Migne Reading Room

PG 48 · cols. 1070–1077 · Read from the page

Spurious works

Spurious works

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:1070Read from the page
Ἀαρὼν ἀντιστάντες ποτὲ, καὶ προπετευσάμενοι ἀναιδῶς καὶ αὐθαδῶς θυμιᾶσαι τῷ Θεῷ· οὐχὶ πῦρ κατέφαγεν ἅπαντας, ἀνθ' ὧν κατετόλμησαν εἰς βαθμὸν οὗ οὐκ ἦσαν ἄξιοι; Πάλιν δὲ καὶ Μαριὰμ ἡ προφῆτις τοῦ Θεοῦ, ἵνα βραχύν τινα λόγον τῷ Μωσῇ ὀνειδίσῃ περὶ ἱερωσύνης, τοιοῦτον αὐτῇ μῶμον ὥρισεν ὁ Ὕψιστος, ἵνα λεπρωθεῖσα ἑπτὰ ἡμέρας ἀφορισθῇ ἔξω τῆς παρεμβολῆς. Καὶ τὸ νῦν, ἀδελφοὶ, ἁγνῶς αὐτὴν πολιτεύσασθε, μιμούμενοι τὸν Μωσῆν καὶ Ἀαρὼν καὶ τὸν Ἐλεάζαρ. Θεώρησον τοὺς εὐσεβεῖς τούτους ἱερεῖς, πῶς ἐν αὐτῇ ἠμύναντο τὰς τῶν ἐχθρῶν παρεμβολάς. Ταύτην ἔχων ὁ Μωσῆς, ἥπλωσε τὰς χεῖρας πρὸς τὸν Θεὸν, καὶ ἔτρωσε τὸν Ἀμαλὴκ πληγὴν ἀνίατον· ταύτην Ἀβραὰμ ζωσάμενος, τοὺς βασιλεῖς ἐτροπώσατο· ταύτην ὁ Μελχισεδὲκ ἀναλαβὼν, εὐλόγησε τὸν Ἀβραὰμ εὐλογίαν ἐξαίρετον. Ἠξιώθης οὖν, ἀδελφὲ, κομίσασθαι βαθμὸν ἱερωσύνης; σπουδὴν ἔχε εὐαρεστεῖν τῶ στρατολογήσαντί σε, ἐν ἁγνείᾳ καὶ ἐν δικαιοσύνῃ καὶ σοφίᾳ πνευματικῇ καὶ ἐν λαμπρᾷ παρθενίᾳ. Γενοῦ θερμὸς ζηλωτὴς ὡς Ἠλίας, κηδεμὼν ὡς Ἱερεμίας, σώφρων ὡς ὁ Ἰωσὴφ, καὶ ἁγνὸς ὡς Ἰησοῦς, φιλόξενος ὡς Ἀβραὰμ, φιλόστοργος ὡς Δαυῒδ, καὶ πρᾶος ὡς Μωσῆς· τὸν πλανηθέντα σύναξον, τὸν χωλὸν ἐπίδησον, τὸν πεσόντα ἀνάστησον, ἀσθενοῦντας ἀντιλαβοῦ, καὶ ὅσα ὅμοια. Ἐγὼ δὲ ἐκπλήττομαι, ἀγαπητοὶ, ὁποῖα εἰώθασί τινες ἐκ τῶν ἀφρόνων τολμᾶν, καὶ ἐπιχειροῦσιν ἀναιδῶς καὶ προπετῶς ἱερωσύνην λαβεῖν, μὴ κληθέντες ὑπὸ τῆς χάριτος τοῦ Χριστοῦ, ἀγνοοῦντες ὅτι πῦρ καὶ θάνατον ἑαυτοῖς σωρεύουσιν οἱ ἄθλιοι. Οὐ λέγω σοι, ἄνθρωπε, τὴν ἱερωσύνην μόνον μὴ προπετῶς κομίσασθαι, ἀλλ' οὐδέ τι ἕτερον ἐκ τῶν σκευῶν ἅψασθαι τῆς πανσέμνου λατρείας, εἴ γε ἄρα ἀνέγνως τί πέπονθεν Ὀζᾶ, ἐν τῷ αὐτὸν ἅψασθαι τῆς κιβωτοῦ τοῦ Θεοῦ. Ταύτης ἀεὶ μέμνησο, ἀδελφὲ ἀγαπητὲ, τῆς θείας λέξεως τοῦ Ὑψίστου, τῆς ῥηθείσης διὰ Ἠσαΐου τοῦ προφήτου, τὸ, Ἐπὶ τίνα ἐγὼ ἀναπαύσομαι, ἀλλ' ἢ ἐπὶ τὸν πρᾶον καὶ ταπεινὸν καὶ τρέμοντά μου τοὺς λόγους; Ταύτης ἀεὶ τῆς ἐντολῆς μνημόνευσον, καὶ κτῆσαι θησαυρὸν τὸν πρᾶον λογισμὸν, ἵνα οὕτω δυνηθῇς νοερῶς ἀναβῆναι εἰς τὴν ἄνω Ἱερουσαλὴμ, καὶ θυσίας νοερὰς προσενέγκαι τῷ βασιλεῖ καὶ Θεῷ ἐπὶ τὸ ἄνω θυσιαστήριον, ὅπου πλέκονται στέφανοι ἀφθαρσίας· κἀκεῖσε ἐνώπιον τῶν ἀγγέλων ἀναδήσει σε ὁ Χριστὸς στέμμα ἀθανασίας, καὶ σὺν ταῖς ἄνω στρατείαις ὑμνήσεις ὕμνον ἐπινίκιον τῇ ἁγίᾳ Τριάδι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Aaron, and presumed shamelessly and wilfully to burn incense unto God: did not fire devour them all, because they presumed upon a degree whereof they were not worthy? Again, when Miriam the prophetess of God reproached Moses with some brief word concerning the priesthood, the Most High appointed such a blemish upon her that, stricken with leprosy, she was separated seven days outside the camp (Num. 12:14). Now also, brethren, conduct yourselves purely therein, imitating Moses and Aaron and Eleazar. Behold these devout priests, how therein they warded off the camps of the enemies. Possessing this, Moses spread out his hands unto God, and smote Amalek with an incurable stroke; girded therewith, Abraham put the kings to flight; taking this up, Melchizedek blessed Abraham with a choicest blessing. Were you counted worthy therefore, brother, to receive the degree of the priesthood? Bestow diligence to please Him Who enlisted you, in purity and in righteousness and spiritual wisdom and in shining virginity. Become a fervent zealot like Elijah, a guardian like Jeremiah, chaste like Joseph, and pure like Joshua, hospitable like Abraham, tender-hearted like David, and meek like Moses; gather in him who has strayed, bind up the lame, raise up him who has fallen, succour the weak, and whatsoever things are like unto these. Yet I am astonished, beloved, at what certain of the senseless are wont to dare, when they attempt shamelessly and rashly to seize the priesthood, not having been called by the grace of Christ, ignorant that they heap up fire and death for themselves, wretched men that they are. I do not tell you, O man, merely not to take up the priesthood rashly, but not even to touch any other of the vessels of the all-venerable worship, if indeed you have read what Uzzah suffered when he touched the ark of God (2 Sam. 6:6-7). Remember always, beloved brother, this divine utterance of the Most High, spoken through Isaiah the prophet: Upon whom shall I rest, save upon him who is meek and lowly and trembles at My words? (Isa. 66:2). Call this commandment always to mind, and acquire a meek mind as your treasure, so that thus you may be able in spirit to ascend unto the Jerusalem above, and to offer spiritual sacrifices unto the King and God upon the altar on high, where crowns of incorruption are plaited; and there in the presence of the angels Christ shall crown you with a diadem of immortality, and with the hosts on high you shall sing a hymn of victory unto the Holy Trinity, unto the ages of ages. Amen.
δίας ἐπιζητῶν, ἣν δυσκόλως ἔστιν ἐξεργάσασθαι. Διόπερ εἰ καὶ προαχθείημεν εἰς ὀργὴν, οὐκ εὐθὺ τιμωρεῖται· εἰ γὰρ παρ' εὐθὺ ἐτιμωρεῖτο, οὐκ ἂν ἦν διὰ μετανοίας ἐπάνοδος. Διὰ τοῦτο ὑπερτίθεται τὴν τιμωρίαν, ἵνα ἔχωμεν καιρὸν μετανοίας, ἵνα ὁ χθὲς ὀργισθεὶς τῷ ἀδελφῷ, σήμερον μετανοήσῃ, καὶ διαθήκην ἑαυτῷ διάθηται μηκέτι ὀργίζεσθαι τῷ ἀδελφῷ· καὶ κατὰ μέρος ὅμοιοι Θεῷ γινώμεθα. Μεταβάλλει γὰρ ἡμᾶς ἐκ τῶν ἀλλοτριούντων τὴν ζωὴν ἡμῶν ἐκ τῆς ὁμοιώσεως τοῦ Θεοῦ, καὶ ἄγει εἰς τὸ κατὰ φύσιν καλὸν μετὰ τὸ προκείμενον· εἰς γὰρ τὸ κατὰ φύσιν ἀγόμεθα, καὶ εἰς τὴν τοῦ θείου Πνεύματος κοινωνίαν, καὶ τὴν διηνεκῆ μετὰ Θεοῦ ζωὴν περὶ τηλικούτων ἀγωνιζόμενοι. Πρόσχωμεν ἑαυτοῖς, καὶ μὴ καταφρο-
which is hard to work out. Wherefore even if we should be carried away into anger, He does not punish straightway; for if He punished straightway, there would be no return through repentance. On this account He defers the punishment, so that we may have a season for repentance, so that he who yesterday was angry with his brother may repent today, and establish a covenant with himself no longer to be angry with his brother; and step by step we may become like unto God. For He transforms us from the things that estrange our life from the likeness of God, and leads us unto the good that accords with nature after the task set before us; for unto that which accords with nature are we led, and unto the communion of the divine Spirit, and the perpetual life with God, when we contend for things so great. Let us give heed to ourselves, and not through contempt-
Notes, col. 1070

On the reading

Printed τῶ στρατολογήσαντί, for τῷ στρατολογήσαντί.

