Migne Reading Room

PG 48 · cols. 581–586 · Read from the page

On Virginity, one book

On Virginity, one book

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:581Read from the page
ἐκ τῆς τῶν ἡττόνων ὑπεροχῆς ἡδονὴν ἡ τῶν μειζόνων ὑπερβολή. Ἀλλ' ἡ πολλὴ τρυφὴ τῶν χρυσίων καὶ τῶν ἱματίων καὶ τῆς τραπέζης καὶ τῆς ἄλλης ἀδείας ἱκανὴ δελεάσαι ψυχὴν καὶ ἐφελκύσασθαι; Καὶ πόσαι τούτων ἀπολαύουσι γυναῖκες; τὸ γὰρ πλεῖστον τῶν ἀνθρώπων μέρος πενίᾳ συζῇ καὶ ταλαιπωρίαις καὶ πόνοις. Εἰ δέ τινες εἶεν αἱ τούτων μετέχουσαι, σφόδρα μὲν ὀλίγαι καὶ εὐαρίθμητοι, καὶ αὗται δὲ παρὰ τὸ τῷ Θεῷ δοκοῦν· οὐδενὶ γὰρ ἐφίεται ἐν τούτοις τρυφᾷν, ὡς καὶ ἀπεδείξαμεν ἐν τοῖς πρόσθεν λόγοις.
pleasure arising from surpassing one's inferiors diminished by the superiority of those who are greater. Yet is the great luxury of gold ornaments and garments and the table and other licence sufficient to allure and draw a soul to itself? And how many women enjoy these things? For the greatest part of mankind lives in poverty and hardships and toils. And if there should be some who partake of these things, they are exceedingly few and easily numbered, and even they do so contrary to what seems good to God; for to no one is it permitted to live luxuriously in these things, as we also proved in our foregoing discourses.
ΞΑʹ. Πλὴν ἀλλὰ θῶμεν πάλιν τῷ λόγῳ καὶ ταύτην συγχωρεῖσθαι τὴν τρυφὴν, καὶ μήτε τὸν προφήτην, μήτε τὸν Παῦλον ἀπεχθάνεσθαι πρὸς τὰς χλιδώσας τῶν γυναικῶν· τί τὸ ὄφελος τῶν πολλῶν χρυσίων; Ἕτερον μὲν οὐδὲν, βασκανία δὲ καὶ φροντὶς καὶ φόβος οὐχ ὁ τυχών. Οὐ γὰρ μόνον ὅταν εἰς τὸ κιβώτιον αὐτὰ ἀποθῶνται, οὐδὲ νυκτὸς καταλαβούσης μόνον ταράττονται ταῖς φροντίσιν, ἀλλὰ καὶ ὅταν αὐτὰ περικέωνται, καὶ ὅταν ἡμέρα ᾖ, τὴν αὐτὴν ὑπομένουσι μέριμναν, μᾶλλον δὲ καὶ χαλεπωτέραν. Καὶ γὰρ ἐν βαλανείοις καὶ ἐκκλησίαις παραγίνονται αἱ τὰ τοιαῦτα κακουργοῦσαι γυναῖκες· κἀκείνων δὲ πολλάκις χωρὶς ὑπὸ τοῦ πλήθους ὠθούμεναι καὶ πιεζόμεναι αἱ χρυσοφοροῦσαι οὐδὲ αἰσθάνονται ἐκπεσόντος αὐταῖς τῶν χρυσίων τινός. Οὕτω γοῦν πολλαὶ οὐ ταῦτα μόνον, ἀλλὰ πολλῷ τούτων ἔτι τιμιώτερα περιδέραια ἀπὸ τιμίων συγκείμενα λίθων διασπασθέντα καὶ ἐκπεσόντα ἀπώλεσαν.
Chapter LXI. Nevertheless, let us again suppose in argument that this luxury also is permitted, and that neither the prophet nor Paul is hostile towards women who live wantonly: what is the benefit of the many gold ornaments? Nothing else at all, save envy and anxiety and no ordinary fear. For not only when they lay them away in their coffer, nor only when night comes on, are they troubled by cares, but even when they wear them round about themselves, and even when it is day, they endure the selfsame care—nay rather, an even more grievous one. For women who pilfer such things come along into baths and churches; and even apart from them, pushed and squeezed often by the crowd, women who wear gold do not even notice when one of their gold pieces has fallen off them. In this way, at any rate, many women have lost not these things alone, but necklaces far more precious still than these, composed of precious stones, torn apart and fallen off.
ΞΒʹ. Πλὴν ἀλλὰ μηδὲ οὗτος ἔστω ὁ φόβος, ἀλλὰ καὶ αὕτη ἐξῃρήσθω ἡ φροντὶς, τί τὸ ὄφελος; Εἶδεν ἕτερος, φησὶ, καὶ ἐθαύμασεν. Ἀλλὰ οὐ τὴν περικειμένην, ἀλλὰ τὰ περικείμενα, ἐκείνην δὲ διὰ ταῦτα καὶ ἐκάκισε πολλάκις, ὥσπερ παρὰ τὴν ἀξίαν κοσμουμένην αὐτοῖς. Ἂν μὲν γὰρ εὔμορφος ᾖ, λυμαίνεται τῷ κάλλει τῆς φύσεως· ὁ πολὺς γὰρ κόσμος ἐκεῖνος οὐκ ἀφίησιν αὐτὸ φαίνεσθαι γυμνὸν τὸ πλεῖστον αὐτοῦ μέρος ἀφαιρούμενος· ἐὰν δὲ ἄμορφος ᾖ καὶ δυσειδὴς, ἀτερπεστέραν ἀπέδειξεν οὕτω μᾶλλον αὐτήν. Ἡ γὰρ ἀμορφία πανταχοῦ καθ' ἑαυτὴν μὲν φαινομένη ὅσον ἐστὶ φαίνεται μόνον· ὅταν δὲ αὐτῇ παραβάλληται λίθων λαμπρότης καὶ ἑτέρας τινὸς ὕλης κάλλος, ἐπιτείνεται εἰς δυσειδίαν μειζόνως. Τό τε γὰρ τοῦ σώματος μέλαν πολλῷ μελάντερον δείκνυσιν ἐπικείμενον τοῦ μαργαρίτου τὸ φῶς καὶ ὥσπερ ἐν σκότῳ στίλβον, τό τε τοῦ προσώπου δυσδιάπλαστον τὰ τῶν ἱματίων ἄνθη πολὺ κάκιον ἀποφαίνει, οὐκ ἀφιέντα καθ' ἑαυτὸν ἀγωνίζεσθαι τὸν τῆς ὄψεως τύπον παρὰ τοῖς θεαταῖς, ἀλλὰ πρὸς τὸ χειροποίητον ἐκεῖνο καὶ ἀμήχανον κάλλος, ὅθεν ἡ μείζων ἧττα γίνεται. Ὁ γὰρ διεσπαρμένος ἐν τοῖς ἱματίοις χρυσὸς, καὶ ἡ πολλὴ τῶν τὰ τοιαῦτα ἐργαζομένων ποικιλία, καὶ ὁ λοιπὸς κόσμος ἅπας, καθάπερ τις ἀθλητὴς γενναῖος εὐεκτῶν καὶ σφριγῶν ψωραλέον τινὰ καὶ αἰσχρὸν καὶ λιμώττοντα παρωσάμενος ἀνταγωνιστὴν, οὕτω τὴν τοῦ προσώπου δόξαν τῆς περικειμένης καταβαλὼν πρὸς ἑαυτὸν ἐπισπᾶται τοὺς θεατὰς, ἐκείνην μὲν καταγελᾶσθαι μειζόνως, αὐτὸν δὲ μεθ' ὑπερβολῆς θαυμάζεσθαι παρασκευάζων.
