τὴν εὐχολίαν τοῦ πεποιηκότος. Οὐκ ἐπὶ γῆς δὲ τοῦτο ἐνδείκνυται μόνον, ἀλλὰ καὶ ἐπ' αὐτῆς τῆς φύσεως τῶν ἀνθρώπων· νῦν μὲν γάρ φησιν, Ὁ κατέχων τὸν γῦρον τῆς γῆς, καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ ὡσεὶ ἀκρίδας· νῦν δέ φησιν, Ὡς σταγὼν ἀπὸ κάδου πάντα τὰ ἔθνη ἐναντίον αὐτοῦ. Μὴ ἁπλῶς παρέλθῃς τὸν λόγον, ἀλλ' ἀνάπτυξον τὸ εἰρημένον καλῶς καὶ ἐξέτασον· ἀναλόγισαι πάντα τὰ ἔθνη, Σύρους, Κίλικας, Καππαδόκας, Βιθυνούς, τοὺς τὸν Εὔξεινον πόντον οἰκοῦντας, Θρᾴκην, Μακεδονίαν, τὴν Ἑλλάδα πᾶσαν, το⟨ὺ⟩ς ἐν ταῖς νήσοις, τοὺς ἐν τῇ Ἰταλίᾳ, τοὺς ὑπὲρ τὴν καθ' ἡμᾶς οἰκουμένην, τοὺς ἐν ταῖς νήσοις ταῖς Βρεττανικαῖς, Σαυρομάτας, Ἰνδούς, τοὺς τὴν τῶν Περσῶν οἰκοῦντας γῆν, τὰ ἄλλα τὰ ἄπειρα γένη καὶ φῦλα, ὧν οὔτε τὰ ὀνόματα ἴσμεν· ἀλλὰ πάντα ταῦτα τὰ ἔθνη, Ὡς σταγών, φησίν, ἀπὸ κάδου ἐναντίον αὐτοῦ. Πόσον μέρος εἶ τῆς σταγόνος ταύτης, εἰπέ μοι, ὅτι περιεργάζῃ τὸν Θεόν, ᾧ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου; Καὶ τί χρὴ λέγειν περὶ οὐρανοῦ καὶ γῆς καὶ θαλάττης καὶ ἀνθρώπων φύσεως; Ἀναβῶμεν ὑπὲρ τὸν οὐρανὸν τῷ λόγῳ, καὶ ἐπὶ τοὺς ἀγγέλους ἔλθωμεν. Ἴστε γὰρ δήπου τοῦτο, ὅτι τῆς κτίσεως τῆς ὁρωμένης ταύτης εἷς ἄγγελος μόνος ἀντίῤῥοπός ἐστι· μᾶλλον δὲ καὶ πολλῷ τιμιώτερος. Εἰ γὰρ ἀνθρώπου δικαίου ἄξιος οὐκ ἂν εἴη πᾶς ὁ κόσμος, καθὼς ὁ Παῦλος δείκνυσι λέγων, Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος οὗτος· πολλῷ μᾶλλον ἀγγέλου οὐκ ἂν γένοιτό ποτε ἄξιος· πολλῷ γὰρ τῶν δικαίων ἄγγελοι μείζους. Ἀλλ' ὅμως μύριαι μυριάδες εἰσὶν ἀγγέλων ἄνω, καὶ χίλιαι χιλιάδες εἰσὶν ἀρχαγγέλων, καὶ θρόνοι, κυριότητες, ἀρχαὶ, καὶ ἐξουσίαι, ἄπειροι δῆμοι ἀσωμάτων δυνάμεων, καὶ φῦλα ἀμύθητα, καὶ ταύτας ἁπάσας τὰς δυνάμεις μετὰ τοσαύτης εὐκολίας ἐποίησε, μεθ' ὅσης οὐδεὶς λόγος παραστῆσαι δύναται. Ἤρκεσε γὰρ αὐτῷ τὸ θελῆσαι πρὸς ἅπαντα, καὶ καθάπερ ἡμῖν ἡ βούλησις οὐ παρέχει κάματον, οὕτως οὐδὲ ἐκείνῳ τὸ δημιουργῆσαι τοσαύτας καὶ τηλικαύτας δυνάμεις. Καὶ τοῦτο ὁ προφήτης ἐμφαίνων ἔλεγε· Πάντα ὅσα ἠθέλησεν ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ. Ὁρᾷς ὅτι οὐ πρὸς δημιουργίαν τῶν ἐν τῇ γῇ μόνον, ἀλλὰ καὶ πρὸς τὴν κτίσιν τῶν ἄνω δυνάμεων ἤρκεσεν ἡ θέλησις αὐτοῦ μόνη; Ταῦτα οὖν ἀκούων οὐ θρηνεῖς σαυτὸν, εἰπέ μοι, καὶ κατορύττεις πρὸς τοσοῦτον ἀπονοίας ἀρθεὶς, ὅτι ὃν δοξάζειν χρὴ μόνον καὶ προσκυνεῖν, τοῦτον ὡς ἕν τι τῶν εὐτελεστάτων πραγμάτων περιεργάζεσθαι φιλονεικεῖς καὶ πολυπραγμονεῖν; Διὰ τοῦτο καὶ ὁ Παῦλος ὁ πολλῆς σοφίας ἐμπεπλησμένος ὁρῶν τὴν ἀσύγκριτον ὑπεροχὴν τοῦ Θεοῦ, καὶ τὴν εὐτέλειαν τῆς ἀνθρωπίνης φύσεως, πρὸς τοὺς περιεργαζομένους αὐτοῦ τὰς οἰκονομίας ἀγανακτῶν, καὶ μετὰ πολλῆς δυσχεραίνων τῆς σφοδρότητος ἔλεγε· Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; Τίς εἶ; ἐννόησόν σου τὴν φύσιν πρότερον· οὐδὲν γάρ ἐστιν ὄνομα εὑρεῖν δυνάμενον παραστῆσαί σου τὴν εὐτέλειαν.