PG 48:1071Read from the page
νήσει τὸ ἔργον τῆς εἰς Θεὸν ὁμοιώσεως διαφθείρωμεν, ἐπειδὴ χρονίζει ὁ Κύριος τοῦ ἐλθεῖν· μὴ ἑαυτοῖς ἄδειαν δῶμεν εἰς τὸ παραβαίνειν τὰ λόγια Κυρίου, μὴ ἀπελπίσαντες ὡς μὴ δυνάμενοι τούτου τυχεῖν τοῦ καθ' ὁμοίωσιν Θεοῦ, καταλίπωμεν τὸν ἀγῶνα, ἀλλ' ἡ ἐλπὶς παρέστω διὰ τὸν προστάξαντα καὶ δύναμιν χαριζόμενον ἐπὶ τῷ προσταχθέντι. Ἡ δὲ καταφρόνησις καὶ ἡ ἀμέλεια ἀπέστω, φοβερωτέραν ἡμῶν προσδοκώντων τὴν τιμωρίαν διὰ τὴν μακροθυμίαν. Ὅσον γὰρ μακροθυμεῖ, ζητῶν τὴν διόρθωσιν, τοσοῦτον ἀγανακτήσει μὴ διορθουμένων ἡμῶν, καὶ ὡς ἐξυβρίσασι τὴν χάριν ἐπελεύσεται ὀξέως. Καταφρονείσθω δὲ ἡμῖν ἅπαντα τὰ τοῦ αἰῶνος τούτου πράγματα μᾶλλον, ἢ τὸ θεῖον πρόσταγμα· πολλὰ γὰρ τὰ εἰς ὀργὴν εἰσκαλούμενα τοὺς ὀξεῖς εἰς ὀργὴν, τοὺς εὐχερῶς παροξυνομένους. Ὁ δὲ τὸ πρόσταγμα τοῦ φοβεροῦ βασιλέως φοβούμενος, τοῦ κελεύσαντος ὅλως μὴ ὀργίζεσθαι, πάντων καταπτύσεται τῶν παροξύνειν θελόντων· εὐχερῶς δὲ ὑπομενεῖ τοὺς διὰ λόγων λυποῦντας, καρτερήσει δὲ πρὸς τοὺς δι' ἔργων λυπεῖν θέλοντας, καὶ τῷ τύπτοντι τὴν σιαγόνα, στρέψει καὶ τὴν ἄλλην, καὶ τὸν ῥῆμα αἰσχρὸν λοιδορίας χάριν ἐπάγοντα γενναίως ὑποίσει, θαυμαστὴν παραμυθίαν τοῦ μακαρισμοῦ κεκτημένος, καὶ ἵνα ὑπήκοος τῷ Κυρίῳ εὑρεθῇ, καὶ σβέσῃ τὴν πρὸς τὸν ἀδελφὸν ὀργὴν, καὶ φύγῃ τὴν ἐπ' αὐτῷ ὡρισμένην κόλασιν. Διὰ γὰρ τοῦτο τῆς σωματικῆς συμπαθείας ἀπηλλάχθαι Χριστὸς παρακελεύεται, φεύγειν τε φιλοχρηματίαν, καὶ φιλοδοξίας ἀφίστασθαι, ὅλως δὲ ἡδονὴν μὴ παραδέχεσθαι ἐν ἑαυτῷ, ἵνα μὴ διὰ μηδὲν τούτων κακωθῶμεν τὴν ψυχὴν, καὶ διατεθῶμεν ἀλλότριοι εἰς τὸ ἅγιον Πνεῦμα. Ὁ γὰρ χρημάτων καταφρονεῖν διδαχθεὶς, πῶς διὰ χρήματα παροξυνθήσεται, εἰ καὶ βούλεταί τις ἁρπάζειν; καὶ ὁ δόξης μὴ ὀρεγόμενος, πῶς διὰ δόξαν παροξυνθήσεται; Ἀπόδυσαι τοίνυν τὸ κοσμικὸν ἔνδυμα, καὶ τὸ πνευματικὸν ἔνδυσαι· ἀπόδυσαι τὸν παλαιὸν ἄνθρωπον, ἵνα τὸν νέον ἐνδύσῃ. Διὰ τοῦτο γὰρ ἀναγέννησις λέγεται, καὶ βεβόηται παρὰ τοῖς θείοις γράμμασι. Μεταβολῆς γὰρ τῶν προτέρων ἡ σωτηρία ἡ ἡμετέρα δεῖται, ἵνα ἕτεροι παρ' ὃ ἐσμεν γενώμεθα, ἵνα παυσώμεθα ὅπερ ἐσμὲν, ἐναρξώμεθα δὲ ἕτερον βίον, ὃν πρὸ τῆς παραβάσεως κρατοῦντες ἐτυγχάνομεν. Οὐκ ἦσθα γὰρ τοιοῦτος παρὰ Θεῷ, οἷος ἐκ παίδων γέγονας, οὐδὲ τοιοῦτον ἐκ τῆς θεοποιήτου πλάσεως εἶχες τὸ ἦθος, οἷον ἐκ τῆς ἀνθρωπίνης γενέσεως. Ἄκουσον τοίνυν ὀμνύοντος τοῦ Κυρίου, καὶ φοβήθητι· Ἀμὴν γὰρ, φησὶ, λέγω ὑμῖν, ἐὰν μή τις ἄνωθεν γεννηθῇ, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Διὸ ἄρξαι βίον καινότερον, κατάλειπε τὸν ἐν ἁμαρτίαις παλαιωθέντα βίον· ὁ χθὲς πόρνος σήμερον γενέσθω σώφρων· ὁ χθὲς ἀμέτρως μεθύων σήμερον γενέσθω νηστευτής· τὸ κακῶς ὕστερον ἐπιγενόμενον ἀπόρῥιψον, ἵνα τὸ καλῶς ἐξ ἀρχῆς δεδομένον ἐπαναλάβῃς. Μικρόν ἐστιν τὸ ἀτάραχον καὶ ἀόργητον διατελεῖν.
destroy the work of likeness unto God, because the Lord delays His coming; let us not grant ourselves licence to transgress the oracles of the Lord, nor, despairing as though unable to attain this likeness to God, let us abandon the contest; rather, let hope stand by us on account of Him Who enjoined it and Who graciously bestows strength for what was enjoined. And let contempt and negligence be far away, since we must expect a more dreadful punishment on account of His long-suffering. For the more He shows long-suffering in seeking our amendment, the more will He be indignant if we do not amend, and He will come swiftly upon us as upon outragers of His grace. Let all the things of this present age be despised by us rather than the divine command; for many are the things that invite into anger those who are swift to anger, those who are easily provoked. Yet he who fears the command of the dread King, Who bade us not be angry at all, will scorn all who wish to provoke him; easily will he endure those who grieve him by words, and steadfastly will he bear with those who wish to grieve him by deeds, and to him who strikes his cheek he will turn the other also, and him who casts a foul word by way of reviling he will nobly bear, possessing the wondrous consolation of the beatitude, both so that he may be found obedient unto the Lord, and so that he may quench his anger towards his brother, and escape the chastisement appointed therefor. For on this account Christ exhorts us to be freed from bodily affections, and to flee love of money, and to stand aloof from love of glory, and in no wise to admit pleasure within oneself, lest through any of these things we suffer harm in our soul, and be rendered estranged from the Holy Spirit. For he who has been taught to despise money, how shall he be provoked on account of money, even if someone wishes to seize it? And he who does not crave glory, how shall he be provoked on account of glory? Put off therefore the worldly garment, and put on the spiritual; put off the old man, so that you may put on the new. For on this account is it called regeneration, and is proclaimed throughout the divine Scriptures. For our salvation stands in need of a change from our former state, so that we may become other than what we are, so that we may cease to be what we are, and may begin another life, which we held fast before the transgression. For you were not such before God as you have become from childhood, nor from the God-fashioned formation did you hold such a character as from human generation. Hear therefore the Lord swearing, and fear: Verily, He says, I say unto you, unless a man be born from above, he cannot enter into the kingdom of heaven (John 3:3). Wherefore begin a newer life, forsake the life grown old in sins; let him who yesterday was a fornicator become today chaste; let him who yesterday was immoderately drunken become today a faster; cast off the evil that accreted afterwards, so that you may recover the good rightly given from the beginning. A small thing it is to remain untroubled and free from anger.
Ὁ θέλων κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ εἶναι, ὀφείλει ὑπὸ πάντων καταφρονεῖσθαι, διαπτύεσθαι, ἐξευτελίζεσθαι, διὰ ῥημάτων, διὰ πραγμάτων. Διὰ τοῦτο γὰρ οὐδὲ ἀνταποδιδόναι κακὰ τῷ ἠδικηκότι ἐκέλευσεν, ἵνα μὴ ἀνταποδιδοὺς τῷ ἀδικοῦντι, τὴν κατὰ φύσιν ἀπολέσῃς ἠπιότητα. Μὴ τοίνυν γένῃ κατὰ σεαυτὸν φρόνιμος, ὡς δίκαιος ὢν τοῦ ἀμύνασθαι τὸν ἀδικοῦντα. Μέμνησο τῶν ἱερῶν τοῦ Παύλου διδασκαλιῶν· Μὴ γίνεσθε, φησὶ, φρόνιμοι παρ' ἑαυτοῖς, μηδὲ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες. Οὐκ ἔστι καλὸν ἀντίδικον γενέσθαι, οὐδὲ ὑπὲρ ἑαυτοῦ τὴν δίκην ζητεῖν, ἀλλ' ἐπίρῥιψον τὴν δίκην σου Θεῷ, τῷ τὴν ἄμυναν ἀοργήτως ἐπάγοντι τοῖς ἀδικοῦσι· Μὴ γὰρ ἑαυτοὺς ἐκδικοῦντες, φησὶν, ἀλλὰ δότε τόπον τῇ ὀργῇ· γέγραπται γὰρ, Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. Μὴ λέγε, Θεὸς ἀνταποδίδωσιν, ἀνταποδώσω κἀγώ· σκέψαι τί σοι Χριστὸς
He who wishes to be according to the image and likeness of God ought to be despised by all, spat upon, set at naught, through words and through deeds. For on this account He commanded not even to render evil to him who has done wrong, lest in rendering to the wrongdoer you lose your natural gentleness. Do not therefore become wise in your own eyes, as though justly entitled to take vengeance on the wrongdoer. Remember the sacred teachings of Paul: Be not, he says, wise in your own conceits, rendering to no man evil for evil (Rom. 12:16-17). It is not good to become an adversary at law, nor to seek vengeance on one's own behalf; rather, cast your cause upon God, Who brings retribution without anger upon wrongdoers: Avenging not yourselves, he says, but give place unto wrath; for it is written, Vengeance is Mine, I will repay, saith the Lord (Rom. 12:19). Say not, God repays, I too shall repay; consider what Christ
PG 48:1072Read from the page