Chapter LXII. Nevertheless, let not even this fear exist, nay, let this anxiety also be removed: what is the benefit? Another person saw, says one, and marvelled. Nay, not at her who wears them, but at the things worn round about her, while on account of these things he even reviled her oftentimes, as being adorned with them beyond her worth. For if she is comely, she mars the beauty of nature, since all that great adornment does not suffer it to appear bare, taking away the greatest part of it; while if she is unshapely and ill-favoured, she renders herself all the more unpleasing in this way. For unshapeliness everywhere, when appearing by itself, appears merely as much as it is; but when the brilliance of stones and the beauty of some other material is set beside it, it is heightened all the more into ugliness. For both the lustre of the pearl resting upon it and shining as though in darkness shows the swarthiness of the body far more swarthy, and the bright hues of the garments show off the ill-formedness of the countenance far worse, not suffering the cast of her appearance to contend by itself before the spectators, but against that hand-wrought and matchless beauty, whence comes the greater defeat. For the gold scattered over the garments, and the rich embroidery of those who work such things, and all the rest of the adornment—just like some noble athlete in fine vigour and prime thrusting aside a scabby and ugly and starving antagonist—so casting down the glory of the countenance of her who wears it draws the spectators to itself, causing her to be laughed to scorn all the more, and itself to be marvelled at exceedingly.
ΞΓʹ. Ἀλλ' οὐχ ὁ τῆς παρθενίας κόσμος τοιοῦτος. Οὐ γὰρ λυμαίνεται τῇ περικειμένῃ, ἐπειδὴ μηδ' ἔστι σωματικὸς, ἀλλὰ τῆς ψυχῆς ὅλος· καὶ διὰ τοῦτο, ἄν τε δυσειδὴς ᾖ, μετέβαλε τὴν δυσειδίαν εὐθέως κάλλος περιθεὶς ἀμήχανον, ἄν τε ὡραία καὶ φαιδρὰ, λαμπροτέραν εἰργά-
Chapter LXIII. Yet the adornment of virginity is not such. For it does not mar her who wears it, since it is not even bodily, but wholly of the soul; and on this account, whether she is ill-favoured, it straightway transforms her ugliness by wrapping matchless beauty round her, or whether she is blooming and radiant, it has rendered her brighter-
PG 48:582Read from the page
σατο. Οὐ γὰρ λίθοι καὶ χρυσὸς, οὐδὲ ἱματίων πολυτέλεια, οὐδὲ χρωμάτων πολυτελῆ ἄνθη διάφορα, οὐδὲ ἄλλο τοιοῦτον οὐδὲν τῶν φθαρτῶν ἐκείνων κοσμεῖ τὰς ψυχὰς, ἀλλ' ἀντὶ τούτων νηστεῖαι, παννυχίδες ἱεραὶ, πραότης, ἐπιείκεια, πενία, ἀνδρεία, ταπεινοφροσύνη, καρτερία, πάντων ἁπλῶς τῶν ἐν τῷ παρόντι βίῳ πραγμάτων ὑπεροψία. Καὶ γὰρ ὀφθαλμὸς αὐτῇ οὕτω μὲν καλὸς καὶ εὐπρεπὴς, ὡς ἀντὶ ἀνθρώπων τὰς ἀσωμάτους δυνάμεις καὶ τὸν τούτων Δεσπότην ἔχειν ἐραστήν· οὕτω δὲ καθαρὸς καὶ διειδὴς, ὡς ἀντὶ τῶν σωματικῶν τὰ ἀσώματα κάλλη δύνασθαι καθορᾷν· οὕτω δὲ ἥμερος καὶ γαληνὸς, ὡς μηδὲ πρὸς τοὺς ἀδικοῦντας καὶ συνεχῶς λυποῦντας ἀγριαίνειν καὶ διανίστασθαι, ἀλλὰ καὶ πρὸς τούτους ἡδὺ καὶ μείλιχον ὁρᾷν. Κοσμιότης δὲ αὐτῇ τοσαύτη περίκειται, ὡς καὶ τοὺς ἀκολάστους αἰσχύνεσθαι καὶ ἐρυθριᾷν καὶ τῆς οἰκείας ἐνδιδόναι μανίας, ὅταν πρὸς αὐτὴν ἴδωσιν ἀκριβῶς. Ὥσπερ δὲ γυναικὶ κοσμίᾳ τὴν διακονουμένην θεράπαιναν καὶ αὐτὴν εἶναι τοιαύτην ἀνάγκη, κἂν μὴ βούληται· οὕτω καὶ τὴν σάρκα τῆς οὕτω φιλοσοφούσης ψυχῆς πρὸς τὰ ἐκείνης κινήματα καὶ τὰς οἰκείας ἀνάγκη ῥυθμίζειν ὁρμάς. Καὶ γὰρ ὀφθαλμὸς, καὶ γλῶττα, καὶ σχῆμα, καὶ βάδισις, καὶ πάντα ἁπλῶς πρὸς τὴν ἔνδον εὐταξίαν χαρακτηρίζεται· καὶ καθάπερ μύρον βαρύτιμον, κἂν εἰς ἄγγος ἀποκλείηται, τὸν ἀέρα τῆς οἰκείας ἀναχρῶσαν εὐωδίας, οὐ τοὺς ἔνδον καὶ πλησίον ἑστῶτας μόνον, ἀλλὰ καὶ τοὺς ἔξω πάντας ἐμπίπλησι τῆς ἡδονῆς· οὕτω καὶ ἡ τῆς παρθενικῆς ψυχῆς εὐωδία ταῖς αἰσθήσεσι περιῤῥέουσα ἐνδείκνυται τὴν ἔνδον ἀποκειμένην ἀρετὴν, καὶ τὰς χρυσᾶς τῆς εὐκοσμίας ἐπιβάλλουσα πᾶσιν ἡνίας ἐν πολλῇ τῶν ἵππων ἕκαστον εὐρυθμίᾳ διατηρεῖ, καὶ οὔτε τὴν γλῶτταν ἀφίησιν ἀπηχές τι καὶ ἀνάρμοστον φθέγξασθαι, οὔτε τὸν ὀφθαλμὸν μόνον ἀναισχύντως καὶ ὑπόπτως ἐνιδεῖν, οὔτε τὴν ἀκοὴν δέξασθαί τι τῶν οὐ προσηκόντων μελῶν. Καὶ ποδῶν δὲ αὐτῇ μέλει, ὥστε μὴ ἄτακτα βαδίζειν καὶ διατεθρυμμένα, ἀλλ' ἄπλασιόν τινα καὶ ἀνεπιτήδευτον ἔχειν τὴν βάδισιν· καὶ τὸν ἀπὸ τῶν ἱματίων δὲ καλλωπισμὸν περικόψασα καὶ τῷ προσώπῳ παραινεῖ συνεχῶς μὴ διαχεῖσθαι τῷ γέλωτι, ἀλλὰ μηδὲ ἠρέμα μειδιᾷν, ἀλλ' ἐπισκύνιον αἰδέσιμον ἀεὶ καὶ αὐστηρὸν ἐπιδείκνυσθαι, καὶ πρὸς δάκρυα παρεσκευάσθαι διαπαντὸς, πρὸς γέλωτα δὲ μηδέποτε.
