Migne Reading Room

PG 48 · cols. 599–604 · Read from the page

To a younger widow, two treatises

To a younger widow, two treatises

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:599Read from the page
ΕΙΣ ΝΕΩΤΕΡΑΝ ΧΗΡΕΥΣΑΣΑΝ (a).
TO A YOUNG WIDOW.
αʹ. Ὅτι μὲν χαλεπὴν ἔλαβες τὴν πληγήν, καὶ ἐν καιρίῳ τὸ πεμφθὲν καὶ ἄνωθεν ἐδέξω τὸ βέλος, ἅπαντες ἄν σοι συνομολογήσαιεν, καὶ οὐδὲ τῶν σφόδρα φιλοσοφούντων οὐδεὶς ἀντερεῖ· ἐπεὶ δὲ τοὺς πληττομένους οὐκ εἰς πένθος καὶ δάκρυα τὸν ἅπαντα χρόνον ἀναλίσκειν δεῖ, ἀλλὰ καὶ τῆς θεραπείας τῶν τραυμάτων πολλὴν ποιεῖσθαι τὴν πρόνοιαν, ὥστε μὴ παροφθέντα μείζονα τοῖς δάκρυσι παρασχεῖν τὴν πληγήν, καὶ τῆς ὀδύνης σφοδροτέραν τὴν φλόγα ἐργάσασθαι, καλὸν καὶ τῆς διὰ τῶν λόγων ἀνασχέσθαι παρακλήσεως, καὶ τοὺς κρουνοὺς μικρὸν ἀνασχοῦσαν τῶν δακρύων χρόνον γοῦν βραχὺν καὶ τοῖς παραμυθεῖσθαί σε ἐπιχειροῦσι παρασχεῖν σεαυτήν. Διὰ γάρ τοι τοῦτο καὶ ἡμεῖς οὐ παρ' αὐτὴν τοῦ πένθους τὴν ἀκμήν, οὐδ' ἅμα τῷ κατενεχθῆναι τὸν σκηπτὸν ἠνωχλήσαμεν· ἀλλ' ἀναμείναντες τὸν ἐν μέσῳ τουτονὶ χρόνον, καὶ συγχωρήσαντες ἐμπλησθῆναί σε τῶν ὀδυρμῶν, ὅτε λοιπὸν καὶ διαβλέψαι μικρὸν ἀπὸ τῆς ἀχλύος ἐκείνης, καὶ τὰς ἀκοὰς παρανοῖξαι δεδύνησαι τοῖς σε παρακαλεῖν πειρωμένοις, τότε καὶ αὐτοὶ μετὰ τοὺς τῶν θεραπαινίδων λόγους καὶ τὰ παρ' ἑαυτῶν προστεθείκαμεν. Ἔτι μὲν γὰρ τοῦ χειμῶνος ὄντος σφοδροῦ, καὶ πολλοῦ τοῦ πένθους πνέοντος, ὁ παρακαλῶν ἀποσχέσθαι τῆς λύπης πλέον ἂν παρώξυνε πρὸς τὰς οἰμωγάς, καὶ τὸ μισηθῆναι κερδάνας μόνον ὕλην ἂν πολλὴν τοῖς τοιούτοις λόγοις παρέσχε τῷ πυρὶ μετὰ τοῦ καὶ ἐχθροῦ καὶ ἀνοήτου δόξαν λαβεῖν· ἐπειδὴ δὲ λοιπὸν ἤρξατο λήγειν ἡ ζάλη, καὶ τὸ τῶν κυμάτων ἄγριον κατεστόρεσεν ὁ Θεὸς, εὐκόλως τοῦ λόγου τὰ ἱστία ἀναπετάσομεν. Ἐν συμμέτρῳ μὲν γὰρ χειμῶνι δυνήσεται ἴσως ἡ τέχνη ποιῆσαι τὸ ἑαυτῆς· ὅταν δὲ ἄμαχος ᾖ τῶν πνευμάτων ἡ προσβολὴ, τῆς ἐμπειρίας ὄφελος οὐδέν. Διὰ ταῦτα πάντα τὸν ἔμπροσθεν χρόνον σιγήσαντες, μόλις καὶ νῦν ἐπεχειρήσαμεν ῥῆξαι φωνήν, ἐπειδὴ παρὰ τοῦ θείου ἠκούσαμεν τοῦ σοῦ, ὅτι λοιπὸν χρὴ θαῤῥεῖν· καὶ γὰρ καὶ τῶν θεραπαινίδων τὰς ἐν τιμῇ κατατολμᾷν ὑπὲρ τούτων μακροὺς ἀποτείνειν λόγους, τάς τε ἔξωθεν γυναῖκας, καὶ τὰς γένει προσηκούσας, καὶ τὰς ἄλλως πως ἐπιτηδείως ἐχούσας. Ὅτι δὲ τοὺς παρ' ἐκείνων δεχομένη λόγους οὐκ ἀτιμάσεις τοὺς παρ' ἡμῶν, ἀλλὰ καὶ ἡσυχίαν καὶ ἀταραξίαν παρέξεις αὐτοῖς κατὰ δύναμιν, σφόδρα θαῤῥοῦμεν καὶ πεπιστεύκαμεν. Καὶ ἄλλως μὲν οὖν τὸ γυναικεῖον γένος ἐπιῤῥεπέστερόν πώς ἐστι πρὸς συμπάθειαν· ὅταν δὲ καὶ νεότης προσῇ, καὶ χηρεία ἄωρος, καὶ πραγμάτων ἀπειρία, καὶ φροντίδων ὄχλος πολὺς, καὶ τὸ ἐν τρυφῇ καὶ εὐθυμίᾳ καὶ πλούτῳ
1. That you have received a grievous blow, and have welcomed in a vital part the shaft dispatched even from above, all men would acknowledge to you, and not even among those who practise strict philosophy will anyone gainsay it; yet since those who are smitten ought not to expend all their time upon mourning and tears, but also to take great forethought for the healing of their wounds, lest, being overlooked, they afford a greater wound through tears and kindle a fiercer flame of anguish, it is good also to bear with the exhortation conveyed through words, and, checking a little the streams of tears, for a brief season at least to lend yourself also to those who endeavour to console you. For this very reason we too did not trouble you at the very height of your grief, nor the moment the thunderbolt struck; rather, having waited out this intervening time and allowed you to take your fill of lamentations, when at length you have been able to peer out a little from that mist and to open your ears to those trying to comfort you, then we ourselves also, after the words of your maidservants, have added our own counsels as well. For while the tempest was still violent and heavy grief was blowing, one exhorting