ἐπέδειξεν εἰς κόσμον ἐλθὼν, ἵνα τὸν σωτήριον τῆς ζωῆς ἐπιδείξῃ τύπον, καὶ τοῦτον ζήλωσον, ἵνα σωθῇς. Οὐκ ἦλθε γὰρ κριτὴς, οὐδὲ τοὺς ἐπανισταμένους ἀμυνόμενος· καίτοι γε οὐχ ἑαυτῷ διὰ τῆς ἀνεξικακίας κέρδος μνηστευόμενος, ἀλλὰ τῷ κόσμῳ τὴν σωτηρίαν πραγματευόμενος. Ἡ γὰρ Χριστου ἀνεξικακία τὴν τοῦ διαβόλου θρασύτητα καταβέβληκε, καὶ ἡ τοῦ Κυρίου ἠπιότης τὸν ἄγριον θυμὸν τοῦ Πονηροῦ κατεπάλαισε. Καὶ σὺ τοίνυν τὸν τύπον εἰς μίμησιν προτίθει. Οὐκ ὠργίσθη τοῖς ἐξυβρίσασιν, ἀλλὰ Σαμαρείτης καὶ δαιμονιῶν ἀκούων, ἠπίως καὶ πραέως πρὸς τοὺς λέγοντας ἀποκρίνεται· Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν Πατέρα μου· ὑμεῖς δὲ ἀτιμάζετέ με· ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων. Οὐκοῦν καὶ σὺ μὴ ἑαυτὸν ἐκδίκει, ἀλλ' ἀνάμενε τὸν κριτήν. Εἰ γὰρ αὐτὸς ὁ κριτὴς ἐν ἀνθρωπίνῳ σχήματι ἐλθὼν οὐκ ἀνταπέδωκε δυνάμενος, ἀλλὰ ἐξεδέχετο κρίσιν Θεοῦ (Λοιδορούμενος γὰρ, φησὶν, οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως), καὶ σὺ τοίνυν ποίησον οὕτω, καὶ μίμησαι τὸν Δεσπότην, ὃς καὶ μέχρι σταυροῦ τὴν ἄθεον ὕβριν ἐβάστασε, καὶ τοῖς ἀξίοις ἀπωλείας σωτηρίαν ἐπιπροτείνει. Καὶ γὰρ πρὸς τὸν Πατέρα ἔλεγεν, Ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην· οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Ἠδίκησεν ὁ ἀδελφὸς, ἀνάξιος τῆς ἀδελφότητος ὤφθη· ἀλλὰ σὺ μὴ διαφθείρῃς τὴν ἀδελφότητα. Ὁ ἀδελφὸς ἐμιμήσατο τοὺς τοῦ Ἰωσὴφ ἀδελφοὺς, ἀδελφοκτονίαν ὡπλίσατο, ἐχθρὸς ἀνεφάνη ἀντ' ἀδελφοῦ, πονηρίας ἔδειξεν ὑπερβολὴν, οὐδὲν ἀδικούμενος ἀδικεῖ. Ἀλλὰ σὺ τὸ ἐναντίον ποίησον, ἵνα εἴπῃς καὶ σὺ κατὰ τὸν μελῳδὸν Δαυΐδ· Μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός. Νίκα ἐν τῷ ἀγαθῷ τὸν κακὸν, προκαλοῦ αὐτὸν εἰς τὸ ἀγαθὸν, λῦσον τὸν θυμὸν ἠπιότητι, δεῖξον αὐτῷ ὅτι ἀδίκως διώκει τὸν ἐν σοὶ Χριστὸν, οὐκ ἄξιον τοῦ διώκεσθαι σεαυτὸν ἐπιδεικνύων. Ἀλλ' ἀδιόρθωτός ἐστι, καὶ πρὸς τὴν σὴν ἡμερότητα οὐ μεταβάλλεται. Καὶ θηρία μὲν μεταβάλλεται εἰς τὴν τῶν ἀνθρώπων ἡμερότητα, ἐκεῖνος δὲ τῶν θηρίων ἀγριώτερος καθέστηκε. Μὴ φιλονείκει πρὸς τὸν τοιοῦτον, μηδὲ ἀντιπαρεξάγαγε θυμῷ θυμόν· ἔκκλινον δὲ ὥσπερ [τὰς] χαλεπὰς τῶν πετρῶν ὁ σοφὸς κυβερνήτης· φύλαξαι δὲ ὥσπερ ἀσπίδα κωφὴν καὶ βύουσαν τὰ ὦτα αὐτῆς, ἥτις οὐκ εἰσακούσεται φωνὴν ἐπάδοντος. Ἐξαγόρασον τὸν καιρὸν, Ὅτι αἱ ἡμέραι πονηραί εἰσιν· ἐν σοφίᾳ περιπάτει, εἰδὼς, ὅτι ξένος εἶ καὶ πάροικος ἐπὶ τῆς γῆς καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες σου. Πρόβατον εἰς μέσον λύκων ἀπεστάλης καὶ σὺ, ὥσπερ καὶ οἱ ἀπόστολοι· μὴ λύκος ἀντὶ προβάτου γίνου· πρὸς λύκους φιλονεικῶν, φυλάσσου ὅση δύναμις, ἵνα μὴ τὸν θησαυρὸν τῆς δικαιοσύνης ἀπολέσῃς· φυλάσσου τοὺς διαρπάζοντας· φρόνιμος ὢν ὡς ὄφις φυλάσσου τὰς ἐπιβουλάς· εἰ δὲ καὶ βλάψειεν ὁ λύκος, εἰ δὲ καὶ σπαράττειν μέλλοι σε, παρασκευάζου φέρειν, μεμνημένος τοῦ λέγοντος· Ἐγενήθημεν ὡς πρόβατα σφαγῆς· ἀφορῶν εἰς αὐτὸν τὸν Κύριον, Ὃς ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος. Ἥξει καὶ τῆς σῆς νίκης ὁ καιρὸς, ὅταν νικήσῃς ἀνεξικακῶν μετὰ Χριστοῦ. Καὶ γὰρ ὁ Κύριος οὐκ ἤρισεν οὐδὲ ἐκραύγασεν, οὐδὲ ἤκουσέ τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ. Καὶ ὁ Ἀπόστολος ἐν ἑτοίμῳ ἔχειν φησὶν ἐκδικῆσαι πᾶσαν παρακοὴν, ὅταν πληρωθῇ τῶν ὑπακουσάντων ἡ ὑπακοή. Θεοῦ δὲ μακροθυμοῦντος, μακροθύμει καὶ σύ· ὅτε γὰρ σήμερον πάσχει Χριστὸς, σοῦ πάσχοντος, διὰ Χριστὸν ὑπομένειν δεῖ καὶ τὸν Χριστοῦ διάκονον. Βόα πρὸς αὐτὸν, καὶ ποιήσει τὴν ἐκδίκησιν ἐν τάχει· συντελέσει τὴν πονηρίαν ἁμαρτωλῶν, καὶ κατευθυνεῖ δίκαιον ὁ Θεὸς κριτὴς δίκαιος, ἰσχυρὸς καὶ μακρόθυμος· μακροθυμεῖ γὰρ πρὸς τὸ ἡμᾶς ἐπιστρέψαι. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
showed you when He came into the world in order to display the saving pattern of life; emulate Him, so that you may be saved. For He came not as judge, nor to take vengeance on those who rose up against Him, though indeed not courting gain for Himself through forbearance, but working out salvation for the world. For the forbearance of Christ has cast down the audacity of the devil, and the gentleness of the Lord has wrestled down the savage fury of the Evil One. Do you also therefore set that pattern before yourself for imitation. He was not angry with those who insulted Him, but when called a Samaritan and demon-possessed, gently and meekly He answers those who say it: I have not a demon, but I honour My Father, and you dishonour Me. Yet I seek not My own glory; there is One Who seeks and judges (John 8:49-50). Do you also therefore not avenge yourself, but await the Judge. For if the Judge Himself, having come in human form, did not repay though able to do so, but awaited the judgement of God (For when He was reviled, says Scripture, He reviled not again; when He suffered, He threatened not, but committed Himself to Him Who judges righteously [1 Pet. 2:23]), do you also therefore act thus, and imitate the Master, Who even unto the cross bore ungodly outrage, and holds forth salvation to those worthy of perdition. For unto the Father He said, Forgive them this sin; for they know not what they do (Luke 23:34). Your brother has done wrong; he has proved unworthy of brotherhood; yet do you not destroy brotherhood. Your brother has imitated the brethren of Joseph, has armed himself with fratricide, has shown himself an enemy instead of a brother, has displayed an excess of wickedness, and though wronged in nothing, does wrong. Yet do you the opposite, so that you too may say with the psalmist David: With those who hated peace I was peaceable (Ps. 119:7). Overcome the evil man with good, call him forth unto the good, dissolve his wrath with gentleness, show him that unjustly he persecutes Christ in you, proving yourself undeserving of persecution. Yet he is incorrigible, and is not changed in response to your mildness. Wild beasts indeed are changed into human mildness, whereas that man has become fiercer than wild beasts. Do not wrangle with such a man, nor array wrath against wrath; rather, turn aside as a wise helmsman avoids [the] dangerous rocks; guard yourself as against a deaf asp that stops its ears, which will not hearken to the voice of the charmer (Ps. 57:5-6). Redeem the time, Because the days are evil (Eph. 5:16); walk in wisdom, knowing that you are a stranger and a sojourner upon the earth and a pilgrim, even as all your fathers were (Ps. 38:13; Lev. 19:34). As a sheep into the midst of wolves were you also sent forth, just like the apostles; do not become a wolf instead of a sheep; in contending against wolves, guard yourself with all your might, lest you lose the treasure of righteousness; guard against plunderers; being prudent as a serpent, guard against plots; and even if the wolf should harm you, even if he should be about to tear you, prepare yourself to endure, remembering him who says: We were counted as sheep for the slaughter (Ps. 43:23; Rom. 8:36); looking unto the Lord Himself, Who was led as a sheep to the slaughter, and as a lamb before its shearer is dumb (Isa. 53:7; Acts 8:32). The season of your victory also shall come, when you conquer through forbearance with Christ. For the Lord neither strove nor cried aloud, nor did anyone hear His voice in the streets (Matt. 12:19). And the Apostle says that he holds himself in readiness to avenge all disobedience, when the obedience of those who obey is fulfilled (2 Cor. 10:6). While God shows long-suffering, do you also show long-suffering; for when Christ suffers today in your suffering, the servant of Christ also must endure for Christ's sake. Cry aloud unto Him, and He will work vengeance speedily; the wickedness of sinners He will bring to an end, and the just man will God direct, the just Judge, strong and long-suffering (Ps. 7:10, 12); for He is long-suffering in order to turn us back. To Him be the glory unto the ages. Amen.
Notes, col. 1072

