν οἰκείαν λυμαίνονται σωτηρίαν. Τὸ γὰρ, Ὁ βαλὼν λίθον ἐς ὕψος, εἰς τὴν κεφαλὴν ἑαυτοῦ ἔβαλε, περὶ τῶν βλασφημούντων τις εἴρηκε. Καθάπερ γὰρ ὁ λίθον πρὸς ὕψος ἀκοντίζων, τοῦ οὐρανοῦ μὲν τὸ σῶμα διατεμεῖν οὐ δυνήσεται, οὔτε πρὸς τὸ ὕψος φθάσαι ἐκεῖνο, τὴν δὲ πληγὴν τῇ οἰκείᾳ δέχεται κορυφῇ, πρὸς τὸν ἀκοντίσαντα ἐπανιόντος τοῦ λίθου· οὕτω δὴ καὶ ὁ βλασφημῶν τὴν μακαρίαν ἐκείνην οὐσίαν, ἐκείνην μὲν οὐδὲν ἂν παραβλάψειέ ποτε πολλῷ μείζονα οὖσαν καὶ ὑψηλοτέραν,
For no one, whether dishonouring God, will be able to injure Him, or praising Him, to render Him more glorious; rather, He abides ever in His own glory, neither increased by praises nor diminished by blasphemies; whereas among men, those who glorify Him according to His worth—nay rather, according to His worth is impossible for anyone, but to the measure of their own ability—reap the benefit that comes from doxology; while those who blaspheme and belittle Him mar their own salvation. For that saying, He who casts a stone on high has cast it upon his own head, someone has spoken concerning blasphemers. For just as he who hurls a stone on high will not be able to cleave the body of the heaven, nor attain to that height, but receives the blow upon his own crown as the stone returns upon the one who hurled it; just so he too who blasphemes that blessed essence could never injure it in anything, since it is far greater and loftier
PG 48:720Read from the page
ἢ ὥστε δέξασθαί τινα βλάβην, κατὰ δὲ τῆς ἑαυτοῦ ψυχῆς τὸ ξίφος ἀκονᾷ, ἀγνώμων περὶ τὸν εὐεργέτην γενόμενος. Καλῶμεν τοίνυν αὐτὸν τὸν ἀνέκφραστον, τὸν ἀπερινόητον Θεὸν, τὸν ἀόρατον, τὸν ἀκατάληπτον, τὸν νικῶντα γλώττης δύναμιν ἀνθρωπίνης, τὸν ὑπερβαίνοντα θνητῆς διανοίας κατάληψιν, τὸν ἀνεξιχνίαστον ἀγγέλοις, τὸν ἀθέατον τοῖς Σεραφὶμ, τὸν ἀκατανόητον τοῖς Χερουβὶμ, τὸν ἀόρατον ἀρχαῖς, ἐξουσίαις, δυνάμεσι, καὶ ἁπλῶς πάσῃ τῇ κτίσει, ὑπὸ δὲ Υἱοῦ μόνου καὶ Πνεύματος ἁγίου γνωριζόμενον. Καὶ οἶδα μὲν ὅτι ἀλαζονείαν καταγνώσονται τοῦ λόγου, ὅτι καὶ ταῖς ἀνωτέρω δυνάμεσιν ἀκατάληπτον αὐτὸν εἶπον εἶναι· ἐγὼ δὲ διὰ τοῦτο πολλὴν αὐτῶν καταγνώσομαι μανίαν καὶ ἀπόνοιαν. Ἀλαζονεία γὰρ οὐ τὸ λέγειν, ὅτι τῆς τῶν γεννητῶν ἁπάντων καταλήψεως ἀνώτερός ἐστιν ὁ δημιουργὸς, ἀλλὰ τὸ λέγειν, ὅτι τὸν ταῖς ἄνω δυνάμεσιν ἀκατάληπτον δυνατὸν αὐτοῖς τοῖς χαμαὶ ἐρχομένοις, καὶ τοσοῦτον ἐκείνων ἀφεστηκόσι, τῇ τῶν οἰκείων λογισμῶν ἀσθενείᾳ περιγράψαι καὶ περιλαβεῖν. Ἐγὼ μὲν οὖν, ἂν μὴ δείξω τοῦτο ὅπερ ὑπεσχόμην, δίκαιος ἂν εἴην ἀλαζονείας ὑποστῆναι ἔγκλημα· ὑμεῖς δὲ εἰ μετὰ τὸ δεῖξαί με ταῖς ἄνω δυνάμεσιν ὄντα ἀκατάληπτον, διισχυρίζεσθε ἔτι καὶ φιλονεικεῖτε αὐτὸν εἰδέναι, πόσων ἂν εἴητε βαράθρων, πόσων δὲ κρημνῶν ἄξιοι, τὰ ταῖς ἀσωμάτοις δυνάμεσιν ἁπάσαις ἀθέατα ἀλαζονευόμενοι μετὰ ἀκριβείας εἰδέναι;
than to receive any harm, whereas he whets the sword against his own soul, proving ingrate towards his Benefactor. Let us call upon Him, therefore, the ineffable, the inconceivable God, the invisible, the incomprehensible, Who vanquishes the power of human tongue, Who transcends the grasp of mortal mind, untraceable to angels, unbeheld by the Seraphim, unintelligible to the Cherubim, invisible to principalities, powers, dominions, and in short to all creation, and known by the Son alone and the Holy Spirit. And I know indeed that they will condemn this statement for arrogance, because I said that He is incomprehensible even to the powers above; whereas I, on this very account, shall condemn them for great madness and folly. For arrogance is not to say that the Creator is above the grasp of all originated beings, but to say that Him Who is incomprehensible to the powers above it is possible for these very men who go upon the ground, and stand so far removed from those powers, to circumscribe and encompass by the weakness of their own reasonings. I, therefore, if I do not show this very thing which I promised, would justly undergo a charge of arrogance; but you, if after I have shown Him to be incomprehensible to the powers above, you still insist positively and strive contentiously that you know Him, of how many pits, of how many precipices would you be worthy, boasting that you know with exactness the things unbeheld by all the bodiless powers?
