Migne Reading Room

PG 48 · cols. 617–622 · Read from the page

To a younger widow, two treatises

To a younger widow, two treatises

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:617Read from the page
καὶ τὰς ὠδῖνας, καὶ τὰ ἄλλα ἅπαντα παρίημι νῦν. Ὁ μὲν γὰρ τῇ παρθένῳ διαλεγόμενος εἰκότως καὶ περὶ τούτων διαλέξεται, ἅτε ἀπείρῳ οὔσῃ καὶ ἀμαθεῖ τῶν πραγμάτων ἐκείνων· χήρᾳ δὲ κἂν ἐνοχλήσειέ τις ταῦτα λέγων. Ἃ γὰρ διὰ τῶν πραγμάτων ἔμαθεν ἀκριβέστερον, περιττὸν τῷ λόγῳ πειρᾶσθαι διδάσκειν αὐτήν. Τοσοῦτον δὲ προσθεῖναι καλὸν, ὅτι καὶ μετὰ πλείονος ὁμιλήσει τῆς παῤῥησίας καὶ τῆς ἐλευθερίας ἡ παρθένος γαμηθεῖσα τῆς μετὰ τὴν χηρείαν. Ταύτην μὲν γὰρ κἂν ὡς γυναῖκα στέργῃ, ἀλλ' οὐχ ὡς παρθένον λαβών· ὅτι δὲ πολλῷ ἐκεῖνοι τούτων οἱ ἔρωτες σφοδρότεροι καὶ μανικώτεροι, παντί που δῆλόν ἐστιν· ἐκείνην δὲ ἅτε μὴ παντὸς ἀνδρὸς ἄπειρον οὐ παντὶ θυμῷ καὶ ἀσπάσεται καὶ φιλήσει. Πεφύκαμεν γὰρ, ὡς εἰπεῖν, ἅπαντες ἄνθρωποι, εἴτε ὑπὸ ζηλοτυπίας, εἴτε ὑπὸ κενοδοξίας, εἴτε οὐκ οἶδ' ὅθεν ἑτέρωθεν, τῶν πραγμάτων ἐκεῖνα μάλιστα φιλεῖν ὧν καὶ τὴν ἐξουσίαν καὶ τὴν ἀπόλαυσιν οὐ μεθ' ἑτέρους ἔχομεν, ἀλλ' αὐτοὶ πρῶτοι καὶ μόνοι καθεστήκαμεν κύριοι. Τοῦτο καὶ ἐπὶ ἱματίων ἴδοι τις ἂν συμβαῖνον ἡμῖν· οὐ γὰρ ὁμοίως διακείμεθα πρὸς τὰ παρ' ἑτέρων εἰς χρῆσιν ἐλθόντα τοῖς παρ' οὐδενός. Τοῦτο καὶ ἐπὶ οἰκίας καὶ ἐπὶ σκευῶν· καὶ γὰρ καὶ οἰκίαν τὴν παρ' ἑτέρου δοθεῖσαν ἡμῖν οὐχ ὁμοίως ἐκείνῃ φιλοῦμεν, ἣν αὐτοὶ κατεσκευάσαμεν· καὶ τῶν σκευῶν τὰ μὲν ἄρτι γενόμενα καὶ πρώτην παρ' ἡμῖν χρείαν δεξάμενα ἐν πολλῇ τῇ φειδοῖ φυλάττομεν καὶ σπουδῇ, τὰ δὲ ἐξ ἑτέρων ἐλθόντα εἰς ἡμᾶς οὐ σφόδρα προσιέμεθα, ἀλλ' οὕτως ἀποστρεφόμεθα, ὡς καὶ ἀνασκευάσαι πολλάκις αὐτά. Εἰ δὲ ἐπὶ οἰκίας καὶ ἱματίων καὶ σκευῶν τοῦτο ἡμῖν συμβαίνει τὸ πάθος, ἐννόησον ἐπὶ τῆς γυναικὸς, οὗ τιμιώτερον ἀνδράσιν οὐδὲν, πῶς αὐτὸ μετὰ σφοδρότητος ἐμπίπτειν εἰκός. Ἐκείνων μὲν γὰρ κἂν μεταδιδόαμεν τοῖς βουλομένοις, ταύτης δὲ οὐ θέμις ἡμῖν, ἀλλὰ τῆς ψυχῆς ἀποστησόμεθα πρῶτον, ἢ τοῦτο παθεῖν ἀνεξόμεθα. Τὴν μὲν οὖν παρθένον, ὅπερ ἔφην, ἅτε ἀνέπαφον οὖσαν καὶ ἰδίαν αὐτοῦ καὶ οὐδενὸς ἑτέρου γενομένην, πάσῃ προθυμίᾳ προσίεται· τὴν δὲ ἑτέρῳ πρότερον συναφθεῖσαν οὐ μετὰ τῆς αὐτῆς φιλίας ὄψεται καὶ εὐνοίας.