you to refrain from sorrow would have provoked you all the more to wailings, and, gaining only hatred, would by such words have supplied abundant fuel to the fire, along with winning the reputation of an enemy and a fool; but now that the squall has begun to abate and God has calmed the ferocity of the billows, we shall easily unfurl the sails of discourse. For in a moderate storm skill will perhaps be able to do its part; whereas when the onslaught of the winds is irresistible, experience is of no avail. Having kept silent throughout all the preceding time on this account, scarcely even now have we ventured to break into speech, after we heard from your uncle that henceforth one ought to take courage: for even those of your maidservants held in honour dare to deliver long discourses upon these matters, as well as women from without, both those related by birth and those otherwise suitably disposed. That in receiving the words spoken by them you will not slight those from us, but will accord them quiet and calmness to the best of your power, we are strongly confident and persuaded. Even otherwise, indeed, womankind is somewhat more inclined to sympathy; and when youth also is present, and untimely widowhood, and inexperience of affairs, and a great throng of anxieties, and the fact of having in luxury and cheerfulness and wealth
PG 48:600Read from the page
τὸν ἔμπροσθεν ἅπαντα τετράφθαι χρόνον, πολλαπλάσιον γίνεται τὸ δεινὸν, κἂν ἡ τοῦτο παθοῦσα μὴ τῆς ἄνωθεν τύχῃ ῥοπῆς, καὶ ὁ τυχὼν αὐτὴν λογισμὸς καταλῦσαι δυνήσεται, ὅπερ πρῶτον καὶ μέγιστον τῆς πολλῆς περὶ σὲ τοῦ Θεοῦ κηδεμονίας τίθεμαι εἶναι τεκμήριον. Τὸ γὰρ τοσούτων συνδραμόντων ἐξαίφνης κακῶν μὴ ἀποπνιγῆναι τῇ λύπῃ, μηδὲ τῶν κατὰ φύσιν ἐκστῆναι φρενῶν, οὐκ ἀνθρωπίνης τινὸς βοηθείας ἦν, ἀλλὰ τῆς τὰ πάντα δυναμένης χειρὸς, τῆς συνέσεως, ἧς οὐκ ἔστιν ἀριθμὸς, τῆς φρονήσεως, ἧς οὐκ ἔστιν ἐξεύρεσις, τοῦ Πατρὸς τῶν οἰκτιρμῶν καὶ Θεοῦ πάσης παρακλήσεως. Αὐτὸς γὰρ πέπαικεν ἡμᾶς, φησὶ, καὶ ἰάσεται ἡμᾶς· πατάξει, και μοτώσει ἡμᾶς καὶ ὑγιάσει ἡμᾶς.
been reared throughout all the former time, the calamity becomes many times greater, and unless she who has suffered this obtains aid from above, even any chance thought will be able to undo her—which very thing I reckon to be the first and greatest proof of God's abundant care concerning you. For when so many evils rushed together all of a sudden, not to have been choked by grief nor driven out of your natural wits belonged not to any human succour, but to the hand that can do all things, to the understanding whereof there is no number, to the prudence past finding out, to the Father of mercies and God of all consolation. For He Himself has struck us, it says, and He will heal us; He will smite, and dress our wounds with lint, and make us whole.
Ἕως μὲν γάρ σοι συνῆν ὁ μακάριος ἐκεῖνος ἀνὴρ, ἀπέλαυες μὲν τιμῆς καὶ φροντίδος καὶ σπουδῆς, ἀπέλαυες δὲ οἵας παρὰ ἀνθρώπου ἀπολαύειν εἰκὸς ἦν· ἐπειδὴ δὲ ἐκεῖνον ἔλαβε πρὸς ἑαυτὸν ὁ Θεὸς, ἀντ' ἐκείνου σοι γέγονεν αὐτός. Καὶ οὐκ ἐμὸς οὗτος ὁ λόγος, ἀλλὰ τοῦ μακαρίου προφήτου Δαυῒδ· φησὶ γάρ· Ὀρφανὸν καὶ χήραν ἀναλήψεται. Καὶ ἀλλαχοῦ δὲ αὐτὸν πατέρα καλεῖ τῶν ὀρφανῶν, καὶ κριτὴν τῶν χηρῶν· οὕτω πολλὴν ὑπὲρ τούτου τοῦ γένους πολλαχοῦ ποιούμενον αὐτὸν ὄψει τὴν σπουδήν.
For so long as that blessed man lived with you, you enjoyed honour and care and devotion, yet you enjoyed such as it was natural to enjoy from a man; whereas since God took him to Himself, He Himself has taken his place for you. And this saying is not mine, but that of the blessed prophet David; for he says: The orphan and the widow He will take up. And elsewhere too he calls Him Father of the orphans and Judge of the widows; so great a zeal you will see Him devoting in many places on behalf of this class.