βʹ. Φέρε οὖν, ἐπὶ τὰς ἀποδείξεις λοιπὸν αὐτὰς χωρῶμεν, πάλιν ἐπὶ τὴν εὐχὴν τὸν λόγον τρέψαντες· πολλάκις γὰρ αὐτὴ τῆς εὐχῆς ἡ ἀκολουθία παρέξει τῶν ζητουμέν⟨ω⟩ν ἡμῖν τὴν ἀπόδειξιν. Καλῶμεν τοίνυν αὐτὸν τὸν Βασιλέα τῶν βασιλευόντων, καὶ τὸν Κύριον τῶν κυριευόντων, τὸν μόνον ἔχοντα ἀθανασίαν, καὶ φῶς ἀπρόσιτον οἰκοῦντα, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν. Ταῦτα οὐκ ἐμὰ, ἀλλὰ Παύλου τὰ ῥήματα· σὺ δέ μοι κατάμαθε αὐτοῦ τῆς ψυχῆς εὐλάβειαν καὶ πόθον ἐῤῥιζωμένον. Μνησθεὶς γὰρ τοῦ Θεοῦ, οὐ πρότερον ἠνέσχετο πρὸς τὴν ἀκολουθίαν ἐκβῆναι τῆς διδασκαλίας, ἕως τὸ ὀφειλόμενον αὐτῷ χρέος ἀπέδωκεν εἰς δοξολογίαν κατακλείσας τὸν λόγον. Εἰ γὰρ Μνήμη δικαίου μετ' ἐγκωμίων, πολλῷ μᾶλλον μνήμη Θεοῦ μετ' εὐφημίας. Ποιεῖ δὲ αὐτὸ καὶ ἐν προοιμίοις ἐπιστολῶν· ἀρχόμενος γὰρ ἐπιστολῆς πολλάκις, ἐπειδὰν μνησθῇ τοῦ Θεοῦ, οὐ πρότερον ἐπὶ τὴν διδασκαλίαν πρόεισιν, ἕως ἂν ἀποδῷ τὴν ὀφειλομένην αὐτῷ δοξολογίαν. Ἄκουσον γοῦν Γαλάταις γράφων πῶς φησι· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος τοῦ πονηροῦ κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Καὶ πάλιν ἀλλαχοῦ· Τῷ δὲ βασιλεῖ
2. Come, then, let us now advance to the demonstrations themselves, turning our discourse back again to prayer; for often the very sequence of the prayer will furnish us the demonstration of the things sought. Let us call upon Him, therefore, the King of those who reign, and the Lord of those who exercise lordship, Who alone has immortality, and dwells in inaccessible light, Whom no one of men has seen, nor is able to see; to Whom be honour and dominion unto the ages. Amen. These words are not mine, but Paul's; do you observe for me the reverence of his soul and his deep-rooted yearning. For having made mention of God, he did not endure to proceed to the sequence of his teaching until he had paid the debt owing to Him, bringing his statement to a close in doxology. For if the memory of a righteous man is with encomiums, much more is the memory of God with praise. And he does the very same thing in the openings of his epistles as well; for often on beginning an epistle, whenever he makes mention of God, he does not advance to his teaching until he has rendered the doxology owing to Him. Hear, at any rate, how he speaks when writing to the Galatians: Grace to you and peace from God our Father, and the Lord Jesus Christ, Who gave Himself for our sins, that He might rescue us out of the present evil age, according to the will of our God and Father, to Whom be the glory unto the ages. Amen. And again elsewhere: Now to the King
PG 48:721Read from the page
τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἆρα οὖν ἐπὶ τοῦ Πατρὸς αὐτὸ ποιεῖ μόνον, ἐπὶ δὲ τοῦ Υἱοῦ οὐχ οὕτως; Ἄκουσον γοῦν πῶς καὶ ἐπὶ τοῦ Μονογενοῦς τὸ αὐτὸ τοῦτο πεποίηκεν· εἰπὼν γὰρ ὅτι, Ηὐχόμην ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα, ἐπήγαγεν· Ὧν ἡ υἱοθεσία, καὶ αἱ διαθῆκαι, καὶ ἡ νομοθεσία, καὶ αἱ λατρεῖαι, καὶ αἱ ἐπαγγελίαι· ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Ὥσπερ γὰρ τῷ Πατρὶ, οὕτω καὶ τῷ Μονογενεῖ τὴν δοξολογίαν πρότερον ἀποδοὺς, τότε ἐπὶ τὴν ἀκολουθίαν ἦλθε τοῦ λόγου· ἤκουσε γὰρ τοῦ Χριστοῦ λέγοντος· Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. Καὶ, ἵνα μάθητε ὅτι αὐτὴ ἡμῖν ἡ εὐχὴ παρέξει τὴν ἀπόδειξιν, φέρε αὐτὴν εἰς μέσον ἀγάγωμεν· Ὁ Βασιλεὺς τῶν βασιλευόντων, φησὶ, καὶ Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον. Ἐνταῦθα στῆθι, καὶ ἐρώτησον τὸν αἱρετικὸν, τί ποτέ ἐστι τοῦτο, τὸ φῶς οἰκῶν ἀπρόσιτον, καὶ πρόσεχε τῇ ἀκριβείᾳ τοῦ Παύλου. Οὐκ εἶπε, Φῶς ὢν ἀπρόσιτον, ἀλλὰ, Φῶς οἰκῶν ἀπρόσιτον· ἵνα μάθῃς ὅτι εἰ ὁ οἶκος ἀπρόσιτος, πόσῳ μᾶλλον ὁ ἐνοικῶν αὐτὸν Θεός. Ταῦτα δὲ ἔλεγεν, οὐχ ἵνα οἶκον καὶ τόπον περὶ Θεὸν ὑποπτεύσῃς, ἀλλ' ἵνα ἐκ πολλῆς τῆς περιουσίας τὸ ἀκατάληπτον μάθῃς. Ἀλλ' οὐδὲ φῶς οἰκῶν ἀκατάληπτον εἶπεν, ἀλλὰ ἀπρόσιτον, ὃ τοῦ ἀκαταλήπτου πολλῷ μεῖζόν ἐστι. Τὸ μὲν γὰρ ἀκατάληπτον λέγεται, ὅταν ἐρευνηθὲν καὶ ζητηθὲν μὴ καταληφθῇ παρὰ τῶν ζητούντων αὐτό· ἀπρόσιτον δέ ἐστιν, ὃ μηδὲ ἐρευνᾶσθαι ἀνέχεται τὴν ἀρχὴν, μηδὲ ἐγγὺς αὐτοῦ γενέσθαι τις δύναται. Οἷον ἀκατάληπτον λέγεται πέλαγος, εἰς ὃ καθιέντες ἑαυτοὺς οἱ κολυμβηταὶ, καὶ πρὸς πολὺ καταφερόμενοι βάθος, τὸ πέρας ἀδυνατοῦσιν εὑρεῖν· ἀπρόσιτον δὲ ἐκεῖνο λέγεται, ὃ μήτε τὴν ἀρχὴν ζητηθῆναι δυνατὸν, μηδὲ ἐρευνηθῆναι.