displayed. For neither stones and gold, nor costliness of garments, nor diverse costly blossoms of colours, nor any other such thing among those perishable objects adorns souls, but in place of these, fastings, sacred all-night vigils, meekness, gentleness, poverty, courage, humility, endurance, and simply contempt for all things in the present life. For indeed her eye is so fair and comely as to have, instead of men, the bodiless Powers and their Master as its lover; and so pure and pellucid as to be able to behold, instead of bodily things, incorporeal beauties; and so gentle and serene as not even to grow fierce and rise up against those who wrong her and continually grieve her, but to look sweetly and mildly even towards these. And such modesty surrounds her that even the licentious feel shame and blush and abate from their own madness whenever they gaze upon her attentively. And just as for a modest woman the maidservant who waits upon her must of necessity be such herself also, even though she should not wish it, so too the flesh of a soul that thus practises wisdom must of necessity regulate its own impulses according to her movements. For indeed eye, and tongue, and bearing, and gait, and simply all things are stamped in accordance with the inward good order; and just as precious ointment, even though it be shut up in a vessel, tinging the air with its own fragrance, fills with pleasure not only those standing within and nearby, but also all those outside, so too the fragrance of the virginal soul, flowing around the senses, manifests the virtue laid up within, and casting the golden reins of decorum upon all, preserves each of the steeds in abundant harmony, and neither suffers the tongue to utter anything jarring and unseemly, nor merely the eye to glance shamelessly and suspiciously, nor the hearing to receive any unbefitting melodies. And she cares also for her feet, so as not to walk in a disorderly and mincing manner, but to keep an unfeigned and unaffected gait; and having shorn away the adornment that comes from garments, she continually exhorts her countenance also not to be dissolved in laughter, nay, not even gently to smile, but always to display a reverent and austere brow, and to stand prepared at all times for tears, yet never for laughter.
ΞΔʹ. Ὅταν δὲ δακρύων ἀκούσῃς, μηδὲν ὑποπτεύσῃς σκυθρωπόν· τοσαύτην γὰρ ἔχει τὰ δάκρυα ἐκεῖνα τὴν ἡδονὴν, ὅσην οὐδὲ ὁ γέλως τοῦ κόσμου τούτου. Εἰ δὲ ἀπιστεῖς, ἄκουσον τοῦ Λουκᾶ λέγοντος, ὅτι μαστιχθέντες οἱ ἀπόστολοι ἀνεχώρουν ἀπὸ προσώπου τοῦ συνεδρίου χαίροντες· καίτοι γε οὐ τοιαύτη τῶν μαστίγων ἡ φύσις· οὐ γὰρ ἡδονὴν καὶ χαρὰν, ἀλλ' ὀδύνην καὶ πόνον ἐργάζεσθαι εἴωθεν. Ἀλλ' ἡ μὲν τῶν μαστίγων φύσις οὐ τοιαύτη, ἡ δὲ εἰς Χριστὸν πίστις τοιαύτη, ὡς καὶ τῆς φύσεως αὐτῆς τῶν πραγμάτων κρατεῖν. Ει δὲ μάστιγες ἡδονὴν ἔτεκον διὰ τὸν Χριστὸν, τί θαυμαστὸν εἰ καὶ τὰ δάκρυα τὸ αὐτὸ ἐργάζεται διὰ τὸν αὐτόν; Διὰ τοῦτο ἣν στενὴν καὶ τεθλιμμένην ἐκάλεσεν ὁδὸν, ταύτην πάλιν καλεῖ καὶ ζυγὸν χρηστὸν καὶ φορτίον ἐλαφρόν. Τῇ μὲν γὰρ φύσει τὸ πρᾶγμα τοιοῦτόν ἐστι, τῇ δὲ τῶν κατορθούντων προαιρέσει καὶ ταῖς ἐλπίσι ταῖς χρησταῖς σφόδρα γίνεται κοῦφον. Διὸ τῆς εὐρυχώρου καὶ πλατείας τὴν στενὴν καὶ τεθλιμμένην μετὰ πλείονος ἄν τις ἴδοι προθυμίας ὁδεύοντας τοὺς ἑλομένους αὐτὴν, οὐ διὰ τὸ μὴ θλίβεσθαι, ἀλλὰ διὰ τὸ τῶν θλίψεων ἀνωτέρους εἶναι, καὶ μηδὲν πάσχειν ὑπ' αὐτῶν, οἷον καὶ τοὺς ἄλλους εἰκός. Ἔχει μὲν γὰρ θλίψεις καὶ οὗτος ὁ βίος, ἀλλ' ὅταν αὐτὰς πρὸς τὰς τοῦ γάμου παραβάλωμεν, οὐδὲ θλίψεις χρὴ καλεῖν.
64. And when you hear of tears, suspect nothing gloomy; for those tears possess greater pleasure than even the laughter of this world. And if you disbelieve, hear Luke saying that after being scourged, the apostles departed from the presence of the council rejoicing; and yet such is not the nature of scourges, for it is wont to produce not pleasure and joy, but pain and travail. Yet though the nature of scourges is not such, faith in Christ is such as to prevail even over the very nature of things. And if scourges brought forth pleasure on account of Christ, what wonder is it if tears also work the same thing on account of Him? Therefore the way which He called narrow and straitened, this same He again calls both a kind yoke and a light burden. For by nature indeed the matter is such, yet through the resolve of those who achieve it and through their bright hopes it becomes exceedingly light. Wherefore one might see those who have chosen the narrow and straitened way journeying along it with greater eagerness than the broad and spacious one, not because they suffer no affliction, but because they stand above afflictions and experience nothing from them such as it is natural for others to suffer. For this life too has afflictions, yet when we compare them with those of marriage, one ought not even to call them afflictions.
Notes, col. 582