βʹ. Ἵνα δὲ μὴ συνεχῶς τοῦτο λεγόμενον τὸ ὄνομα στρέφῃ σου τὴν ψυχὴν, καὶ συγχέῃ σου τὸν λογισμὸν, ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει ἐπελθὸν, ὑπὲρ τούτου διαλεχθῆναι βούλομαι πρῶτον καὶ δεῖξαι ὅτι οὐ συμφορᾶς, ἀλλὰ τιμῆς ἐστιν ὄνομα [τὸ τῆς χηρείας ὄνομα], καὶ τιμῆς τῆς μεγίστης. Μὴ γάρ μοι τὴν τῶν πολλῶν δόξαν τὴν πεπλανημένην εἰς μαρτυρίαν ἀγάγῃς, ἀλλὰ τοῦ μακαρίου Παύλου, μᾶλλον δὲ τοῦ Χριστοῦ τὴν νομοθεσίαν. Ἃ γὰρ ἐκεῖνος ἐφθέγγετο, ταῦτα ὁ Χριστὸς ἐλάλει δι' αὐτοῦ, καθὼς καὶ αὐτὸς ἔλεγεν, Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ ; Τί οὖν φησι ; Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα· καὶ πάλιν· Νεωτέρας δὲ χήρας παραιτοῦ· δι' ἀμφοτέρων τοῦ πράγματος ἡμῖν τὸ μέγεθος παραστῆσαι βουλόμενος. Καὶ περὶ μὲν ἐπισκόπων διαταττόμενος οὐδαμοῦ τίθησιν ἐτῶν ἀριθμὸν, ἐνταῦθα δὲ πολλὴν ποιεῖται τὴν ἀκρίβειαν. Τί δήποτε ; Οὐχ ὅτι ἡ χηρεία μείζων ἱερωσύνης ἐστὶν, ἀλλ' ὅτι μείζονα αὗται πόνον ἐκείνων ἔχουσι, πραγμάτων αὐτὰς πολλῶν πολλαχόθεν περιῤῥεόντων, δημοσίων καὶ ἰδιωτικῶν. Καθάπερ γὰρ πόλις ἀτείχιστος εἰς μέσον ἅπασι τοῖς βουλομένοις ἁρπάζειν πρόκειται, οὕτω καὶ κόρη χηρείᾳ συζῶσα πολλοὺς ἔχει πανταχόθεν τοὺς ἐπιβουλεύοντας, οὐ τοὺς τῶν χρημάτων αὐτῆς ἐφιεμένους μόνον, ἀλλὰ καὶ τοὺς τὴν σωφροσύνην αὐτῆς
2. Yet lest this word, continually spoken, should wring your soul and confound your reason, having come upon you in the very flower of your age, I wish first to discourse concerning this and to show that it is a name not of calamity, but of honour [the name of widowhood], and of the very highest honour. Do not bring forward to me in testimony the misguided opinion of the multitude, but the legislation of the blessed Paul, or rather of Christ. For the things that he uttered, these Christ spoke through him, just as he himself also said, Since you seek a proof of Christ speaking in me? What then does he say? Let a widow be enrolled at no less than sixty years of age; and again: But refuse younger widows; wishing by both precepts to set before us the magnitude of the matter. And in giving orders concerning bishops he nowhere lays down a number of years, whereas here he exercises great exactness. Why on earth? Not because widowhood is greater than priesthood, but because these women have greater toil than those men, many affairs pouring round them from many quarters, both public and private. For just as an unwalled city lies exposed in the midst to all who wish to plunder it, so also a young woman living in widowhood has many plotting against her from every side, not only those who covet her money, but also those who her modesty
Notes, col. 600

On the reading

Printed και, for καὶ.

PG 48:601Read from the page
διαφθεῖραι σπεύδοντας. Καὶ οὐ ταύτας μόνον, ἀλλὰ καὶ ἑτέρας πρὸς τὸ πεσεῖν αὐτὴν ἀφορμὰς προσγενομένας εὑρήσομεν. Καὶ γὰρ οἰκέται καταφρονοῦντες, καὶ πράγματα ἀμελούμενα, καὶ τὸ μηκέτι ἐν τῇ προτέρᾳ εἶναι τιμῇ, καὶ τὸ τὰς ὁμήλικας εὖ πραττούσας ὁρᾷν, πολλάκις δὲ καὶ τὸ τρυφῆς ἐπιθυμεῖν, δευτέροις αὐτὰς ἔπεισεν ὁμιλῆσαι γάμοις.
hasten to corrupt. And not only these, but other occasions also accruing to make her fall we shall find. For disdainful servants, and neglected affairs, and no longer being in her former honour, and seeing peers of her own age faring well, and often also the desire for luxury, have persuaded them to enter into second marriages.
Εἰσὶ δὲ αἳ νόμῳ μὲν γάμου οὐκ ἐθέλουσι συγγενέσθαι τοῖς ἀνδράσι, λάθρα δὲ καὶ μετὰ τοῦ κρύπτεσθαι. Τοῦτο δὲ ποιοῦσιν, ἵνα τὰ ἐγκώμια τῆς χηρείας καρπώσωνται· οὕτως οὐκ ἐπονείδιστον, ἀλλὰ θαυμαστὸν καὶ τιμῆς ἄξιον τὸ πρᾶγμα παρὰ ἀνθρώποις εἶναι δοκεῖ, οὐ παρ' ἡμῖν μόνον τοῖς πιστοῖς, ἀλλὰ καὶ τοῖς ἀπίστοις αὐτοῖς. Καὶ γὰρ ἐγώ ποτε νέος ἔτι ὢν, τὸν σοφιστὴν τὸν ἐμὸν (πάντων δὲ ἀνδρῶν δεισιδαιμονέστερος ἐκεῖνος ἦν) οἶδα ἐπὶ πολλῶν τὴν μητέρα τὴν ἐμὴν θαυμάζοντα. Τῶν γὰρ παρακαθημένων αὐτῷ πυνθανόμενος, οἷα εἴωθε, τίς εἴην ἐγὼ, καὶ τίνος ειπόντος, ὅτι χήρας γυναικὸς, ἐμάνθανε παρ' ἐμοῦ τήν τε ἡλικίαν τῆς μητρὸς καὶ τῆς χηρείας τὸν χρόνον· ὡς δὲ εἶπον, ὅτι ἐτῶν τεσσαράκοντα γεγονυῖα εἴκοσιν ἔχει λοιπὸν, ἐξ οὗ τὸν πατέρα ἀπέβαλε τὸν ἐμὸν, ἐξεπλάγη, καὶ ἀνεβόησε μέγα, καὶ πρὸς τοὺς παρόντας ἰδών· Βαβαὶ, ἔφη, οἷαι παρὰ Χριστιανοῖς γυναῖκές εἰσι. Τοσούτου οὐ παρ' ἡμῖν μόνον, ἀλλὰ καὶ παρὰ τοῖς ἔξωθεν τὸ πρᾶγμα ἀπολαύει τοῦ θαύματος καὶ τοῦ ἐπαίνου. Ἅπερ ἅπαντα συνιδὼν ὁ μακάριος Παῦλος, ἔλεγε· Χήρα καταλεγέσθω, μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα. Καὶ οὐδὲ μετὰ τὴν τοσαύτην τῶν χρόνων μαρτυρίαν ἀφίησιν αὐτὴν εἰς τὸν ἅγιον τοῦτον ταγῆναι χορὸν, ἀλλὰ καὶ ἕτερα προστίθησι λέγων, Ἐν ἔργοις ἀγαθοῖς μαρτυρουμένη, ει ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, ει ἁγίων πόδας ἔνιψεν, ει θλιβομένοις ἐπήρκεσεν, ει παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησε. Βαβαὶ τῆς δοκιμασίας καὶ τῆς βασάνου, ὅσην παρὰ τῆς χήρας ἀπαιτεῖ τὴν ἀρετὴν καὶ πῶς ἀκριβολογεῖται! οὐκ ἂν τοῦτο