of the ages, immortal, invisible, the only wise God, be honour and glory unto the ages. Amen. Does he, then, do this in the case of the Father alone, and not so in the case of the Son? Hear, at any rate, how in the case of the Only-begotten too he has done this very same thing; for having said, I could wish that I myself were accursed from Christ on behalf of my brethren, my kinsmen according to the flesh, he subjoined: Whose is the adoption, and the covenants, and the giving of the law, and the services of worship, and the promises; from whom is the Christ according to the flesh, Who is over all, God blessed unto the ages. Amen. For just as to the Father, so too to the Only-begotten, having first rendered the doxology, he then came to the sequence of his discourse; for he heard Christ saying: That all may honour the Son, just as they honour the Father. And that you may learn that this very prayer will furnish us the demonstration, come, let us bring it forward into the midst: The King of those who reign, he says, and Lord of those who exercise lordship, Who alone has immortality, dwelling in inaccessible light. Stand still here, and ask the heretic what on earth this is—dwelling in inaccessible light—and give heed to the exactness of Paul. He did not say, Being inaccessible light, but, Dwelling in inaccessible light; that you may learn that if the dwelling is inaccessible, how much more is God Who dwells in it! And he said these things not that you should suspect a dwelling and a place around God, but that out of abundant measure you might learn His incomprehensibility. Nay, he did not even say dwelling in incomprehensible light, but inaccessible, which is far greater than the incomprehensible. For a thing is called incomprehensible when, though searched out and sought, it is not apprehended by those who seek it; whereas that is inaccessible which does not brook being searched out at the very outset, nor is anyone able to come near it. For instance, an ocean is called incomprehensible into which divers let themselves down and, sinking to a great depth, are unable to find the bottom; whereas that is called inaccessible which can neither be sought at the very outset nor be searched out.
γʹ. Τί πρὸς ταῦτα ἂν εἴποις; Ἀλλὰ ἀνθρώποις, φησὶν, ἀκατάληπτον, οὐχὶ δὲ ἀγγέλοις, οὐδὲ ταῖς ἄνω δυνάμεσι. Σὺ μὲν οὖν ἄγγελος εἶ, εἰπέ μοι, καὶ εἰς τὸν χορὸν τῶν ἀσωμάτων δυνάμεων τελεῖς; οὐχὶ ἄνθρωπος εἶ, καὶ τῆς αὐτῆς οὐσίας ἐμοὶ, ἢ καὶ τῆς φύσεως ἐπιλέλησαι; Θῶμεν γὰρ ἀπρόσιτον ἀνθρώποις εἶναι μόνον, καίτοι γε τοῦτο οὐ πρόσκειται, οὐδὲ εἶπεν ὁ Παῦλος· Ἀνθρώποις μὲν φῶς οἰκῶν ἀπρόσιτον, ἀγγέλοις δὲ οὐκ ἀπρόσιτον· πλὴν ἀλλ', εἰ βούλει, κατὰ συγχώρησιν θῶμεν· οὐχὶ καὶ αὐτὸς ἄνθρωπος εἶ; Τί οὖν εἰ καὶ ἀγγέλοις ἀπρόσιτον μὴ ᾖ, τί τοῦτο πρὸς σὲ τὸν φιλονεικοῦντα καὶ περιεργαζόμενον καὶ λέγοντα ἀνθρωπίνῃ φύσει καταληπτὴν εἶναι τὴν οὐσίαν ἐκείνην; Ἵνα δὲ μάθῃς, ὅτι οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ ταῖς ἄνω δυνάμεσίν ἐστιν ἀπρόσιτος, ἄκουσον ὁ Ἠσαΐας τί φησιν· ὅταν δὲ εἴπω τὸν Ἠσαΐαν, τοῦ Πνεύματος τὴν ἀπόφασιν λέγω· προφήτης γὰρ πᾶς τὰ τῆς τοῦ Πνεύματος ἐνεργείας φθέγγεται· Καὶ ἐγένετο τοῦ ἔτους οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεὺς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ τὰ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῶ ἑνὶ, καὶ ἓξ πτέρυγες τῷ ἑνὶ, καὶ ταῖς μὲν δυσὶ κατεκάλυπτον τὰ πρόσωπα αὐτῶν, ταῖς δὲ δυσὶ τοὺς πόδας. Τίνος ἕνεκεν,
3. What could you say to these things? Yet it is incomprehensible to men, he says, not to angels, nor to the powers above. Art thou, then, an angel, tell me, and dost thou belong to the choir of the bodiless powers? Art thou not a man, and of the same essence with me, or hast thou forgotten even thy nature? For let us suppose that it is inaccessible to men alone—although this is not added, nor did Paul say: Dwelling in light inaccessible to men indeed, yet not inaccessible to angels; nevertheless, if you will, let us posit it by way of concession: are you not yourself also a man? What then, even if it should not be inaccessible to angels, what is this to you who strive contentiously and pry curiously and say that that essence is comprehensible to human nature? And that you may learn that He is inaccessible not to men alone, but also to the powers above, hear what Isaiah says—and whenever I say Isaiah, I mean the declaration of the Spirit, for every prophet utters the things of the Spirit's working: And it came to pass in the year in which King Uzziah died, that I saw the Lord sitting upon a throne high and lifted up, and the Seraphim stood round about Him, six wings to the one, and six wings to the one; and with two they covered their faces, and with two their feet. For what sake,
Notes, col. 721

On the reading

Printed τῶ, for τῷ.