On the reading

Printed ἄπλασιόν, for ἄπλαστόν.

Printed Ει, for Εἰ.

PG 48:583Read from the page
ΞΕʹ. Τί γὰρ, ειπέ μοι, παρὰ πάντα τὸν βίον ἡ παρθένος ὑπομένει τοιοῦτον, οἷον καθ' ἕκαστον ὡς εἰπεῖν ἐνιαυτὸν ἡ γεγαμημένη, ὠδῖσι καὶ οἰμωγαῖς διακοπτομένη; Τοσαύτη γὰρ τῆς ἀλγηδόνος ταύτης ἡ τυραννὶς, ὡς καὶ τὴν θείαν Γραφὴν ἡνίκα ἂν αἰχμαλωσίαν, καὶ λιμὸν, καὶ λοιμὸν, καὶ τὰ ἀφόρητα τῶν κακῶν αἰνίττεσθαι βούληται, ὠδῖνας πάντα τὰ τοιαῦτα καλεῖν. Καὶ ὁ Θεὸς δὲ ἀντὶ τιμωρίας αὐτὸ καὶ ἀρᾶς ἐπέθηκε τῇ γυναικί· οὐ τὸ τίκτειν λέγω, ἀλλὰ τὸ οὕτω τίκτειν, μετὰ πόνων καὶ ὠδίνων· Ἐν λύπαις γὰρ, φησὶ, τέξῃ τέκνα. Ἡ δὲ παρθένος ἀνωτέρω ταύτης ἕστηκε τῆς ὠδῖνος καὶ τῆς ἀρᾶς· ὁ γὰρ τὴν ἀπὸ τοῦ νόμου κατάραν λύσας καὶ ταύτην ἔλυσε μετ' ἐκείνης.
65. For what, tell me, throughout her whole life does the virgin endure such as the married woman suffers almost every year, so to speak, torn apart by birth-pangs and wailings? For so great is the tyranny of this anguish that divine Scripture also, whenever it wishes to signify captivity, and famine, and pestilence, and the unbearable among evils, calls all such things birth-pangs. And God too laid this very thing upon the woman by way of punishment and a curse: I do not mean giving birth, but giving birth in such a manner, with toils and birth-pangs; for, In sorrows, He says, shalt thou bring forth children (Gen. 3:16). Yet the virgin stands above this birth-pang and curse; for He Who loosed the curse from the law loosed this one also along with that.
ΞϚʹ. Ἀλλὰ τὸ περιφέρεσθαι ἐπὶ τῆς ἀγορᾶς ἐπὶ ἡμιόνων ἡδύ. Τῦφος τοῦτο περιττὸς μόνον, ἡδονῆς δὲ ἀπεστέρηται πάσης· καὶ ὥσπερ οὔτε σκότος τοῦ φωτὸς ἄμεινον, οὐδὲ τὸ συγκεκλεῖσθαι τοῦ λελύσθαι, οὔτε τὸ πολλῶν χρῄζειν τοῦ μηδενὸς, οὕτως οὐδὲ αὐτὴ τοῖς οἰκείοις ποσὶ μὴ κεχρημένη ἄμεινον διακείσεται. Τὰς γὰρ ἀηδίας ὅσας ἐκ τούτων ὑπομένειν ἀνάγκη παρίημι. Καὶ γὰρ οὐχ ὅτε βούλεται ἔξεστιν αὐτὴν τῆς οἰκίας προελθεῖν, ἀλλὰ καὶ πολλάκις χρησίμου τινὸς κατεπειγούσης ἐξόδου οἴκοι μένειν ἀναγκάζεται, καθάπερ τῶν ἐπαιτῶν οἱ τοὺς πόδας ἀποτετμημένοι καὶ οὐκ ἔχοντες ὅτῳ φέροιντο. Κἂν μὲν ὁ ἀνὴρ τύχῃ τὰς ἡμιόνους ἀπασχολήσας, μικροψυχία καὶ μάχη καὶ πολλὴ παρασιώπησις· ἂν δὲ αὐτὴ μηδὲν τῶν μελλόντων προορωμένη τὸ αὐτὸ τοῦτο ἐργάσηται, τὸν ἄνδρα ἀφεῖσα καθ' ἑαυτῆς τρέπει τὸν θυμὸν, διατρώγουσα συνεχῶς ὑπὸ τῆς ἐπηρείας ἑαυτήν. Καὶ πόσῳ βέλτιον ἦν τοῖς ποσὶ κεχρημένην (διὰ γὰρ τοῦτο ἡμῖν αὐτοὺς ἐποίησεν ὁ Θεὸς) μηδὲν τούτων ὑπομένειν τῶν δεινῶν, ἢ βουλομένην θρύπτεσθαι τοσαύτας ἔχειν λύπης καὶ μικροψυχίας ἀνάγκας! Οὐδὲ γὰρ αὗται μόναι αἱ προφάσεις αὐτὰς οἴκοι κατέχουσιν, ἀλλὰ κἂν ἀλγῆσαι τοὺς πόδας τύχῃ, ἄν τε ἀμφοτέρας τὰς ἡμιόνους, ἄν τε θατέραν, τὸ αὐτὸ γίνεται· καὶ ὅταν δὲ εἰς πόαν ἀφεθῆναι συμβῇ (συμβαίνει δὲ τωῦτο καθ' ἕκαστον ἐνιαυτὸν καὶ ἐπὶ πολλαῖς ἡμέραις), ἀνάγκη πάλιν οἴκοι μένειν ὥσπερ δεδεμένην, καὶ μηδὲ χρείας καλούσης ἀναγκαίας ἐξιέναι τῆς οἰκίας. Εἰ δὲ λέγοι τις, ὅτι τοῦ πλήθους ἀπήλλακται τῶν ἐντυγχανόντων οὐκ ἀναγκαζομένη καθ' ἕκαστον τῶν γνωρίμων ὁρᾶσθαι καὶ ἐρυθριᾷν, σφόδρα ἀγνοεῖν μοι δοκεῖ καὶ τὰ ἀπαλλάττοντα καὶ τὰ περιβάλλοντα τὴν γυναικείαν φύσιν τὴν αἰσχύνην. Οὔτε γὰρ τὸ φαίνεσθαι, οὔτε τὸ κρύπτεσθαι τοῦτο ποιεῖ, ἀλλὰ τὸ μὲν ἡ κατέχουσα τὴν ψυχὴν ἔνδον προπέτεια, τὸ δὲ ἡ σωφροσύνη καὶ ἡ αἰδώς. Διὰ ταῦτα καὶ τῶν ἀπηλλαγμένων τῆς εἱρκτῆς ἐκείνης πολλαὶ καὶ διὰ μέσου τοῦ πλήθους ἐπὶ τῆς ἀγορᾶς βαδίζουσαι οὐ μόνον οὐκ ἐπεσπάσαντο κατηγόρους, ἀλλὰ καὶ πολλοὺς ἔσχον τῆς σωφροσύνης τοὺς θαυμαστὰς, καὶ διὰ τοῦ σχήματος, καὶ διὰ τοῦ βαδίσματος, καὶ διὰ τοῦ τῶν ἱματίων ἀνεπιτηδεύτου τῆς ἔνδον κοσμιότητος ἀφιεῖσαι τὴν ἀκτῖνα λαμπράν· οὐκ ὀλίγαι δὲ τῶν ἔνδον καθημένων πονηρᾷ δόξῃ περιέβαλον ἑαυτάς. Ἔνεστι γὰρ καὶ συγκεκλεισμένην μᾶλλον τῶν φαινομένων τοῖς βουλομένοις ἐπιδείκνυσθαι μετὰ πολλῆς τῆς προπετείας καὶ τῆς ἰταμότητος.
66. Yet to be carried about in the market-place upon mules is sweet. This is merely superfluous pride, wholly bereft of pleasure; and just as neither darkness is better than light, nor being cooped up than being at liberty, nor standing in need of many things than needing nothing, so neither will she be in a better condition by not using her own feet. For I pass over all the displeasures which one is forced to endure from these things. For indeed she is not permitted to go forth from the house whenever she wishes, nay, often though some useful errand presses urgently, she is compelled to remain at home, just like those among beggars who have had their feet cut off and have no means whereby they might be borne along. And if her husband chances to have engaged the mules elsewhere, there is pettiness of spirit and strife and obstinate silence; whereas if she herself, foreseeing nothing of things to come, should do this very same thing, passing by her husband she turns her wrath against herself, continually gnawing at herself under the affront. And how much better was it, using one's own feet (for it was on this account that God made them for us), to undergo none of these dreadful troubles, rather than, wishing to be pampered, to be subject to so many necessities of grief and pettiness of spirit! For neither do these pretexts alone keep them at home, but even if the mules chance to suffer pain in their feet, whether both of them or one of the two, the same thing happens; and whenever it befalls that they are turned out to pasture (and this occurs every year and for many days), she must again remain at home as though bound in chains, and not go forth from the house even when urgent need calls. And if someone should say that she is freed from the crowd of passers-by, not being forced to be seen by each of her acquaintances and to blush, he seems to me to be exceedingly ignorant of both the things that remove and the things that clothe womanly nature with shame. For neither being seen nor hiding produces either result, but frowardness possessing the soul within brings about the former, whereas temperance and modesty produce the latter. Wherefore many women delivered from that prison, walking through the midst of the multitude in the market-place, not only drew no accusers upon themselves, but even won many admirers of their temperance, sending forth a radiant beam of their inward decorum through their bearing, through their gait, and through the unaffected simplicity of their garments; whereas not a few of those sitting within encompassed themselves with an evil reputation. For it is possible even for a woman shut up indoors to display herself to those who wish, more than those who appear abroad, with great frowardness and impudence.
ΞΖ. Ἀλλ' ἴσως τὸ τῶν θεραπαινίδων πλῆθος ἡδύ. Ταύτης μὲν οὐδὲν χεῖρον τῆς ἡδονῆς, τοσαύτας ἔχει τὰς φροντίδας· ἀνάγκη γὰρ ἐφ' ἑκάστῃ καὶ ἀῤῥωστούσῃ καὶ τελευτώσῃ ταράττεσθαι καὶ ἀθυμεῖν. Ἀλλὰ ταῦτα μὲν ἴσως φορητὰ, καὶ τὰ τούτων ἔτι χαλεπώτερα, οἷον τὸ καθ' ἑκάστην διατείνεσθαι τὴν ἡμέραν ῥᾳθυμίαν ἐπι-
67. Yet perhaps a multitude of maidservants is sweet. Than this pleasure nothing is worse, so many cares does it bring; for over each one, both when ailing and when dying, she must of necessity be troubled and disheartened. Yet these things are perhaps bearable, and even things harder than these, such as straining every day to rebuke laziness,
Notes, col. 583

On the reading

Printed ειπέ, for εἰπέ.

Printed τωῦτο, for τοῦτο.

