γὰρ τὸ διάφορον τῶν προσώπων, ἀλλ' ἡ χρῆσις τῆς συμβουλῆς ποιεῖ με δέχεσθαι τὰ λεγόμενα. Εἰ γὰρ Μωϋσῆς ἐκεῖνος, ὁ τηλικοῦτος, ὁ τῷ Θεῷ ὁμιλήσας, τὰς τοῦ κηδεστοῦ αὐτοῦ συμβουλίας οὐκ ἀπεστράφη, καὶ τούτου βαρβάρου ὄντος, ἀλλὰ κἀκεῖνος κατεδέξατο, καὶ ὁ Θεὸς ἐβεβαίωσε· πόσῳ μᾶλλον ἡμεῖς; Οὐ λέγω σοι, ἀκτήμων γενοῦ, ἀλλὰ τὸ περισσὸν εἰς τοὺς πένητας ἀνάλωσον, ἵνα ἡ περισσεία σου ὑπόθεσις σωτηρίας σοι γένηται. Οὐχ ὁρᾶτε πολλοὺς κατὰ τὴν ὁδὸν πένητας, πῶς μένουσι νοσοῦντες καὶ γυμνητεύοντες; καὶ ὁ μὲν νεώτερος, ὁ δὲ πρεσβύτερος, καὶ ἄλλος ὑφ' ἑτέρου στηρίζεται, καὶ πολλὴ ἡ τούτων τραγῳδία. Δὸς οὖν τῷ συνδούλῳ, ἵνα ἔχῃς τὸν Δεσπότην χρεωφειλέτην, τὸν ἡδέως χρεωστοῦντα, τὸν διδόντα τὸ κεφάλαιον μετὰ τοῦ τόκου· ἐπὶ μὲν γὰρ τῶν ἔξω ἔγκλημα ὁ τόκος, ἐπὶ δὲ τοῦ Θεοῦ ἔπαινος. Οὐ δίδως τῷ πένητι; πρόσεχε τῷ δι' αὐτοῦ αἰτοῦντι, καὶ αἰδέσθητι τὸ ἀξίωμα τοῦ λαμβάνοντος· ὁ πένης λαμβάνει, καὶ ὁ Θεὸς δανείζεται. Ἐννόησον ποῦ κατέβη ὁ Δεσπότης σου δι' ἐκεῖνο, ἵνα σε ἐπικάμψῃ μὴ εἶναι ὠμὸν καὶ ἀπάνθρωπον. Πεινῶντα μὲν γὰρ, φησὶν, εἴδετέ με, καὶ οὐκ ἐθρέψατε· διψῶντα, καὶ οὐκ ἐποτίσατε· ξένον, καὶ οὐ συνηγάγετε· γυμνὸν, καὶ οὐ περιεβάλετε, καὶ τὰ ἑξῆς. Οὐ δίδως οὖν πεινῶντι τῷ Χριστῷ; Σὺ καὶ ὁ πένης τὸ σῶμα αὐτοῦ κοινῶς ἐκ τῆς τραπέζης μεταλαμβάνετε, τοῦ ποτηρίου αὐτοῦ ὁμοίως μετέχετε· ἐν τοῖς μεγάλοις σοι καὶ φρικτοῖς κοινωνεῖ, καὶ τῶν μικρῶν αὐτῷ οὐ μεταδίδως; Μὴ γὰρ τὰ σὰ αὐτῷ παρέχεις; Κἂν γὰρ παρὰ τῶν γονέων ἐδέξω, κἂν παρὰ τῶν προγόνων, τοῦ Θεοῦ εἰσι. Τί καταχωννύεις αὐτὰ εἰς τὴν γῆν; Δὸς τῷ πένητι, καὶ μετὰ πολλῆς τῆς ἀσφαλείας φυλάττει σοι αὐτὰ ὁ Δεσπότης. Οὐχ ὁρᾷς τοὺς γηπόνους τί ποιοῦσιν; ὅτι πολλάκις ὑπὸ πενίας μὴ ἔχων σπόρον, τίθησιν αὐτοῦ τὸ ἱμάτιον, καὶ λαμβάνει ὃ βούλεται, καὶ τῇ γῇ καταπιστεύει; καίτοι πολλάκις ἦλθε καιρῶν ἀνωμαλία, καὶ ἀπῆλθε μηδὲν θερίσας, καὶ ὅμως πιστεύει τῇ γῇ διὰ τὴν ἐλπίδα. Ὅπερ οὖν ἡ γῆ ποιεῖ, τοῦτο ὁ Δεσπότης οὐ δύναται ποιῆσαι; Μίμησαι ἐκείνην τὴν ἐν τῇ Παλαιᾷ χήραν, τὴν ἔχουσαν δράκα ἀλεύρου ἐν τῇ ὑδρίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκῃ, ὅτι ἐξ αὐτῶν τὸν προφήτην ἐξενοδόκησεν· ἢ ταύτην τὴν ἐν τῷ Εὐαγγελίῳ, ἥτις δύο ὀβολοὺς βαλοῦσα πάντας ὑπερηκόντισεν· ὅλον γὰρ τὸν πλοῦτον ἑαυτῆς ἔβαλεν. Ἀλλὰ τί λέγεις; Πένης εἰμὶ, καὶ οὐκ ἔχω χρήματα. Δύο ὀβολοὺς οὐκ ἔχεις; Εἰ δὲ καὶ οὐκ ἔχεις, γνώμης ἀγαθῆς περιουσίαν ζητεῖ ὁ Θεός. Διὰ τοῦτο ἔλεγεν, Ὅστις ἐὰν δῷ ποτήριον ψυχροῦ ὕδατος, οὐ μὴ ἀπολέσει τὸν μισθὸν αὐτοῦ. Βλέπε, τί λέγει· ψυχροῦ ὕδατος, οὐ θερμοῦ, ἵνα μὴ διὰ τὴν δαπάνην τῶν ξύλων στερηθῇς τοῦ μισθοῦ. Καὶ βασιλεὺς μὲν ὅσον ἐαν ἐπιβάλῃ σοι χρυσίον, κρεμώμενος, σχοινιζόμενος, δίδως ὅπερ βούλεται· κἂν πένης ᾖς, οὐ προσέχει τῇ δυνάμει τῶν προσώπων, ἀλλὰ τῳ ἰδίῳ κέρδει. Ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ κατὰ τὴν ἑκάστου δύναμιν ἀπαιτεῖ. Διὰ τί γάρ εἰσι πένητες; μὴ γὰρ οὐκ ἠδύνατο ὁ Θεὸς ὄμβρον χρυσοῦν κατενεγκεῖν; ἀλλ' ἵνα σοι ἡ ἐκείνου πενία παραμυθία τῶν ἁμαρτημάτων σου γένηται. Μέγα ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων· βλέπε πόσον ἐστὶν ἡ ἐλεημοσύνη. Ἑαυτῷ παραβάλλει ὁ Θεὸς τὸν ἐλεήμονα· Γίνεσθε γὰρ, φησὶν, οἰκτίρμονες, ὡς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν. Ἐὰν ἔλθῃ ὁ θάνατος, ὧδε μένει τὰ χρήματα· διὰ τί οὖν οὐ προαποστέλλεις σεαυτῷ ἐκεῖ, ἵνα ἐν ἐκείνῃ τῇ ἡμέρᾳ παραστῶσί σοι πένητες, ὅπου ῥήτωρ οὐκ ἔστιν, οὐδὲ συνήγορος; Ἐπιδείκνυνται γὰρ οἱ πένητες τὰ ἱμάτια, καὶ τὰ στρόφια, καὶ ἁρπάζουσί σε τοῦ πυρός. Οὐχ οὕτως ἥλιος εἰς πάγος ἐλθὼν λύει αὐτὸ, ὡς ἐλεημοσύνη ἐμπεσοῦσα εἰς πλῆθος ἁμαρτιῶν ἀφανίζει αὐτάς. Ἵνα δὲ μάθῃς τῆς ἐλεημοσύνης τὸ ὕψος, τι τῆς παρθενίας ἐπιπονώτερον; Οὐδέν· πολλαί εἰσιν αἱ ἀρεταὶ, αἱ μὲν μεγάλαι, αἱ δὲ μείζους, αἱ δὲ ἐλάττονες, τῆς δὲ παρθενίας οὐδὲν ἐπιπονώτερον· πρὸς τὴν φύσιν παλαίει· ὁ πόλεμος οὗτος ἀνοχὴν οὐκ ἔχει· μάχη ἐστὶν εἰρήνην μηδέποτε ἔχουσα, εἰ μὴ διὰ τοῦ ἐλέους τοῦ Χριστοῦ. Ἕστηκεν ἡ παρθένος τὴν κάμινον πρὸς ἑαυτὴν συνάγουσα, καὶ μὴ καιομένη· παρ-
the difference of persons, but the usefulness of the counsel makes me accept the things spoken. For if that Moses, so great a man, who conversed with God, did not turn away from the counsels of his father-in-law, even though he was a barbarian, but both he himself welcomed them and God confirmed them, how much more we? I do not say to you: Become possessionless; but spend your surplus upon the poor, so that your abundance may become for you a groundwork of salvation. Do you not see many poor men along the road, how they remain sick and naked? And one is younger, another older, and one is supported by another, and great is their tragedy. Give, therefore, to your fellow-slave, so that you may have the Master as your debtor, Him Who gladly owes a debt, Who gives the principal together with the interest; for among outsiders interest is an accusation, whereas with God it is a praise. Do you not give to the poor man? Give heed to Him Who asks through him, and revere the dignity of Him Who receives: the poor man receives, and God borrows. Consider whither your Master came down on account of that, so that He might bend you not to be cruel and inhumane. For you saw Me hungry, says He, and did not feed Me; thirsty, and did not give Me drink; a stranger, and did not gather Me in; naked, and did not clothe Me, and so forth. Do you not give, then, to Christ when He is hungry? You and the poor man partake in common of His body from the table, you share alike in His cup; in things great and awesome He shares fellowship with you, and of small things do you not give him a share? Why, is it