PG 48:722Read from the page
εἰπέ μοι, καλύπτουσι τὰ πρόσωπα καὶ προβάλλονται τὰς πτέρυγας; Τίνος δὲ ἕνεκεν ἑτέρου, ἀλλ' ἢ διὰ τὸ μὴ φέρειν τὴν ἐκ τοῦ θρόνου πηδῶσαν ἀστραπὴν καὶ τὰς μαρμαρυγὰς ἐκείνας; Καίτοι γε οὐκ αὐτὸ ἄκρατον ἑώρων τὸ φῶς, οὐδ' αὐτὴν ἀκραιφνῆ τὴν οὐσίαν, ἀλλὰ συγκατάβασις ἦν τὰ ὁρώμενα. Τί δέ ἐστι συγκατάβασις; Ὅταν μὴ ὡς ἔστιν ὁ Θεὸς φαίνηται, ἀλλ' ὡς ὁ δυνάμενος αὐτὸν θεωρεῖν οἷός τέ ἐστιν, οὕτως ἑαυτὸν δεικνύῃ, ἐπιμετρῶν τῇ τῶν ὁρώντων ἀσθενείᾳ τῆς ὄψεως τὴν ἐπίδειξιν. Καὶ ὅτι συγκατάβασις ἦν, ἐξ αὐτῶν τῶν ῥημάτων δῆλον· Εἶδον γὰρ, φησὶ, τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου· Θεὸς δὲ οὐ κάθηται· σωμάτων γὰρ ὁ σχηματισμὸς οὗτος· καὶ ἐπὶ θρόνου, Θεὸς δὲ θρόνῳ οὐκ ἐμπεριείληπται, ἀπερίγραπτον γὰρ τὸ θεῖον. Ἀλλ' ὅμως οὐδὲ συγκατάβασιν ἠδυνήθησαν ἐνεγκεῖν, καίτοι πλησίον ἑστῶσαι· τὰ γὰρ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ. Δι' αὐτὸ μὲν οὖν μάλιστα τοῦτο οὐκ ἴσχυσαν ἰδεῖν, ἐπειδὴ πλησίον ἦσαν· πλησίον δὲ οὐ τόπῳ φησὶν, ἀλλὰ δεῖξαι βουλόμενος τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι, καίτοι γε ἡμῶν ἐγγύτεραι οὖσαι τῇ οὐσίᾳ ἐκείνῃ, οὐδὲ οὕτως αὐτὴν δύνανται θεωρεῖν, διὰ τοῦτό φησι, Καὶ τὰ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, οὐχὶ τόπον πάλιν αἰνιττόμενος, ἀλλὰ τῇ κατὰ τὸν τόπον ἐγγύτητι τὸ ἡμῶν ἐγγυτέρας αὐτὰς εἶναι παραδηλῶν. Τὸ γὰρ ἀκατάληπτον οὐχ οὕτως ἡμεῖς ἴσμεν, ὡς ἐκεῖναι αἱ δυνάμεις, ὅσῳ καθαρώτεραι καὶ σοφώτεραι καὶ διορατικώτεραι τῆς ἀνθρωπίνης φύσεως εἰσί. Καθάπερ γὰρ τὸ τῶν ἡλιακῶν ἀκτίνων ἀπρόσιτον οὐχ οὕτως οἶδεν ὁ τυφλὸς ὡς ὁ βλέπων, οὕτω καὶ τὸ τοῦ Θεοῦ ἀκατάληπτον οὐχ οὕτως ἡμεῖς ἴσμεν ὡς ἐκεῖναι. Ὅσον γὰρ τυφλοῦ καὶ βλέποντος τὸ μέσον, τοσοῦτον ἡμῶν καὶ ἐκείνων τὸ διάφορον. Ὥστε κἂν τοῦ προφήτου λέγοντος ἀκούσῃς, Εἶδον τὸν Κύριον, μὴ τοῦτο ὑποπτεύσῃς, ὅτι τὴν οὐσίαν εἶδεν ἐκείνην, ἀλλ' αὐτὴν τὴν συγκατάβασιν, καὶ ταύτην δὲ ἀμυδρότερον, ἤπερ αἱ ἄνω δυνάμεις· τοσοῦτον γὰρ ἰδεῖν οὐκ ἂν ἴσχυσεν, ὅσον τὰ Χερουβίμ.
tell me, do they cover their faces and hold their wings before them? For what other sake than because they do not endure the lightning leaping forth from the throne and those flashing gleams? And yet they were not beholding the unmixed light itself, nor the pure essence itself, but what was seen was condescension. And what is condescension? Whenever God appears not as He is, but shows Himself such as he who is able to behold Him has capacity for, measuring out the display of the vision to the weakness of sight of those who behold. And that it was condescension is evident from the words themselves: For I saw, he says, the Lord sitting upon a throne high and lifted up; yet God does not sit—for this posture belongs to bodies—and upon a throne, yet God is not encompassed by a throne, for the Divine is uncircumscribed. Yet nevertheless not even condescension were they able to endure, although standing near; for the Seraphim stood round about Him. Precisely on this account most of all, indeed, they had not strength to see, because they were near; and he says near not in place, but wishing to show—that is, the Holy Spirit wishing to show—that although they are nearer than we are to that essence, not even so are they able to behold it, on this account He says, And the Seraphim stood round about Him, again not hinting at place, but indicating by nearness in place that they are nearer than we are. For we do not know the incomprehensible in the same way as those powers do, inasmuch as they are purer and wiser and more clear-sighted than human nature. For just as the blind man does not know the inaccessibility of the sun's rays in the same way as he who sees, so too we do not know the incomprehensibility of God in the same way as those powers do. For as great as is the interval between a blind man and one who sees, so great is the difference between us and them. So that even if you hear the prophet saying, I saw the Lord, do not suspect this, that he saw that essence, but the condescension itself, and even this more dimly than the powers above; for he would not have had strength to see as much as the Cherubim.