PG 48:584Read from the page
στρέφουσαν, κακουργίαν ἐγκόπτουσαν, ἀχαριστίας παύουσαν, τὴν ἄλλην πᾶσαν αὐτῶν κακίαν παιδαγωγοῦσαν· τὸ δὲ πάντων χαλεπώτερον, ὅπερ μάλιστα ἐν τῷ πλήθει τῆς τοιαύτης θεραπείας συμβαίνειν εἴωθεν, ὅταν ἐν τῇ τῶν θεραπαινίδων ἐκείνων ἀγέλῃ εὐπρεπής τις οὖσα τύχῃ. Ἀνάγκη γὰρ τοῦτο πάντως ἐν τῷ πλήθει συμπεσεῖν· οὐδὲ γὰρ ὥστε πολλὰς κτήσασθαι μόνον, ἀλλ' ὥστε καὶ εὐειδεῖς ἐξ ἴσης οἱ πλουτοῦντες σπουδάζουσιν. Ὅταν οὖν συμβῇ τινα διαλάμπειν ἐν αὐταῖς, ἄν τε ἕλῃ τὸν δεσπότην τῷ φίλτρῳ, ἄν τε μηδὲν περαιτέρω τοῦ θαυμασθῆναι ἰσχύσῃ, τὰ τῆς ὀδύνης ἴσα γίνεται τῇ δεσποίνῃ παρευδοκιμουμένῃ, εἰ καὶ μὴ τῷ πόθῳ, ἀλλὰ τῇ τοῦ σώματος ὥρᾳ καὶ τῷ θαύματι. Ὅταν οὖν τὰ δοκοῦντα εἶναι παρ' αὐτοῖς λαμπρὰ καὶ ζηλωτὰ τοσαύτας ἔχῃ τὰς θλίψεις, τί ἄν τις εἴποι περὶ τῶν λυπηρῶν;
curbing malice, putting a stop to ingratitude, disciplining all their other wickedness; and hardest of all, which is especially wont to happen in the multitude of such a retinue, whenever in that flock of maidservants one chances to be comely. For of necessity this must assuredly befall in so large a number, since the rich strive equally not merely to acquire many, but also those who are fair of form. Whenever, therefore, it happens that one shines out among them, whether she captivates her master with love, or avails nothing further than to win admiration, the pangs of grief are equal for the mistress who is outshone, if not in desire, yet at least in bodily bloom and admiration. When, therefore, the things reputed splendid and enviable among them involve so many afflictions, what might one say regarding things that are grievous?
ΞΗʹ. Ἀλλ' οὐχ ἡ παρθένος ὑπομένει τούτων οὐδὲν, ἀλλ' ἀπήλλακται ταραχῆς τὸ δωμάτιον, καὶ κραυγὴ πᾶσα ἐκποδῶν ἀπελήλαται· ὥσπερ δὲ ἐν εὐδιεινῷ λιμένι σιγὴ πάντα κατέχει τὰ ἔνδον, καὶ τῆς σιγῆς πλείων ἑτέρα ἀταραξία τὴν ψυχὴν, ἅτε ἀνθρώπινον μὲν οὐδὲν μεταχειρίζουσαν, διαπαντὸς δὲ τῷ Θεῷ διαλεγομένην, καὶ πρὸς αὐτὸν ἀτενέστερον ὁρῶσαν. Τίς ἂν οὖν ταύτην ἀναμετρήσειε τὴν ἡδονὴν; ποῖος λόγος τὴν εὐφροσύνην τῆς οὕτω διακειμένης παραστήσειε ψυχῆς; Οὐκ ἔστιν οὐδείς· ἀλλ' οἱ τοῦ Κυρίου κατατρυφῶντες, αὐτοὶ μόνοι τὸ μέγεθος ἴσασι ταύτης τῆς τρυφῆς, καὶ πῶς πᾶσαν σύγκρισιν ἐκ πολλοῦ τοῦ περιόντος νικᾷ. Ἀλλ' ὁ πολὺς ἄργυρος ὁρώμενος πανταχοῦ πολλὴν παρέχει τὴν τέρψιν τοῖς ὀφθαλμοῖς. Καὶ πόσῳ βέλτιον εἰς τὸν οὐρανὸν ἐνορᾷν, καὶ πολλῷ μείζονα ἐκεῖθεν καρποῦσθαι τὴν ἡδονήν; Ὅσον γὰρ ὁ χρυσὸς κασσιτέρου καὶ μολύβδου, τοσοῦτον ὁ οὐρανὸς χρυσοῦ καὶ ἀργύρου καὶ πάσης ὕλης λαμπρότερός τέ ἐστι καὶ φαιδρότερος· καὶ αὕτη μὲν χωρὶς φροντίδος ἡ θεωρία, ἐκείνη δὲ μετὰ πολλῆς τῆς μερίμνης, ὃ μάλιστα πανταχοῦ ταῖς ἐπιθυμίαις λυμαίνεται. Ἀλλ' οὐ βούλει τὸν οὐρανὸν ἰδεῖν; ἔξεστί σοι τὸν ἐπὶ τῆς ἀγορᾶς κείμενον ἄργυρον ἰδεῖν. Πρὸς ἐντροπὴν ὑμῖν λέγω, κατὰ τὸν μακάριον Παῦλον, ἐπειδὴ οὕτως ἐπτόησθε πρὸς τὸν τῶν χρημάτων ἔρωτα. Ἀλλ' οὐκ ἔχω τί εἰπεῖν. Πολλὴ γάρ με ἐνταῦθα κατέσχεν ἀπορία, καὶ οὐ δύναμαι συνιδεῖν, πόθεν ἅπαν, ὡς εἰπεῖν, τὸ τῶν ἀνθρώπων γένος, ὅταν μὲν ἐξῇ μετ' εὐκολίας καὶ ἀνέσεως τέρπεσθαι, οὐδὲ ἡδονὴν τὸ πρᾶγμα τίθενται, ἐν δὲ τῷ φροντίζειν καὶ περισπᾶσθαι καὶ μεριμνᾷν μάλιστα πάντων ἥδονται. Διὰ τί γὰρ αὐτοὺς οὐχ οὕτω τέρπει ὁ κείμενος ἐπὶ τῆς ἀγορᾶς ἄργυρος, ὡς ὁ κατὰ τὴν οἰκίαν; καίτοι γε λαμπρότερος ἐκεῖνός ἐστι, καὶ μερίμνης ἁπάσης ἐλευθέραν ἀφίησι τὴν ψυχήν. Ὅτι, φησὶν, ἐκεῖνος μὲν οὐκ ἐμὸς, οὗτος δὲ ἐμός. Ἡ πλεονεξία ἄρα ἐστὶν ἡ τὴν ἡδονὴν ἔχουσα, οὐχ ἡ τοῦ ἀργύρου φύσις· ἐπεὶ εἰ τοῦτο ἦν, καὶ ἐκεῖθεν ὁμοίως τέρπεσθαι ἔδει. Εἰ δὲ χρήσεως ἕνεκεν λέγοις, πολλῷ βελτίων ἡ ὕελος· καὶ ταῦτα αὐτοὶ οἱ πλουτοῦντες εἴποιεν ἂν, οἱ τὰ ἐκπώματα ἀπὸ τῆς ὕλης ταύτης ὡς τὰ πολλὰ κατασκευάζοντες. Εἰ δέ που διὰ τὸν τῦφον ἀναγκασθεῖεν καὶ ἐξ ἀργύρου τοῦτο ποιῆσαι, πρότερον ἔνδοθεν θέντες τὴν ὕελον οὕτως ἔξωθεν τὸν ἄργυρον περιβάλλουσι, δεικνύντες ὅτι αὕτη μὲν πρὸς πόμα ἡδίων καὶ ἐπιτηδεία, ἐκεῖνος δὲ πρὸς τῦφον μόνον καὶ ἀλαζονείαν περιττήν. Τί δέ ἐστιν ὅλως, Ἐμὸς καὶ οὐκ ἐμός; Ταῦτα γὰρ ὅταν μετὰ ἀκριβείας ἐξετάσω τὰ ῥήματα, ῥήματα μόνον ὁρῶ ψιλά. Πολλοὶ μὲν γὰρ καὶ ζῶντες ἀποπηδῶντα αὐτὸν τῆς αὐτῶν δεσποτείας οὐκ ἴσχυσαν κατασχεῖν· οἷς δὲ μέχρι τέλους παρέμεινεν, ἐν τῷ καιρῷ τῆς τελευτῆς καὶ ἑκόντες καὶ ἄκοντες αὐτοῦ τῆς ἐξουσίας ἐξέπεσον. Οὐκ ἐπὶ τοῦ ἀργύρου δὲ μόνον καὶ χρυσοῦ, ἀλλὰ καὶ ἐπὶ τῶν