the facility of Him Who made it. Nor is this shown with regard to the earth alone, but also with regard to the very nature of human beings: for at one moment he says, He Who holds the circle of the earth, and those who dwell in it like grasshoppers; and at another moment he says, Like a drop from a bucket are all the nations before Him. Do not merely pass over the statement, but unfold what has been said well and examine it: reckon up all the nations, Syrians, Cilicians, Cappadocians, Bithynians, those who inhabit the Euxine Sea, Thrace, Macedonia, the whole of Greece, those in the islands, those in Italy, those beyond our inhabited world, those in the British Isles, Sauromatians, Indians, those who inhabit the land of the Persians, the other countless races and tribes, whose very names we do not know; yet all these nations, Like a drop, he says, from a bucket before Him. What fraction art thou of this drop, tell me, that thou priest curiously into God, to Whom all the nations are like a drop from a bucket? And what need is there to speak concerning heaven and earth and sea and the nature of men? Let us ascend above the heaven in discourse, and come to the angels. For you surely know this, that one single angel is equal in weight to this visible creation; nay rather, far more precious. For if the whole world would not be worthy of a righteous man, just as Paul shows when he says, Of whom this world was not worthy; much more would it never prove worthy of an angel, for angels are far greater than righteous men. Yet nevertheless there are ten thousand times ten thousand angels above, and a thousand thousands of archangels, and thrones, dominions, principalities, and powers, infinite hosts of bodiless powers, and unnumbered tribes, and all these powers He made with such great ease as no discourse is able to set forth. For merely to will sufficed Him for all things, and just as volition involves no toil for us, so neither for Him did the fashioning of so many and so great powers. And declaring this, the prophet said: All things whatsoever He willed, He made in heaven and on earth. Dost thou see that His will alone sufficed not only for the fashioning of things on earth, but also for the creation of the powers above? Hearing these things, therefore, dost thou not bewail thyself, tell me, and bury thyself in the earth, having been lifted up to such a pitch of folly that Him Whom one ought only to glorify and worship, thou strivest contentiously to pry into and meddle with like some one of the paltriest things? On this account Paul too, filled with abundant wisdom, beholding the incomparable superiority of God and the paltriness of human nature, growing indignant against those who pry curiously into His dispensations, and chafing with great vehemence, said: Nay but, O man, who art thou that repliest against God? Who art thou? Consider thy own nature first; for it is impossible to find any name capable of setting forth thy paltriness.