δʹ. Καὶ τί λέγω περὶ τῆς μακαρίας ἐκείνης οὐσίας, ὅπου γε οὐδὲ ἀγγέλου οὐσίαν δυνατὸν ἀνθρώπῳ μετὰ ἀδείας ἰδεῖν; Καὶ ἵνα μάθητε, ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄνθρωπον εἰς μέσον παράξω Θεοῦ φίλον, παῤῥησίαν ἔχοντα πολλὴν ἐπὶ σοφίᾳ καὶ δικαιοσύνῃ, καὶ ἐπὶ πολλοῖς ἑτέροις μαρτυρηθέντα κατορθώμασι, τὸν ἅγιον Δανιήλ· ἵνα, ὅταν ἀποδείξω ἐξασθενοῦντα καὶ διαλυόμενον καὶ καταπίπτοντα ἐκ τῆς τοῦ ἀγγέλου παρουσίας, μηδεὶς δι' ἁμαρτήματα καὶ πονηρὸν συνειδὸς τοῦτο αὐτὸν πεπονθέναι νομίζῃ, ἀλλὰ δειχθείσης τῆς κατὰ τὴν ψυχὴν αὐτοῦ παῤῥησίας, ἡ τῆς φύσεως ἀσθένεια σαφῶς διελέγχηται. Οὗτος τοίνυν ὁ Δανιὴλ ἐνήστευσε τρεῖς ἑβδομάδας ἡμερῶν, καὶ ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγεν, οὐδὲ οἶνος καὶ κρέας καὶ σίκερα εἰσῆλθεν εἰς τὸ στόμα αὐτοῦ, οὐδὲ ἄλειμμα ἠλείψατο. Καὶ τότε εἶδε τὴν ὀπτασίαν ἐκείνην, ὅτε ἐπιτηδειοτέρα αὐτῷ ἦν ἡ ψυχὴ πρὸς τὴν τοιαύτης θεωρίας ὑποδοχὴν, ὑπὸ τῆς νηστείας κουφοτέρα καὶ πνευματικωτέρα γενομένη. Καὶ τί φησιν; Ἧρα τοὺς ὀφθαλμούς μου, καὶ εἶδον, καὶ ἰδοὺ ἀνὴρ ἐνδεδυμένος βαδδὶν, τουτέστι στολὴν ἱερὰν, καὶ ἡ ὀσφὺς αὐτοῦ περιεζωσμένη χρυσίῳ Ὠφὰζ, καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ θαρσεῖς, τὸ πρόσωπον αὐτοῦ ὡσεὶ ὅρασις ἀστραπῆς, οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρὸς,
4. And why do I speak concerning that blessed essence, when it is not even possible for a man to behold the essence of an angel with impunity? And that you may learn that this is true, I will bring forward into the midst a man who was a friend of God, possessing great boldness of speech for wisdom and righteousness, and attested for many other virtuous achievements—the holy Daniel—so that, whenever I show him growing faint and being undone and falling down from the presence of the angel, no one may suppose that he suffered this on account of sins and an evil conscience, but once the boldness of his soul has been shown, the weakness of human nature may be clearly demonstrated. This Daniel, therefore, fasted three weeks of days, and ate no bread of desires, nor did wine and flesh and strong drink enter into his mouth, nor did he anoint himself with ointment. And then he saw that vision, when his soul was more fitted for the reception of such a contemplation, having become lighter and more spiritual through fasting. And what does he say? I lifted up my eyes, and I saw, and behold, a man clothed in baddin—that is, a sacred robe—and his loins girded about with gold of Uphaz, and his body like tharsis, his face like the appearance of lightning, his eyes like torches of fire,
PG 48:723Read from the page
οἱ βραχίονες αὐτοῦ καὶ τὰ σκέλη ὡσεὶ ὅρασις χαλκοῦ στίλβοντος, ἡ φωνὴ τῶν λόγων αὐτοῦ ὡς φωνὴ ὄχλου. Καὶ ἐγὼ μόνος εἶδον τὴν ὀπτασίαν ταύτην, καὶ οἱ μετ' ἐμοῦ οὐκ εἶδον, ἀλλ' ἔκστασις μεγάλη ἔπεσεν ἐπ' αὐτοὺς, καὶ ἔφυγον ἐν φόβῳ, καὶ οὐχ ὑπελείφθη ἐν ἐμοὶ ἰσχὺς, καὶ ἡ δόξα μου μετεστράφη εἰς διαφθοράν. Τί ἐστιν, Ἡ δόξα μου μετεστράφη εἰς διαφθοράν; Εὐπρεπὴς ἦν ὁ νεανίας· ἐπεὶ οὖν ὁ φόβος τῆς παρουσίας τοῦ ἀγγέλου, καθάπερ τοὺς ἐκπνέοντας, οὕτως αὐτὸν διέθηκε, πολλὴν κατασκευάσας τὴν ὠχρίαν, καὶ ἀναλώσας τὸ ἄνθος τῆς ὥρας, καὶ δαπανήσας τὴν εὔχροιαν τῆς ἐπιφανείας ἅπασαν, διὰ τοῦτό φησι, Μετεστράφη ἡ δόξα μου εἰς διαφθοράν. Καθάπερ γὰρ, ἡνιόχου φοβηθέντος καὶ τὰς ἡνίας ἀφέντος, ἐπ' ὄψιν οἱ ἵπποι καταφέρονται πάντες καὶ τὸ ἅρμα ὁλόκληρον περιτρέπεται· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς συμβαίνειν εἴωθεν, ὅταν ὑπό τινος θάμβους καὶ ἀγωνίας κατέχηται· πτοουμένη γὰρ, καὶ καθάπερ ἡνίας τινὰς τὰς οἰκείας ἐνεργείας συστέλλουσα ἀφ' ἑκάστου τῶν αἰσθητηρίων τοῦ σώματος, ἔρημα ἀφίησι τὰ μέλη· εἶτα ἐκεῖνα, ἐρημωθέντα τῆς κατεχούσης αὐτὰ δυνάμεως, διαπίπτει καὶ περικρούεται· ὅπερ καὶ ὁ Δανιὴλ ἔπαθε τότε. Τί οὖν ὁ ἄγγελος; Ἀνέστησεν αὐτὸν, καί φησι, Δανιὴλ, ἄνερ ἐπιθυμιῶν, σύνες ἐν τοῖς λόγοις τούτοις οἷς ἐγὼ λαλῶ πρὸς σὲ, καὶ στῆθι ἐπὶ τῇ στάσει σου, ὅτι νῦν ἀπεστάλην πρὸς σέ. Ὁ δὲ ἀνέστη ἔντρομος. Καὶ ἀρχομένου πάλιν πρὸς αὐτὸν διαλέγεσθαι τοῦ ἀγγέλου, καὶ λέγειν ὅτι, Ἀπὸ τῆς ἡμέρας ἧς ἔδωκας τὴν καρδίαν σου κακωθῆναι ἐναντίον τοῦ Θεοῦ ἠκούσθησαν οἱ λόγοι σου, κἀγὼ ἦλθον ἐν τοῖς λόγοις σου, πάλιν κατέπεσεν ἐπὶ τὴν γῆν· ὅπερ καὶ ἐπὶ τῶν ἐκλυομένων συμβαίνει. Καθάπερ γὰρ ἐκεῖνοι διεγερθέντες, καὶ εἰς ἑαυτοὺς ἐπανελθόντες, καὶ διαβλέψαντες κατεχόντων ἡμῶν αὐτοὺς, καὶ ῥαινόντων τὸ πρόσωπον ψυχροῖς νάμασιν, ἐν αὐταῖς ἡμῶν πολλάκις ἐκλύονται μεταξὺ ταῖς χερσὶν, οὕτω καὶ ὁ προφήτης ἔπασχεν. Ἡ γὰρ ψυχὴ φοβηθεῖσα καὶ τὴν ὄψιν τῆς παρουσίας οὐ φέρουσα τοῦ συνδούλου, οὐδὲ τὸ φῶς ἐκεῖνο δυναμένη βαστάζειν ἐθορυβεῖτο, καθάπερ τινὸς ἁλύσεως τοῦ δεσμοῦ τῆς σαρκὸς ἑαυτὴν ἀπορῥῆξαι ἐπειγομένη. Ἀλλ' ἐκεῖνος ἔτι κατεῖχεν. Ἀκουέτωσαν οἱ τὸν τῶν ἀγγέλων Δεσπότην περιεργαζόμενοι. Δανιὴλ, ὃν ᾐδέσθησαν ὀφθαλμοὶ λεόντων, Δανιὴλ, ὁ τὰ ὑπὲρ ἄνθρωπον ἐν ἀνθρωπίνῳ σώματι δυνηθεὶς, συνδούλου παρουσίαν οὐκ ἤνεγκεν, ἀλλ' ἄπνους ἔκειτο. Ἐστράφη γὰρ, φησὶ, τὰ ἐντός μου ἐν ὁράσει μου, καὶ πνοὴ οὐχ ὑπελείφθη ἐν ἐμοί. Οἱ δὲ τοσοῦτον τῆς ἀρετῆς ἀφεστηκότες τοῦ δικαίου αὐτὴν ὑπισχνοῦνται τὴν οὐσίαν εἰδέναι μετὰ ἀκριβείας ἁπάσης, τὴν ἀνωτάτω καὶ πρώτην καὶ τὰς μυριάδας τῶν ἀγγέλων τούτων παραγαγοῦσαν, ὧν ἕνα ὁ Δανιὴλ ἰδεῖν οὐκ ἴσχυσεν.
his arms and his legs were like the sight of gleaming bronze, and the voice of his words was as the voice of a multitude. And I alone saw this vision, and the men who were with me did not see it, but a great terror fell upon them, and they fled in fear, and no strength was left in me, and my glory was turned into corruption. What is meant by, My glory was turned into corruption? Comely was the young man; since, therefore, fear at the presence of the angel put him into such a state as those who are breathing their last, producing deep pallor, wasting the bloom of youth, and consuming all the fresh colour of his countenance, on this account he says, My glory was turned into corruption. For just as, when a charioteer is terrified and lets go the reins, all the horses rush headlong and the entire chariot is overturned, so too it is wont to happen with the soul when it is gripped by some amazement and anguish; for being fluttered, and drawing back its own activities as though certain reins from each of the senses of the body, it leaves the limbs deserted; then those limbs, stripped of the power that held them together, give way and are shaken on every side; which very thing Daniel also suffered at that time. What then did the angel do? He raised him up, and said, Daniel, man of desires, understand in these words which I speak unto you, and stand upon your place, for now I have been sent unto you. And he stood up trembling. And when the angel again began to converse with him, and to say, From the day on which you set your heart to be humbled before God your words were heard, and I have come at your words, again he fell down upon the earth; which very thing also happens in the case of those who faint. For just as they, having been roused and having returned to themselves and opened their eyes while we hold them up and sprinkle their face with cold streams, often faint away meanwhile in our very hands, so also was the prophet affected. For his soul, terrified and unable to endure the sight of the presence of his fellow-servant, nor able to bear that light, was in tumult, hastening to wrench itself free from the bond of the flesh as from some chain. Yet He still held him fast. Let those hear who pry curiously into the Master of the angels! Daniel, whom the eyes of lions reverenced, Daniel, who in a human body was able to accomplish things surpassing man, did not endure the presence of a fellow-servant, but lay breathless. For my inward parts, he says, were turned within me at my vision, and no breath was left in me. Yet those who stand so far removed from the virtue of that righteous man profess to know that very essence with all exactness, the supreme and primal essence which brought forth the myriads of these angels, a single one of whom Daniel was not strong enough to behold.