68. Yet the virgin endures none of these things, nay, her chamber is freed from tumult, and every clamour has been driven far away; and as in a tranquil haven, silence holds all things within, and a still greater untroubled calm than silence possesses her soul, inasmuch as she handles nothing human, while conversing at all times with God and gazing upon Him with steadfast intentness. Who, then, could measure this pleasure? What speech could present the gladness of a soul so disposed? There is none at all; rather, those who delight in the Lord alone know the greatness of this delight, and how by a vast superiority it surpasses every comparison. Yet abundant silver beheld everywhere affords great enjoyment to the eyes. And how much better is it to gaze upon heaven, and to reap thence a far greater pleasure? For by as much as gold surpasses tin and lead, by so much is heaven brighter and more radiant than gold and silver and every material substance; and while this contemplation is free from anxiety, that other is attended with great solicitude, which above all things everywhere mars desires. Yet do you not wish to behold heaven? You are free to behold the silver lying out in the market-place. To your shame I speak (1 Cor. 6:5), according to the blessed Paul, since you are so fluttered with passion for money. Yet I know not what to say. For great perplexity holds me fast here, and I am unable to perceive whence it is that the entire human race, so to speak, when it is in their power to delight themselves with ease and relaxation, do not even account the matter a pleasure, whereas in being anxious and distracted and full of care they rejoice most of all. For why does the silver lying in the market-place not delight them so much as that at home, although the former is more splendid and leaves the soul free from every worry? Because, says one, the former is not mine, whereas this is mine. Covetousness, then, is what holds the pleasure, not the nature of silver; since if it were the latter, one ought to have rejoiced equally from the other as well. And if you should speak of usefulness, glass is far better; and the rich themselves would admit this, who for the most part fashion their drinking-cups from this material. And if perchance through pride they should be compelled to make these out of silver also, placing the glass within first, they thus wrap the silver around the outside, showing that the former is sweeter and more suitable for drinking, whereas the latter serves only for pride and superfluous boastfulness. And what at all is Mine and not mine? For whenever I examine these words with exactness, I see merely bare words. For many even while living were unable to retain it as it leapt away from their mastery; and those with whom it remained until the end, in the hour of death both willingly and unwillingly fell from its dominion. And not only in the case of silver and gold, but also in the case of
PG 48:585Read from the page
λουτρῶν, καὶ ἐπὶ τῶν παραδείσων, καὶ ἐν ταῖς οἰκίαις τὸ Ἐμὸν καὶ οὐκ ἐμὸν, τοῦτο ῥῆμα ἄν τις ἴδοι μόνον ψιλόν. Ἡ μὲν γὰρ χρῆσις κοινὴ πάντων ἐστὶν, πλεονεκτοῦσι δὲ οἱ δοκοῦντες αὐτῶν εἶναι κύριοι τῶν οὐκ ὄντων τὴν ὑπὲρ αὐτῶν φροντίδα. Οἱ μὲν γὰρ ἀπολαύουσι μόνον αὐτῶν, οἱ δὲ μετὰ τοῦ ποιεῖσθαι πολλὴν τὴν ἐπιμέλειαν τὸ αὐτὸ τοῦτο καρποῦνται, ὃ μετὰ τῆς ἀμελείας ἐκεῖνοι.
baths, and in the case of parks, and among houses, one might see this saying, Mine and not mine, to be merely a bare word. For the enjoyment of them belongs in common to all, whereas those who appear to be their masters possess beyond those who are not masters only the anxiety on their account. For the latter merely enjoy them, whereas the former, along with taking great trouble, reap this very same fruit which the others reap without a care.
ΞΘʹ. Εἰ δέ τις τὴν πολλὴν θαυμάζοι τρυφὴν, οἷον τὸ τῶν κατακοπτομένων πλῆθος κρεῶν, τὴν περιττὴν τοῦ οἴνου δαπάνην, τῶν καρυκευμάτων τὴν περιεργίαν, τραπεζοποιῶν καὶ σιτοποιῶν τέχνας, παρασίτων καὶ δαιτυμόνων ὄχλον, εὖ ἴστω ὅτι τῶν μαγείρων αὐτῶν οὐδὲν ἄμεινον ἐν τοῖς τοιούτοις οἱ πλουτοῦντες διάκεινται. Καθάπερ γὰρ ἐκεῖνος τοὺς δεσπότας, οὕτω τοὺς κεκλημένους αὐτοὶ δεδοίκασι, μή τινος ἐπιλάθωνται τῶν μετὰ πολλοῦ πόνου καὶ δαπάνης παρασκευασθέντων αὐτοῖς. Καὶ τούτῳ μὲν ἐξισοῦνται τοῖς μαγείροις, καθ' ἕτερον δὲ καὶ πλεονεκτοῦσιν αὐτῶν· οὐ γὰρ μόνον κατηγόρους ἐκεῖνοι, ἀλλὰ καὶ βασκάνους δεδοίκασι. Πολλοῖς γὰρ πολλάκις ἀπὸ τῶν τοιούτων συμποσίων ἐτέχθη φθόνος, καὶ οὐ πρότερον ἔστη, ἕως κινδύνους ἐπήγαγε τοὺς ἐσχάτους. Ἀλλὰ σιτεῖσθαι πολλὰ πολλάκις ἡδύ. Ἄπαγε· ὅταν καρηβαρίαι, καὶ γαστρὸς διάτασις, καὶ πνεύματος ἔμφραξις, καὶ σκοτοδινίαι, καὶ ἴλιγγοι, καὶ ἀχλύες, καὶ τὰ ἔτι τούτων ἀτοπώτερα ἀπὸ τῆς τρυφῆς ταύτης ἀναβλαστάνῃ δεινά. Καὶ εἴθε μέχρι τῶν παρ' ἡμέραν λυπηρῶν τὰ τῆς ἀσχημοσύνης ἐκείνης καὶ τὰ τῆς ζημίας ἵστατο μόνον· νυνὶ δὲ αἱ μάλιστα τῶν νόσων δυσίατοι ἀπὸ τῶν τοιούτων τραπεζῶν ἔχουσι τὴν ἀρχήν. Καὶ γὰρ ποδαλγίαι, καὶ φθόη, καὶ νόσος, καὶ παράλυσις, καὶ πολλὰ ἔτι τούτων χαλεπώτερα ἀπολαβόντα τὸ σῶμα πολιορκεῖ εἰς ἐσχάτας ἀναπνοάς. Τίνα οὖν ἄν τις ἔχοι τούτων ἀντίῤῥοπον τῶν κακῶν ἡδονὴν εἰπεῖν; ποίαν δὲ οὐκ ἄν τις ἕλοιτο σκληραγωγίαν ὑπὲρ τῆς τούτων ἀπαλλαγῆς;