your own things that you furnish to him? For even if you received them from your parents, even if from your forefathers, they belong to God. Why do you bury them down in the earth? Give to the poor man, and with great security the Master guards them for you. Do you not see tillers of the soil, what they do? That often, having no seed by reason of poverty, a man pawns his cloak, and takes what he wishes, and entrusts it to the earth? And yet often irregularity of seasons came, and he departed having reaped nothing, and nevertheless he trusts the earth on account of hope. What the earth does, therefore, is the Master unable to do? Imitate that widow in the Old Testament, who had a handful of meal in the jar and a little oil in the cruse, because out of them she gave hospitality to the prophet; or this one in the Gospel, who by casting in two obols surpassed all; for she cast in all her wealth. Yet what do you say? I am poor, and have no money. Do you not have two obols? And even if you do not have them, God seeks the abundance of a good mind. On this account He used to say: Whoever gives a cup of cold water shall in no wise lose his reward. See what He says: of cold water, not hot, lest through the expense of wood you be deprived of the reward. And as for a king, however much gold he lays upon you, hanging, stretched with cords, you give what he wishes; even if you are poor, he pays no heed to the capacity of persons, but to his own gain. God, however, does not act thus, but demands according to the capacity of each. For why are there poor men? Why, was God unable to bring down a shower of gold? Nay, it was so that that man's poverty might become for you a solace for your sins. A great thing is man, and a precious thing a merciful man: see how great a thing almsgiving is. God compares the merciful man to Himself: For become compassionate, says He, even as your heavenly Father also is compassionate. If death comes, money stays here; why then do you not send it on beforehand for yourself thither, so that on that day poor men may stand beside you, where there is neither orator nor advocate? For the poor display the cloaks and the girdles, and snatch you out of the fire. Not so does the sun, coming upon ice, melt it, as almsgiving, falling upon a multitude of sins, blots them out. And that you may learn the height of almsgiving, what is more laborious than virginity? Nothing: many are the virtues, some great, some greater, and some lesser, yet nothing is more laborious than virginity: it wrestles against nature; this war has no truce; it is a battle never having peace, except through the mercy of Christ. The virgin stands gathering the furnace to herself, and not being burned; a vir-