and the pangs of childbirth, and all the rest, I pass over for now. For one who converses with a virgin will reasonably discourse concerning these things also, inasmuch as she is inexperienced and untaught in those matters; whereas to a widow one would even prove irksome in speaking of these things. For what she has learnt more exactly through experience, it is superfluous to endeavour to teach her by word. Yet thus much it is good to add: that the virgin when married will also associate with her husband in greater frankness and freedom than she who marries after widowhood. For even if he cherishes the latter as a wife, yet it is not as having taken a virgin; and that those loves are far more vehement and more passionate than these is plain, I suppose, to everyone; whereas her, inasmuch as she is not unacquainted with every man, he will neither embrace nor love with all his heart. For we all, so to speak, as human beings are by nature disposed, whether out of jealousy, or out of vainglory, or I know not whence else, to love above all those things over which we hold both authority and enjoyment not after others, but whereof we ourselves have been established as the first and sole masters. One might see this befalling us even in the case of garments: for we are not disposed alike towards things that have come into use from others and towards those from no one. This holds also in the case of a house and of vessels: for even a house given to us by another we do not love alike with that which we ourselves have built; and among vessels, those newly made and receiving their first use with us we guard with great care and zeal, whilst those that have come to us from others we do not greatly welcome, but turn away from them to such a degree as oftentimes even to remodel them. Now if in the case of a house and garments and vessels this feeling befalls us, consider in the case of a wife, than which nothing is more precious to men, how likely it is to fall upon them with vehemence. For of those things we even impart a share to such as wish, whereas of her it is not lawful for us to do so, but we will part with our very soul first rather than endure to suffer this. The virgin, therefore, as I said, inasmuch as she is untouched and his own and has belonged to no other, he welcomes with all eagerness; whereas her who was previously joined to another he will not look upon with the same affection and goodwill.
ϛʹ. Μὴ γάρ μοι τὰ σπανιάκις καὶ μόλις ἅπαξ συμβαίνοντα εἴπῃς, ἀλλὰ τὰ συνεχῶς ἐπὶ τῶν πραγμάτων δεικνύμενα. Οὐ διὰ ταῦτα δὲ μόνον πλείονος ἐκείνη μεθέξει τῆς παῤῥησίας, ἀλλὰ καὶ δι' ἕτερα πολλά. Οὗτος μὲν γὰρ καὶ ὀνειδίσαι εὐκόλως δύναιτ' ἂν ὡς καταφρονούμενος παρ' αὐτῆς, καὶ τεκμήριον τῆς ὀλιγωρίας τὴν εἰς τὸν πρότερον αὐτῇ γεγενημένην ἀπιστίαν προσενεγκεῖν καὶ ἐπιστομίσαι καὶ ὑπὲρ τῶν γεγενημένων, καὶ ὑπὲρ τῶν μηδὲ συμβησομένων ἴσως. Ὁ γὰρ ἀπελθὼν καὶ καταφρονηθεὶς καὶ τὸν ζῶντα ταῦτα ὑποπτεῦσαι πείσει περὶ ἑαυτοῦ, κἂν μὴ γένηται. Οὐκ ἐκεῖνος δὲ μόνον ταῦτα προφέρων αὐτῇ συνεχῶς ἔσται φορτικὸς, ἀλλὰ καὶ οἰκέται καὶ θεράπαιναι, κἂν μὴ φανερῶς, λάθρα γοῦν διαγογγύζοντες μυρίοις αὐτὴν βάλλουσι σκώμμασιν. Εἰ δὲ συμβῇ καὶ παῖδας τοῦ τετελευτηκότος καταλειφθῆναι νέους, πῶς αὐτοὺς ἀναθρέψει, πῶς δὲ προστήσεται; τίνων δὲ ὀρφανῶν οὐ χαλεπώτερον ἐκεῖνοι βιώ-