69. And if someone should admire lavish luxury, such as the multitude of butchered meats, the superfluous outlay on wine, the elaborate fussing over seasoned sauces, the arts of table-dressers and bakers, the throng of parasites and banqueters, let him know well that in such matters the rich are in no better state than their very cooks. For just as that man fears his masters, so they themselves fear the invited guests, lest they should overlook anything among the viands prepared for them with great labour and expense. And in this respect they stand on a level with their cooks, whereas in another respect they fare even worse than they; for the rich dread not merely accusers, like those cooks, but also malicious begrudgers. For in many cases envy has often been bred from such banquets, and did not halt until it brought on the uttermost perils. Yet to feast lavishly and often is sweet. Away with the thought!—when heaviness of head, and distension of the belly, and choking of the breath, and dizziness, and vertigo, and dimness of sight, and dreadful troubles still more untoward than these spring up from this luxury. And would that the effects of that unseemliness and harm stopped merely at passing daily pains; whereas in fact the diseases hardest of all to heal take their origin from such tables. For indeed gout, and consumption, and sickness, and paralysis, and many afflictions still more grievous than these seize the body and besiege it down to its last gasps. What pleasure, therefore, could one name capable of counterbalancing these evils? And what austere discipline would one not choose for the sake of deliverance from them?
Οʹ. Ἀλλ' οὐχ ἡ εὐτέλεια τοιαύτη, ἀλλὰ πόῤῥω τούτων ἀφέστηκε τῶν δυσχερῶν, ὑγιείας καὶ εὐεξίας οὖσα ποιητική. Εἰ δὲ καὶ ἡδονήν τις ἐπιζητοίη, καὶ ταύτην παρ' αὐτῇ μείζονα οὖσαν εὑρήσει τῆς τρυφῆς· καὶ πρῶτον μὲν ἀπὸ τοῦ ἐῤῥῶσθαι καὶ μηδενὶ τῶν κακῶν ἐνοχλεῖσθαι ἐκείνων, ὧν ἕκαστον καὶ καθ' ἑαυτὸ πᾶσαν ἱκανὸν σβέσαι καὶ ἀνατρέψαι ἐκ βάθρων ἡδονήν· δεύτερον δὲ καὶ ἀπὸ τῶν σιτίων αὐτῶν. Πῶς; Ὅτι ἡδονῆς ποιητικὸν ἐπιθυμία· ἐπιθυμίαν δὲ οὐχ ὁ κόρος, οὐδὲ ἡ πλησμονὴ, ἀλλ' ἡ ἔνδεια καὶ ἡ σπάνις ποιεῖ. Αὕτη δὲ οὐκ ἐν ἐκείνοις τοῖς συμποσίοις τοῖς τῶν πλουτούντων, ἀλλ' ἐν τοῖς τῶν πενομένων ἀεὶ πάρεστι, παντὸς τραπεζοποιοῦ καὶ μαγείρου μᾶλλον ἐπιστάζουσα πολὺ τοῖς προκειμένοις τὸ μέλι. Οἱ μὲν γὰρ πλουτοῦντες οὔτε πεινῶντες ἐσθίουσι, καὶ χωρὶς τοῦ διψεῖν πίνουσι, καὶ πρὶν σφοδρῶς αὐτοῖς ἐπελθεῖν τὴν ἀνάγκην τοῦ ὕπνου καθεύδουσιν· οὗτοι δὲ ἐν χρείᾳ τούτων καθιστάμενοι πρότερον οὕτως αὐτῶν μετέχουσιν· ὃ μάλιστα πάντων αὔξει τὰ τῆς ἡδονῆς. Διὰ τί γὰρ, ειπέ μοι, καὶ ὁ Σολομὼν τὸν ὕπνον τοῦ δούλου φησὶν εἶναι ἡδὺν, οὑτωσὶ λέγων, Ἡδὺς ὕπνος τῷ δούλῳ, ἄν τε πολὺ, ἄν τε ὀλίγον φάγῃ; Ἆρα διὰ τὴν στρωμνὴν τὴν ἁπαλήν; Καὶ μὴν ἐπὶ ἐδάφους ἢ ἐπὶ στιβάδος οἱ πλείους καθεύδουσιν. Ἀλλὰ διὰ τὴν ἄδειαν; Ἀλλ' οὐδὲ μικρᾶς καιροῦ ῥοπῆς εἰσι κύριοι. Ἀλλα διὰ τὴν ῥᾳστώνην; Ἀλλ' οὐ διαλιμπάνουσι μόχθοις κοπτόμενοι
70. Yet frugality is not such, rather it stands far removed from these hardships, being productive of health and vigorous well-being. And even if someone should seek after pleasure as well, he will find this too existing in greater measure with frugality than with luxury: first, from enjoying sound health and being troubled by none of those evils, each of which even by itself is sufficient to quench and overturn every pleasure from its foundations; and second, from the very foods themselves. How so? Because appetite is productive of pleasure; and not surfeit nor repletion, but want and scarcity produce appetite. And this is never present at those banquets of the rich, whereas at those of the needy it is always at hand, dripping abundant honey upon the dishes set before them far more than any table-dresser or cook. For the rich neither eat when hungry, and drink without thirsting, and go to sleep before the necessity of sleep comes strongly upon them; whereas these first come to stand in need of these things and so partake of them, which above all else increases pleasure. For why, tell me, does Solomon too declare the sleep of the servant to be sweet, speaking thus: Sweet is sleep to the servant, whether he eat much or little (Eccles. 5:11)? Is it on account of a soft couch? Surely most of them sleep upon the ground or upon a pallet of straw. Is it then on account of freedom from control? Yet they are masters of not even a brief moment of time. Is it then on account of ease? Yet they never cease being worn down with hardships
Notes, col. 585