On the reading

Printed Χριστου, for Χριστοῦ.

PG 48:1073Read from the page
IN HOMILIAM DE FUGIENDA SIMULATA SPECIE.
ON THE HOMILY ON FLEEING A FEIGNED APPEARANCE.
Hanc homiliam jure inter νενοθευμένα jamdiu ablegatam esse clamant omnia, stylus, dictio, troporum modus, verborum, nec Chrysostomo nec quibusvis politioris literaturae scriptoribus familiarium usus;
Everything proclaims that this homily was long ago rightly banished among the spurious works: the style, the diction, the manner of tropes, the use of words familiar neither to Chrysostom nor to any writers whatever of more polished literature;
ΟΤΙ ΕΠΙΠΛΑΣΤΟΝ ΣΧΗΜΑ ΚΑΙ ΜΗ ΑΛΗΘΕΣ ΦΕΥΓΕΙΝ ΧΡΗ, ΟΜΙΛΙΑ.
THAT ONE MUST FLEE A FEIGNED AND UNTRUE APPEARANCE, A HOMILY.
Πάλιν χρὴ μεταχειρίσασθαι ἡμᾶς τὴν εὐαγγελικὴν σάλπιγγα, καὶ τὴν τοῦ Κυρίου παραίνεσιν πρὸς ὑμᾶς ἐκφάναι· Προσέχετε γὰρ, φησὶν, ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες· ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Ἐλέγχεται γὰρ, φησὶν, ἐπίπλαστον σχῆμα πανταχοῦ διὰ τῶν καθ' ἑκάστην πραττομένων· ἀπὸ γὰρ τῆς προαιρέσεως αἱ πράξεις· τὸ σεμνὸν σχῆμα τὴν προαίρεσιν οὐκ ἀλλάττει. Ματαιόπονος οὖν παρὰ τοῖς σοφοῖς ὁ δολερὸς, τοῖς δυναμένοις αὐτὸν θηρᾶσαι διὰ τῶν καρπῶν, καὶ καταμαθεῖν ὅστις ὢν ὁποῖος φαίνεται. Τί οὖν κρύπτεις ἐν ἀλλοτρίῳ σχήματι σαυτόν; τί κατακρύπτεις τῇ δορᾷ τοῦ προβάτου τὸν λύκον; Ἐκφαίνει γάρ σε μικρὸν ὕστερον ἡ ἀλήθεια, καὶ φεύγων ἀλήθειαν ἁλώσῃ διὰ τῆς ἀληθείας. Τί προβάλλῃ λόγους χρηστότητος, τὸ πικρὸν ἦθος κατακαλύπτων; Οὐ λάθῃς πικρὸς ὢν, κἂν πάνυ γλυκὺς εἶναι προσποιήσῃ. Τί φιλίας ὑποδύῃ σχῆμα πολέμιος ὤν; Οὐκ ἐν σκότει ζῶμεν· ἐκφαίνεται τὰ κρυπτὰ, καὶ διελέγχεται τὸ μῖσος, ὅπερ ἔκρυπτες. Τί προσποιῇ τὴν φιλίαν; τί κολακεύεις μὴ φιλῶν; Μισητόν σου καὶ τὸ τῆς κολακείας γενήσεται, βλάβην ὡς παρὰ ἐχθροῦ φέρον, οὐκ ὠφέλειαν ὡς παρὰ φίλου. Ἐπαινεῖς γὰρ καὶ τὰ φαῦλα κολακείας ἕνεκα· οὐχ οὕτω δὲ ἀναίσθητος ὁ κολακευόμενος· μισῆσαι γὰρ ὀφείλει τὸν ἐπὶ τοῖς ἁμαρτήμασιν ἐπαινοῦντα. Τί δικαίου χαρακτῆρα καὶ σώφρονος ἐπιμορφάζεις ἐν ἀδικήμασιν ὢν καὶ ἀκολασίαις διατελῶν; τί καλύπτεις ὑπερηφανίαν σχήματι, καὶ ῥήματι ταπεινώσεως καὶ εὐλαβείας ὑποκρίνῃ τὸν φθόνον; Οὐκ ἔστι κεκαλυμμένον, ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν, ὃ οὐ γνωσθήσεται.
Again we must take in hand the evangelical trumpet, and utter unto you the exhortation of the Lord: For beware, He saith, of false prophets, who come to you in sheep's clothing, but inwardly they are ravening wolves: by their fruits you shall know them (Matt. 7:15-16). For a feigned appearance, he saith, is everywhere exposed through the things done day by day; for deeds proceed from deliberate choice, and a reverend appearance does not alter one's choice. In vain, therefore, does the deceitful man labour among the wise, who are able to track him down through his fruits, and to learn thoroughly what sort of man he is beneath what he appears to be. Why then dost thou hide thyself in another's guise? Why dost thou conceal the wolf in the sheep's fleece? For a little later truth brings thee to light, and fleeing truth thou shalt be caught through truth. Why dost thou put forward words of kindness, cloaking a bitter character? Thou shalt not escape notice being bitter, even though thou pretend to be altogether sweet. Why dost thou slip on a guise of friendship when thou art an enemy? We do not live in darkness: hidden things come to light, and the hatred which thou didst hide is exposed. Why dost thou feign friendship? Why dost thou flatter without loving? Odious too shall thy flattery become, bringing harm as from an enemy, not benefit as from a friend. For thou praisest even base things for flattery's sake; yet he who is flattered is not so senseless, for he ought to hate the one who praises him over his sins. Why dost thou counterfeit the stamp of a righteous and temperate man when thou art in wrongdoings and persisting in licentiousness? Why dost thou cover arrogance with an outward guise, and dissemble envy with a word of humility and reverence? There is nothing covered that shall not be revealed, and hidden that shall not be known (Matt. 10:26).
Μῶμος πονηρὸς ἀνθρώπου ψεῦδος· φύγωμεν τὴν ἐπὶ τῷ ψεύδει διαβολήν· μὴ ποιήσῃς ἄπιστον τῷ φίλῳ σεαυτὸν, ἵνα μὴ, καὶ ὅτε λαλεῖς ἀλήθειαν, οὐκ ἔτι πιστεύσῃ· ὁ γὰρ ἐν ἑνὶ εὑρεθεὶς ψεύστης, οὐκ ἔτι ἐστὶν ἄξιος πιστευθῆναι, οὐδὲ ἂν ἀληθεύσῃ ποτέ. Ὅτι τὸ λαλεῖν δίκαια, φησὶ, καὶ ἀληθεύειν, ἀρεστὸν Θεῷ μᾶλλον ἢ θυσιῶν αἷμα. Δῶρον δεκτὸν Θεῷ προσοίσεις πίστιν καὶ ἀλήθειαν· εὔκολον δὲ καὶ αὐτό σοι τὸ τὰ ὄντα λαλεῖν, καὶ μὴ τὰ μὴ ὄντα τεχνάζεσθαι. Οὐ γὰρ κάμῃς βιαζόμενος τὸ ψεῦδος εἰς ἀλήθειαν, οὐδὲ ἀτονιάσῃς μηδὲν, λέγων ἐναντία σεαυτῷ, ὅτι μὴ σύμφωνος ὁ ψευδὴς λόγος πρὸς ἑαυτόν· οὐκ αἰσχυνθήσῃ ψευσάμενος ἄλλους σὺ τὴν ἀλήθειαν φυλάττων· ὅρκου πιστότερον τὸν λόγον οἱ φίλοι ἡγήσονται, καὶ πάσης ἐνόρκου μαρτυρίας ἰσχυρότερον τὸ ῥῆμα τὸ σὸν δικαίαν καὶ ἀναμφισβήτητον καταδέξεταί σου μαρτυρίαν· ὁπότε μαρτυρήσεις παρελθὼν, δόξαν μὲν σεαυτῷ καλλίστην ἐπὶ τὴν ἀλήθειαν, σωτηρίαν δὲ κινδυνεύουσιν καὶ ἀδικουμένοις ὠφέλειαν ἐν δικαστηρίῳ προξενῶν. Χείλη ἀληθινὰ, φησὶ, κατορθοῖ μαρτυρίαν ἀληθῆ· ὁ δὲ μάρτυς τῶν ἀδίκων δόλιος· ὄψεταί σε δικαστὴς ἀσμένως ἀπαλλάττων τῆς περὶ τὴν δίκην ζητήσεως. Ἀλλὰ γὰρ ἐπαινετὸν παρὰ Κυρίου τῆς ταπεινοφροσύνης τὸ κατόρθωμα, εἰ δυνηθῶμεν κατορθῶσαι. Πολλοὶ μὲν οὖν κατορθώσαντές τι ἀγαθὸν, ἑαυτοὺς σμικρύνειν βούλονται παρὰ τὴν ἀλήθειαν, ψεύδεσθαι καθ' ἑαυτῶν βουλόμενοι μᾶλλον. Ἐγὼ δέ σοι λέγω, πρὸς τὴν ἀλήθειαν ταπεινοφρόνησον, ἄνθρωπε· εἰς ἀκοὰς Θεοῦ λάλει περὶ σεαυτοῦ ταπεινὰ, ὡς ὁ Ἀβραὰμ ἔλεγεν· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός· ὡς Παῦλος ἔλεγεν· Ἐγὼ δέ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Πάλιν δὲ ἀληθεύων ἐπήγαγεν· Χάριτι δὲ Θεοῦ εἰμι ὅ εἰμι. Τούτων δὲ οὕτω πρὸς ἡμετέραν διδασκαλίαν προκειμένων πανταχόθεν, φύγωμεν τὸ ἐπίπλαστον σχῆμα. Τί προσωπεῖα ἑαυτοῖς περιτιθέαμεν, μὴ ὄντες τοιοῦτοι οἵους ἑαυτοὺς ἐπιδεικνύομεν, τοὺς μὲν χιτῶνας μέχρι τῆς γῆς ἕλκοντες ἐν σχήματι ἁγίων, τὸν δὲ τρόπον ἠγριωμένοι, τῷ μὲν λόγῳ καὶ τῇ στολῇ ἅγιοι, τῇ δὲ γνώμῃ καὶ τοῖς ἔργοις ἀπάνθρωποι; Στολισμὸς οὐκ εἰσάγει εἰς βασιλείαν οὐρανῶν, ἀλλ' ἔργα δικαιοσύνης. Οὐχ οὕτως ὄψεται ἄνθρωπος ὡς