6. For do not tell me of things that happen rarely and scarcely once, but of those continually shown in actual facts. Not on account of these things alone will the former partake of greater frankness, but also on account of many others. For this husband could easily even reproach her as being despised by her, and bring forward as proof of her sleight the unfaithfulness shown by her towards her former husband, and stop her mouth both concerning things that have happened and concerning those that perhaps will not even come to pass. For he who has departed and been despised will persuade the living husband also to suspect these things concerning himself, even if they do not occur. Nor will he alone be burdensome by continually casting these things up to her, but also manservants and maidservants, even if not openly, at least murmuring in secret, pelt her with countless jeers. And if it should chance that young children of the deceased husband have also been left behind, how will she rear them, and how will she stand over them? And than what orphans will they not live more grievously
PG 48:618Read from the page
σονται τὰ τοῦ πατρὸς ὁρῶντες ἅπαντα ἕτερον ἔχοντα, καὶ οἰκέτας, καὶ οἰκίαν, καὶ ἀγροὺς, καὶ τὸ πάντων κεφάλαιον τὴν γυναῖκα; πῶς δυνήσονται ὡς πρὸς μητέρα διακεῖσθαι ἐκεῖνοι; πῶς δὲ αὕτη ὡς πρὸς παῖδας, οὓς αἰσχύνεσθαι καὶ ἐρυθριᾷν ἀναγκάζεται, καὶ οἷς πᾶσαν ἀπονεῖμαι τὴν μητρικὴν οὐκ ἔχει φιλοστοργίαν, εἰς τοὺς ἐξ ἐκείνου παῖδας σχιζομένης αὐτῇ τῆς διανοίας; Τί οὖν, ἂν ᾖ σφόδρα κόρη, φησὶ, καὶ βραχὺν ἀπολαύσασα χρόνον τοῦ ἀνδρός; Πρὸς γὰρ τὰς κόρας μοι ταῦτα εἴρηται, οὐ πρὸς τὰς γεγηρακυίας· πρὸς γὰρ ἐκείνας τοῦτο ποιούσας οὐδὲ διαλεχθήσομαι· εἰ γὰρ ὁ πολὺς χρόνος καὶ ἡ ἡλικία καὶ τὰ ἄλλα πάντα οὐκ ἔπεισαν αὐτὰς ἀποσχέσθαι δευτέρου γάμου, πολύ γε ἧττον ἡμεῖς· οὐ γὰρ ὁ παρ' ἡμῶν πείσει λόγος· ἀλλ' ἅπας μοι πρὸς ταύτας ὁ λόγος ἐστί. Τί οὖν, ἂν ᾖ κόρη. φησὶ, καὶ μόνον ἐνιαυτὸν μετὰ τοῦ προτέρου συνοικήσασα δευτερογαμῆται πάλιν; τίνος ἕνεκεν τῆς εἰκοστὸν ἔτος καὶ τριακοστὸν ἀνηλωκυίας ἐν γάμῳ προτιμήσεις αὐτήν; Οὐκ ἔγωγε, ἀλλ' ὁ μακάριος Παῦλος· ἐκεῖνος γάρ φησι, Μακαριωτέρα δέ ἐστιν, ἐὰν οὕτω μείνῃ. Τί γὰρ, εἰ καὶ πολὺν ἐκείνη χρόνον συνῴκησεν ἀνδρὶ, ἀλλ' ἑνὶ καὶ τῷ αὐτῷ καὶ μόνῳ καὶ ᾧ ἐξ ἀρχῆς ἐκληρώθη; αὕτη δὲ δυσὶν ἔδωκεν ἑαυτὴν, καὶ ταῦτα ἐν βραχεῖ τῷ χρόνῳ. Ἀλλ' οὐχ ἑκοῦσα, φησίν· εἰ γὰρ ὁ πρῶτος ἔζη, οὐκ ἂν ἕτερον ἠγάπησεν ἐπ' ἐκείνῳ· ἐπειδὴ δὲ πρὸ ὥρας ἀπῆλθεν ἐκεῖνος, ὑπὸ τῆς ἀνάγκης δευτέρῳ συνήφθη πάλιν. Ποίας ἀνάγκης; Ἐγὼ γὰρ ταύτης ἧς λέγεις μείζονα ἑτέραν ἀνάγκην ὁρῶ ἱκανὴν αὐτὴν κατασχεῖν ἐπὶ τῷ τετελευτηκότι, τὸ πικρῶν οὕτως ἀπολαῦσαι τῶν πραγμάτων τοῦ κόσμου. Ἡ μὲν γὰρ πολὺν αὐτοῖς συγγενομένη χρόνον, καὶ ἐμπλησθεῖσα καλῶς, ὡς τῶν αὐτῶν τευξομένη τῶν ἴσων ἅψεται πάλιν· ἡ δὲ προοιμίων οὕτω χαλεπῶν πειραθεῖσα ποίᾳ προαιρέσει καὶ ἐλπίδι πρὸς τὴν πεῖραν ἥξει τῶν χαλεπῶν; Οὐδὲ γὰρ εἴ τις βουλόμενος ἐμπορεύσασθαι, πρίν τι κερδάνῃ ἅμα τῷ τὸν λιμένα ἐξελθεῖν ναυάγιον ὑπομείνοι, εὐκόλως ἅψεται τῆς πραγματείας λοιπόν. Οὐδὲ ταύτην εἰκότως τὴν πολλὰ μὲν προσδοκήσασαν ἡδέα, πρὶν ἢ δὲ ἐκείνων πεῖραν καλῶς λαβεῖν, τοσοῦτον πένθος ἰδοῦσαν ἀγαπῆσαι τὰ τοῦ κόσμου πράγματα, εἰ μὴ σφόδρα ἀκρατὴς οὖσα τύχοι· μᾶλλον δὲ, εἰ καὶ σφόδρα πρὸς αὐτὰ διακέοιτο, καὶ λίαν ἔχοι προσπαθῶς, ἱκανὴ τῆς ἀρχῆς ἡ ἀηδία πᾶσαν σβέσαι τὴν ἐπιθυμίαν αὐτῆς. Τότε γὰρ τοῖς πράγμασι μάλιστα ἐπιμένειν εἰώθαμεν, ὅταν προοιμίων πειραθῶμεν καλῶν· ὅταν δὲ ἐξ ἀρχῆς καὶ ἀπ' αὐτῆς, ὡς ἂν εἴποι τις, τῆς γραμμῆς χαλεπῶν καὶ δυσκόλων αἰσθώμεθα, ταχέως ἀνακρουόμεθα τῆς προαιρέσεως σβεννυμένης ἡμῖν. Ὥστε αἱ τὰς ἀώρους ὑπομείνασαι χηρείας, αὗται εἰκότως ἂν ἀπόσχοιντο γάμου δευτέρου ὑπὲρ τοῦ μὴ τὰ αὐτὰ πάλιν παθεῖν. Ἡ μὲν γὰρ ἐν τῇ χηρείᾳ μένουσα ἕξει τὸ ἀσφαλὲς, καὶ οὐχ ὑποπτεύσει πένθος ἕτερον τοιοῦτον πάλιν· ἡ δὲ προσομιλήσασα γάμῳ δευτέρῳ καὶ τοῦτο προσδοκᾷν ἀναγκασθήσεται τὸ δεινόν. Καὶ ἄλλως δὲ, εἰ καὶ πρᾶγμα ἕν ἐστιν ἡ χηρεία, ἀλλ' οὐ πᾶσαι τοὺς αὐτοὺς ἀπολή-
when they see another man holding all their father's possessions: both domestics, and house, and fields, and, the crown of all, his wife? How will they be able to be disposed as towards a mother? And how will she be disposed as towards children, before whom she is compelled to feel shame and blush, and upon whom she cannot bestow all a mother's tender affection, her mind being divided towards the children born of the new husband? What, then, if she is a very young girl, one says, and has enjoyed her husband for a brief time? Why, it is to young girls that these words of mine are addressed, not to women grown old; for with those who do this I will not even converse; for if length of time and age and all the rest did not persuade them to abstain from a second marriage, much less indeed shall we, for no discourse from us will persuade them; rather, my whole discourse is addressed to these young women. What, then, if she is a young girl, one says, and after living with her former husband for a single year only, enters into a second marriage again; for what reason will you honour above her the woman who has spent a twentieth and a thirtieth year in marriage? Not I, indeed, but the blessed Paul; for he says, Yet she is more blessed if she so abide. For what of it, if the former woman did live a long time with a husband, yet with one and the same man, and him alone, even him to whom from the beginning she was allotted; whereas this woman has given herself to two men, and that within a brief time? Yet not willingly, one says; for if the first husband were living, she would not have loved another after him; but since he departed before his hour, through necessity she was joined again to a second. What sort of necessity? For I see another necessity greater than this which you allege, sufficient to hold her fast to the deceased: namely, her having tasted such bitterness in the affairs of the world. For she who has conversed with them for a long time and been well filled with them will lay hold of the like things again as expecting to meet with the same; whereas she who has experienced beginnings so grievous—with what purpose and hope will she come to the trial of hardships? For neither will one who wishes to engage in commerce, if before gaining aught he should suffer shipwreck the very moment he sails out of harbour, easily lay hold of trading thereafter. Nor is it reasonable that this woman either, who looked for many pleasant things, yet before fairly making trial of them beheld so great a mourning, should love the affairs of the world, unless she should chance to be exceedingly incontinent; nay rather, even if she were exceedingly dissolved towards them and passionately attached, the distastefulness of the outset is sufficient to quench all her desire. For we are wont most of all to persevere in undertakings when we experience fair beginnings; whereas when from the outset and from the very starting-line, as one might say, we perceive hard and difficult things, we are quickly beaten back as our purpose is quenched within us. So that women who have endured untimely widowhoods would with good reason abstain from a second marriage so as not to suffer the same things again. For she who abides in widowhood will hold fast security, and will not forebode another such mourning again; whereas she who has entered into a second marriage will be compelled to look for this dreadful thing also. And besides, even if widowhood is a single state, yet not all women will receive
Notes, col. 618

On the reading

Printed κόρη., for κόρη,.