On the reading

Printed ἐκεῖνος, for ἐκεῖνοι.

Printed ειπέ, for εἰπέ.

Printed Ἀλλα, for Ἀλλὰ.

PG 48:586Read from the page
καὶ ταλαιπωρίαις. Τί ποτ' οὖν ἐστι τὸ ποιοῦν τὸν ὕπνον ἡδὺν, ἢ τὸ πρότερον εἰς χρείαν καταστάντας οὕτως αὐτοῦ μεταλαμβάνειν; Τοὺς δὲ πλουτοῦντας ἂν μὴ μέθη βαπτισθέντας ἡ νὺξ καταλάβῃ, ἀνάγκη διαπαντὸς ἀγρυπνεῖν καὶ ἐπιστρέφεσθαι καὶ ἀλύειν ἐπὶ τῶν μαλακῶν κειμένους στρωμάτων.
and miseries. What in the world, then, is it that makes sleep sweet, other than first coming to stand in need of it and so partaking of it? Whereas with the rich, unless night overtakes them steeped in drunkenness, they must of necessity lie awake continually and toss and fret as they recline upon their soft couches.
ΟΑʹ. Ἐνῆν καὶ ἑτέρωθεν δεῖξαι τῆς τρυφῆς τὴν ἀηδίαν καὶ τὴν ζημίαν καὶ τὴν ἀσχημοσύνην, τὰς νόσους καταλέγοντα ὅσας ἐναπομόργνυται τῇ ψυχῇ πολλῷ πλείους καὶ χαλεπωτέρας οὔσας τῶν σωματικῶν. Καὶ γὰρ μαλακοὺς, καὶ ἀνάνδρους, καὶ θρασεῖς, καὶ ἀλαζόνας, καὶ ἀσελγεῖς, καὶ ὑβριστὰς, καὶ ἀκολάστους, καὶ ἀκροχόλους, καὶ ὠμοὺς, καὶ ἀγενεῖς, καὶ πλεονέκτας, καὶ δουλοπρεπεῖς, καὶ πρὸς ἅπαν εἰπεῖν τῶν χρησίμων καὶ ἀναγκαίων ἀχρήστους καθίστησιν· ὧν τἀναντία πάντα ἡ αὐτάρκεια ποιεῖ. Ἀλλὰ νῦν πρὸς ἕτερον ἡμῖν ὁ λόγος ἐπείγεται· διὸ μόνον ἐκεῖνο προσθέντες τῶν ἀποστολικῶν πάλιν ἁψώμεθα ῥημάτων. Εἰ γὰρ τὰ δοκοῦντα εἶναι ζηλωτὰ τοσούτων γέμει κακῶν, καὶ τοσοῦτον τῇ ψυχῇ καὶ τῷ σώματι τὸν νιφετὸν ἐπάγει τῶν νοσημάτων, ποῦ τὰ λυπηρὰ θήσομεν; οἷον ἀρχόντων φόβους, δήμων ὁρμὰς, συκοφαντῶν καὶ βασκάνων ἐπιβουλάς· ἃ μάλιστα τοὺς πλουτοῦντας περιστοιχίζεται· ἐν οἷς καὶ τὰς γυναῖκας μειζόνως τῶν κακῶν ἀνάγκη κοινωνεῖν διὰ τὸ μὴ γενναίως τὰς τοιαύτας φέρειν μεταβολάς.
71. One might also demonstrate from other grounds the unpleasantness and the harm and the unseemliness of luxury, by recounting all the diseases which it wipes off upon the soul, being far more numerous and more grievous than bodily ones. For indeed it renders people effeminate, and cowardly, and brazen, and boastful, and licentious, and insolent, and intemperate, and irascible, and cruel, and ignoble, and covetous, and servile, and, so to speak, useless for every serviceable and necessary purpose; the exact opposites of all which things self-sufficiency effects. Yet now our discourse hastens on towards another point; wherefore, adding only this one remark, let us lay hold again of the apostolic words. For if the things reputed enviable teem with so many evils, and bring down so heavy a snowstorm of maladies upon both soul and body, where shall we place the things that are grievous?—such as fears of rulers, outbursts of populaces, plots of informers and envious men, things which above all hem in the rich, and amid which women too must of necessity share even more deeply in the calamities because they do not nobly endure such reversals of fortune.
ΟΒʹ. Καὶ τί λέγω γυναῖκας; καὶ γὰρ αὐτοὶ οἱ ἄνδρες ταλαιπώρως ὑπὸ τῶν τοιούτων ἁλίσκονται. Ὁ μὲν γὰρ ἐν αὐταρκείᾳ ζῶν οὐδεμίαν μετάπτωσιν δέδοικεν· ὁ δὲ ἐν ἐκείνῳ τῷ ὑγρῷ καὶ διακεχυμένῳ βίῳ δαπανηθεὶς, εἴποτε συμβαίη κατὰ περίστασίν τινα καὶ ἀνάγκην παραδοθῆναι πενίᾳ, τεθνήξεται πρότερον ἢ ταύτην οἴσει τὴν μεταβολὴν, διὰ τὸ ἀμελέτητον καὶ ἀγύμναστον. Διὰ ταῦτα ὁ μακάριος Παῦλος ἔλεγε· Θλῖψιν τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι· ἐγὼ δὲ ὑμῶν φείδομαι. Εἶτα μετὰ τοῦτό φησιν· Ὁ καιρὸς συνεσταλμένος τὸ λοιπόν ἐστιν.
72. And why do I speak of women? For even the men themselves are miserably caught by such troubles. For he who lives in self-sufficiency dreads no reversal of fortune; whereas he who has been wasted away in that lax and dissolute manner of life, if ever it should befall him through some circumstance and necessity to be handed over to poverty, will die sooner than bear this change, on account of his being unpractised and untrained. Wherefore the blessed Paul said: Such shall have tribulation in the flesh; yet I spare you (1 Cor. 7:28). Then after this he says: The time henceforth is shortened (1 Cor. 7:29).
ΟΓʹ. Καὶ τί τοῦτο πρὸς τὸν γάμον; ἴσως ἂν εἴποι τις. Καὶ σφόδρα μὲν οὖν πρὸς αὐτόν. Εἰ γὰρ ἐν τῷ παρόντι βίῳ συγκέκλεισται, ἐν δὲ τῷ μέλλοντι οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ὁ δὲ παρὼν καιρὸς πρὸς τὸ τέλος ἐπείγεται, καὶ ἐπὶ θύραις τὰ τῆς ἀναστάσεως ἕστηκεν, οὐ γάμων καιρὸς οὐδὲ κτημάτων, ἀλλ' ἐνδείας καὶ τῆς ἄλλης φιλοσοφίας ἁπάσης τῆς ἐκεῖ χρησιμευούσης ἡμῖν. Ὥσπερ γὰρ ἡ παρθένος ἕως μὲν ἂν οἴκοι μένῃ μετὰ τῆς μητρὸς, πολλὴν τῶν παιδικῶν ἁπάντων ποιεῖται φροντίδα, καὶ κιβώτιον ἐν τῷ ταμιείῳ καταθεμένη τῶν ἀποκειμένων ἐκεῖ, καὶ τὴν κλεῖν αὐτὴ κέκτηται, καὶ τὴν ἐξουσίαν ἅπασαν ἔχει, καὶ τοσαύτην ὑπὲρ τῆς τῶν μικρῶν ἐκείνων καὶ φαύλων φυλακῆς ἀναδέχεται μέριμναν, ὅσην οἱ τὰς μεγάλας ἐπιτροπεύοντες· ἐπειδὰν δὲ μνηστεύεσθαι δέῃ καὶ ὁ τοῦ γάμου καιρὸς ἀναγκάζῃ τὴν πατρῴαν οἰκίαν ἀφεῖναι, τότε τῆς εὐτελείας ἐκείνης ἀπαλλαγεῖσα καὶ τῆς ταπεινότητος, οἰκίας προστασίαν, καὶ κτημάτων καὶ ἀνδραπόδων πλῆθος, καὶ ἀνδρὸς θεραπείαν, καὶ τὰ ἄλλα τὰ τούτων μείζονα μεριμνᾷν ἀναγκάζεται· οὕτω καὶ ἡμᾶς χρὴ, ἐπειδὴ πρὸς τὸν τέλειον ἀγόμεθα βίον καὶ τὸν ἀνδράσι προσήκοντα, τὰ ἐπὶ τῆς γῆς πάντα ἀφέντας τὰ ὄντως παιδικὰ ἀθύρματα, φαντάζεσθαι τὸν οὐρανὸν καὶ τῆς ἐκεῖ διατριβῆς τὴν λαμπρότητα καὶ τὴν δόξαν ἅπασαν. Ἡρμόσθημεν γὰρ καὶ ἡμεῖς νυμφίῳ οὕτως ζητοῦντι παρ' ἡμῶν ἀγαπᾶσθαι, ὡς μὴ τῶν ἐν τῇ γῇ μόνον, μηδὲ τῶν μικρῶν τούτων καὶ εὐτελῶν, ὰλλὰ καὶ τῆς ψυχῆς αὐτῆς ἀφίστασθαι δι' αὐτὸν, ὅταν δέῃ. Ἐπεὶ οὖν ἐκεῖ λοιπὸν ἀπιέναι χρὴ, ἀπαλλάξωμεν ἑαυτοὺς τῆς φροντίδος τῆς εὐτελοῦς. Οὐδὲ γὰρ εἰς βασιλείαν μεθίστασθαι μέλλοντες ἀπὸ πενιχρᾶς
73. And what has this to do with marriage? someone might perhaps say. Nay, very much indeed to do with it. For if marriage is confined to the present life, whereas in the life to come they neither marry nor are given in marriage (Matt. 22:30), and the present time is hastening towards its end, and the things of the resurrection stand at the very doors, it is not a season for marriages nor for possessions, but for poverty and all the rest of that spiritual wisdom which avails us yonder. For just as a maiden, so long as she remains at home with her mother, takes great thought for all her childish things, and having stored a little casket in the closeted chamber, holds possession of the key herself, and wields entire authority over the things laid up there, and takes upon herself as great anxiety for the guarding of those petty and worthless trifles as stewards of great estates bestow; yet whenever she must be betrothed and the season of marriage compels her to leave her father's house, then, rid of that pettiness and lowliness, she is forced to care for the management of a household, and a multitude of possessions and slaves, and attendance upon a husband, and all the other matters greater than these: so too ought we, since we are being led towards the perfect life and that which befits grown men, leaving behind all things upon earth—which are truly childish playthings—to contemplate heaven and the splendour and all the glory of our sojourn there. For we too have been espoused to a Bridegroom Who seeks to be loved by us in such wise that we stand ready to part not merely with the things upon earth, nor with these small and paltry matters, but even with our very life itself on His account, whenever need requires. Since, therefore, we must henceforth depart thither, let us rid ourselves of this paltry anxiety. For neither, if we were about to remove into a royal palace from a penurious
Notes, col. 586

On the reading

Printed ὰλλὰ, for ἀλλὰ.