ὄψεται Θεός· ἄνθρωπος μὲν εἰς πρόσωπον ὄψεται, ὁ δὲ Θεὸς εἰς καρδίαν· Ἐτάζων γὰρ, φησὶν, καρδίας καὶ νεφροὺς ὁ Θεός· ... καὶ διὰ τὸν ἐρχόμενον συναγαγεῖν τοὺς λογισμοὺς τῶν ἀνθρώπων· Πάντα γὰρ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ· Οὐκ ἔνι ἀποκρυβῆναι τῆς θέρμης αὐτοῦ. Ἥξει καιρὸς ὅτε τὸ προσωπεῖον τοῦτο ῥίψας γυμνὸς εὑρεθήσῃ, καὶ τότε ἔσῃ αἰσχυνόμενος ὀφθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὡς ὁ Ἀδὰμ ἐκπεσών. Ἐκεῖ γὰρ οὐκ ἔτι σχῆμα ζητεῖται, ἀλλὰ ἔργα. Ὧδε μὲν γὰρ πολλάκις πλανῶμεν, καὶ διαφεύγομεν τὸν ἔλεγχον, καὶ διὰ τοῦ σεμνοῦ σχήματος φαινόμεθα ὡς δίκαιοι, καὶ πολλάκις μακαριζόμεθα· ἐκεῖ δὲ οὐκ ἔτι ἔνι ψεύσασθαι· ἐκεῖ τὰ ἔργα ζητεῖται, οὐκ ἔτι τὸ σεμνὸν σχῆμα· μᾶλλον δὲ μείζονα τὴν κόλασιν καὶ τὸ κατάκριμα ἕξομεν, τὸ μὲν σχῆμα τὸ σεμνὸν φορέσαντες, τὰ δὲ ἔργα τοῦ σχήματος μὴ πονήσαντες. Ἄκουε τοῦ Σωτῆρος περὶ Ἰουδαίων μὲν λέγοντος, πρὸς ἡμᾶς δὲ διδασκαλίαν προτείνοντος· Πλατύνουσι γὰρ, φησὶ, τὰ κράσπεδα, καὶ ἐν ταῖς πλατείαις προσεύχονται, ὅπως φανῶσι τοῖς ἀνθρώποις δίκαιοι· οὗτοι δὲ λήψονται περισσότερον κρῖμα. Ἐπιθυμεῖς τὸ σεμνὸν σχῆμα, καὶ τὸ ὄνομα τοῦ Χριστιανισμοῦ ἐπεπόθησας· μὴ ἕως τούτου ἀπομείνῃς, ἀλλ' ὡς ὡμολόγησας Θεῷ, ἀπόδος τὴν ἐπαγγελίαν τῇ τῶν ἔργων ἐπιδείξει. Τί προπετὴς εἶ εἰς τὴν ἐπαγγελίαν, μὴ ἔργοις βεβαιῶν αὐτήν; Χρὴ οὖν καὶ εὔχεσθαι μετὰ ἀσφαλείας, καὶ ἀποδιδόναι τὸ χρέος τῆς ἐπαγγελίας μετὰ ἀκριβείας· Εὔξασθε γὰρ καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ὑμῶν. Ἁγνῇ πολιτείᾳ ὄφθητι αὐτῷ· τουτέστι, σώματι καὶ πνεύματι καὶ ψυχῇ· μή τι ὑφέλῃς τῆς ἐπαγγελίας, ἵνα μὴ πάθῃς τὰ Ἀνανίου καὶ Σαπφείφας. Ἐκεῖνοι γὰρ νοσφισάμενοι ἐκ τῆς τοῦ ἐπαγγελθέντος κτήματος τιμῆς,
A lie is a base blemish in a man (Sir. 20:24): let us flee the reproach attaching to falsehood; make not thyself untrustworthy to thy friend, lest even when thou speakest truth he shall no longer believe; for he who hath been found a liar in one thing is no longer worthy to be believed, not even if he should ever speak truth. For to speak righteous things, it saith, and to tell the truth, is pleasing to God rather than the blood of sacrifices (cf. Prov. 21:3). Thou shalt bring as an acceptable gift unto God faithfulness and truth; and this very thing is easy for thee, to speak things that are, and not to contrive things that are not. For thou shalt not weary thyself forcing falsehood into truth, nor grow faint at all by saying things contrary to thyself, because a lying speech is not in harmony with itself; thou shalt not be put to shame as having deceived others when thou guardest the truth: thy friends will esteem thy word more trustworthy than an oath, and thy utterance stronger than every sworn testimony; one will accept thy testimony as just and undisputed: whenever thou comest forward to bear witness, procuring indeed for thyself the fairest renown for truth, and for those in peril deliverance, and for those wronged benefit in the court of judgement. Truthful lips, it saith, establish true testimony; but a witness of the unrighteous is deceitful (cf. Prov. 12:19): a judge will look upon thee gladly, releasing thee from inquiry concerning the case. Yet the achievement of humility is praiseworthy before the Lord, if we are able to accomplish it. Many indeed, therefore, having accomplished some good thing, wish to belittle themselves contrary to the truth, wishing rather to lie against themselves. But I say to thee, be humble-minded according to the truth, O man; unto the ears of God speak lowly things concerning thyself, as Abraham said: But I am earth and ashes (Gen. 18:27); as Paul said: But I am the least of the apostles, who am not meet to be called an apostle, because I persecuted the Church of God (1 Cor. 15:9). And again, speaking the truth, he added: But by the grace of God I am what I am (1 Cor. 15:10). Since these things, then, lie before us on every side for our instruction, let us flee the feigned appearance. Why do we put masks around ourselves, not being such as we display ourselves to be, dragging our tunics down to the earth in the guise of saints, yet savage in character, holy indeed in speech and in robe, yet inhuman in mind and in deeds? Robing does not bring one into the kingdom of heaven, but works of righteousness. Not as man seeth shall God see: for man looks upon the face, whereas God looks upon the heart (cf. 1 Sam. 16:7); For God, it saith, searches hearts and reins (Ps. 7:10); ... and on account of Him Who comes to gather together the thoughts of men: For all things are naked and laid bare unto His eyes (Heb. 4:13); It is not possible to be hidden from His heat (Ps. 18:7). A time will come when, having cast off this mask, thou shalt be found naked, and then thou shalt be ashamed to be seen before the face of God, as Adam when he fell. For there outward guise is no longer sought, but works. For here indeed we often deceive, and escape reproof, and through the reverend guise we appear as righteous, and are often called blessed; but there it is no longer possible to lie: there works are sought, no longer the reverend guise; nay rather, we shall have greater punishment and condemnation, having worn indeed the reverend guise, yet not having laboured at the works of the guise. Hear the Saviour speaking indeed concerning the Jews, yet holding forth instruction unto us: For they broaden, He saith, their fringes, and pray in the streets, that they may appear righteous unto men; but these shall receive greater condemnation (cf. Matt. 23:5, 14; 6:5). Thou desirest the reverend guise, and thou didst long for the name of Christianity: remain not merely as far as this, but as thou didst confess unto God, render thy promise by the display of works. Why art thou hasty towards the promise, not confirming it by works? One must therefore both vow with safety and render the debt of the promise with exactness: For vow and pay unto the Lord your God (Ps. 75:12). By a pure way of life appear unto Him: that is, in body and spirit and soul; withdraw nothing from the promise, lest thou suffer the fate of Ananias and Sapphira. For they, having purloined from the price of the promised possession (cf. Acts 5:1-2),
Notes, col. 1073