PG 48:619Read from the page
ψονται τούτου μισθοὺς, ἀλλ' αἱ μὲν πλείους, αἱ δὲ ἐλάττους. Αἱ μὲν γὰρ ἐν νεότητι τὸν ζυγὸν ἀναδεξάμεναι πλείονος ἀπολαύσονται καὶ τῆς τιμῆς καὶ τῆς δωρεᾶς, αἱ δὲ πρὸς αὐτῷ τῷ γήρᾳ οὐχ ὁμοίως ἐκείναις. Τί δήποτε; Ὅτι ἡ μὲν πολλῶν ὄντων τῶν κωλυμάτων διὰ τὸν τοῦ Θεοῦ φόβον πάντα ἠνέσχετο, αὕτη δὲ οὐδὲ βραχὺν ἱδρῶτα ὑπέμεινεν οὐδὲ πόνον· πῶς γὰρ, οὐδενὸς ὄντος πράγματος τοῦ βίαν παρέχοντος; Ὥσπερ οὖν ἡ δευτέρῳ δοῦσα ἑαυτὴν ἐλάττων ἐστὶ τῆς τὸν ἕνα ἄνδρα ἐχούσης, οὕτως ἡ ἐν χηρείᾳ μένουσα ἐν αὐτῇ τῇ νεότητι πολλῷ τῷ μέτρῳ τὴν ἐν τῷ γήρᾳ τὸν ἄνδρα ἀποβαλοῦσαν ὑπερακοντίσαι δυνήσεται καίτοι γε ἀμφοτέραις εἷς γέγονεν ὁ ἀνὴρ, ἀλλ' ὅμως αὕτη μὲν τὸν τῆς ἁγνείας ἔδραμε δρόμον, ἐκείνη δὲ πολλοῖς ἀπελείφθη τοῖς σταδίοις. Μὴ τοίνυν τὸν πόνον ἴδῃς μόνον, ἀλλὰ καὶ τὸν μισθόν. Καὶ γὰρ τὰ πολλὰ τῶν κατορθωμάτων οὕτως ἡμῖν δύσκολα φαίνεται, ὅτι τὸν μόχθον αὐτῶν καὶ τοὺς ἱδρῶτας συνεχῶς στρέφοντες τοὺς ἀποκειμένους αὐτοῖς μισθοὺς οὐκ ἐν νῷ λαμβάνομεν. Ἀλλ' οὐχ οὕτω δεῖ ποιεῖν, ἀλλὰ πάντα ὁμοῦ λογίζεσθαι μετὰ τῶν πόνων καὶ τὰς ἀμοιβὰς, καὶ οὕτως εὔκολα ἡμῖν φανεῖται, ὥσπερ οὖν καὶ ἔστιν εὔκολα. Καὶ γὰρ ὁ ἀριστεὺς οὐ τὰ τραύματα μόνον, οὐδὲ τὰ πτώματα, οὐδὲ τὸν θάνατον, ἀλλὰ καὶ τὰ τρόπαια καὶ τὰς νίκας καὶ τὰς ἄλλας ἁπάσας ἀναλογισάμενος τιμὰς οὕτως ἐπὶ τὴν ἀριστείαν ἔρχεται· καὶ ὁ γεωργὸς δὲ οὐχὶ τὴν ἄροσιν μόνον, οὐδὲ τὸν ἐν τῷ
the same rewards for it, but some greater, and others lesser. For those who have taken up the yoke in youth will enjoy a greater share both of honour and of the free gift, whilst those near old age itself will not do so alike with them. Why ever so? Because the former, when hindrances were many, endured all things through the fear of God, whereas the latter underwent not even brief sweat nor toil; for how could she, when there was nothing to apply compulsion? Just, therefore, as she who has given herself to a second husband is inferior to her who has had one husband, so she who abides in widowhood in youth itself will by far measure be able to outstrip her who lost her husband in old age—even though both had a single husband; yet nevertheless this woman ran the course of chastity, whilst the other was left behind by many furlongs. Do not, therefore, look upon the toil alone, but also upon the reward. For indeed most righteous deeds seem difficult to us in this way, because whilst continually turning over in mind their hardship and sweat, we do not take into our thoughts the rewards laid up for them. Yet one must not act thus, but reckon all things together—the recompenses along with the toils—and thus they will appear easy to us, just as indeed they are easy. For the champion, too, reckoning up not the wounds alone, nor the falls, nor death, but also the trophies and the victories and all the other honours, thus advances to valorous deeds; and the husbandman, too, does not set before his eyes the ploughing alone, nor the toil in
PG 48:620Read from the page