ποιήσας, ει μὴ πρᾶγμα τίμιον καὶ σεμνὸν ἔμελλεν ἐμπιστεύειν αὐτῇ. Καὶ, Νεωτέρας δὲ, φησὶ, χήρας παραιτοῦ. Εἶτα καὶ τὴν αἰτίαν προστίθησιν· Ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσι. Διὰ τούτου γὰρ ἡμῖν τοῦ ῥήματος αἰνίττεται, ὅτι αἱ τοὺς ἄνδρας ἀποβαλοῦσαι ἀντ' ἐκείνων ἁρμόττονται τῷ Χριστῷ. Ὅρα πῶς δεικνὺς τὴν ἁρμονίαν ταύτην ῥᾴονα οὖσαν καὶ ἐπιεικῆ, τοῦτο τίθησι· λέγω δὲ τὸ, Ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσι, καθάπερ τινὸς ἀνδρὸς ἐπιεικοῦς, καὶ οὐ μετ' ἐξουσίας αὐταῖς κεχρημένου, ἀλλ' ἐῶντος ἐν ἐλευθερίᾳ ζῆν. Καὶ οὐδὲ μέχρι τούτων τὸν λόγον ἔστησεν, ἀλλὰ καὶ ἑτέρωθι πάλιν πολλὴν ὑπὲρ αὐτῆς τὴν φροντίδα πεποίηται λέγων· Ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν· ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπισεν ἐπὶ τὸν Θεὸν, καὶ προσμένει ταῖς δεήσεσι
And there are women who are unwilling to be joined to men by the law of marriage, yet do so secretly and under cover of concealment. They do this so that they may reap the praises of widowhood: to such a degree does the state seem among mankind not reproachful, but admirable and worthy of honour, not only among us believers, but even among unbelievers themselves. For I myself once, while still a youth, knew my rhetoric master (and he was the most superstitious of all men) to marvel at my mother before many people. Inquiring, as was his custom, of those seated beside him who I might be, and upon someone's saying that I was the son of a widowed woman, he learned from me both my mother's age and the length of her widowhood; and when I told him that, being forty years old, she had now spent twenty years since she lost my father, he was astounded and cried out aloud, and, looking at those present: Bless me, said he, what women there are among the Christians! So great is the wonder and praise that the state enjoys not only among us, but also among those outside. Perceiving all these things, the blessed Paul said: Let a widow be enrolled at no less than sixty years of age. And not even after so great a testimony of years does he suffer her to be asigned to this holy choir, but adds further conditions as well, saying, Wellattested in good works, if she has brought up children, if she has shown hospitality, if she has washed the saints' feet, if she has relieved the afflicted, if she has followed after every good work. Oh, the scrutiny and the test—how great a virtue he demands of the widow, and how minutely he examines! He would not have done this had he not been about to entrust to her an honourable and venerable charge. And, But younger widows, says he, refuse. Then he adds the reason too: For when they have grown wanton against Christ, they wish to marry. By this expression he hints to us that women who have lost their husbands are betrothed in their stead to Christ. See how, in showing this union to be easy and gentle, he sets down this phrase—I mean, For when they have grown wanton against Christ, they wish to marry—as though speaking of some gentle husband who uses no harsh authority over them, but suffers them to live in freedom. Nor did he bring his discourse to a halt at this point, but elsewhere again he has exercised great care on her behalf, saying: She who lives in self-indulgence is dead even while she lives; whereas she who is truly a widow and left alone has set her hope upon God, and continues in supplications
Notes, col. 601

On the reading

Printed ειπόντος, for εἰπόντος.

Printed ει, for εἰ.

PG 48:602Read from the page
καὶ ταῖς προσευχαῖς ἡμέρας καὶ νυκτός. Καὶ Κορινθίοις ἐπιστέλλων φησί· Μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτω μείνῃ. Εἶδες ὅσα τῆς χηρείας τὰ ἐγκώμια, καὶ ταῦτα ἐν τῇ Καινῇ, ὅτε καὶ τὸ τῆς παρθενίας διέλαμψε καλόν ; ἀλλ' ὅμως οὐδὲ τότε τὰς μαρμαρυγὰς αὐτῆς ἀποκρύψαι ἴσχυσεν ἡ ταύτης φαιδρότης, ἀλλὰ διαλάμπει καὶ οὕτω τὴν οἰκείαν ἔχουσα ἀρετήν. Ὅταν οὖν μνημονεύωμεν μεταξὺ χηρείας, μὴ καταπέσῃς, μηδὲ ὄνειδος τὸ πρᾶγμα νόμιζε· εἰ γὰρ τοῦτο ἐπονείδιστον, πολλῷ μᾶλλον ἡ παρθενία. Ἀλλ' οὐκ ἔστιν, οὐκ ἔστι, μὴ γένοιτο. Ὅπου γὰρ τὰς ἔτι περιόντων ἀπεχομένας τῶν ἀνδρῶν θαυμάζομεν ἅπαντες καὶ ἀποδεχόμεθα, τὰς καὶ ἀπελθόντων αὐτῶν τὴν αὐτὴν περὶ αὐτοὺς ἐπιδεικνυμένας εὔνοιαν, πῶς οὐκ ἐκπλήττεσθαι δεῖ καὶ ἐπαινεῖν ; Ἕως μὲν οὖν, ὅπερ ἔφην, συνῆς τῷ μακαρίῳ Θηρασίῳ, καὶ τιμῆς καὶ προνοίας ἀπέλαυσας, οἵας παρὰ ἀνθρώπου ἀπολαύειν εἰκός· νῦν δὲ εἰς τὴν ἐκείνου τάξιν ἔχεις τὸν ἁπάντων Δεσπότην Θεὸν, ὃς καὶ πάλαι σου προεστὼς μειζόνως καὶ μετὰ πλείονος τοῦτο ποιήσει τῆς σπουδῆς νῦν· καὶ τῆς πολλῆς αὐτοῦ προνοίας οὐ μικρὸν, ὥσπερ ἔφθην εἰπὼν, τεκμήριον ἔδειξεν ἡμῖν ἤδη, ἐν τοσαύτῃ καμίνῳ φροντίδων καὶ λύπης ὑγιῆ καὶ ἀνέπαφόν σε διαφυλάξας, καὶ μηδὲν ἀφεὶς τῶν ἀβουλήτων παθεῖν. Ὁ δὲ ἐν τοσούτῳ σάλῳ μηδὲν συγχωρήσας γίνεσθαι ναυάγιον, πολλῷ μᾶλλον ἐν γαλήνῃ διατηρήσει τὴν σὴν ψυχὴν καὶ κούφην ποιήσει τὴν χηρείαν, καὶ τὰ ἐκ ταύτης δοκοῦντα εἶναι δεινά.