On the reading

Printed Σαπφείφας, for Σαπφείρας.

PG 48:1075Read from the page
Dei suppellex est et thesaurus promissio nostra, et si quid inde subtrahamus, non jam nostra accipimus, sed sacrilege Dei thesauros compilamus, vereque tamquam sacrilegi judicabimur. Porro non pecuniarum tantum, sed vel sermonis et voluntatis est promissio. De omni, inquit, verbo otioso reddes rationem in die judicii (Matth. 12. 36): divinum enim magnumque mysterium non in pecuniis positum est, sed in perfecta voluntate ac proposito, et in Deum fide; omnes enim promisimus, et omnes promissionis debitores sumus. Itaque necesse est ut reddat virgo quidem virginitatem, quam et promisit: continens vero, continentiam: qui autem matrimonio junctus est, temperantiam, et ad invicem caritatem. Nam quae virginitatem se servaturam, aut in viduitate continentiam promittit, si promissi fidem fefellerit, atque ad nuptias se transtulerit, damnationem habet, quia primam fidem irritam fecit. Merito autem et presbyter reddere debet sacerdotium acceptum, et diaconus (seu minister) ministerium irreprehensibile, non ea, quae ad diaconi ministerium pertinent, furtim auferendo, ne condemnetur ut Judas, dum vendit. Multa igitur hic opus est diligentia et cautione, ne quis forte Deum fallat, neque integrum reddat promissum, vel potius depositum quod nostrum quisque promisit. Non amplius nostrum est, sed ita nobiscum reputare debemus, a Deo nos depositum accepisse: atque ut cum minime defraudatum promissum orando servaverimus, tremendo Christi tribunali sistamus, ne tamquam debiti inficiatores sententia ad Ananiae exemplum nos opprimat. Itaque multa nobis hic adhibenda est cautio, nec in aliquo labi, aut de promisso quidquam subtrahere, sed exacte promissum reddere studeamus, ne habitu tenus Christianismum profitendum esse censeamus, neque hoc contenti maneamus, sed cum per operum confirmationem veritatis ac justitiae sectatores ac domestici perseveraverimus, eos honores, qui justitiam sequuntur, Christi munere consequamur: cui gloria in saecula. Amen.
Our promise is God's household vessel and treasure, and if we hold back anything therefrom, we are no longer taking what is ours, but sacrilegiously plundering the treasures of God, and we shall truly be judged as temple-robbers. Moreover, a promise consists not in money alone, but even in word and resolve. For every idle word, says the Lord, thou shalt render an account in the day of judgement (Matt. 12:36): for the great and divine mystery lies not in money, but in perfect will, steadfast purpose, and faith in God; for all of us have made a promise, and all of us are debtors to our promise. Accordingly, the virgin must render back the virginity she promised; the continent, continence; and he who is joined in marriage, self-control and mutual charity. For she who promises to keep virginity, or continence in widowhood, if she breaks the plight of her promise and betakes herself to marriage, incurs condemnation because she has made void her first pledge (1 Tim. 5:12). Rightly too must the presbyter render back the priesthood entrusted to him, and the deacon (or minister) a blameless ministry, not stealthily pilfering the things that pertain to the deacon's ministry, lest he be condemned like Judas in selling sacred trust. Great diligence and caution are needed here, therefore, lest perchance anyone cheat God and fail to render back whole the promise—or rather the deposit—which each of us pledged. It is no longer ours; rather we must reckon within ourselves that we have received a deposit from God, so that, keeping our promise undefrauded with prayer, we may stand before the awesome tribunal of Christ, lest as repudiators of our debt sentence overwhelm us after the example of Ananias. Let us therefore exercise great caution here, striving neither to slip in aught nor to hold back anything from our promise, but to render back what was promised in full; let us not suppose that Christianity is to be professed merely as far as outward garb goes, nor rest content therewith, but persevering through the confirmation of works as followers and household members of truth and righteousness, may we by the gift of Christ attain the honours that attend righteousness: to whom be glory unto the ages. Amen.
IN HOMILIAM SEQUENTEM.
ON THE FOLLOWING HOMILY.
Hoc inepti hominis Chrysostomo adscriptum opus praeferunt utraque editio, Saviliana nempe et Morelliana: omnia hic ἀπροσδιόνυσα: stylus sagaci viro indignus, argumenta ut plurimum levia et futilia; si qua vero alicujus pretii sint, ea ex modo narrandi labefactantur. Cum autem hic scriptor Judaeorum de monarchia in Deo sententiam confutat, cave putes eum unitatem vel principii vel principatus in
Both editions, namely the Savilian and the Morellian, exhibit this work of a foolish man ascribed to Chrysostom: everything here is off the point: the style unworthy of a sagacious man, the arguments for the most part trifling and futile; and if any be of some value, they are weakened by the manner of exposition. When, moreover, this writer refutes the opinion of the Jews concerning the monarchy in God, beware of thinking that he [means] unity either of principle or of sovereignty in
CONTRA JUDAEOS, ET GENTILES ET HAERETICOS; ET IN ILLUD, VOCATUS EST JESUS AD NUPTIAS (Joan. 2. 2).
AGAINST JEWS, GENTILES, AND HERETICS; AND ON THAT SAYING, JESUS WAS CALLED TO THE MARRIAGE (John 2:2).
Hirundinum pulli in nido sedent, exspectantque parentes, qui sibi alimenta afferant: cumque illos accedentes vident, levi [ala movent aerem cantillantes, et ad illorum adventum applaudentes: similiter et eorum parentes cum nidulo appropinquant, cantillant, pullis adventum suum nuntiantes. Similiter autem et vos in nido templi hujus sedetis meum adventum exspectantes: et quia venientem videtis, levi] mentis ala volatis. Pari modo ego quoque ad hunc spiritualem nidum accessurus, prius emissa voce Deo gratias ago, quod tam mei amantes filios dederit. Verum hirundines escam ab ore in os tradunt; nos vero secus; ab ore namque in aurem infundimus. Illa enim in corruptionem procedunt, nostra vero in incorruptibilitatem. Illa corpora nutriunt; haec animam impinguant. Haec porro omnia a me non temere nec sine causa dicta sunt; sed quia Evangelii lectio hodierna ad hanc nos doctrinam deducit, necessarium est vos instituere. Vocatus est, inquit, Jesus ad nuptias (Joan. 2. 