σκάπτειν πόνον, ἀλλὰ καὶ τὴν ἅλω, καὶ τὰς ληνοὺς πρὸ τῶν ὀφθαλμῶν θεὶς, οὕτω τῶν ἔργων ἐφάπτεται. Οὕτω καὶ ἡμεῖς ταῖς ἐλπίσι ταῖς χρησταῖς τὸν τῆς χηρείας μόχθον ἐπικουφίσωμεν, καὶ πολλῷ μᾶλλον ἡμεῖς ἢ ἐκεῖνοι· ἐκείνοις μὲν γὰρ πολλὰ πολλάκις τῶν οὐκ ἐπ' αὐτοῖς κειμένων τὴν προσδοκίαν διέκοψε, τὰς δὲ ἡμετέρας ἐλπίδας οὐδεὶς ὁ καταισχύνων ἐστὶν, ἂν μὴ βουληθῶμεν αὐτοί. Μὴ δὴ βουληθῶμεν, ἀλλ' ἐννοήσαντες ὡς οὐ πολλῷ τῆς παρθένου ἡ χήρα λείπεται (ἔστι δὲ ὅπου αὐτὴν καὶ ὑπερηκόντισεν, ὅταν ἡ μὲν παρθένος περιπλέκηται πράγμασιν, Ἡ δὲ χήρα, κατὰ τὸν Παῦλον, μεμονωμένη καὶ ἐλπίζουσα ἐπὶ τὸν Θεὸν προσκαρτερῇ ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς, καὶ τῶν βιωτικῶν πραγμάτων ἀπέχηται), ἀναδεξώμεθα τὸν ἀγῶνα τοῦτον, ἵνα τῶν ἐν αὐτῷ στεφάνων τύχωμεν. Ταῦτα ὑμῖν οὐκ ἀνάγκης ἕνεκεν εἴρηται, οὐδὲ, ὅπερ ἔφην, καταδικάζοντες τὰς οὐ βουλομένας χηρεύειν, ἐπὶ ταύτην ἤλθομεν τὴν παραίνεσιν, ἀλλὰ προτρέποντες καὶ παρακαλοῦντες, μὴ ἐπὶ τοσοῦτον προσδεθῆναι τῇ γῇ, ἀλλ' ἅπαξ λυθείσας μένειν ἐλευθέρας, καὶ τὸν οὐρανὸν ἐπιζητεῖν, καὶ τὴν πολιτείαν ἐπιδείκνυσθαι τὴν ἐκεῖ, καὶ ἁρμοσθείσας τῷ Χριστῷ οὕτως ἅπαντα πράττειν, ὡς προσῆκε τὰς τὸν τοιοῦτον ἐχούσας νυμφίον, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ ζωοποιῷ καὶ ἁγίῳ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αιῶνας τῶν αιώνων. Ἀμήν.
digging, but setting also the threshing-floor and the wine-vats before his eyes, thus lays hand to his works. Thus let us also lighten the hardship of widowhood by good hopes, and much more we than they: for with them many things that do not lie in their power have oftentimes cut short their expectation, whereas our hopes there is no one who puts to shame, unless we ourselves should so will. Let us not, then, so will; but reflecting that the widow falls not far short of the virgin (and there are times when she has even outstripped her, when the virgin entangles herself in affairs, whilst She who is a widow, according to Paul, being left alone and hoping in God, continues steadfast in supplications and prayers, and abstains from the affairs of this life), let us take up this contest, that we may attain the crowns therein. These things have been spoken to you not by way of compulsion, nor, as I said, have we come to this exhortation condemning those who do not wish to remain widows, but urging and entreating them not to be bound so fast to the earth, but having once been loosed to abide free, and to seek after heaven, and to display the way of life that is there, and having been betrothed to Christ so to do all things as befits women who have such a Bridegroom; for unto Him is due all glory, honour, and worship, together with His Father without beginning and His life-giving and Holy Spirit, now and ever, and unto the ages of ages. Amen.
Notes, col. 620

On the reading

Printed αιῶνας, for αἰῶνας.

Printed αιώνων, for αἰώνων.

PG 48:621Read from the page
IN LIBROS DE SACERDOTIO MONITUM.
ADMONITION ON THE BOOKS ON THE PRIESTHOOD.