εʹ. Ἀλλ' ἐπαναγάγωμεν τὸν λόγον ἐπὶ τὴν προτέραν ὑπόθεσιν, καὶ δείξωμεν ὅτι καὶ ταῖς ἄνω δυνάμεσιν ἀθέατός ἐστιν ὁ Θεὸς, καὶ ταῦτα συγκαταβαίνων. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, τὰς πτέρυγας προβάλλεται τὰ Σεραφίμ; Δι' οὐδὲν ἕτερον ἀλλ' ἢ πάντως ἐκεῖνο τὸ ἀποστολικὸν, τὸ, Φῶς οἰκῶν ἀπρόσιτον, διὰ τῶν ἔργων αὐτῶν προαναφωνοῦσαι, καὶ οὐκ αὐταὶ μόνον, ἀλλὰ καὶ αἱ τούτων ἀνωτέρω τὰ Χερουβίμ. Αὗται μὲν γὰρ πλησίον ἑστήκασιν· ἐκεῖναι δὲ θρόνοι ὑπάρχουσι τοῦ Θεοῦ, οὐκ ἐπειδὴ θρόνου δεῖται ὁ Θεὸς, ἀλλ' ἵνα διὰ τούτου τὴν ἀρε-
5. But let us bring our discourse back to the former subject, and show that even to the powers above God is invisible, even when He condescends. For on what account, tell me, do the Seraphim hold their wings before them? For no other reason at all than that through their deeds they proclaim beforehand that apostolic saying, Who dwells in unapproachable light; and not they alone, but also the Cherubim who are higher than they. For the former stand near, whereas the latter are thrones of God, not because God stands in need of a throne, but so that through this you may learn the vir-
PG 48:724Read from the page
τὴν τῶν δυνάμεων αὐτῶν μάθῃς. Ἄκουσον γοῦν καὶ ἑτέρου προφήτου περὶ ἐκείνων διαλεγομένου. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰεζεκιὴλ υἱὸν Βουζὶ ἐπὶ τοῦ ποταμοῦ Χοβάρ. Καὶ οὗτος παρὰ τὸν ποταμὸν Χοβὰρ, κἀκεῖνος παρὰ τὸν ποταμὸν Τίγριν τότε εἱστήκει. Ὅταν γὰρ μέλλῃ τινὰ παράδοξον ὄψιν τοῖς ἑαυτοῦ δούλοις δεικνύναι ὁ Θεὸς, ἔξω τῶν πόλεων αὐτοὺς ἐξάγει εἰς καθαρὸν θορύβων χωρίον, ὥστε μηδενὶ μήτε τῶν ὁρωμένων, μήτε τῶν ἀκουομένων ἐκκρούεσθαι τὴν ψυχὴν, ἀλλ' ὅλην αὐτὴν ἀδείας ἀπολαύουσαν πρὸς τὴν τῶν ὁρωμένων ἀσχολεῖν θεωρίαν. Τί οὖν οὗτος εἶδεν; Ἰδοὺ νεφέλη, φησὶν, ἀπὸ βοῤῥᾶ ἤρχετο, καὶ φέγγος κύκλῳ, καὶ πῦρ ἀστράπτον, καὶ ἐν μέσῳ αὐτοῦ ὡσεὶ ὅρασις ἠλέκτρου, καὶ φέγγος ἐν αὐτῷ, καὶ ἐν τῷ μέσῳ ὁμοίωμα τεσσάρων ζώων. Αὕτη ἡ ὅρασις αὐτῶν, ὁμοίωμα ἀνθρώπου ἐπ' αὐτοῖς. Καὶ τέσσαρα πρόσωπα τῷ ἑνὶ, καὶ τέσσαρες πτέρυγες τῷ ἑνί. Καὶ ὕψος ἦν αὐτοῖς, φησὶ, καὶ φοβεροὶ ἦσαν, καὶ οἱ νῶτοι αὐτῶν πλήρεις ὀφθαλμῶν κυκλόθεν τοῖς τέσσαρσιν, καὶ ὁμοίωμα ὑπὲρ κεφαλῆς αὐτῶν ὡσεὶ στερέωμα, ὡς ὅρασις κρυστάλλου φοβερὸν, ἐκτεταμένον ὑπὲρ κεφαλῆς αὐτῶν ἄνωθεν, καὶ αἱ πτέρυγες αὐτῶν ἑκάστῳ δύο, καλύπτουσαι τὰ σώματα αὐτῶν, καὶ ὑπεράνω τοῦ στερεώματος, ὡς ὅρασις λίθου σαπφείρου· καὶ ὁμοίωμα θρόνου ἐπ' αὐτῷ, καὶ ἐπὶ τοῦ ὁμοιώματος τοῦ θρόνου ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἐπ' αὐτῷ. Καὶ εἶδον ὡς ὅρασιν ἠλέκτρου, ἀπὸ ὁράσεως ὀσφύος καὶ ἕως ἐπάνω, καὶ ἀπὸ ὁράσεως ὀσφύος καὶ ἕως κάτω, ὡς ὅρασιν πυρὸς, καὶ τὸ φέγγος αὐτοῦ ὡς ὅρασις τόξου, ὅταν ᾖ ἐν τῇ νεφέλῃ ἐν ἡμέρᾳ ὑετοῦ. Καὶ μετὰ ταῦτα πάντα βουλόμενος δεῖξαι, ὅτι οὔτε ὁ προφήτης, οὔτε αἱ δυνάμεις ἐκεῖναι ἀκράτῳ προσέβαλον αὐτῇ τῇ οὐσίᾳ, φησίν· Αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης Κυρίου. Εἶδες κἀκεῖ καὶ ἐνταῦθα συγκατάβασιν; Ἀλλ' ὅμως καὶ αὗται αἱ δυνάμεις καλύπτουσιν ἑαυτὰς ταῖς πτέρυξι, δι' οὐδὲν ἕτερον ἢ διὰ τοῦτο, καίτοι γε σοφώταται καὶ γνωστικώταται καὶ καθαρώταταί εἰσιν αἱ δυνάμεις αὗται. Πόθεν δῆλον; Ἀπ' αὐτῶν τῶν ὀνομάτων. Ὥσπερ γὰρ ἄγγελος λέγεται, ἐπειδὴ τὰ τοῦ Θεοῦ τοῖς ἀνθρώποις ἀναγγέλλει, καὶ ἀρχάγγελος λέγεται, ἐπειδὴ τῶν ἀγγέλων ἄρχει, οὕτω καὶ αὗται προσηγορίας ἔχουσι τὴν σοφίαν αὐτῶν καὶ καθαρότητα αὐτῶν δηλούσας ἡμῖν· καὶ ὥσπερ αἱ πτέρυγες τὸ ὕψος ἐμφαίνουσι τῆς φύσεως (καὶ γὰρ ὁ Γαβριὴλ πετόμενος φαίνεται, οὐκ ἐπειδὴ πτερὰ περὶ τὸν ἄγγελον, ἀλλ' ἵνα μάθῃς, ὅτι ἐκ τῶν ὑψηλοτάτων χωρίων καὶ τῶν ἄνω διατριβῶν πρὸς τὴν ἀνθρωπίνην ἀφῖκται φύσιν)· οὕτω δὲ καὶ ἐπὶ τούτων οὐδὲν ἄλλο δηλοῖ τὰ πτερὰ, ἢ τὸ τῆς φύσεως ὕψος. Ὥσπερ οὖν αἱ πτέρυγες τὸ τῆς φύσεως ὑψηλὸν δηλοῦσι, καὶ ὁ θρόνος τὸ τὸν Θεὸν αὐτοῖς ἐπαναπαύεσθαι, καὶ οἱ ὀφθαλμοὶ τὸ διορατικὸν, καὶ τὸ ἐγγὺς εἶναι τοῦ θρόνου καὶ τὸ διαπαντὸς αὐτὸν ἀνυμνεῖν τὸ ἄγρυπνον καὶ ἐγρηγορὸς, οὕτω δὴ καὶ τὰ ὀνόματα τῶν μὲν τὴν σοφίαν, τῶν δὲ τὴν καθαρότητα δηλοῖ. Τί γάρ ἐστι Χερουβίμ; πεπληθυσμένη γνῶσις. Τί δὲ Σεραφίμ; ἔμπυρα στόματα. Εἶδες πῶς καὶ τὴν καθαρότητα καὶ τὴν σοφίαν τὰ ὀνόματα παρεδήλωσεν; Εἰ δὲ, ἔνθα πεπληθυσμένη γνῶσις, οὐδὲ συγκατάβασιν Θεοῦ δύνανται ἰδεῖν μετὰ ἀκριβείας, ἔνθα μερικὴ γνῶσις, καθὼς Παῦλός φησιν, Ἐκ μέρους γινώσκομεν, καὶ δι' ἐσόπτρου, καὶ ἐν αἰνίγματι, πόσης ἀπονοίας ἂν εἴη, τὰ μηδὲ ἐκείνοις θεατὰ, ταῦτα αὐτοῖς νομίζειν εἶναι γνώριμα καὶ καταφανῆ;