2). At animum adhibete, quaeso, et dictis attendite. Quoniam quidam nuptias praetexunt, alii filios, alii militiam, alii negotiationem, alii artem, alii servitutem, divitias alii, paupertatem nonnulli; et similia quaeque. Volo itaque demonstrare vobis, neque divitias impedimento esse, neque paupertatem, neque militiam, neque negotiationem, non nuptias, non filios, non servitutem, non artem, nullamque rerum similium. Vocatus est Jesus ad nuptias. Venitne, an non venit? Venit utique. Si ergo venit, quomodo nuptiae malae fuerint? Numquid habes ad defensionem? Ego vero dico, non tantum venisse, sed etiam munera attulisse: aquam enim in vinum convertit. Ne igitur de nuptiis causificeris. Dominus tuus ad nuptias venit, nuptias cohonestavit, et tu nuptias probro afficis, et dicis nuptias impedimento esse? Nullo impedimento sunt ad pietatem. Vis discere nihil nocere uxorem et liberos? Moyses annon uxorem et liberos habuit? Helias nonne virgo fuit? Nonne Moyses manna deduxit de caelo? Nonne Helias ignem de caelo deduxit? Nonne Moyses coturnicem advolare fecit? Nonne Helias verbo caelum clausit? Nonne Moysem Deus alloquebatur? Nonne cum Helia Deus colloquebatur? Nonne Moyses mare divisit, et populum traduxit? Nonne Helias igneo curru sublatus est? An nocuit huic virginitas? an impedimento fuerunt illi uxor et liberi? Vidisti Heliam aurigam in aere; vidisti Moysem in mari viatorem: vide et Petrum Ecclesiae columnam, qui et ipse uxorem habuit. Non scriptum est Petrum uxorem habuisse, undenam ergo liquet quod habuerit? Id ego dicam. Ingressus est, inquit, Jesus ad socrum Petri: et erat illa infirma, et tetigit eam; et reliquit eam febris, et ministrabat (Matth. 8. 14. 15). Viden' etiam Petrum uxorem habuisse? Ubi namque socrus est, ibi uxorem esse necesse est. Viden' etiam Petrum uxorem habuisse? Ne itaque nuptias calumnieris. Haec porro dico ut ne quis praetexat uxorem, vel filios, vel militiam, vel negotiationem, vel artem, vel servitutem, vel divitias, vel paupertatem. Haec obtentus sunt, haec causificationes et insidiae diaboli. Militiam praetendis et dicis: Miles sum, nec possum pius esse. Annon centurio miles erat, et tamen dixit Jesu: Non sum dignus ut intres sub tectum meum; sed dic verbum, et sanabitur puer meus (Matth. 8. 8)?
Swallows' nestlings sit in their nest awaiting their parents to bring them food; and when they see them drawing near, [they beat the air with light wing, chirping and applauding their arrival, and in like manner their parents, as they approach the little nest, chirp aloud to announce their coming to their young. In like manner you too sit in the nest of this church awaiting my coming; and because you see me arriving, with the light] wing of the mind you flutter aloft. In equal measure I too, as I draw near to this spiritual nest, first lift up my voice in thanksgiving to God for giving me children so loving towards me. Yet swallows pass food from beak to beak, whereas we do otherwise, pouring it from mouth into ear: for their food passes into corruption, whereas ours passes into incorruption; theirs nourishes bodies, whereas these words make rich the soul. Now all these things have been spoken by me neither at random nor without cause; rather, since today's Gospel reading leads us to this teaching, it is needful to instruct you. Jesus was called, says the Evangelist, to the marriage (John 2:2). Apply your minds, I pray you, and attend to what is said. For some plead marriage as an excuse, others children, others military service, others commerce, others a trade, others servitude, others wealth, some poverty, and all such things. I wish therefore to prove to you that neither wealth is a hindrance, nor poverty, nor military service, nor commerce, nor marriage, nor children, nor servitude, nor a trade, nor anything of the kind. Jesus was called to the marriage. Did He come, or did He not come? Assuredly He came. If therefore He came, how could marriage be evil? Hast thou aught to urge in defence? Nay, I say that He not only came, but brought wedding gifts as well, for He turned water into wine. Make no cavils, then, over marriage. Thy Master came to a marriage and graced marriage with honour, and dost thou heap reproach upon marriage and say that marriage is a hindrance? It is no hindrance at all to godliness. Wilt thou learn that wife and children do no harm? Did not Moses have a wife and children? Was not Elijah a virgin? Did not Moses draw down manna from heaven? Did not Elijah draw down fire from heaven? Did not Moses cause the quail to fly into the camp? Did not Elijah shut up heaven by his word? Did not God speak to Moses? Did not God converse with Elijah? Did not Moses divide the sea and lead the people across? Was not Elijah borne aloft in a fiery chariot? Did virginity harm the one, or were wife and children a hindrance to the other? Thou hast seen Elijah a charioteer in the air; thou hast seen Moses a wayfarer through the sea: behold Peter too, the pillar of the Church, who likewise had a wife. It is not written in so many words that Peter had a wife; whence then is it plain that he had one? I will tell you: Jesus entered, says Scripture, into the house of Peter's mother-in-law, and she was sick, and He touched her, and the fever left her, and she ministered (Matt. 8:14-15). Dost thou see that Peter too had a wife? For where there is a mother-in-law, there must needs have been a wife. Dost thou see that Peter too had a wife? Slander not marriage, therefore. Now I say these things so that no one may plead as a pretext wife, or children, or military service, or commerce, or a trade, or servitude, or wealth, or poverty: these are excuses, these are pretexts and snares of the devil. Thou pleadest military service and sayest: I am a soldier, and I cannot be godly. Was not the centurion a soldier, and yet he said to Jesus: I am not worthy that Thou shouldest enter under my roof, but speak the word, and my servant shall be healed (Matt. 8:8)?
PG 48:1077Read from the page
τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος Θεοῦ ἐκλήθη. Μή τι ἐνεπόδισεν αὐτῷ ὁ πλοῦτος καὶ ἡ γυνὴ, ἢ τὰ τέκνα; Μὴ ἔχεις ἀπολογίαν; Ἰδοὺ ἅπερ προφασίζῃ τρία οὗτος ἔχει, καὶ γυναῖκα καὶ τέκνα καὶ πλοῦτον. Ἀλλὰ τί εἶ; δοῦλος; Καὶ Ὀνήσιμος· καὶ γράφων Παῦλος Φιλήμονι ἔλεγεν· Ὀνήσιμον τόν ποτε ἄχρηστον, νῦν δὲ κἀμοὶ καὶ σοὶ εὔχρηστον. Ἀλλὰ τί εἶ; βασιλεύς; Καὶ Δαυΐδ· καὶ εἰσῆλθε πρὸς αὐτὸν Νάθαν ὁ προφήτης, καὶ ἤλεγξεν αὐτὸν περὶ τῆς ἁμαρτίας ἧσπερ ἐποίησε. Μήτι ἐτυράννησεν ὁ βασιλεύς; μήτι ἀπεφήνατο κατὰ τοῦ προφήτου; οὐχὶ καὶ ἐν τῇ βασιλείᾳ τὴν δουλείαν ὡμολόγει, καί φησιν, Ἥμαρτον τῷ Κυρίῳ; Καὶ ὁ προφήτης ἰδὼν τὴν μετάνοιαν αὐτοῦ, λέγει αὐτῷ· Ὁ Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου. Ὀξεῖα ἡ μετάνοια, ὀξυτέρα ἡ συγχώρησις. Μήτι προσέσχεν ἑαυτῷ ὁ βασιλεὺς, καὶ εἶπεν, ὅτι Βασιλεύς εἰμι, πορφύραν περιβέβλημαι, καὶ διάδημα περίκειμαι, καὶ ἔχω τόξα καὶ βέλη καὶ ἀσπίδας καὶ κρανέα καὶ στρατιώτας ὑπερασπιστάς· καὶ τοῦτον τὸν πένητα φοβοῦμαι, καὶ οὐ φονεύω αὐτὸν, ἀλλὰ ἀνέχομαι αὐτοῦ; Ἀλλ' οὐδὲν τούτων εἶπεν· ἀλλ' εἰ καὶ βασιλεὺς ἦν, ᾔδει ὅτι ἥμαρτε, καὶ διὰ τοῦτο μετενόησεν, ἐπειδὴ ᾔδει ὅτι χαλεπὸν ἁμάρτημα ἐποίησε. Μήτι ἐνεπόδισεν αὐτῷ ἡ βασιλεία; Ἀλλὰ τί εἶ; παῖς; Καὶ ὁ Δανιὴλ, καὶ λέοντας ἐφίμωσε, καὶ δράκοντα διέρῥηξε, τὸν Βὴλ κατέστρεψε, καὶ τοὺς πρεσβυτέρους κατέκρινε, τὴν δὲ Σωσάνναν ἔσωσε, καὶ τὸ ἀτελὲς τῆς νεότητος οὐδὲν ἐνεπόδισε τὴν τοσαύτην ἀρετήν. Ἀλλὰ τί εἶ; φιλάδελφος; Καὶ Ἰωσήφ· κἀκεῖνος πόσην φιλοσοφίαν ἐπεδείξατο καὶ σωφροσύνην ἐπὶ τῆς Αἰγυπτίας; Τὸν χιτῶνα αὐτοῦ ἔσχισε, τὴν δὲ πίστιν αὐτοῦ οὐ διέρῥηξε· τὴν ἀναισχυντίαν αὐτῆς ἐνίκησε, τὴν δὲ ἐπιθυμίαν αὐτῆς οὐκ ἐπλήρωσεν. Ἀλλὰ τί εἶ; [χήρα; Καὶ ἡ Σιδωνία, ἥτις Ἠλίαν τὸν προφήτην ὑπεδέξατο, καὶ ἔθρεψεν ἄρτῳ καὶ ὕδατι· καὶ τὸν αἴτιον τοῦ λιμοῦ λιμὸς οὐ κατέτηξεν. Ἀλλὰ τί εἶ;] πόρνη; Καὶ ἡ Ῥαὰβ, ἥτις ἔκρυψε τοὺς κατασκόπους, καὶ μετὰ τὸ παραλαβεῖν τοὺς υἱοὺς Ἰσραὴλ τὴν γῆν τῆς ἐπαγγελίας, ἐσώθη καὶ αὐτὴ καὶ ὁ οἶκος αὐτῆς καὶ τὸ γένος αὐτῆς. Ἀλλὰ τί εἶ; πένης; Καὶ ὁ Λάζαρος, καὶ ἐν τῇ πενίᾳ πόσην φιλοσοφίαν ἐπεδείξατο καὶ ὑπομονὴν, καὶ οὐκ ἐδυσπέτησεν ἐν τοσαύτῃ ἀνάγκῃ ὤν! Ἀλλὰ τί εἶ; φιλογύναιος; Καὶ Σαμψών· ει γὰρ καὶ προεδόθη ὑπὸ γυναικὸς, ἀλλὰ τὴν ἐκδικίαν παρέσχεν αὐτῷ ὁ Θεὸς, καὶ ἐξεδικήθη ὑπὸ τῶν ἀλλοφύλων. Ἀλλὰ τί εἶ; φιλότεκνος; Καὶ Ἰακώβ. Ὁρᾷς πόσοι ἐσώθησαν; Ἔχεις πίστιν; πάντα ἔχεις· οὐκ ἔχεις πίστιν, βασιλεὺς δὲ εἶ; οὐδέν σε ὠφελεῖ ἡ βασιλεία. Ἀλλὰ τῆς ὑποσχέσεως οὐκ ἐπιλέλησμαι. Ἐκλήθη οὖν ὁ Ἰησοῦς εἰς γάμον. Παραγενομένου δὲ αὐτοῦ, οὐκ εἶχον οἶνον· λέγει αὐτῷ ἡ μήτηρ αὐτοῦ· Οἶνον οὐκ ἔχουσι. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Ὕπαγε, γύναι· οὔπω γὰρ ἥκει ἡ ὥρα μου. Καὶ ταῦτα εἰπὼν ὁ Ἰησοῦς λέγει· Γεμίσατε τὰς ὑδρίας ὕδατος. Καὶ ἐγέμισαν τὰς ὑδρίας ὕδατος, καὶ ἐποίησε τὸ ὕδωρ οἶνον. Διὰ τί δὲ εἶπε, Γεμίσατε τὰς ὑδρίας ὕδατος; ἆρα ὁ λόγῳ τὸν οὐρανὸν ποιήσας, καὶ τὴν γῆν θεμελιώσας, καὶ πάντα τὰ ἐν αὐτοῖς, οὗ τὸ βλέμμα ξηραίνει ἀβύσσους, ὃν φρίσσει καὶ τρέμει πᾶσα ἡ κτίσις ἐπουρανίων τε καὶ ἐπιγείων καὶ καταχθονίων, οὐκ ἐδύνατο τὰς ὑδρίας λόγῳ γεμίσαι; Ἀλλὰ λέγει· Ἀντλήσατε ὕδωρ. Διὰ τί; Ἐγὼ λέγω, ἵνα, ἐὰν ἀρνήσωνται, αἱ χεῖρες αὐτῶν αἱ ἀντλήσασαι, καὶ οἱ ὦμοι αὐτῶν οἱ βαστάσαντες τὸ ὕδωρ, ἐλέγξωσιν αὐτούς· ἐπεὶ καὶ ἐπὶ τοῦ Λαζάρου τὸ αὐτὸ ἐποίησε. Πρὸ τοῦ παραγενέσθαι ἐπὶ τὸν τόπον, λέγει τοῖς μαθηταῖς· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἔπειτα ὡς ἦλθον αἱ ἀδελφαὶ τοῦ Λαζάρου, καὶ λέγουσιν αὐτῷ, ὅτι Λάζαρος ἀπέθανε, λέγει αὐταῖς· Ποῦ τεθείκατε αὐτόν; Αἱ δέ φασιν· Ἔλθε καὶ ἴδε. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων! Πρὸ μικροῦ ἔλεγες τοῖς μαθηταῖς, ὅτι Λάζαρος ἀπέθανε, καὶ νῦν λέγεις, Ποῦ τεθείκατε αὐτόν; Τὸν θάνατον προδηλοῖς τοῖς μαθηταῖς σου, καὶ τὸν τόπον οὐκ οἶδας; Ἤδει, ἀλλὰ διὰ τοὺς Ἰουδαίους ἔλεγεν, ἐπειδὴ ἀγνώμονες ἦσαν· ὥστε τὸ εἰπεῖν, Ποῦ τεθείκατε αὐτόν; οὐκ ἀγνοίας ἦν· ἐπεὶ καὶ ἐν τῷ παραδείσῳ ἔλεγε τῷ Ἀδάμ· Ἀδὰμ, ποῦ εἶ; Ἆρα οὖν οὐκ ᾔδει ποῦ ἦν; Ἀλλ' ἐπειδὴ ἔλεγεν αὐτοῖς ὁ διά-
unto God, and it was reckoned unto him for righteousness, and he was called the friend of God (Gen. 15:6; Jas. 2:23). Did his wealth in any way hinder him, or his wife, or his children? Have you any excuse? Behold, the three things that you put forward as pretexts this man had: both wife and children and wealth. Yet what are you? a slave? So too was Onesimus; and Paul, writing to Philemon, said: Onesimus, who once was unprofitable, but now is profitable both to me and to you (Philem. 11). Yet what are you? a king? So too was David; and Nathan the prophet came in unto him, and reproved him concerning the sin which he had committed. Did the king play the tyrant? Did he pronounce sentence against the prophet? Did he not even in his kingship confess his servitude, and say, I have sinned against the Lord? And the prophet, beholding his repentance, says unto him: The Lord hath put away thy sin (2 Sam. 12:13). Swift was the repentance, swifter the pardon. Did the king look upon himself, and say: I am a king, I am arrayed in purple, and wear a diadem, and have bows and arrows and shields and helmets and soldiers for bodyguards; and do I fear this poor man, and not slay him, but put up with him? Nay, nothing of these things did he say; rather, even though he was a king, he knew that he had sinned, and on this account he repented, because he knew that he had committed a grievous sin. Did his kingship in any way hinder him? Yet what are you? a boy? So too was Daniel, and he stopped the mouths of lions, and burst the dragon asunder, overthrew Bel, and condemned the elders, and saved Susanna, and the immaturity of youth in no wise hindered so great a virtue. Yet what are you? fond of your brethren? So too was Joseph; and how great a philosophy and temperance did that man display in the case of the Egyptian woman! His tunic he rent, yet his fidelity he did not rend; her shamelessness he conquered, and her lust he did not fulfil. Yet what are you? [a widow? So too was the woman of Sidon, who received Elijah the prophet, and fed him with bread and water; and famine did not waste away him who caused the famine. Yet what are you?] a harlot? So too was Rahab, who hid the spies, and after the sons of Israel took possession of the land of promise, she herself was saved, and her house and her kindred. Yet what are you? a poor man? So too was Lazarus, and in his poverty how great a philosophy and endurance did he display, and did not chafe though in such distress! Yet what are you? fond of women? So too was Samson; for even though he was betrayed by a woman, yet God granted him vengeance, and he was avenged on the Philistines. Yet what are you? fond of your children? So too was Jacob. Do you see how many were saved? Have you faith? You have all things; have you not faith, though you are a king? Your kingship profits you nothing. Yet of my promise I have not been forgetful. Jesus therefore was invited to a marriage. And when He had arrived, they had no wine; His mother says unto Him: They have no wine. Jesus says unto her: Go, woman; for Mine hour is not yet come. And having spoken these things, Jesus says: Fill the water-pots with water (John 2:3-7). And they filled the water-pots with water, and He made the water wine. And why did He say, Fill the water-pots with water? Could not He Who by a word made heaven, and founded the earth, and all the things that are therein, Whose glance dries up abysses, before Whom the whole creation of things in heaven and things on earth and things under the earth shudders and trembles, have filled the water-pots by a word? Yet He says: Draw water. Why? I tell you: so that, if they should deny it, their own hands that drew it, and their own shoulders that carried the water, might convict them; since in the case of Lazarus also He did the very same thing. Before arriving at the place, He says to the disciples: Lazarus our friend has fallen asleep (John 11:11); then when the sisters of Lazarus came, and say unto Him, Lazarus is dead, He says to them: Where have you laid him? And they say: Come and see (John 11:21, 32, 34). O strange and marvellous things! A little while ago You were telling the disciples, Lazarus is dead, and now You say, Where have you laid him? Do You foretell his death to Your disciples, and know not the place? He knew, yet on account of the Jews He spoke thus, because they were ungrateful; so that His saying, Where have you laid him? was not out of ignorance; since in paradise also He said unto Adam: Adam, where art thou? (Gen. 3:9). Did He then not know where he was? Nay, because the devil-
Notes, col. 1077

On the reading

Printed ει γὰρ, for εἰ γὰρ.

Printed Ἤδει, for Ἤιδει.