Eximii operis argumentum ex ipso ejus prooemio mutuamur. Basilius, inter amicos Chrysostomi praecipuus, iisdem atque ille magistris, iisdem disciplinis operam dedit: par erat utriusque animus, par generis conditio; unum circa vitae rationem propositum, amicitiae vinculo opportunum. Cum vero proximum esset ut Basilius vitam monasticam amplecteretur, tunc Chrysostomus foro scenaeque addictus studia in contraria declinabat. Basilius vero, qui Chrysostomi amicitiam et contubernium magni faciebat, hoc ab eo demum impetravit, ut domo uterque sua relicta commune domicilium incolerent. Haec consilia ubi primum sensit Chrysostomi mater, filium ne se deserat admistis blanditiis hortatur, dumque ipsi a pristina pene sententia abducto instat Basilius, eadem quae prius efflagitans, ecce fama undique percrebuit utrumque in episcopalem dignitatem promovendum esse. Hoc perculsi ambo rumore longe dissimile consilium ineunt; Basilius totum rei judicium permittit amico, in utrumque paratus, sive consentiendum sive fugiendum esset; Chrysostomus vero, qui se tanto honore prorsus indignum, amicum vero dignissimum censebat, ne tam idoneo ministro Ecclesiam Dei privaret, pia usus arte, nihil urgere dixit, sed hac de re postea suo tempore deliberandum esse: ea scilicet mente, ut incautus Basilius caperetur et episcopalem ordinem vel invitus acciperet. Ipse vero interim sese occultavit: resque pro voto illi cessit; captus enim Basilius, etsi diu reluctatus, ordinatus tamen est. Hinc quaerelae Basilii apud Chrysostomum, et responsiones Chrysostomi, queis totum opus dialogi more constituitur; ibi vero de dignitate et officio sacerdotum tam egregie loquitur sanctus doctor, ut hic liber omnibus semper admirationi fuerit. Isidorus certe Pelusiota epist. 156 libri I, Nullum enim, ait, nullum, inquam, pectus hujus lectio penetravit, quod non divino amore sauciarit: venerandam quippe rem atque aditu difficilem sacerdotium esse demonstrat, ejusque rite administrandi rationem docet. Nam Dei arcanorum sapiens ille interpres Joannes, Byzantii episcopus, atque adeo totius Ecclesiae oculus, librum illum tam subtiliter et accurate concinnavit, ut omnes tam qui secundum Dei placitum, quam qui negligenter sacerdotio funguntur, hic tum virtutes tum offensiones suas repraesentatas inveniant. Suidas vero hunc librum eximium esse dicit τῷ τε ὕψει, καὶ τῇ φράσει,
We borrow the argument of this distinguished work from its very own proemium. Basil, foremost among the friends of Chrysostom, devoted himself to the same teachers as he and to the same disciplines: equal was the spirit of both, equal the station of their birth; one was their resolve concerning their manner of life, well suited to the bond of friendship. Yet when the time was very near for Basil to embrace the monastic life, Chrysostom, then given over to the law-courts and the stage, was turning aside towards opposite pursuits. Basil, however, who set great store by Chrysostom's friendship and companionship under one roof, at length won this concession from him: that each should leave his own home and inhabit a common dwelling. As soon as Chrysostom's mother perceived these plans, she mingled coaxing entreaties and exhorted her son not to forsake her; and whilst Basil pressed hard upon him when he had already been almost drawn away from his former resolve, earnestly demanding the same things as before, lo, a rumour spread abroad on every side that both of them were to be advanced to the episcopal dignity. Struck with dismay by this rumour, the two entered upon a very different plan: Basil left the whole judgement of the affair to his friend, prepared for either course, whether one ought to consent or to flee; whereas Chrysostom, who deemed himself altogether unworthy of so great an honour, yet judged his friend most worthy, lest he should deprive the Church of God of so fit a minister, employed a pious stratagem and said that there was no urgency, but that they ought to deliberate about this matter afterwards in due season—with this intention, namely, that Basil might be caught off his guard and receive the episcopal order even against his will. He himself meanwhile hid away; and the affair turned out according to his wish, for Basil was seized, and though long reluctant, was nevertheless ordained. Hence rose the complaints of Basil before Chrysostom, and the replies of Chrysostom, whereby the whole work is framed in the manner of a dialogue; and therein the holy doctor speaks so admirably concerning the dignity and office of priests that this book has ever been an object of wonder to all. Isidore of Pelusium, assuredly, in Epistle 156 of Book I, says: For no breast—none, I say—has the reading of this work penetrated without wounding it with divine love; for it demonstrates that the priesthood is a venerable thing and difficult of access, and teaches the manner of administering it rightly. For that wise interpreter of the secrets of God, John, Bishop of Byzantium, and indeed the eye of the whole Church, composed that book so subtly and accurately that all, both those who discharge the priesthood according to God's good pleasure and those who do so negligently, find here both their virtues and their failings set forth. Suidas, too, says that this book is distinguished both in sublimity and in diction,
PG 48:622Read from the page
καὶ τῇ λειότητι, καὶ τῷ κάλλει τῶν ὀνομάτων, (tum sublimitate et dictione, tum lenitate et elegantia verborum.)
and in smoothness, and in the beauty of its words, (both in sublimity and diction, and in smoothness and elegance of words.)