and prayers night and day. And in writing to the Corinthians he says: Yet she is more blessed if she remains as she is. Have you seen how many are the praises of widowhood, and that too in the New Covenant, when the beauty of virginity also shone forth? Yet even then the radiance of the latter did not prevail to eclipse its gleams, but it shines brightly even so, possessing its own proper virtue. Whenever, therefore, in the course of speech we make mention of widowhood, do not sink down in spirit, nor deem the matter a reproach: for if this were shameful, much more so would virginity be. But it is not, it is not—far be it! For where we all marvel at and welcome those women who abstain from their husbands while they are still alive, how ought we not to be amazed at and praise those who display the very same devotion towards them even after they have departed? So long, then, as I was saying, as you lived with the blessed Therasius, you enjoyed both honour and provident care, such as it is natural to enjoy from a man; whereas now in his place you have the Master of all, God, Who, having stood over you of old as well, will do this now in greater measure and with fuller earnestness; and He has already shown us no small proof of His abundant providence, just as I said before, by preserving you sound and unscathed in so great a furnace of cares and sorrow, and suffering you to experience no untoward harm. And He Who allowed no shipwreck to take place in so great a swell will much more preserve your soul in calm weather and make widowhood light, as well as the hardships that seem to spring from it.
γʹ. Εἰ δέ σε οὐ τὸ τῆς χηρείας ὄνομα θορυβεῖ, ἀλλὰ τὸ ἄνδρα τοιοῦτον ἀποβαλεῖν, συνομολογῶ μέν σοι κἀγὼ πανταχοῦ γῆς ὀλίγους γεγενῆσθαι τοιούτους ἐν ἀνδράσι βιωτικοῖς φιλοστόργους, ἐπιεικεῖς, ταπεινοὺς, ἀπλάστους, συνετοὺς, εὐλαβεῖς. Ἀλλ' εἰ μὲν διελύετο παντελῶς, καὶ εἰς τὸ μηδὲν ἔληγεν, ἔδει θορυβεῖσθαι καὶ ἀλγεῖν· εἰ δὲ εἰς τὸν εὔδιον κατέπλευσε λιμένα, καὶ πρὸς τὸν ὄντως αὐτοῦ βασιλέα ἀποδεδήμηκεν, οὐ πενθεῖν ὑπὲρ τούτων, ἀλλὰ καὶ χαίρειν δεῖ. Οὐ γὰρ θάνατος ὁ θάνατος οὗτος, ἀλλ' ἀποδημία καὶ μετάστασίς τις ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ βελτίω, ἀπὸ τῆς γῆς πρὸς τὸν οὐρανὸν, ἀπὸ τῶν ἀνθρώπων πρὸς ἀγγέλους καὶ ἀρχαγγέλους καὶ τὸν τῶν ἀγγέλων καὶ ἀρχαγγέλων Δεσπότην. Ἐνταῦθα μὲν γὰρ ἐπὶ τῆς γῆς στρατευόμενον βασιλεῖ καὶ κινδύνους ἦν προσδοκᾷν, καὶ πολλὰς παρὰ τῶν φθονούντων τὰς ἐπιβουλάς· ὅσῳ γὰρ αὐτῷ τὰ τῆς εὐδοκιμήσεως ηὔξετο, τοσούτῳ καὶ τὰ παρὰ τῶν ἐχθρῶν ἐπλεόναζεν· ἐκεῖ δὲ ἀπελθόντα οὐκ ἔστιν ὑποπτεῦσαι τούτων οὐδέν. Ὥστε ὅσῳπερ ἂν πενθῇς ὅτι χρηστὸν ὄντα καὶ ἐνάρετον ἔλαβεν ὁ Θεὸς, τοσούτῳ χαίρειν δεῖ ὅτι μετὰ πολλῆς τῆς ἀσφαλείας καὶ τῆς δόξης ἀποδεδήμηκε, καὶ τῆς ἐν τῷ παρόντι κινδύνῳ ταραχῆς ἀπαλλαγεὶς, ἐστὶν ἐν εἰρήνῃ καὶ ἡσυχίᾳ πολλῇ. Πῶς γὰρ οὐκ ἄτοπον τὸν μὲν οὐρανὸν πολλῷ βελτίω τῆς γῆς εἶναι ὁμολογεῖν, τοὺς δὲ ἀπὸ ταύτης ἐκεῖ μεταστάντας πενθεῖν ; Εἰ μὲν γὰρ τῶν αἰσχρῶς βεβιωκότων καὶ παρὰ τὸ τῷ Θεῷ δοκοῦν ὁ μακάριος
3. Now if what troubles you is not the name of widowhood, but the loss of such a husband, I too readily agree with you that everywhere on earth few such men have arisen among those engaged in worldly life—so affectionate, gentle, humble, unaffected, prudent, devout. Yet if he had been utterly dissolved and had ended in nothingness, one ought to be disquieted and grieve; whereas if he has sailed into the calm haven, and has departed to Him Who is truly his King, one ought not to mourn over these things, but rather to rejoice. For this death is not death, but a journey abroad and a transference from worse things to better, from