tue of their powers. Hear at all events another prophet also discoursing concerning them: And the word of the Lord came to Ezekiel the son of Buzi by the river Chobar. Both this man stood by the river Chobar, and that other stood at that time by the river Tigris. For whenever God is about to show some marvellous vision to His own servants, He leads them outside the cities to a place pure of tumults, so that the soul may be distracted by none either of the things seen or of the things heard, but, enjoying full quietness as a whole, may devote itself to the contemplation of the things beheld. What then did this man see? Behold, a cloud, he says, was coming from the north, and a brightness round about, and flaming fire, and in the midst of it as it were the sight of amber, and brightness in it, and in the midst the likeness of four living creatures. This was their appearance: the likeness of a man was upon them. And four faces had the one, and four wings had the one. And they had height, he says, and they were terrible, and their backs were full of eyes round about for the four, and a likeness above their head as it were a firmament, terrible as the sight of crystal, stretched out above their head on high, and their wings were two for each, covering their bodies, and high above the firmament as the sight of a sapphire stone; and the likeness of a throne upon it, and upon the likeness of the throne a likeness as the form of a man upon it. And I saw as the sight of amber, from the appearance of the loins and upward, and from the appearance of the loins and downward, as the sight of fire, and His brightness as the sight of a bow when it is in the cloud on a day of rain. And after all these things, wishing to show that neither the prophet nor those powers drew near to that very essence unmixed, he says: This was the vision of the likeness of the glory of the Lord. Did you see both there and here condescension? Yet nevertheless even these powers cover themselves with their wings, for no other reason than this, even though these powers are most wise and most endowed with knowledge and most pure. Whence is this evident? From their very names. For just as an angel is so called because he announces to men the things of God, and an archangel is so called because he rules over angels, so also these possess appellations declaring to us their wisdom and their purity; and just as wings indicate the loftiness of their nature (for Gabriel too appears flying, not because wings surround the angel, but that you may learn that from the highest regions and the abodes above he has come to human nature), so also in their case the wings signify nothing else than the loftiness of their nature. Just as, therefore, the wings signify the exaltedness of their nature, and the throne that God rests upon them, and the eyes their piercing vision, and their being near the throne and ceaselessly hymning Him their sleepless and watchful state, so indeed the names also signify of the one their wisdom, and of the other their purity. For what is Cherubim? Multiplied knowledge. And what is Seraphim? Fiery mouths. Did you see how the names indicated both their purity and their wisdom? And if, where there is multiplied knowledge, they cannot behold with exactness even the condescension of God, of what great folly would it be, where there is partial knowledge, just as Paul says, We know in part, and through a mirror, and in a riddle, to suppose that the things not even visible to them are well known and manifest to these men?