Sed circa hanc historiam aliquot quaestiones moventur: primo quo tempore haec, quae supra narrata sunt, contigerint; deinde quis sit ille Basilius, Chrysostomi amicus, et cujus civitatis episcopus sit ordinatus; demum quo tempore Chrysostomus hosce libros ediderit. Quod spectat ad tempus peractae rei, certum est, ipso testificante Chrysostomo, id accidisse cum adhuc ille in forum frequens ventitaret, et scenae oblectamenta sectaretur; atque adeo ante annum 375, quo cum tardissime in solitudinem se contulit, ubi sex annis severiori disciplinae sese totum dedit: neque enim post illum secessum, vel forensibus causis operam dedit, vel scenae spectacula sectatus est unquam. Certum est itidem, ipso sancto doctore narrante, cum haec agerentur, jam Chrysostomum et Basilium magistris et doctoribus valedixisse, quorum postremus fuerat Diodorus Tarsensis. Huic vero operam dabant uterque anno circiter 371; unde sequatur ea omnia illo accidisse spatio quod interfluit annos inter 372 et 375, neque ullo modo posse isthaec vel prius vel postea locari. Adversus hanc tamen chronologiae rationem aliquot exsurgunt difficultates: nam si anno 374 vel circiter Chrysostomus ut episcopus ordinaretur perquisitus est, cum utpote natus anno 347 vel circiter, anno 374 vicesimum septimum circiter annum ageret, nondum attigerat aetatem a synodo Neocaesariensi pro presbyteris deligendis assignatam, triginta videlicet annorum: quomodo ergo poterat in episcopum cooptari? Ad haec vero, priusquam Chrysostomus ad episcopatum perquireretur, mater ejus ipsum alloquens se jam consenuisse, et obitum propediem exspectare dicit: Οἱ δὲ γεγηρακότες ἡμεῖς οὐδὲν ἕτερον ἢ τὸν θάνατον ἀναμένομεν· atqui Chrysostomus, ut ipse narrat, ante vicesimum matris annum natus est, unde sequatur ipsam, cum Chrysostomus in episcopatum perquisitus est, nondum quadragesimum septimum attigisse annum, et qui poterat illa jam vetula et per aetatem morti proxima esse? Hae porro difficultates majores evadent, si in annum 373, vel in 372, haec perquisitio retrahatur. Verum haec quantumvis probabilia videantur, ne minimum quidem nos a priore sententia dimoveant: nam eae,
Yet concerning this narrative several questions are raised: first, at what time these things related above took place; next, who that Basil, the friend of Chrysostom, may be, and of what city he was ordained bishop; lastly, at what time Chrysostom published these books. As regards the time when the affair took place, it is certain, on Chrysostom's own testimony, that it happened whilst he still frequently resorted to the law-courts and pursued the amusements of the stage, and therefore before the year 375, when at the very latest he betook himself into solitude, where for six years he gave himself wholly to a more severe discipline; for after that retirement he neither devoted himself to forensic causes nor ever pursued the spectacles of the stage. It is likewise certain, as the holy doctor himself relates, that when these things were transpiring, Chrysostom and Basil had already bidden farewell to their masters and teachers, the last of whom had been Diodore of Tarsus. Now both of them were studying under him around the year 371; whence it follows that all these things happened in that interval which lies between the years 372 and 375, and that these events cannot in any way be placed either earlier or later. Against this chronological reckoning, however, several difficulties arise: for if around the year 374 Chrysostom was sought out to be ordained bishop, since, having been born around the year 347, he was in the year 374 in about his twenty-seventh year, he had not yet reached the age appointed by the Synod of Neocaesarea for choosing presbyters, namely thirty years: how, then, could he be co-opted to the episcopate? Moreover, before Chrysostom was sought out for the episcopate, his mother, addressing him, says that she has already grown old and is expecting death at an early day: We who have grown old await nothing other than death; and yet Chrysostom, as he himself relates, was born before his mother's twentieth year, whence it would follow that when Chrysostom was sought out for the episcopate, she had not yet reached her forty-seventh year; and how could she already be an old woman and near death through age? These difficulties, furthermore, will become greater if this search be drawn back to the year 373, or to 372. Yet however plausible these objections may seem, they do not move us in the very least from our former opinion: for those