earth to heaven, from men to angels and archangels and the Master of angels and archangels. For here upon earth, serving in the emperor's army, one had to expect dangers as well, and many plots from the envious; for in proportion as his high repute increased, so much the more did hostile schemes from his enemies multiply; whereas once he has departed thither, none of these things can be suspected. Consequently, in proportion as you mourn because God has taken one who was good and virtuous, all the more ought you to rejoice that he has departed in great security and glory, and, freed from the tumult of present peril, abides in deep peace and tranquillity. For how is it not absurd to confess that heaven is far better than earth, and yet to mourn those who have passed over from this world thither? For had the blessed man been one of those who lived basely and contrary to what pleases God,
PG 48:603Read from the page
ἐκεῖνος ἦν, ἔδει κόπτεσθαι καὶ θρηνεῖν, οὐκ ἀπελθόντα μόνον, ἀλλὰ καὶ ζῶντα ἐκεῖνον· ἐπειδὴ δὲ τῶν αὐτῷ φίλων καὶ οὗτος εἷς ἐτύγχανεν ὢν, οὐ ζῶντι μόνον, ἀλλὰ καὶ κοιμηθέντι συνήδεσθαι χρή. Καὶ ὅτι τοῦτο ποιεῖν δεῖ, τοῦ μακαρίου Παύλου πάντως ἤκουσας λέγοντος· Τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι πολλῷ μᾶλλον κρεῖσσον. Ἀλλὰ ῥημάτων ἴσως ποθεῖς ἀκοῦσαι τῶν ἐκείνου, καὶ φιλίας ἀπολαῦσαι τῆς πρὸς αὐτὸν, καὶ συνήθειαν ἐπιζητεῖς, καὶ δόξαν τὴν δι' αὐτὸν, καὶ λαμπρότητα καὶ τιμὴν καὶ ἀσφάλειαν, καὶ ταῦτά τε πάντα φροῦδα γενόμενα θορυβεῖ καὶ σκοτοῖ. Τὴν μὲν οὖν φιλίαν τὴν πρὸς ἐκεῖνον ἔξεστί σοι φυλάττειν καὶ νῦν ὁμοίως, ὥσπερ καὶ πρότερον.
one ought to beat the breast and lament him, not only now that he has departed, but even while he was alive; whereas since he too happened to be one of those dear to Him, one must rejoice with him not only in life, but also now that he has fallen asleep. And that one ought to do this, you have assuredly heard the blessed Paul saying: To depart and be with Christ is far better. Yet perhaps you long to hear his words, and to enjoy the affection you bore towards him, and you seek his companionship, and the glory that came through him, and the splendour and honour and security, and the vanishing of all these things disturbs and darkens your mind. Well then, your affection towards him it is in your power to keep even now in like manner as before.
Τοιαύτη γὰρ ἡ τῆς ἀγάπης δύναμις· οὐ τοὺς παρόντας μόνον καὶ πλησίον ὄντας ἡμῶν καὶ ὁρωμένους, ἀλλὰ καὶ τοὺς μακρὰν ἀφεστῶτας περιλαμβάνει καὶ συγκολλᾷ καὶ συνδεῖ· καὶ οὔτε χρόνου πλῆθος, οὔτε ὁδῶν διάστημα, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν ψυχῆς φιλίαν διακόψαι δύναιτ' ἂν καὶ διατεμεῖν. Εἰ δὲ καὶ πρόσωπον αὐτὸν βούλει πρὸς πρόσωπον ἰδεῖν (τοῦτο γὰρ οἶδα ὅτι μάλιστα ποθεῖς), διαφύλαξον αὐτῷ τὴν εὐνὴν ἀνέπαφον ἀνδρὸς ἑτέρου, καὶ βίον ἐπιδείξασθαι σπούδασον ἴσον ἐκείνῳ, καὶ πάντως εἰς τὸν αὐτὸν ἀπελεύσῃ χορὸν αὐτῷ, οὐ πέντε ἔτη καθάπερ ἐνθάδε, οὐδὲ εἴκοσι καὶ ἑκατὸν, οὐδὲ χίλια καὶ δὶς τοσαῦτα, οὐδὲ μύρια καὶ πολλάκις τοσαῦτα, ἀλλὰ τοὺς ἀπείρους καὶ ἀτελευτήτους αἰῶνας αὐτῷ συνοικήσουσα. Τοὺς γὰρ τῆς ἀναπαύσεως τόπους ἐκείνους οὐχ αἱ συγγένειαι αἱ σωματικαὶ, ἀλλ' ἡ τῶν βίων ἰσότης κληρονομεῖν πέφυκεν. Εἰ γὰρ καὶ τὸν Λάζαρον ἀγνῶτα ὄντα τῷ Ἀβραὰμ εἰς τοὺς αὐτοὺς αὐτῷ κόλπους ἤγαγε, καὶ πολλοὺς ἀπὸ ἀνατολῶν καὶ δυσμῶν μετ' ἐκείνου ἀνακλιθῆναι παρασκευάζει τὸ τῆς πολιτείας ἀπαράλλακτον, καὶ σὲ μετὰ τοῦ καλοῦ Θηρασίου ὁ τῆς ἀνέσεως ἐκδέξεται τόπος, ἂν ἐκείνῳ τὸν βίον θέλῃς ἐπιδείξασθαι τὸν αὐτόν· καὶ τότε αὐτὸν οὐκ ἐν τούτῳ τῷ κάλλει τοῦ σώματος, ὅπερ ἔχων ἀπῆλθεν, ἀπολήψῃ πάλιν, ἀλλ' ἐν ἑτέρᾳ τινὶ μαρμαρυγῇ καὶ φαιδρότητι μᾶλλον τῶν ἡλιακῶν ἀκτίνων ἀπολαμπούσῃ.
For such is the power of love: it embraces and welds together and unites not only those who are present and near to us and seen, but even those removed far away; and neither length of time, nor distance of roads, nor anything else of that sort could cleave and sever the friendship of a soul. And if you wish also to behold him face to face (for I know that you long for this most of all), keep your marriage-bed untouched for him by another husband, and strive to exhibit a life equal to his, and you will assuredly depart into the very same choir with him, to dwell together with him not for five years as here, nor for twenty and a hundred, nor for a thousand and twice as many, nor for ten thousand and many times as many, but throughout the boundless and endless ages. For not bodily kinships, but equality of lives is wont to inherit those regions of repose. For if unvarying likeness of conduct led even Lazarus, though unknown to Abraham, into the latter's very bosom, and prepares many from east and west to recline at table with him, the place of rest will receive you also along with the noble Therasius, if you are willing to display the same life as his; and then you will receive him back not in this beauty of body which he possessed when he departed, but in some other gleaming lustre and radiance shining forth more brightly than the sun's rays.
Τοῦτο γὰρ τὸ σῶμα, κἂν ἐν ὕψει τρέχῃ πολλῷ, φθαρτὸν ὅμως ἐστί· τὰ δὲ σώματα τῶν εὐηρεστηκότων τῷ Θεῷ τοσαύτην ἐνδύσεται δόξαν, ὅσην οὐδὲ ἰδεῖν ἔνι τούτοις τοῖς ὀφθαλμοῖς. Καὶ τούτων ἡμῖν σημεῖά τινα καὶ ἴχνη ἀμυδρὰ καὶ ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Καινῇ δοθῆναι παρεσκεύασεν ὁ Θεός. Ἐκεῖ μὲν γὰρ τὸ πρόσωπον τοῦ Μωϋσέως τοσαύτῃ κατελάμπετο δόξῃ τότε, ὡς ἀπρόσιτον εἶναι τοῖς τῶν Ἰσραηλιτῶν ὀφθαλμοῖς· ἐν δὲ τῇ Καινῇ τούτου πολλῷ πλέον ἐξέλαμψε τὸ τοῦ Χριστοῦ. Εἰπὲ γάρ μοι, εἰ βασιλέα τις αὐτὸν ἐπηγγέλλετο πάσης ποιῆσαι τῆς γῆς, εἶτα ἐτῶν εἴκοσι χρόνον ἀποστῆναί σε ἐκέλευσεν ὑπὲρ τούτου, καὶ μετὰ ταῦτά σοι μετὰ τοῦ διαδήματος καὶ τῆς ἁλουργίδος ἀποδώσειν αὐτὸν ἐπηγγέλλετο, καὶ πάλιν εἰς τὴν αὐτὴν τάξειν ἐκείνῳ τιμὴν, ἆρα οὐκ ἂν τὸν χωρισμὸν πράως ἐνέγκῃς καὶ μετὰ σωφροσύνης τῆς προσηκούσης ; ἆρα οὐκ ἂν ἠσμένισας τῷ
For this body, even if it rises to a great height of beauty, is nevertheless mortal; whereas the bodies of those who have been well-pleasing to God will put on a glory so great as it is not even possible to behold with these eyes. And of these things God arranged that certain signs and faint traces should be given to us both in the Old Covenant and in the New. For there the countenance of Moses shone with such glory at that time as to be unapproachable to the eyes of the Israelites; while in the New, that of Christ shone forth far more brightly than this. Tell me, if someone promised to make him king of the whole earth, and then commanded you to stay apart for a period of twenty years for the sake of this, and promised to restore him to you afterwards with the diadem and the purple robe, and to set you once more in the same honour with him, would you not bear the separation meekly and with befitting self-restraint? Would you not have welcomed gladly the
PG 48:604Read from the page
δώρῳ, καὶ πρᾶγμα εὐχῆς ἄξιον εἶναι ἐνόμισας ; Τοῦτο τοίνυν ἀνάσχου καὶ νῦν, οὐχ ὑπὲρ βασιλείας τῆς ἐν τῇ γῇ, ἀλλ' ὑπὲρ τῆς ἐν οὐρανοῖς· οὐχ ἵνα ἱμάτιον χρυσοῦν φοροῦντα ἀπολάβῃς, ἀλλ' ἵνα ἀθανασίαν καὶ δόξαν, ὅσην τοὺς ἐν οὐρανοῖς διάγοντας ἔχειν εἰκός. Εἰ δὲ σφόδρα ἀφορήτως ἔχεις πρὸς τὸ τοῦ χρόνου μακρὸν, εἰκὸς αὐτὸν καὶ δι' ὀνειράτων ἐπιστῆναί σοί ποτε, καὶ διαλέγεσθαι τὰ ἐν συνηθείᾳ, καὶ δείξειν ὄψιν τὴν ποθουμένην· τοῦτό σοι ἀντὶ τῶν ἐπιστολῶν ἔστω παραμύθιον, μᾶλλον δὲ τοῦτο καὶ ἐπιστολῶν τρανότερον. Ἐκεῖ μὲν γὰρ γράμματα μόνον ἔστιν ἰδεῖν, ἐνταῦθα δὲ καὶ τύπον ὄψεως καὶ γέλωτα προσηνῆ καὶ σχῆμα καὶ βάδισιν, καὶ ἠχῆς ἀκοῦσαι, καὶ φωνὴν ἐπιγνῶναι τὴν φιλτάτην.
gift, and deemed the matter worthy of prayer? Endure this, therefore, even now, not for the sake of a kingdom upon earth, but for the sake of that in heaven; not that you may receive him back wearing a garment of gold, but clothed in immortality and glory as great as it is fitting for those dwelling in heaven to possess. And if you find the great length of time utterly unbearable, it is likely that he will also stand beside you at times in dreams, and converse according to his wont, and show his longed-for countenance: let this be a consolation to you in place of letters, or rather something even clearer than letters. For in letters one can see only written characters, whereas here one may behold the cast of his features, his gentle smile, his bearing, and his gait, and hear the sound of his speech, and recognize that dearest voice.
δʹ. Ἐπειδὴ δὲ καὶ ὑπὲρ ἀσφαλείας θρηνεῖς, ἣν δι' ἐκεῖνον πάλαι ἐκέκτησο, ἴσως δὲ καὶ διὰ τὸ μείζους ἐμφαίνειν ἐλπίδας εὐδοκιμήσεως (καὶ γὰρ ἤκουον εὐθέως ἐπὶ τὸν τῶν ὑπάρχων θρόνον ἥξειν αὐτὸν, ὃ μάλιστα πάντων, οἶμαι, συστρέφει σου τὴν ψυχὴν καὶ συγχεῖ), ἐννόησον τοὺς ἐπὶ μείζονος ἀξιώματος ὄντας ἐκείνου, καὶ τὸν βίον σφόδρα ἐλεεινῶς καταστρέψαντας. Ἀναμνήσω δέ σε· Θεόδωρον ἴσως ἀκούεις τὸν ἀπὸ Σικελίας· καὶ γὰρ τῶν σφόδρα ἐπισήμων ἐτύγχανεν ὤν· οὗτος καὶ κάλλει καὶ μεγέθει σώματος καὶ παῤῥησίᾳ τῇ πρὸς τὸν βασιλέα πάντων κρατῶν, καὶ δυνάμενος ὅσα τῶν ἔνδον στρεφομένων οὐδεὶς, οὐκ ἤνεγκε τὴν εὐπραγίαν πράως ἐκείνην, ἀλλ' ἐπιβουλεύσας βασιλεῖ καὶ ἁλοὺς, αὐτὸς μὲν ἀπετμήθη σφόδρα ἐλεεινῶς, ἡ δὲ τούτου γυνὴ, καὶ ἀνατροφῆς καὶ γένους καὶ τῶν ἄλλων ἁπάντων οὐδὲν ἔλαττον ἔχουσα τῆς εὐγενείας τῆς σῆς, πάντων ἄφνω γυμνωθεῖσα τῶν αὐτῆς καὶ τῆς ἐλευθερίας αὐτῆς ἐκπεσοῦσα ταῖς ταμιακαῖς ἐρίθοις ἐγκατελέγετο, καὶ πάσης θεραπαινίδος οἰκτρότερον ζῇν ἠναγκάζετο βίον, τοσοῦτον ἔχουσα τῶν ἄλλων πλέον, ὅσον διὰ τὴν ὑπερβολὴν τῆς συμφορᾶς ἐδακρύετο παρὰ τῶν ὁρώντων ἁπάντων αὐτήν. Λέγεται δὲ καὶ Ἀρτεμισία ἀνδρὸς σφόδρα εὐδοκίμου γενομένη γυνὴ, ἐπειδὴ κἀκεῖνος τυραννίδος ἐπεθύμησεν, οὕτως εἰς ταύτην τὴν πενίαν ἐλθεῖν καὶ τὴν πήρωσιν. Τό τε γὰρ μέγεθος τῆς ἀθυμίας, τό τε πλῆθος τῶν δακρύων ἔσβεσεν αὐτῇ τοὺς ὀφθαλμούς· καὶ νῦν τῶν χειραγωγησόντων δεῖται καὶ πρὸς τὰς ἑτέρων ἀξόντων θύρας, ἵνα τῆς ἀναγκαίας οὕτως εὐπορεῖν ἔχῃ τροφῆς. Καὶ πολλὰς ἂν ἑτέρας εἶχον οἰκίας εἰπεῖν οὕτω κατενεχθείσας, εἰ μὴ τήν τε εὐλάβειαν καὶ τὴν σύνεσιν τῆς σῆς ἠπιστάμην ψυχῆς, οὐκ ἐκ τῶν ἀλλοτρίων κακῶν τῆς οἰκείας συμφορᾶς παραμυθίαν βουλομένην εὑρεῖν. Καὶ τούτων δὲ, ὧν ἐμνήσθην, δι' οὐδὲν ἕτερον ἐμνήσθην νῦν, ἀλλ' ἵνα μάθῃς ὅτι τὰ ἀνθρώπινα οὐδέν ἐστι πράγματα, ἀλλ' ἀληθῶς, ὡς ὁ προφήτης φησὶ, Πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Ὅσῳ γὰρ ἂν ἐπαρθῇ καὶ λάμψῃ, τοσούτῳ μείζονα τὴν πτῶσιν ἐργάζεται, οὐ τὰ τῶν ἀρχομένων μόνον, ἀλλὰ καὶ τὰ τῶν βασιλευόντων αὐτῶν. Οὐδὲ γὰρ ἂν εὕροι τις οἰκίαν ἰδιωτικὴν τοσούτων ἐμπεπλησμένην συμφορῶν, ὅσων τὰ βασίλεια γέμει τῶν
4. And since you lament also over the security which you formerly possessed through him, and perhaps also because he held forth greater hopes of advancement (for I used to hear that he was straightway about to attain the prefects' throne, which most of all, I think, wrings and confounds your soul), consider those who stood in higher dignity than he and brought their lives to a most pitiable end. I will remind you: perhaps you have heard of Theodore from Sicily, for he happened to be one of the most distinguished men; surpassing all in beauty and stature of body and in freedom of speech before the emperor, and wielding such influence as none of those moving within the palace possessed, he did not bear that prosperity meekly, but having conspired against the emperor and been caught, he himself was beheaded most miserably, while his wife, in no way inferior to your own noble birth in upbringing and lineage and all else, was suddenly stripped of all her possessions and, falling from her freedom, was enrolled among the imperial treasury wool-workers and compelled to live a life more wretched than any maidservant's, having only this advantage over the rest, that owing to the excess of her calamity she was wept over by all who beheld her. And it is said that Artemisia also, having been the wife of a highly renowned husband, because he too lusted after usurpation, came in like manner into such poverty and blindness. For both the magnitude of her despondency and the abundance of her tears quenched her eyes; and now she stands in need of people to lead her by the hand and conduct her to the doors of others, so that she may thus procure necessary nourishment. And I could mention many other houses cast down in this way, did I not know both the piety and the understanding of your soul, which does not wish to find consolation for its own misfortune out of the woes of others. Even these instances which I have recalled, I have recalled now for no other reason than that you may learn that human affairs are nothing, and that truly, as the prophet says, All the glory of man is as the flower of grass. For in proportion as it is exalted and shines brightly, so much the greater is the fall it works—not only the estate of subjects, but even that of rulers themselves. For one could not find a private house filled with so many calamities as imperial palaces teem with—